Ammonius

On Similar and Different Words

1

1ἄβαξ καὶ ἀβακιον διαφέρει. ἄβαξ μὲν γάρ, ἐφ’οὗ τὰ πράγματα παρατιθέασιν ἀβάκιον δέ, ἐφ’οὗ ψηφίζουσιν ἀβέβηλα καὶ βέβηλα διαφέρουσιν, ἄμφω ἐπ’ἀγαθῷ λαμβανόμενα.

2ἀβέβηλα μὲν γὰρ τὰ ἱερὰ καὶ ἄψαυστα καὶ μὴ βάσιμα · βέβηλα δὲ τὰ ὅσια μέν, οὐχ ἱερὰ δέ, οἷον βάσιμα ὄντα. καὶ τοῦτο μέν, ὡς ἐρρήθη, εἰ ἐπ’ἀγαθῷ ἄμφω λαμβάνοιντο · γὰρ κοινὴ χρῆσις τοῦ βεβήλου τὴν ἐναντιωτάτην ἔχει καὶ τῷ ἀβεβήλῳ διαφοράν.

3ἄγγελος καὶ ἐξάγγελος καὶ αὐτάγγελος διαφέρουσιν. ἄγγελος μὲν γὰρ πᾶς ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ τὰ ἔνδσθεν τοῖς ἔξω διαγγέλλων, ὃν Θουκυδίδης διάγγελον εἴρηκεν · ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι. αὐτάγγελος δὲ τὰ ἀφ’ἑαυτοῦ διαγγέλλων καὶ μὴ ὑφ’ἑτέρου.

4ἄγειν καὶ φέρειν διαφέρει. ἄγεται μὲν γὰρ τὰ ἔμψυχα · φέρεται δὲ τὰ ἄψυχα. Ὅμηρος οἱ δ’ἦγον μὲν μῆλα, φέρον δ’εὐήνορα οἶνον.

5ἀγχιστεῖς καὶ συγγενεῖς καὶ οἰκεῖοι διαφέρουσιν. ἀγχστεῖς μὲν γάρ, οἷς ἐπειδάν τις ἐκ τοῦ γένους ἀποθάνῃ συγχωρεῖ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δικαίων · συγγενεῖς δὲ οἱ ὄντες ἐκ τοῦ αὐτοῦ γένους, οὐ καλούμενοι δὲ ὑπὸ τῶν νόμων ἐπὶ τὰ ἀγχιστικὰ δίκαια · οἰκεῖοι δὲ οἱ κατ’ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ.

6ἀγροῖκος καὶ ἄγροικος διαφέρει. προπερισπωμένως μὲν ἐν ἀγρῷ κατοικῶν, προπαροξυτόνως δὲ σκαιὸς τοὺς τρόπους.

7ἄγριος καὶ ἀγρεῖος διαφέρει. ἄγριος μὲν γάρ ἐστιν ὠμός, ἀγρεῖος δὲ ἀγροῖκος.

8ἀγνοεῖν καὶ ἀμφιγνοεῖν διαφέρει. ἀγνοεῖν μὲν γάρ ἐστι τὸ καθόλου μηδὲν εἰδέναι, ἀμφιγνοεῖν δὲ τὸ ἔν τισιν ἐπιδιστάζειν.

9ἀγωνοθέται μὲν ἐπὶ τῶν σκηνικῶν λέγονται, ἀθλοθέται δὲ ἐπὶ τῶν γυμνικῶν.

10ἀγρονόμος ἐὰν μὲν παροξύνωμεν ἔσται ἐν ἀγροῖς νέμων, ἐὰν δὲ προπαροξύνωμεν ἔσται ἐν ἀγροῖς νεμόμενος. τὰ γὰρ προπαροξυνόμενα χαίρουσιν ἀναλύεσθαι εἰς πάθη.

11ἀγόραιος καὶ ἀγοραῖος διαφέρει. ἀγόραιος ἐὰν προπαροξυτόνως σημαίνει τὸν πονηρὸν τὸν ἐν ἀγορᾷ τεθραμμένον, ἐὰν δὲ προπερισπωμένως τὸν ἐν ἀγορᾷ τιμώμενον ἀδεὴς καὶ ἀδαὴς διαφέρει.

12διὰ μὲν γὰρ τοῦ ε ἄφοβος, διὰ δὲ τοῦ ἀμαθής.

13ἄελλα καὶ θύελλα διαφέρει. ἄελλα μὲν ἄημα συνεστραμμένον, θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα.

14ἆθλος καὶ ἆθλον διαφέρει. ἀρσενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον. οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται, ἐπὶ δὲ τῶν ἐπάθλων ἀέθλια πόσ’ἀνελόντες.

15Ἀθῆναι καὶ Ἀττικὴ διαφέρει. Ἀθῆναι μὲν γὰρ πόλις ἐστίν, Ἀττικὴ δὲ τε πόλις καὶ χώρα.

16αἰτῶ καὶ αἰτοῦμαι διαφέρει. τὸ μὲν γάρ αἰτῶ ἐπὶ τοῦ εἰσάπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δ’αἰτοῦμαι ἐπὶ τῷ χρήσασθαι εἰς ἀπόδοσιν. Μένανδρος ἐν τῷ Ὕμνιδι διαστέλλει οὐ πῦρ γὰρ αἀτῶ οὐ δὲ λοπάδ’ αἰτοῦμαι αἰδὼς καὶ αἰσχύνη διαφέρει, ὅτι μὲν αἰδώς ἐστιν ἐντροπὴ πρὸς ἕκαστον ὧν σεβασμίως τις ἔχει, αἰσχύνη δ’ἐφ’οἷς ἕκαστος ἁμαρτὼν αἰσχύνεται ὡς μὴ δέον τι πράξας.

17καὶ αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δὲ ὃς μεθύσκεται. διαστέλλει δὲ καὶ Ἀριστόξενος μουσικὸς τὴν διαφορὰν ἐν τῷ πρώτῳ Νόμων παιδευτικῶν. φησὶ γὰρ διαφορὰν τήνδε νομιστέον αἰδοῦςτε καὶ αἰσχύνης, ὅτι μὲν αἰδὼς πρὸς ἡλικίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸς εὐδοξίαν. γὰρ ἐπιστάμενος αἰδεῖσθαι πρὸς ἑκάστην τῶν εἰρημένων ὑπεροχῶν προσέρχεται οὕτω διακείμενος οὐ διὰ τὸ ἡμαρτηκέναι τι, ἀλλὰ διὰ τὸ σέβεσθαι καὶ τιμᾶν τὰς εἰρημένας ὑπεροχάς. δ’αἰσχύνη πρῶτον μὲν πρὸς πάντα ἄνθρωπον, ἔπειτα ἐπὶ τοῖς νομιζομένοις αἰσχροῖς.

18αἶνος καὶ παροιμία διαφέρει. μὲν γὰρ αἶνός ἐστι λόγος κατὰ ἀναπόλησιν μυθικὴν ἀπὸ ἀλόγων ζῴν φυτῶν πρὸς ἀνθρώπ ους εἰρημένος, ὥς φησι Λούκιος Τάρραιος ἐν τῷ πρώτῳ Περὶ παροιμιῶν, οἷον ἀπὸ μὲν ἀλόγων ζῴων ὡς παρ’Ἀρχιλόχῳ αἶνός τις ἀνθρώπων ὅδε, ὡς ἆρ’ἀλώπηξ κἀετὸς ξυνωνίην ἔθεντο, καὶ τὰ ἑξῆς. καὶ πάλιν ὅταν λέγῃ ἐρέω τιν’ὑμῖν αἶνον, Κηρυκίδη, ἀχνυμένη σκυτάλη, εἶτ’ἐπιφέρει πίθηκος ᾔει θηρίων ἀποκριθείς μοῦνος ἀν’ἐσχατιήν. τῷ δ’ἆρ’ἀλώπηξ κερδαλῆ συνήντετο πυκνὸν ἔχουσα νόον. καὶ Ἡσίοδος νῆν δ’αἶνον βασιλεῦσιν ἐρέω νοέουσι καὶ αὐτοῖς · ὧδ’ἵρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον. ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ ἄκουε δὴ τὸν αἶνον. ἔν κοτε Τμώλῳ δάφνην ἐλαίη ν εἰκὸς οἱ πάλαι Λυδοί λέγουσι θέαθαι, καὶ τὰ ἑξῆς. καὶ ἔστιν αἶνος ἐξηπλωμένη παροιμία μετὰ διηγήσεος ἀπαρτίζουσα τὸ νοούμενον πρὸς παραμυθίαντε καὶ ὠφέλειαν ἀνθρώπων · παροιμία δέ, τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου, καὶ τὴν ἔξωθεν ἐκδεχομένη μετάβασιν. οἷον μένε βοῦς ποτε βοτάνην καὶ ἄκισσος μετ’Ἀνθεστήρια.

19αἴθε καὶ ὤφελον διαφέρει. τὸ μὲν γάρ ἐστιν ἀπαρέμψατον προσώπων · τὸ δ’ὤφελον ἐμφαίνει πρόσωπα, οἷον · ὤφελον ἐγώ, ὤφελες σύ, ὤφελεν ἐκεῖνος. διὸ τὸ αἴθε ἐατὶν ἐπίρρημα, τὸ δ’ὤφελον ῥῆμα.

20αἰκίαι καὶ ὕβρεις διαφέρουσιν. αἰκίαι μὲν γάρ εἰσιν. αἱ ἄνευ προπηλακισμοῦ πληγαί καθὰ καὶ Δημοσθένης ῥήτωρ φησίν · ὕβρισμαι μὲν ἐγώ, προπεπηλάκισται δὲ σῶμα τούμόν.

21αἰπόλος καὶ ποιμὴν διαφέρει. αἰπόλος μὲν γὰρ ἐπὶ τῶν αἰγῶν τεταγμένος νομεύς, ποιμὴν δὲ ἐπὶ τῶν προβάτων ἀκταὶ καὶ θῖνες διαφέρουσιν.

22ἀκταὶ μὲν γάρ εἰσιν οἱ πετρώδεις τόποι τῆς θαλάσσης, θῖνες δὲ οἱ ἀμμώδεις.

23ἀκόντιον δόρατος διαφέρει. ἀκόντιον μὲν γὰρ τὸ ἀκοντιζόμενον ἔλαττον δόρατος, δόρυ δὲ τὸ μεῖζον ἐκ χειρὸς ἐχρῶντο. παρὰ δὲ Ὁμήρῳ καὶ τὸ δόρυ προϊέναι.

24ἀκαιρία ἀσχολίας διενήνοχεν. ἀκαιρία μὲν γάρ ἐστιν ἔνδεια καιροῦ ἐπιτηδείου, ἀσχολία δὲ περί τι ἄλλο ἀναστροφή.

25ἀκαρὴς σὺν τῷ ς καὶ ἀκαρῆ ἄνευ τοῦ ς διαφέρει. ἀκαρῆ μὲν γὰρ ἄνευ τοῦ ς σημαίνει τὸ βραχύ, οἷον οὐ δ’ὅσον ἀκαρῆ τῆς τύχης ἐπίσταμαι. ἀκαρὴς δὲ σημαίνει τὸ παρὰ βραχὺ ὄν, κατέπεσον ἀκαρὴς τῷ δέει.

26ἀληθὲς καὶ ἄληθες διαφέρει. ἀληθὲς μὲν γὰρ ὀξυτόνως τὸ ἐναντίον τῷ ψεύδει, ἄληθες δὲ προπαροξυτόνως τὸ κατ’ἐπερώτησιν λεγόμενον.

27ἁλοᾶν καὶ ἀλοιᾶν διαφέρει. ἀλοᾶν μὲν γὰρ δασέως τὸ ἐπὶ τῆς ἅλω πατεῖν καὶ τρίβειν τοὺς στάχυας, ἀλοιᾶν δὲ ψιλῶς τὸ τύπτειν. Ἀριστοφάνης μητέρ’ἠλοίησεν πατρὸς ἀγαθόν , ἀφ’οὗ καὶ μητραλοίαν φαμὲν καὶ πατραλοίαν.

28ἀλλσίωσις ἑτεροιώσεως διαφέρει. ἀλλοίωσις μὲν γὰρ οὐ μόνον μεταχαρακτηρισμός, ἀλλὰ καὶ τῆς πρότερον ὑπολήψεως οἴησις ἑτέρα · ἑτεροίωσις δέ, ὅταν ἀφ’ἑτέρου χρώματος εἰς ἕτερον μεταβάλλῃ.

29ἁλίπαστον καὶ ἁλίς παρτον διαφέρει. τὸ μὲν γὰρ ἁλὶ πεπασμένον κρέας ἰγθὺν ἔλεγον ἁλίπαστον, ἁλίσπαρτον δὲ τὴν ἁλὶ ἐσπταρμένην χώραν ὥς τινων φθονερῶν τοῦτο ποιούντων. ὅθεν καὶ βίος τοὺς ᾐκισμένους καὶ δυσθεραπεύτως ἔχοντας τὰ σώματα ἁλις πάρτους καλεῖ.

30ἄλλος καὶ ἕτερος διαφέρει. ἕτερος μὲν γὰρ ἐπὶ δυοῖν, ἄλλος δὲ ἐπὶ πλειόνων.

31ἄλλο καὶ ἀλλοῖον διαφέρει. τὸ μὲν γὰρ ἄλλο ἐπὶ προσώπου, τὸ δὲ ἀλλοῖον ἐπὶ φύσεως.

32ἁματροχιὰ καὶ ἁρμαροχιὰ διαφέρει. ἁματροχιὰ μὲν γάρ ἔστιν ταυτοσυνδρομὴ τῶν ἁρμάτων · τῇ δ’εἶχε Μενέλαος ἁματροχιὰς ἀλεείνων. ἁρματροχιὰ δὲ τύπος καὶ ἐγχάραξις τοῦ τροχοῦ ἐπὶ τῆς γῆς · οὐ δέ τι πολλή γίνεται ἐπισσώτρων ἁρματροχιὴ κάτω.

33ἀμυγδαλῆ καὶ ἀμυγδάλη διαφέρουσιν. ἀμυγδαλῆ μὲν γὰρ περισπωμένως τὸ δένδρον δηλοῖ ἀμυγδάλη δὲ παροξυτόνως τὸν καρπόν, καθὰ καὶ Εὔπολις ἐν Ταξιάρχοις φησί · δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλας.

34ἅμα καὶ ὁμοῦ διαφέρει. ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. Σόλων μὲν γὰρ ἅμα ἐγένετο Ἀναχάρσιδι τῷ Σκύθῃ, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν, ὁμοῦ μέντοι οὐκέτι · οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν, ἀλλ’ μὲν Ἀθήνησιν, δὲ ἐν Σκυθίᾳ. καὶ Ὅμηρος διαστέλλει ἔνθα δ’ἅμ’οἰμωγήτε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων καὶ ὀλλυμένων, κατὰ τὸν αὐτὸν χρόνον. καὶ αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ἡγεμόνεσσιν ἕκαστοι, οἱ δ’ἅμα πάντες ἐφ’ἵπποιιν μάστιγας ἀσισον . ἐπιτροπικῶς δὲ τὸ τῇ ὁμοῦ ἐτρεφόμην , καὶ πάλιν ἄλλοθ’ὁμοῦ πίνακάςτε νεῶν καὶ σώματα φωτῶν , ἀντὶ τοῦ ἐν αὐτῷ τῷ τόπῳ. καὶ τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων ἐν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ’ἔσχον ὠκέας ἵππους . ἔσθ’ὅτε δ’ ποιητὴς τὸ ὁμοῦ καὶ ἐπὶ χρονικοῦ τάσσει ἐπιρρήματος, ὥς φησιν Ἀσκληπιάδης · εἰ δὴ ὁμοῦ πόλεμόςτε δαμᾷ καὶ λοιμιὸς Ἀχαιούς , εἰ μὴ ἄρα τις εἴποι καὶ νῦν τὸ ὁμοῦ ἐν τῷ αὐτῷ τόπῳ, οἷον ἐν Τροίᾳ τε λοιμὸς καὶ πόλεμος δαμάζει τοὺς Ἀχαμιούς .

35ἀμφότεροι καὶ ἑκάτεροι διαφέρουσιν. ἀμφότεροι μὲν γὰρ ἐροῦμεν, ὅταν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πράττωσιν ἀμφότεροι τὴν δοκὸν μίαν οὖσαν φέροντες . ἑκάτεροι δέ, ἐπειδὰν χωρὶς ἑκάτερος τὸ ἑαυτοῦ πράττῃ, οἷον ἑκάτερος αὐτῶν δοκὸν φέρων , ἤτοι ὅταν ἑκάτερος αὐτῶν μίαν φέρῃ κατ’ἰδίαν.

36ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει. ἀμύνεσθαι μὲν γάρ ἐστι τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν.

37ἁμαρτάνει πλημμελῶν, διαμαρτάνει δὲ ἀποτυγχάνων.

38ἄμιητος καὶ ἀμητὸς διαφέρει. ἄμητος μὲν γὰρ προπαροξυτόνως σημαίνει αὐτὰ τὰ θερίσματα, τοῦτ’ἔστι τὸν καρπόν ὀξυτόνως δὲ καιρὸς τοῦ θερισμοῦ, ὥσπερ καὶ τρυγητὸς τοῦ τρυγᾶν.

39ἄμαθος καὶ ψάμαθος διαφέρει. ἄμαθος μὲν γὰρ ἐν πεδίῳ κόνις, ψάμαθος δὲ παραθαλασσία ἄμμος.

40ἀνακεῖσθαι καὶ κατακεῖσθαι διαφέρει. ἀνάκειται μὲν γὰρ ἀνδριὰς καὶ εἰκὼν τῷδε κατὰ τιμήν, κατάκειται δὲ εὐωχούμενος.

41ἀνδραγάθημα καὶ ἀνδρία διαφέρει. ἀνδραγάθημα μὲν γάρ ἐστιν, εἰ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν ἀνδρία δὲ δύναμις ἐπαινουμένη.

42ἀνοχὴ καὶ ἐπικηρυκεία διαφέρει. ἀνοχὴ μὲν γάρ ἐστιν ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὴ τῆς μάχης κατὰ συνθήκην κοινὴν τοῦ μὴ ἐπιέναι ἀλλήλοις · ἐπικηρυκεία δέ, ὅταν οἱ ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς σπονδὰς εἰρήνην.

43ἀνάμνησις καὶ ὑπόμνησις διαφέρει. ἀνάμνησις μὲν γάρ ἐστιν ὅταν τις ἔλθῃ εἰς μνήμην τῶν παρελθόντων, ὑπόμνησις δὲ ὅταν ὑφ’ἑτέρου εἰς τοῦτο προαχθῇ.

44ἀντίρρησις καὶ ἀνασκευὴ διαφέρει. ἀντίρρησις μὲν γὰρ λέγεται μετὰ προσώπου καὶ εἰς λεπτὰ τομή, ἀνασκευὴ δὲ ὡς ἀπροσώπως ἐκφερομένη καὶ ὅλου ἀνατροπή.

45ἀναβάλλεσθαι καὶ ὑπερτίθεσθαι διαφέρει. ἀναβάλλεσθαι μὲν γάρ ἐστι τὸ προΐεσθαι καὶ παριέναι τὸν ἐπιτήδειον καιρὸν τῶν πράξεων, ὑπερτίθεσθαι δὲ τὸ ἐπιμένειν τὸν ἴδιον καιρὸν τῶν πράξεων.

46ἀνακωχὴ καὶ ἀνοκωχὴ διαφέρει. ἀνακωχὴ μὲν γάρ ἐστιν ἐπὶ τῶν νεῶν ἀναχώρησις, δὲ διὰ τοῦ ο ἀνοκωχὴ ἀνοχὴ μακρὰ πολέμου διοκωχὴ δὲ καὶ ἀκωχὴ διάλειψίς τις καὶ ἄνεσις.

47ἀνάλγητος καὶ ἀναλγὴς διαφέρει. ἀνάλγητος μὲν γάρ ἐστιν ἀνεπίστρεπτος τοῦ καθήκοντος, ἀναλγὴς δὲ μὴ ἀλγῶν.

48ἄντικρυς καὶ ἀντικρὺ διαφέρει. ἀντικρὺ μὲν γὰρ τὸ ἐπ’εὐθείας καὶ ἐξ ἐναντίας, χωρίς τοῦ ς ὡς τὸ καταντικρύ · ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς, καὶ τὸ ἐπ’εὐθείας οπικόν.

49ἀναβάτης καὶ ἐπιβάτης διαφέρει. ἀναβάτης μὲν γὰρ ἐπὶ ἵππου, ἐπιβάτης δὲ ἐπὶ νηός.

50ἀναστῆναι καὶ ἐγερθῆναι διαφέρει. ἀναστῆναι μὲν ἐπὶ ἔργον, ἐγερθῆναι δὲ ἐξ ὕπνου.

51ἀναγόμενοι καὶ ἀναχθέντες διαφέρει. ἀνήγοντο μὲν γὰρ οἱ πλέοντες, ἀναγόμεναίτε αἱ νῆες, οὐκ ἀναχθεῖσαι ἀνήχθησαν δ τινες εἰς τὸ στρατηγεῖον.

52ἀνεψιοὶ καὶ ἐξανεψιοὶ διαφέρουσιν. ἀνεψιοὶ μὲν γάρ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες.

53ἀναγκάζειν καὶ βιάζεσθαι διαφέρει. ἀναγκάζειν μὲν γάρ ἐστιν ἐπὶ ἐμψύχου · βιάζεσθαι δὲ καὶ ἐπὶ ἀφύχου, οἷον βιάζεσθαι τὴν ναῦν .

54ἄναρχον καὶ ἀναίτιον διαφέρει, ὅτι τὸ μὲν ἀναίτιον πρὸς ἕτερον λέγεται, τὸ δ’ἄναρχον πρὸς ἑαυτό.

55ἄντρον μὲν τὸ αὐτοφυὲς κοίλωμα, σπήλαιον δὲ τὸ χειροποίητον.

56ἄνοια καὶ ἀφροσύνη διαφέρει. ἀνόητος μὲν γάρ ἐστιν μηδὲν νοῶν ἄφρων δὲ νοῶν μέν, οὐ φρονίμως δὲ διοικῶν.

57ἄξονες καὶ κύρβεις διαφέρουσιν. οἱ μὲν γὰρ ἄξονες ἦσαν τετράγωνοι, οἱ δὲ κύρβεις τρίγωνοι. καὶ οἱ μὲν ἄξονες εἶχον τοὺς ἰδιωτικοὺς νόμους ἐγγεγραμμένους, οἱ δὲ κύρβεις τὰς δημοσίας ἱεροποιΐας καὶ εἴ τι ἕτερον τοιοῦτον.

58ἀξιόχρεως μέν ἐστιν ἐπιλῦσαί τι ἱκανός, ἀξιόπιστος δὲ πιστεύεσθαι ἄξιος.

59ἀξίωμα μέν ἐστι τὸ καθ’ὑπερβολὴν διαπρέπον, ἀξία δὲ ἐκ δοκιμασίας εὐαρέστησις.

60ἀποστάσιος ἀπροστασίου διαφέρει. ἀποστασίου μὲν δίκην ἔλεγον, ὁπότε ἀπελεύθερος κρίνοιτο ὡς ἀποστὰς τοῦ δεσπότου ἀπροστασίου δέ, ὁπότε μέτοικος ἐγκαλοῖτο ὡς μὴ ἔχων προστάτην.

61ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει. ἀποκήρυκτος μὲν γάρ ἐστιν ἐπὶ ἀδικήματι ὑπὸ τοῦ πατρὸς ἐκβληθεὶς τῆς οἰκίας ἐκποίητος δὲ δοθεὶς ὑπὸ τοῦ πατρὸς εἰς υἱοθεσίαν ἄλλῳ, λέγουσιν εἰσποιητὸς γέγονεν .

62ἀπολογεῖσθαι καὶ ἀπολογίζεσθαι διαφέρει. ἀπολογεῖσθαι μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν, ἀπολογίζεσθαι δὲ τὸ ἀποδοῦναι τὸν λόγον τῶν δαπανημάτων. καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι καὶ λογισταὶ οἱ ἀριθμηταί.

63ἀποδρᾶναι καὶ ἀποφεύγειν διαφέρει. ἀποδρᾶναι μὲν γάρ ἐστι τὸ ἀναχωρήσαντά τινα ἄδηλον εἶναι ὅπου ἐστίν ἀποφεύγειν δὲ τὸ δῆλον μὲν εἶναι ὅπου ἐστί, μὴ δύνασθαι δὲ ἐπιληφθῆναι. λέγει δὲ Ξενοφῶν τὴν διαφορὰν ἐν τῇ Ἀναβάσει οὔτε ἀποδεδράκασιν οἶδα γὰρ ὅπου οἴχονται οὔτε ἀποπεφεύγασιν .

64ἀπὸ καὶ παρὰ διαφέρει. μὲν γὰρ ἀπό τίθεται ἐπὶ τῶν ἀψύχων, οἷον ἀπ’Ἀθηνῶν δὲ παρά ἐπὶ τῶν ἐμψύχων, οἷον παρὰ Σωκράτους . οἱ δὲ ἐναλλάσσοντες ἁμαρτάνουσιν ἀλλαγῇ προθέσεως χρῶνται, ὡς καὶ Ὅμηρος παρὰ νηῶν ἀνιόντε ἀντὶ τοῦ ἀπὸ τῶν νηῶν. ὡς καὶ ἀλλαχοῦ φησι κυρίως · οὔτέ ποτε προτρέποντο μελ ε νάων ἀπὸ νηῶν .

65ἀπελεύθερος καὶ ἐξελεύθερος διαφέρει. ἀπελεύθερος μὲν γάρ ἐστιν ἐκ δούλου ἠλευθερωμένος ἐξελεύθερος δὲ γενόμενος διὰ χρέα προς ήλυ τος κατὰ ἄλλην τινὰ αἰτίαν δουλεύσας, εἶτα ἐλευθερωθείς. ἤδη μέντοι καὶ ἀδιαφόρως χρῶνται τοῖς ὀνόμασιν.

66ἀποφορὰ καὶ εἰσφορὰ διαφέρει. ἀποφορὰ μὲν γάρ ἐστι τὰ ὑπὸ τῶν δούλων τοῖς δεσπόταις παρεχόμενα χρήματα, ἣν καὶ ἀναφορὰν καλοῦσιν εἰσφορὰ δὲ τὰ ὑπὸ τῶν πολιτῶν.

67ἀποκριθῆναι καὶ ἀποκρίνασθαι διαφέρει. ἀποκριθῆναι μὲν γάρ ἐστι τὸ ἀποχωρισθῆναι, ἀποκρίνασθαι δὲ τὸ ἐρωτηθέντα λόγον δοῦναι.

68ἀπονίψασθαι καὶ κατὰ χειρὸς ὕδωρ αἰτῆσαι διαφέρει. ἀπονέψασθαι μὲν γάρ ἐστι μετὰ τὸ φαγεῖν, κατὰ χειρὸς δὲ ὕδωρ αἰτῆσοι πρὸ τοῦ φαγεῖν καὶ μετὰ τὸ φαγεῖν.

69ἀπὸφορὰ καὶ ἀναφορὰ διαφέρει. ἀποφορὰ μὲν γάρ ἐστιν νῦν καλούμενος φόρος, ἀναφορὰ δὲ ἀπὸ τῶν εὐωδῶν δυσωδῶν ἀναφερόμενος ἀτμός.

70ἀπέθανε καὶ τέθνηκε διαφέρει. ἀπέθανε μὲν νῦν, τέθνηκε δὲ πάλαι. ὡς περιεπάτησε μὲν δεῖνα τήμερον, περιπτεπάτηκε δὲ πάλαι .

71ἀπόδοσις μέν ἀψύχου λέγεται, ἀποκατάστασις δὲ ἐμψύχου καὶ ἀγομένου.

72ἄρχειν καὶ κρατεῖν διαφέρει. ἄρχειν μὲν γάρ ἐστι τό τινων ἐπ’ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς ἄγειν ὑπακουομένους ἐπὶ δουλείᾳ. καθὸ καὶ τῶν θηρίων κρατεῖν, ἀλλ’οὐκ ἄρχειν λέγεται.

73ἁρπαγὴ καὶ ἁρπάγη διαφέρει παρὰ τοῖς παλαιοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν τῷ τρίτῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτόνως προενεγκώμεθα καθάπερ ἐν τῇ συνηθείᾳ, τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρεσιν δηλώσει ἐὰν δὲ βαρυτόνως ἁρπάγην ὡς Ἀνάφην, ἐν ἐκ τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσιν. καὶ παρὰ Μενάνδρῳ ἀναγινώσκομεν · ποτήριον, τράπεζαν, ἁρπάγην, δεύτερον κάδον . καὶ ἐν Ἡνιόχῳ τὸν πταῖδα δ’οὐ δίδομεν , ἀλλ’ἁρπάγην αὐτῷ κατασκευάζομεν .

74ἆρα καὶ ἄρα διαφέρει. μὲν γὰρ κατὰ περισπασμὸν λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν, ὅτε ἀποροῦντες λέγομεν ἆρα τέλος ἕξει τὸ πρᾶγμα ; . δὲ κατὰ συστολὴν συλλογιστικός εἰ ἡμέρα ἐστί, φῶς ἐστιν ἀλλὰ μὴν ἡμέρα ἐστίν. φῶς ἄρα ἐστίν . εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον ἡμῖν ἄρα ἐατίν .

75ἄρτι καὶ ἀρτίως διαφέρει. ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ δ’ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου τελείως. ὥστε ἁμαρτάνει Σαπφὼ λέγουσα ἀρτίως μὲν χρυσοπέδιλος αὖ · ὡς ἀντὶ χρονικοῦ ἐπιρρήματος. παρὰ δέ τοῖς Ἀττικοῖς ἀρτίως σημαίνει αὐτῆς τῆς ὥρας. τὸ δ’ἄρτι παρατατικῶς καὶ ἐπὶ τοῦ παρωχηκότος.

76ἀράχνη καὶ ἀράχν ιον διαφέρει. ἀράχνη μὲν γὰρ θηλυκῶς τὸ ὕφασμα καὶ οὐδετέρως, τὸ ἀράχνιον , ἀρσενικῶς δὲ ἀράχνης τὸ ζῷον.

77ἄρνες καὶ ἀρνειοὶ διαφέρουσιν. ἄρνες μὲν γὰρ λέγονται οἱ νεογνοί · ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον , ἀρνειοὶ δὲ οἱ προήκοντες τῇ ἡλικία · ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ ὅςτ’οΐων μέγα πῶϋ […] .

78ἄρρωστος καὶ ἀρρωστῶν διαφέρει. ἄρρωστος μὲν γὰρ νοσῶν · ἀρρωστῶν δέ ἐστιν ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις, ὡς Ἀριστοφάνης φησίν.

79ἀρρωστεῖν τοῦ νοσεῖν διαφέρει. ἀρρωστεῖ μὲν γὰρ καχεκτῶν τῷ σώματι, νοσεῖ δὲ κλινήρης.

80ἀρρωδεῖν καὶ ὀρρωδεῖν διαφέρει. τὸ μὲν γὰρ διὰ τοῦ ο σημαίνει τὸ εὐλαβεῖσθαι οὕτως γὰρ ἐξηγοῦνται τὴν λέξιν · ὄρρος δὲ λέγεται περὶ τοὺς γλουτοὺς τόπος ὅν τινες ταῦρον λέγουσιν · ὅθεν καὶ τῶν ὀρνέων τόπος οὗτος ὀρροπύγιον καλεῖται, οὐχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον. ἐτύμως δ’εἴρηται, ὅρος ὢν τῆς πυγῆς καὶ οἱονεὶ ὁροπύγιον. οἱ δ’εὐλαβούμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλάκις δὲ καὶ τὰ ἄλογα τῶν ζώων ὑποστέλλειν εἰώθασι τὴν οὐρὰν ὅταν εὐλαβῆται. εὐλόγως οὖν ἐκ τοῦ παρακολουθοῦντος τὸ ὀρρωδεῖν εἴρηται ἐπὶ τοῦ εὐλαβεῖσθαι. καὶ Εὐριπίδης τὸν Περσέα λέγοντα εἰσάγει τὰς γὰρ συμφορὰς τῶν κακῶς πεπραχότων οὐπώποθ’ὕβρισ’, αὐτὸς ὀρρωδῶν παθεῖν . καὶ τὸ μὲν ὀρρωδεῖν τοιοῦτον. τὸ δ’ἀρρωδεῖν οἷον κατὰ στέρησιν, τοῦτ’ἔστι μὴ εὐλαβεῖσθαι ἀλλὰ καταφρονεῖν καὶ τεθαρρηκέναι.

81ἀσφόδελος καὶ ἀσφοδελὸς διαφέρει. προπαροξυτόνως μὲν γὰρ τὸ φυτόν · ὀξυτόνως δ’ τόπος κατ’ἀσφοδελὸν λειμῶνα .

82ἀστεῖος καὶ ἀστικὸς διαφέρει. ἀστεῖος μὲν γὰρ πιθανός καὶ χαρίεις καθόλου ἐπιδέξιος ἐν πολιτικῇ ὁμιλίᾳ · ἀστικὸς δὲ ἐν ἄστει διατρίβων.

83ἄστρον καὶ ἀστὴρ διαφέρει. ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῴδιον, οἷον Ὠρίων, Ἄρκτος. ἀστὴρ δὲ εἷς.

84ἀτέχνως καὶ ἀτεχνῶς διαφέρει. τὸ μὲν γὰρ παροξύτονον σημαίνει τὸ χωρὶς τέχνης καὶ ἀμαθῶς · τὸ δὲ περισπώμένον τίθεται ἀντὶ τοῦ ἁπλῶς καὶ ἀδόλως καὶ καθάπαξ καὶ καθόλου, ἄντικρυς.

85ἀτιμοῦται καὶ ἀτιμάζεται διαφέρει. ἀτιμοῦται μὲν γάρ τις ὑπὸ τῶν νόμων ὁλοσχερεῖ ἀτιμίᾳ, ἀτιμιάζεται δὲ ὑβριζόμενος ἔν τινι πράγματι.

86ἄττα ψιλούμενον καὶ δασυνόμενον διαφέρει. ψιλούμενον μὲν γὰρ σημαίνει τὸ τινά , δασυνόμενον δὲ τὸ ἅτινα .

87ἀτελές καὶ ἀτέλεστον διαφέρει. ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ ἀδύνατον τελεσθῆναι. οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀκυρολογοῦσιν.

88αὐχὴν καὶ δέρη διαφέρει. αὐχὴν μὲν γὰρ λέγεται τὸ ὄπιαθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθ’ ἐστιν φάρυγξ.

89αὖθις καὶ αὖθι χωρὶς τοῦ ς διαφέρει. τὸ μὲν αὖθις ἐστὶ τὸ πάλιν μετὰ ταῦτα, τὸ δ’αὖθι τὸ αὐτόθι. κακῶς οὖν Καλλίμαχός φησι αὖθι τὸ δ’ἐκδύοιμι […], το μοι βάρος ἀντὶ τοῦ μετὰ ταῦτα.

90αὖτις διὰ μὲν τοῦ τ σημαίνει τὸ πάλιν, διὰ δὲ τοῦ θ τὸ ὕστερον.

91ἄχρι χωρὶς τοῦ ς χρονικὸν ἐπίρρημα, ἄχρις δὲ μετὰ τοῦ ς ἀντὶ τοῦ ἀκριβῶς. Ὅμηρος · ἄχρις ἀπηλοίησεν , οἷον ἀκριβῶς ἀπέκοψεν .

2

92βασιλεύς, κοίρανος καὶ ἡγεμὼν διαφέρει. βασιλεύς μὲν γάρ ἐστιν πατρόθεν ἀπὸ γένους τὴν ἀρχὴν παραλαβών, κοίρανος δὲ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν,. οἷος ἦν πρὸ τῆς μήνιδος Ἀχιλλεύς. ὣς γε κοιρανέων δίεπε στρατόν . ἡγεμὼν δέ ἐστιν τάξεως στρατιωτικῆς ἡγούμενος, ὡς ποιητής φησιν αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ἡγεμόνεσσιν ἕκαστοι .

93βάρβαρον καὶ βαρβαρικὸν διαφέρει. βάρβαρον μὲν γάρ ἐστιν ὄνομα τὸ οὐχ Ἑλληνικόν, βαρβαρικὸν δὲ τὸ τῶν. βαρβάρων.

94βάραθρος καὶ βάραθρον διαφέρει. βάραθρος μὲν γὰρ βαράθρου ἄξιος ἄνθρωπος, βάραθρον δὲ ὄρυγμά τι Ἀθήνησιν εἰς τοὺς κακούργους ἐνέβαλλον, ὥσπερ οἱ Λακεδαιμόνιοι τοὺς καταδικαζομένους ἔβαλλον εἰς τὸν κέατον .

95βααιλεῖα καὶ βασίλεια διαφέρει. προπερισπωμένω μέν γὰρ βασιλέως ἀρχή, προπαροξυτόνως δὲ βασιλέως γυνή.

96βάρις μέν ἐστιν Αἰγύπτιον πλοῖον, λέγεται δὲ καὶ μεγάλη οἰκία, ὡς ὑπὸ Φιλίππου.

97βάσανος τε δοκιμασία καὶ διὰ τῶν πληγῶν.

98βασκαίνειν οὐ μόνον τὸ φθονεῖν ἀλλὰ καὶ τὸ συκοφαντεῖν, ὡς Δημοσθένης ἐν τῷ Περὶ στεφάνου ἄν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνουσιν .

99βεβλῆαθαι καὶ οὐτᾶσθαι διαφέρει. βεβλῆσθαι μὲν γάρ ἐστι τὸ ἐκ βολῆς τετρῶσθαι καὶ ἐκ τῶν ἐναντίων, οὐτᾶσθαι δὲ τὸ ἐκ χειρὸς τετρῶσθαι · βεβολῶαθαι δὲ τὸ τὴν βουλὴν πεπηρῶσθαι καὶ οἷον πεπλῆχθαι ὑπὸ δυσθυμίας.

100βιοῦν καὶ ζῆν διαφέρει. βιοῦν μὲν γὰρ ἐπὶ ἀνθρώπων μόνον λέγεται, ζῆν δὲ ἐπὶ ἀνθρώπων καὶ ἀλόγων ζῴων, ἤδη δέ ποτε καὶ ἐπὶ φυτῶν. ζωὴ μὲν γὰρ λέγεται εἶναι χρῆσις ψυχῆς, βίος δὲ ὀλίγη ζωή.

101βίος ζωῆς διαφέρει. βίος μὲν ἐπὶ τῶν λογικῶν τάσσεται ζῴων, τουτέστιν ἀνθρώπων μόνων, ζωὴ δὲ καὶ ἐπὶ ἀνθρώπων καὶ ἐπὶ τῶν ἀλόγων ζῴων. ἐντεῦθεν Ἀριστοτέλης τὸν βίον ὡρίσατο οὕτως · βίος ἐστὶ λογικὴ ζωή . οὖν ἐπὶ τῶν θηρίων βίον τάσσων ἀκυρολογεῖ.

102βιῶναι μέν ἐστι τὸ ζῆν, βιοτεύειν δὲ τὸ πορίζειν τὰ πρὸς τὸν βίον. βλέπειν καὶ θεᾶσθαι διαφέρει.

103βλέπειν μὲν γὰρ κυρίως τὸ ὁρᾶν τι ὁπωσοῦν, θεᾶσθαι δὲ τὸ ὁρᾶν τι τῶν τεχνικῶς γινομένων οἷον πάλην, παγκράτιον, γραφήν.

104βλέφαρα καὶ βλεφαρίδες διαφέρει. βλέφαρα μὲν γάρ ἐστιν αὐτὰ τὰ ἐπικλειόμενα δέρματα, βλεφαρίδες δὲ αἱ τρίχες αἱ ἐπὶ τῶν βλεφάρων.

105βοὸς καὶ βόειος διαφέρει. βοὸς μὲν γὰρ πούς ἐστιν ἐπὶ ζῶντος, βόειος δὲ τοῦ νεκροῦ.

106βούλει καὶ βούλῃ διαφέρει. τὸ βούλει μὲν γὰρ ὁριστικόν ἐστιν οἷον βούλει σχολάσαι μο ι ι , τὸ βούλῃ δὲ διστακτικῶς οἷον ἐὰν βούλῃ, πορευσόμεθα .

107βοηθεῖ μὲν συνών, ἐπικουρεῖ δὲ ἔξωθεν εἰς βοήθειαν ἥκων, συμμαχεῖ δὲ αὐτόθεν, ὑπερμαχεῖ δὲ ἀδυνάτῳ χρησιμιεύων, ἀμύνει δὲ τιμωρούμενος ὑπὲρ τοῦ ἀπολωλότος.

108βουκολεῖν καὶ ἐξαπατᾶν διαφέρει. βουκολεῖν μέν ἐστι τὸ ἐπὶ πλεῖστον καὶ ἀεὶ παραλογίζεσθαι, ἐξαπατᾶν δὲ περὶ ἑνὸς πράγματος συναρπάζειν.

109βουλεύσασθαι καὶ βουλεῦσαι διαφέρει. βουλεύσασθαι μὲν γάρ ἐστι ταὐτὸν τῷ σκέψασθαι, βουλεῦσαι δὲ τὸ ἐνθυμηθῆναί τι καὶ συντάξαι κακόν. οἷον βουλεῦσαι φόνον ἱεροσυλίαν.

110βούλεσθαι μὲν ἐπὶ μόνου λεκτέον τοῦ λογικοῦ, τὸ δ’ἐθέλειν καὶ ἐπὶ ἀλόγου ζῴου.

111βρύει καὶ βλύει διαφέρει. βρύει μὲν γὰρ ἐπὶ τοῦ ἀνθεῖ, βλύει δὲ ἐπὶ τοῦ ἀναβάλλει.

112βρύκειν καὶ βρύχειν διαφέρει. βρύκειν μὲν γὰρ διὰ τοῦ τὸ πρίειν τοῖς ὀδοῦσι, βρύχειν δὲ διὰ τοῦ χ ἐπὶ τοῦ λέοντος τὸ βρύχεσθαι.

113βωμὸς καὶ ἑστία καὶ ἐσχάρα καὶ μέγαρον διαφέρει, καθὰ καὶ Ἀμμώνιος Λαμπ ρι εὺς ἐν πρώτῳ Περὶ θυσιῶν · βωμοὶ μὲν γὰρ οἱ τὰς προσβάσεις ἔχοντες, ἐσχάρα δ’ πρὸς βιωτικὴν γινομένη χρῆσιν ἐπὶ τῆς γῆσμ · τὰ δὲ πολυ τελῆ ἑστίαι · τὸ δὲ μέγαρον περιοικοδομημένη ἑστία, ἔνθα τὰ μυστικὰ τῆς Δήμητρος . παρὰ δ’Ὁμήρῳ ἐσχάρα αὐτὴ καὶ ἑστία καλεῖται, δὲ βωμὸς καὶ τὴν βάσιν σημαίνει χρύσειοι δ’ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν , ἀντὶ τοῦ ἐπὶ βάσεων · καὶ ἑστία σημαίνει καὶ τὸν οἶκον ἑατίη δ’Ὀδυσσῆος ἀμύμονος , καὶ ἀνέστιος ἄοικος. παρ’Ἡσιόδῳ καὶ σωματοειδὴς θεὸς Ἑστία ἐστίν, ἣν καὶ Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον . ἰδίως δὲ Νεάνθης Κυζικηνὸς ἐν τρίτῳ τῶν Κατὰ πόλιν βωμούς θεῶν φησιν, ἐσχάρας δ’ἡρώων. παρὰ δ’Εὐριπίδῃ ἐσχάρα ἀντὶ τοῦ βωμοῦ κεῖται ἐν Πλεισθένει μηλοσφάγετον δαιμόνων ἐπ’ἐσχάραις . καὶ Σοφοκλῆς ἐν Χρύσῃ.

3

114γαμήλιος καὶ ἐπιθαλάμιον διαφέρει. ἐπιθαλάμιον μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ θαλάμῳ τῆς γαμουμένης γραφὲν ποίημα · δὲ γαμήλιος οὐ περιώρισται χρόνῳ, τάττοιτο δ’ἂν καὶ κατὰ τῆς δωρεᾶς τῆς ἐν γάμῳ διδομένης.

115γεγενῆσθαι ἐροῦμεν τὸ ὡσανεὶ γεγενημένον, γεγονέναι δὲ τὸ ἄψυχον πρᾶγμα.

116γενέθλια καὶ γενέσια διαφέρει. ὅτι μὲν γὰρ γενέθλια τάσσεται ἐπὶ τῶν ζώντων καὶ ἐν ἕκαστος ἡμέρα ἐγεννήθη, αὕτη καλεῖται γενέθλιος ἡμέρα. γενέσια δὲ ἐπὶ τῶν τεθνηκότων · ἐν ἕκαστος ἡμέρα τετελεύτηκε, ταύτῃ ἐπιτελεῖται αὐτοῦ τὰ γενέσια. οὖν λέγων ἐπὶ τῶν ζώντων γενέσια ἀκυρολογεῖ.

117γέρων καὶ πρεσβύτης καὶ προβεβηκὼς διαφέρει, Ἀλεξίων δηλοῖ ἐν τῇ ἐπιτομῇ τῶν Διδύμου Συμμίκτων λέγων οὕτως · ἐκ τῶν ἀρίστωνος Περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως ἄχρι γήρως. βρέφος μὲν γάρ ἐστι τὸ γεννηθὲν εὐθέως, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ, παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἀντεχόμενον, παιδίσκος δὲ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δ’ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν δ’ἐχομένην ταύτης ἡλικίαν οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα, οἱ δ’ἀντίπαιδα, οἱ δὲ μελλέφηβον καλοῦσιν. δὲ μετὰ ταῦτα ἔφηβος · ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τριακατίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν. δὲ μετὰ ταῦτα μειράκιον, εἶτα μεῖραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς ὃν καὶ ὠμογέροντα καλοῦσιν , εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως.

118γελοῖον καὶ εὐτράπελον διαφέρει. γελοῖον μὲν γάρ ἐστι τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν χωρίς τινος ὕβρεως, εὐτράπελον δὲ τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον · εἴρηται δὲ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον.

119γέλοιος καὶ γελοῖος διαφέρει. γέλοιος μὲν καταγέλαστος, γελοῖος δὲ γελωτοποιός.

120γῆμαι τοῦ γήμιασθαι διαφέρει, ὅτι γαμεῖ μὲν ἀνήρ, γαμεῖται δὲ γυνή. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν αὐτῶν, ἐπὶ τοῦ γήμασθαι εἰπών γημαμένη υἱῷ · δ’ὃν πατέρ’ἐξεναρίξας γῆμε, καὶ Ἀνακρέων διασύρων τινὰ ἐπὶ θηλύτητι καὶ θαλάμοις ἐν κεῖνος οὐκ ἔγημεν ἀλλ’ἐγήματο , καὶ Αἰσχύλος ἐν Ἀμυμώνῃ σοὶ μὲν γαμεῖσθαι μόρσιμον, γαμεῖν δὲ μή .

121γῆρας μέν ἐστιν τελευταία ἡλικία, γήρασις δὲ ἐπ’αὐτὴν πόρευσις. μήποτε οὖν ταύτῃ καὶ γηρᾶν τοῦ γηράσκειν διαφέρει.

122γράμμα στοιχείου διαφέρει. στοιχεῖον μὲν γάρ ἐστιν αὐτὴ ἐκφώνησις καὶ φθόγγος, οὗ τὸ γράμμα σημεῖον τύπος σχῆμα · ὡς ἐν τῷ τρίγωνον μέν ἐστι τὸ Δ, στρογγύλον δὲ τὸ Ο , τύπος μόνον λέγεται. τὸ δὲ στοιχεῖον τὸ ὁλόκληρον οἷον α β καὶ τὰ λοιπὰ στοιχεῖα. λέγεται μέντοι καταχρηστικῶς καὶ τὰ στοιχεῖα γράμματα · ἤδη μέντοι καὶ τὰ συγγράμματα ἐκάλουν οἱ παλαιοὶ γράμματα · Καλλίμαχός πού φησιν γράμματα δ’ οὐκ εἴλισσον ἀπόκρυφα , τουτέστι τὰ συγγράμματα, καὶ πάλιν ἀλλὰ Πλάτωνος ἐν τῷ περὶ ψυχῆς γράμμ’ἀναλεξάμενος . καὶ ἐν τῇ συνηθεία πολλά φαμεν εἰδέναι γράμματα τόνδε · οὐ γὰρ τὰ εἴκοσι τέσσαρα, ἀλλὰ τὸν πολλῶν ἔμπειρον συγγραμμάτων.

123γυμνασθῆναι καὶ γυμν άς ασθαι διαφέρει. γυμνασθῆναι μὲν γάρ ἐστι τὸ ὑφ’ἑτέρου, γυμνάς ασθαι δὲ τὸ ὑφ’ἑαυτοῦ.

124γυμνασία μὲν λέγεται τῶν γεγυμνασμένων ἄσκησις, ἄσκησις δὲ τῶν λεγόντων καὶ σκηνικῶν.

4

125δαμάλης καὶ δάμαλις διαφέρει. δαμάλης μὲν γὰρ ἄρρην μόσχος, δάμαλις δὲ θήλεια. μόσχος δὲ κοινῶς ἐπ’ἀμφότερα.

126δαί · σύνδεσμος ἐρωτηματικὸς ἐκτεταμένος τίς δαὶ ὅμιλος καὶ πῶς δαὶ τῶν ἄλλων Τρώων . δὲ συμπλεκτικὸς δέ συνεσταλμένος.

127δεσπότης καὶ κύριος διαφέρει. δεσπότης μὲν γὰρ τῶν ἀργυρωνήτων κύριος, κύριος δὲ καὶ πατὴρ υἱοῦ καὶ αὐτός τις ἑαυτοῦ.

128δέος καὶ φόβος διαφέρει. δέος μὲν γάρ ἐστι πολυχρόνιος κακοῦ ὑπόνοια, φόβος δὲ παραυτίκα πτόησις. διόπερ Ἡρόδοτος ἐν τῇ τετάρτῃ · ἡμέας ἔχει φόβοςτε καὶ δέος .

129δήμιος καὶ δημόκοινος διαφέρει. δήμιος μὲν γάρ ἐστιν ἀναιρῶν τοὺς καταδίκους, δημόκοινος δὲ βασανίζων.

130 Δήμητερ καὶ Δάματερ διαφέρει παρὰ τοῖς Ἀττικοῖς , φησὶ Τρύφων. Δήμητερ γάρ , φησίν, ἔατιν ἐπὶ τῆς θεοῦ, Δάματερ δὲ ἐπὶ θαυμασμοῦ .

131δῆμος καὶ δημὸς διαφέρει. δῆμος μὲν βαρυτόνως τὸ πλῆθος τῆς πόλεως, δημὸς δὲ ὀξυτόνως τὸ λίπος.

132δίσκος καὶ σόλος διαφέρει. δίσκος μὲν γάρ ἐστι λίθος τετρημένος, ὥς φησι Τρύφων ἐν πέμπτῳ Περὶ Ἑλληνισμοῦ, σόλος δὲ τὸ χαλκοῦν ὁλοαφύριον. Ὅμηρος σόλον αὐτοχόωνον , καὶ ἐν ἄλλοις λάβε δίσκον , εἶτ’ἐπιφέρει βόμβησεν δὲ λίθος · καὶ Πίνδαρος λιθίνοις ποτ’ἂν δίσκοισι .

133δικαστὴς καὶ διαιτητὴς διαφέρει. δικαστὴς μὲν γάρ ἐστιν κατὰ νόμον αἱρεθεὶς κριτής, διαιτητὴς δὲ κατὰ σύμφωνον αἱρεθεὶς συμβιβάσεως χάριν. Μένανδρος ἐν Παιδίῳ εἴ τις δικαστὴς διαιτητὴς θεῶν .

134διέφθαρται καὶ διέφθορε διαφέρει. διέφθαρται μὲν γὰρ ὑφ’ἑτέρου, διέφθορε δ’ἕτερον. Ἀριστοφάνης Κόραις · διέφθορας τὸν ὅρκον ἡμῶν . Μένανδρος Ἀδελφοῖς εἰ δ’ἔστιν οὗτος τὴν κόρην διεφθορώς . Ὅμηρος φρένας, ἠλεέ, διέφθορας , διεφθάρης τὰς σαυτοῦ φρένας.

135διαβόητος καὶ ἐπιβόητος διαφέρει. διαβόητος μὲν γάρ ἐστιν ἐπ’ἀρετῇ ἐγνωσμένος ἐπιβόητος δὲ μοχθηρὰν ἔχων φήμην. Ἀνακρέων ἐν δευτέρῳ καὶ μ’ἐπιβόητον κατὰ γείτονας ποιήσεις . τοῦτον δ’ἔνιοι τῶν ποιητῶν ἐπίσφατον καλοῦσιν.

136διαβόητος περιβοήτου διαφέρει. διαβόητος μὲν γάρ ἐστιν ἐπ’ἀρετῇ πολυθρύλλητος, περιβόητος δὲ ἐπὶ κακίᾳ. καὶ περιβόητον πᾶσιν ἀνθρώποις ποιεῖ αὑτὸν ἀκρατής · καὶ τοῦτο δὴ τὸ λεγόμενον ἥττων ἑαυτοῦ πορνιδίῳ τρισαθλίῳ ἑαυτὸν οὕτω παραδέδωκεν .

137διπλοῦν καὶ διπλάσιον διαφέρει. διπλοῦν μὲν γάρ ἐστι κατὰ μέγεθος, διπλάσιον δὲ κατὰ ἀριθμόν, ὡς τριπλάσιον καὶ τετραπλάσιον · οἷον διπλάσια χρήματα ἔχει. ἐπὶ δὲ τῶν διπλουμένων τὸ διπτλοῦν, ὥσπερ ἐπὶ τῶν πτυσσομένων ἱματίων διπλοῦν τὸ ἱμάτιον, οὐκέτι διπλάσιον.

138διχότομος καὶ διχοτόμος διαφέρει. προπαροξυτόνως μὲν γὰρ εἰς δύο διῃρημένος, παροξυτόνως δὲ εἰς δύο διαιρῶν. καὶ ἔστι τὸ μὲν παθητικόν, τὸ δὲ ἐνεργητικόν.

139διήγησις καὶ διήγημα διαφέρει. διήγησις μὲν γάρ, καὶ ποίησις, ἐστὶν ἐν μήκει τὸ τέλειον ἔχουσα · διήγημα δέ, καὶ ποίημα, τὸ βραχύτερον.

140διδάξω καὶ διδάξομαι διαφέρει. διδάξω μὲν γὰρ δι’ἑαυτοῦ, διδάξομαι δὲ δι’ἑτέρου · ὡς οἰκοδομήσω μὲν δι’ἑαυτοῦ, οἰκοδομήσασθαι δὲ δι’ἑτέρου.

141διφθέρα καὶ μηλωτὴ διαφέρει. διφθέρα μὲν γὰρ αἰγῶν, μηλωτὴ δὲ προβάτων.

142διορθοῦν καὶ ἐπανορθοῦν διαφέρει. διορθοῦν μὲν γὰρ καὶ ἐπὶ δοράτων καὶ ἐπὶ ὀβελίσκων καὶ ἐπὶ λόγων, ἐπανορθοῦν δὲ ἐπὶ μόνων λόγων.

143διαπολιτεύεσθαι καὶ ἀντιπολιτεύεσθαι διαφέρει. διαπολιτεύεσθαι μὲν γὰρ λέγουσι τοὺς ἐκ τῆς αὐτῆς πόλεως, ἀντιπο λιτεύεσθαι δὲ τοὺς ἐξ ἑτέρας δι’ἑτέρας ἀντιστατοῦντας ἀλλήλοις. Θεόπομπος δὲ καὶ τούς ἐν μιᾷ πόλει φιλοτιμουμένους πρὸς ἀλλήλους ἀντιπολιτεύεσθαι ἔφη.

144διδάσκαλος καὶ ἐπιστάτης διαφέρει. διδάσκαλος μὲν γάρ ἐστι λόγων, ἐπιστάτης δὲ ἔργων.

145διαλέγεται μὲν διδούς λόγον καὶ λαμβάνων · λαλεῖ δὲ μὴ σπουδαιολογούμενος · λέγει δὲ καὶ κατὰ διέξοδον ἐπεξιὼν πρᾶγμα · φάσκει δὲ βραχυλόγος.

146δίκη · τε κρίσις καὶ τιμωρία καὶ τὸ δίκαιον.

147δοάσσατο τοῦ δοιάσσατο διαφέρει. τὸ μὲν γὰρ δοάσσατο σημαίνει τὸ ἔδοξεν, τὸ δὲ δοιάσσατο τὸ ἐδίστασε.

148δοῦλοι καὶ οἰκέται διαφέρουσι. δοῦλοι μὲν γάρ εἰσι καὶ οἱ τῶν ἡδονῶν καὶ πάντες οἱ τεταγμένοι ὑπὸ βασιλέα, οἰκέται δὲ δεσποτῶν.

149δόξα καὶ κλέος διαφέρει. δόξα μέν ἐστιν παρὰ τῶν πολλῶν ἔπαινος, κλέος δὲ παρὰ τῶν σπουδαίων.

150δύναμις καὶ ἰσχὺς διαφέρει, ὥς φησι Πλάτων ἐν Πρωταγόρα. οὐ γὰρ ταὐτόν ἐστι δύναμίντε καὶ ἰσχύν. μὲν γὰρ δύναμις καὶ ἀπὸ ἐπιστήμης γίνεται καὶ μανίας καὶ θυμοῦ, δὲ ἰσχὺς ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν σωμάτων.

151δυσπειθὴς καὶ ἀπειθὴς διαφέρει. δυσπειθὴς μὲν γάρ ἐστιν ὃς δυσχερῶς παραδέχεται τὸν πιστὸν λόγον, ἀπειθὴς δὲ ὃς ἀποκρούεται καὶ οὐχ οἷόςτέ ἐστι πείθεσθαι.

152δῶμα καὶ δωμάτιον διαφέρει. δώματα μὲν γὰρ κοινῶς φαμεν τὰ οἰκο δομήματα, δωμάτιον δὲ τὸν θάλαμον.

153δωροδοκία · τε δόαις τῶν δώρων καὶ λῆψις.

5

154ἐγχρῖσαι καὶ ἐναλεῖψαι διαφέρει. ἐγχρῖσαι μὲν γὰρ ἐπὶ σκορπίου σφηκῶν τινος τοιούτου λέγουσιν, ἐναλεῖψαι δὲ ἐπὶ ὀφθαλμῶν.

155ἐγγυᾷ καὶ ἐγγυᾶται διαφέρει. ἐγγυᾷ μὲν γὰρ διδούς, ἐγγυᾶται δὲ λαμβάνων.

156ἐδίδαξε καὶ ἐδιδάξατο διαφέρει. ἐδίδαξε μὲν γὰρ καθηγητής, ἐδιδάξατο δ’ πατὴρ συστήσας. Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις ἐδιδαξάμην μέντοι σε νὴ Δί’, μέλεε.

157εἰκὼν καὶ προτομὴ διαφέρει. εἰκὼν μὲν γάρ ἐστιν ἐτ’ἀνθρώπου, προτομὴ δὲ λέοντος καὶ ἵππου καὶ τῶν ἄλλων.

158ἐκκλησία καὶ κατάκλησις διαφέρει. ἐκκλησίαν μὲν γὰρ ἔλεγον οἱ Ἀθηναῖοι τὴν σύνοδον τῶν κατὰ τὴν πόλιν, κατάκλησιν δὲ ὁπότε καὶ τοὺς ἐκ τῶν ἀγρῶν συνεκάλουν πρὸς ἐπίσκεψιν μείζονα τῶν πραγμάτων.

159ἐκεῖ καὶ ἐκεῖσε διαφέρει. τὸ μὲν γὰρ ἐκεῖ δηλοῖ τὸ ἐν τόπῳ, τὸ δὲ ἐκεῖσε εἰς τόπον. οὕτως ἐροῦμεν ἐκεῖ κατέλαβον αὐτόν καὶ ἐκεῖσε πορεύσομαι.

160ἐκπολεμῶσαι καὶ ἐκπολεμῆσαι διαφέρει. ἐκπολεμῶσαι μὲν γάρ ἐστι τὸ εἰς πόλεμον ἐμβαλεῖν, ἐκπολεμῆσαι δὲ τὸ πολέμων ἐξελεῖν.

161ἔκγονος καὶ ἀπόγονος διαφέρει. ἔκγονος μὲν γάρ ἐστιν υἱός. φησὶ γὰρ Ὅμηρος εἰ ἐτεόν γε κείνου ἔκγονός ἐσσι θάμβος μ’ἔχει εἰσορόωντα, καὶ δι’ὅλης τῆς ποιήσεως τετήρηκεν. ἀπόγονος δ’ ἤτοι υἱωνὸς ἔτι ἄπωθεν. καταχρῶνται δ’ἔαθ’ὅτε οἱ ἱστορικοὶ τῷ ἀπογόνῳ ἀντὶ τοῦ υἱοῦ.

162ἑκάτερος καὶ ἕκαστος διαφέρει. ἑκάτερος μὲν γὰρ ἐπὶ δυοῖν τάσσεται, οἷον ἀναγκαῖοι δύο ἐγένοντο, τε Ἀρκὰς καὶ Σάμιος · τούτων ἑκάτερος ὑπὸ συὸς ἀνῃρέθη. τὸ δ’ἕκαστος ἐπὶ πολλῶν, οἷον ἑπτὰ ἦσαν οἱ ἐπὶ Θήβας στρατεύσαντες · τούτων ἕκαστος μίαν πύλην κατεῖχεν.

163ἐκμαρτυρία μαρτυρίας ἔν τινι διαφέρει, δηλοῖ μέ ναρχος ἐν τῷ Κατὰ Κλεομέδοντος λέγων ἀναγνώσεται δὲ τῶν μὲν ἐπιδημούντων τὰς μαρτυρίας, τῶν δὲ ἀποδημούντων ἐκμαρτυρίας.

164ἕλκος ὠτειλῆς διαφέρει. ἕλκος μὲν γάρ ἐστι χρόνιον πάθος μόνον ἐκ σιδήρου γινόμενον · ἔστι δ’ὅτε καὶ ἐκ ταὐτομαίου · εἴρηται δὲ παρὰ τὸ διελκύσθαι τὴν σάρκα. ὠτειλὴ δέ ἐστιν ἐκ τοῦ σύνεγγυς ὑπὸ σιδήρου πληγή.

165ἐλέατρος καὶ ἐδέατρος διαφέρει. ἐλέατρος μὲν γάρ ἐστιν μάγειρος παρὰ τοῖς ἐλεοῖς · τράπεζαι δ’εἰσὶ μαγειρικαί. Ὅμηρος καὶ εἰν ἐλεοῖσιν ἔχευαν. ἐδέατρος δὲ προγεύστης, παρὰ τὰ ἐδέσματα.

166ἐμβάδες καὶ ἐμβάται διαφέρει. ἐμβάδες μὲν γὰρ τὰ κωμικὰ ὑποδήματα, ἐμβάται δὲ τὰ τραγικά.

167ἐμεῖο καὶ ἐμοῖο διαφέρει. ἐμεῖο μὲν γάρ ἐστιν ἀσύναρθρον, ὡς Ὅμηρος ἐμεῖο δὲ σύνθεο μῦθον. τὸ δ’ἐμοῖο σύναρθρον · τοῦ ἐμοῖο παιδός. καὶ μνῆσαι πατρὸς σοῖο, θεοῖς ἐπιείκελ’Ἀχιλλεῦ, ἀντὶ τοῦ τοῦ σοῦ πατρός.

168ἐμπειρία πείρας διαφέρει. πεῖρα μὲν γὰρ ἐφ’ἑνὸς δευτέρου γνῶσίς ἐστι δοκιμαζομένη, ἐμπειρία δὲ ἐπὶ πολλῶν κατάληψις βεβαία. πάλιν δὲ τέχνη ἐμπειρίας διαφέρει · ὅτι μέν ἐμπειρία ἐν τοῖς κανόσιν, γραμματικὴ δὲ τέχνη ἀδιάπτωτος ὡς καὶ ἐπιστήμη.

169ἔνδον καὶ ἔσω διαφέρει. ἔνδον μὲν γὰρ τὸ ἐν τόπῳ σημαίνει, ἔσω δὲ τὸ εἰς τόπον. ἔνδον μὲν γάρ ἐστιν παῖς, ἔσω δὲ εἰσέρχομαι. ἁμαρτάνει οὖν λέγων ἔνδον εἰσέρχομαι ἔαω ἐστὶν παῖς. Σοφοκλῆς τὴν διαφορὰν συγχεῖ · φησὶ γὰρ ἐν Τραχινίαις γυναῖκες αἵτ’ἔσω στέγης αἵτ’ἐκτός, δέον εἰπεῖν γυναῖκες αἵτ’ἔνδον. καὶ Εὐριπίδης ἐν Ἡρακλείδ καὶ τὸν γέροντα τήντ’ἔσω γραῖαν δόμων ἀντὶ τοῦ ἔνδον. Εὔβουλος τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Καλαθηφόροις ὅπως σπεύσεσθ’ὅτι τις γέρων ἔσω, δέον εἰπεῖν ἔνδον.

170ἐνταυθοῖ καὶ ἐνταῦθα καὶ ἐνθάδε διαφέρει. ἐνταυθοῖ μὲν γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ, ἐνταῦθα δὲ καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον · ὁμοίως καὶ τὸ ἐνθάδε. ὡς τὸ ἐνταῦθα καὶ τὸ ἐνθάδε καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον καὶ ἀντὶ χρονικοῦ ἐπιρρήματος τοῦ τότε. ἐπὶ μὲν οὖν τοῦ ἐνταυθοῖ ἐνταυθοῖ νῦν ἧσο κύνας ἀπερύκων, ἐπὶ δὲ τοῦ ἐνταῦθα Σοφοκλῆς ἐν Ἠλέκτρᾳ ἐνταῦθα πέμψειν, ἔνθα μήπσθ’ἡλίου φέγγος κατόψει ἔχει γὰρ καὶ τὴν εἰς τόπον σημασίαν καὶ τὴν ἐν τόπῳ. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐνθάδε φησὶν Καλυφώ ἐνθάδε κ’αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις. Ἕκτωρ φησί σὲ δέτ’ἐνθάδε γῦπες ἔδονται. ταῦτα γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ. τὰ δ’εἰς τόπον οὕτως τοῦ δ’αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθύδ’Ὀδυασεύς. ἀπὸ δὲ τοῦ ἔνθα ἐν τόπῳ ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δ’Ἀχιλλεύς, εἰς τόπον ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν, ἀντὶ χρονικοῦ δ’ἐπιρρήματος τοῦ τότε ἔνθ’αὖ Τυδείδῃ Διομήδει Παλλὰς Ἀθήνη.

171ἐνθύμημα καὶ ἐνθύμιον διαφέρει. ἐνθύμημα μὲν γάρ ἐστι πτοιοῦ λόγου σχῆμα, τὸ δ’ἐνθύμιον ἐτίθετο ἐπὶ τοῦ προστροπαίου παρ’Ἀττικοῖς · γοῦν Ἀντιφῶν ἐν τοῖς Φονικοῖς φησι τεθνεὼς οὗτος ὑμῖν ἐνθύμιος γενήσεται.

172ἔνδοξος καὶ ἐπίδοξος διαφέρει. ἔνδοξος μὲν γάρ ἐστιν ἐπίσημος, ἐπίδοξος δὲ προσδοκώμενος καὶ ἐλπιζόμενος.

173ἕνεκα καὶ χάριν διαφέρει. μὲν γὰρ ἕνεκα ψιλὴν τὴν αἰτίαν δηλοῖ, οἷον ἕνεκα Ἀλεξάνδρου καὶ ἕνεκα Ἑλένης ἐστράτευσε Μενέλαος · δὲ χάριν μετὰ τῆς αἰτίας δηλοῖ καὶ τὴν χάριν, οἷον χάριν Μενελάου Ἀχιλλεὺς ἐστράτευσε , τουτέστι Μενελάῳ χαριζόμενος.

174ἐννοεῖν καὶ ἐννοεῖσθαι διαφέρει. ἐννοεῖ μὲν γὰρ ἄφνω, μὴ ἐπιστῆς · ἐννοεῖται δὲ ἀπὸ μακρὰν διαλογιζόμενος.

175ἐξόσου καὶ ἐξ οὕτινος · διαφέρει. ἐξόσου μὲν γὰρ χρόνου, ἐξότου δὲ τοῦ ἐξ οὕτινος.

176ἐξανέψιοι καὶ ἀνεψιοὶ διαφέρει. καὶ ὅτι βαρυτόνως Ἀττικοὶ προφέρονται τοὔνομα φησὶ Τρύφων ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας · ἐξανέψιοι ὡς ἀμέριμνοι, ἀναστελλομένης τῆς ὀξείας ἐκ τοῦ ἀνεψιοὶ ὀνόματος ὀξυνομένου . εἰσὶ δὲ οἱ μὲν ἀνεψιοὶ τῶν ἀδελφῶν παῖδες, καθὰ καὶ ἡμεῖς ἐκδεχόμεθα · ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες.

177ἐοικότα εἰκότων διαφέρει. τὰ μὲν γὰρ πίστεως ἐχόμενα εἰκότα, τὰ δ’ἐμφερῆ ἐοικότα.

178ἐπικήδιον καὶ θρῆνος διαφέρουσιν. ἐπίκήδιον μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ κήδει, θρῆνος δὲ τὸ ἐν οἱῳδήποτε χρόνῳ · οὕτω φησὶ Τρύφων. ριστοκλῆς δὲ Ῥόδιος ἐν τῷ Περὶ ποιητικῆς τοὔμπαλιν · φησὶ γὰρ θρῆνος δ’ἐστὶν ᾠδὴ τῆς συμφορᾶς οἰκεῖον ὄνομα ἔχουσα · ὀδυρμὸν γὰρ ἔχει σὺν ἐγκωμίῳ τοῦ τελευτήσαντος. τινὲς μὲν οὖν κοινῶς πάντα εἶπον θρήνους, οἱ δὲ διαφέρειν θρῆνόντε καὶ ἐπικήδιον τὸ τὸν θρῆνον ᾄδεσθαι παρ’αὐτῇ τῇ συμφορᾷ πρὸ τῆς ταφῆς καὶ μετὰ τὴν ταφὴν καὶ κατὰ τὸν ἐνιαύσιον χρόνον τῆς κηδείας, ᾀδόμενο ς ὑπὸ τῶν θεραπαινίδων καὶ τῶν σὺν αὐταῖς, τὸ δ’ἐπικήδιον ἔπαινόν τινα τοῦ τελευτήσαντος μετά τινος μετρίου σχετλιασμοῦ .

179ἐπιστραφὴς καὶ εὐστραφὴς διαφέρει. ἐπιστραφὴς προστακτικὸς καὶ ἐπιμελής, εὐστραφὴς δὲ ἐπιδέξιος ἐν ταῖς μεταβολαῖς.

180ἐτίκουροι καὶ σύμμαχοι διαφέρουσιν. ἐπίκουροι μὲν γάρ εἰσιν οἱ τοῖς πολεμουμένοις βοηθοῦντες καὶ συλλαμβανόμενοι, σύμμαχοι δὲ οἱ τῶν πολεμούντων. Ὅμηρος δι’ὅλης ἐφύλαξε τῆς ποιήσεως τὴν διαφοράν · οὐκ ἔστιν οὖν παρ’αὐτῷ ἐπικούρους Ἑλλήνων λεγομένους εὑρεῖν, ἀλλὰ Τρώων.

181ἐπτιατεῖλαι καὶ ἐπισκῆψαι διαφέρει. ἐπιστεῖλαι μὲν διὰ γραμμάτων, ἐπισκῆψαι δὲ διὰ λόγων.

182ἐπαγγέλλει καὶ ἐπαγγέλλεται διαφέρει. ἐπαγγέλλει μὲν τὸ προστάσσει, ἐπαγγέλλεται δὲ τὸ ὑπισχνεῖται. ὑπισχνεῖται δὲ τῷ αἰτήσαντι δώσειν ὁμολογήσας, ἐπαγγέλλεται δὲ ἀφ’ἑαυτοῦ δώσειν ὁμολογήσας.

183ἐπιτίμιον καὶ ἐπίτιμον διαφέρει. ἐπιτίμιον μὲν γὰρ ζημία, ἐπίτιμον δὲ τὸ τῆς τιμῆς μετέχον. ὥστε οὐ δεῖ λέγειν ἐξέτισε τὸ ἐπίτιμον , ἀλλ’ ἐξέτισε τὸ ἐπιτίμιον .

184ἐπικηρύξαι καὶ ἐπικηρυκεύαασθαι διαφέρει. ἐπικηρύξαι μὲν γὰρ ἔλεγον τὸ ὑποσχέσθαι χρήματα δώσειν τῷ συλλαβόντι καὶ ἀν αγ άγοντι καὶ ἀποκτείναντί τινα τῶν καταδικασθέντων · οἱ Ἀθηναῖοι ἐπεκήρυξαν, εἰ μέν τις ζῶντα ἀνάγοιτο Διαγόραν τὸν Μήλιον, δώσειν τάλαντον, εἰ δ’ἀνέλοι, τὸ ἥμισυ. ἐπικηρυκεύσασθαι δὲ ἔλεγον τὸ περὶ συμβιβάσεως καὶ σπονδῶν τὰς πόλεις κήρυκας πρὸς ἀλλήλας διαπέμπεσθαι.

185ἐπίτιμος καὶ ἐπιτίμιος διαφέρει. ἐπίτιμος μὲν γὰρ ἔντιμος, ἐπιτίμιος δὲ ἐπιζήμιος καὶ ἐπίπληκτος · ἀφ’οὗ τὴν ἐπίπληξιν ἐπιτίμησίν φαμεν καὶ ἐπιτίμησον αὐτῷ ἀντὶ τοῦ ἐπίπληξον.

186ἐπιχαίρειν καὶ συγχαίρειν διαφέρει. ἐπιχαίρειν μὲν γάρ ἔστι τὸ συνεπιγελᾶν τοῖς ἀλλοτρίοις κακοῖς, συγχαίρειν δὲ τὸ συνήδεσθαί τινος ἀγαθοῖς.

187ἐπιδοτικὸς μέν ἐστιν δεομένοις ἐπιδιδούς, μεταδοτικὸς δὲ φίλοις.

188ἐρωτᾶν τοῦ πυνθάνεσθαι διαφέρει. πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατ’ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα, αὐτὸν οὐ δ’ἐρωτῶντα · ἐρωτᾶν δὲ τὸ ἐθέλειν τινὰ κεφαλαιώδη λαβεῖν ἀπόφασιν περὶ τοῦ ὑποκειμένου πράγματος. γοῦν Τηλέμαχός φησι πρὸς τὸν Νέστορα εἴρεαι ὁππόθεν εἰμέν ἐγὼ δέ κέ τοι καταλέξω , καὶ Ἀχιλλεύς φησιν ἀλλ’ἴθι νῦν, Πάτροκλε Διὶ φίλε, Νέατορ’ἔρειο, ὅντινα τοῦτον ἄγει . ὅτι δὲ τὸ πυνθάνεσθαι ἐπὶ ψιλοῦ τοῦ ἀκούειν τάσσεται, φανερὸν ἐκ τοῦ λέγειν Τηλέμαχον νῦν δ’ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων πυνθάνομαι καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός · καὶ Ὀδυσσεύς φησι πυνθανόμην Ἰθάκης δὲ καὶ ἐν Τροίῃ εὑρείῃ . κατὰ δὲ τοὺς φιλοσόφους ἐρώτησίς ἐστι φράσις συμβολικὴν ἀπόκρισιν ζητοῦσα οἷον νέον ἀμφίβολον, σαφές, ἄδηλον · αὗται γὰρ αἱ πέντε ἀποφάσεις συμβολικαὶ καλοῦνται. ἔστι μέντοι γε ὅτε οὐχ οὕτως ἀλλ’ἑτέρως ἀποκρινόμεθα πρὸς τὰς ἐρωτήσεις, οἷον · ἡμέρα ἐατίν ; ἔατιν , καὶ οὕτως · ἡμέρα ἐατίν ;’ ἡμέρα, καὶ οὕτως · ἡμέρα ἐστίν. πεῦσις δέ ἐστι λέξις πρὸς ἣν οὐκ ἔστι συμβολικῶς ἀποκρίνασθαι, οἷον · ποῦ οἰκεῖ Ἀρίστων; , φησὶ γὰρ ἐν τῷδε τῷ τόπῳ · καὶ πῆ ἔβη Ἀνδρομάχη; , δ’ἀποκρίνεται ὅτι ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ’ἄκουε τείρεσθαι Τρῶας. οὐ γὰρ ἐνεχώρει ἐνταῦθα συμβολικῶς εἰπεῖν ναὶ οὔ. κατά τι οὖν περὶ τῆς διαφορᾶς ταύτης φέρονται καὶ οἱ φιλόσοφοι συμφώνως τοῖς προειρημένοις. Ποτάμων περὶ τῆς διαψορᾶς φησιν οὕτως · ἐρώτησις πεύσεως καὶ ἀνακρίσεως διαφέρει. ἐρώτησις μὲν γάρ ἐστι σύντομος ἀπόκρισις , πεῦσις δὲ μακρᾶς πράξεως ἀπαγγελία, ἀνάκρισις δ’ὑποδεεστέρων ἐξήγησις .

189ἔρως καὶ πόθος διαφέρει. ἔρως μὲν γὰρ τῶν παρόντων, πόθος δὲ τῶν ἀπόντων.

190ἐρᾶν καὶ ποθεῖν διαφέρει. ἐρᾶν μὲν γάρ ἐστι τῶν ἐν ὄψει, ποθεῖν δὲ τοὺς ἀπόντας. διαστέλλει δὲ καὶ Ὅμηρος · ὡς σέο νῦν ἔραμαι, καί με γλυκὺς ἵμερος αἱρεῖ, πρὸς τὴν Ἥραν φησὶν Ζεὺς παροῦσαν. ἐπὶ δὲ τοῦ ἀπόντος ἀλλά με σοῦ πόθος σάτε μήδεα, φαίδιμ’Ὀδυσσεῦ, σήτ’ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα. φυλάσσει γὰρ ἄκρως ποιητὴς τὰς τοιαύτας διαφοράς.

191ἐρωτᾶν μέν ἐστι τὸ θέλειν κεφαλαιώδη λαβεῖν ἀπόφασιν ναὶ οὔ, πυνθάνεσθαι δὲ τὸ κατὰ διέξοδον ἀξιοῦν πρᾶγμα, οἷον πῶς ἐπολεμήσατε; .

192ἔρως μέν ἐστιν ἐπιβολὴ φιλοποιΐας, πόθος δ’ἀπόντος, ἵμερος δ’ἔρως σπανίζων τῆς πρὸς τὸν ἐρώμενον χρείας.

193ἔσται τοῦ γενήσεται διαφέρει. ἔσται μὲν γὰρ τὰ καὶ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως τευξόμενα, οἷον νέος πρεσβύτης ἔσται, τῷ δ’ἀτέκνῳ παῖδες γενήσονται. ἄλλως ἔσται μὲν γὰρ τὸ ὑποκείμενον, οἷον παῖς ἔσται ἀνήρ, γενήσεται δὲ τὸ ἀόριστον.

194ἑστιάτωρ καὶ δαιτυμὼν διαφέρει. ἑστιάτωρ μὲν γὰρ ὑποδοχεύς, δαιτυμόνες δὲ οἱ ἑστιώμενοι.

195ἑσπέρα καὶ ὀψὲ διαφέρει. ἑσπέρα μὲν γάρ ἐστι δυομένου τοῦ ἡλίου, ὀψὲ δὲ βραδέως καὶ μεθ’ὁντινοῦν χρόνον. διὰ τοῦτο καὶ προστιθέασιν ὀψὲ τῆς ἡμέρας.

196ἑταῖρος καὶ φίλος διαφέρει. μὲν γὰρ φίλος καὶ ἑταῖρος, δ’ἑταῖρος οὐ πάντως φίλος. διὸ καὶ ἐπὶ τοῦ ἀνέμου φησὶν Ὅμηρος πλησίστιον ἐσθλὸν ἑταῖρον. καὶ ἄλλως · φίλοι μὲν κοινῶς λέγονται πάντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτοὺς ἔχοντες, ἑταῖροι δὲ ἰδίως οἱ καὶ τῇ ἡλικίᾳ παραπλησίως ἔχοντες καὶ ἐν συνηθείᾳ καὶ ἐν συνεργίᾳ πολὺν χρόνον γεγονότες.

197ἑτερόφθαλμος καὶ μονόφθαλμος διαφέρει. ἑτερόφθαλμος μὲν γὰρ κατὰ περίπτωσιν πηρωθεὶς τὸν ἕτερον τῶν ὀφθαλμῶν, μονόφθαλμος δὲ μόνον ὀφθαλμὸν ἔχων ὡς Κύκλωψ.

198ἕτερος καὶ ἄλλος διαφέρει. ἕτερος μὲν ἐπὶ δυεῖν τάσσεται, ὡς Ὅμηρος φολκὸς ἔην, χωλὸς δ’ἕτερον πόδα, τὸ δὲ ἄλλος ἐπὶ πολλῶν, ὡς αὐτὸς Ὅμηρος Διὶ δ’ἡμεῖς οἴσομεν ἄλλον.

199εὐφυὴς καὶ εὐμαθὴς διαφέρει. εὐφυὴς μὲν γὰρ λέγεται παρὰ τοῖς Ἀττικοῖς σκωπτικός, εὐμαθὴς δὲ εἰς τὸ μαθεῖν ταχύς.

200εὑρεῖν καὶ εὑρέσθαι διαφέρει. εὑρεῖν μὲν γὰρ τὸ καὶ ἐν τῇ συνηθείᾳ, εὑρέσθαι δὲ οἱονεὶ τὸ ἐκπορίσασθαι. Μένανδρος Δυσκόλῳ εὕρηκα κἀγὼ τούτου τέχνην. Δίφ υ λος ἐν Πύρρᾳ δῶρον δ’ἐμαυτῇ παρὰ θεῶν εὑρημέν ον .

201εὔμορφος καὶ εὐειδὴς διαφέρει. εὔμορφος μὲν γὰρ τὴν μορφὴν εὖ ἔχων οἷον εὐπρόσωπος · καὶ γὰρ τὸ τὴν ὄψιν πως σχηματίζειν μορφάζειν λέγομεν. εὐειδὴς δὲ τὸ εἶδος καλῶς ἔχων, οἷον πᾶν τὸ σῶμα.

202εὐθὺς καὶ εὐθὺ καὶ εὐθέως διαφέρουσιν. εὐθὺς μὲν γὰρ κανών · εὐθὺ δὲ τὸ γυμνάσιον · . ἀντὶ τοῦ κατ’εὐθείαν τοῦ γυμνασίου, εὐθὺ τὸ κανόνιον · τὸ δ’εὐθέως ἀντὶ τοῦ χρονικοῦ ἐπιρρήματος. οὖν ἐναλλάσσων ἁμαρτάνει, καθὰ Μένανδρος ἐν Δυσκόλῳ τί φής; ἰδὼν ἐνθένδε πᾶς δ’ἐλευθερῶν ἀπῆλθες εὐθὺς ὡς ταχύ. τινὲς μέντοι τῶν ἀρχαίων φασὶ καὶ τὸ εὐθὺς ἀντὶ χρονικοῦ κεῖσθαι. φασὶ γοῦν κατὰ λέξιν · τινὲς δὲ τὸ μὲν εὖ λέγειν ἐπί τινος εὐθέ ω ς οἷον, ἐὰν μὲν θηλυκὸν τοὔνομα, εὐθεῖα ὁδός, εὐθεῖα βακτηρία , ἐὰν δὲ ἄρρεν, εὐθὺς κανών , ἐὰν δ’οὐδέτερον, εὐθὺ τὸ ξύλον . οἱ δ’ἀρχαῖοι ἐνίοτε τὸ εὐθὺ ἐτίθεσαν τὸ ἐφ’ὁδοῦ τῆς τεινούσης ἐπί τινος τόπου · εὐθὺ τῆς στοᾶς , εὐθὺ τῶν ἀρωμάτων . τὸ δὲ κατὰ τοὺς χρόνους οὐ λέγεται, ἀλλ’εὐθύς, οἷον γήμαντος δ’αὐτοῦ εὐθὺς ἔσομ’ἐλεύθερος καὶ ὡς τοῦτ’εἶδεν, εὐθὺς ἦν ἄνω κάτω .

203εὐφραίνεσθαι καὶ ἥδεσθαι διαφέρει. Πλάτων Πρωταγόρᾳ · εὐφραίνεσθαι μὲν γάρ ἐστι μανθάνοντά τι καὶ φρονήσεως μεταλαμβάνοντα αὐτῇ τῇ διανοία, ἥδεαθαι δὲ ἐαθίοντά τι ἄλλο τι ἡδὺ πάσχοντα αὐτῷ τῷ σώματι .

204εὐθὺς καὶ εὐθὺ διαφέρει. τὸ μὲν γὰρ εὐθὺς χρονικόν ἐστιν ἐπίρρημα, τὸ δ’εὐθὺ τὸ ἐξ ἐναντίας δηλοῖ.

205εὐεργεσία καὶ χάρις διαφέρει. εὐεργεσία μὲν γάρ ἐστιν μεγάλη χάρις, χάρις δὲ ἐλάττων, οἷον χιτῶνα κύνα χαρίζεται, εὐεργετεῖ δὲ οὔ.

206εὐθὺ καὶ ὀρθὸν διαφέρει. τὸ μὲν γὰρ εὐθὺ ἀντίκειται τῷ στρεβλῷ, τὸ δὲ ὀρθὸν τῷ πλαγίῳ.

207εὖ τοῦ καλῶς διαφέρει. εὖ μὲν τὸ ὀρθῶς σημαίνει, καλῶς δὲ τὸ χρήσιμον. συνῃρημένον οὖν τὸ εὖ καὶ καλῶς ἐμφαίνει ὀρθῶς καὶ χρησίμως.

208ἐχθρὸς πολεμίου καὶ δυσμενοῦς διαφέρει. ἐχθρὸς μὲν γάρ ἐστιν πρότερον φίλος, πολέμιος δὲ μεθ’ὅπλων χωρῶν πέλας, δυσμενὴς δὲ χρόνιον πρὸς τόν ποτε φίλον τὴν ἔχθραν διατηρῶν καὶ δυσδιαλλάκτως ἔχων.

6

209ζῆλος καὶ ζηλοτυπία διαφέρει. ζηλοτυπία μὲν γάρ ἐστιν αὐτὸ τὸ πάθος ἤγουν τὸ ἐν μίσει ὑπάρχειν · ζῆλος δὲ μίμησις καλοῦ, οἷον ζηλοῖ τὸν καθηγητὴν παῖς. ζηλοῖ δέτε γείτονα γείτων , Ἡσίοδος ἐπὶ καλοῦ. ζηλοτυπεῖ δὲ δεῖνα τόνδε.

210ζηλῶσαι τοῦ ἐρίσαι διαφέρει. ζηλοῦν μὲν γάρ ἐστι τὸ σὺν ἐπιθυμίᾳ μιμεῖσθαι, ἐρίζειν δὲ τὸ μετὰ μάχης φιλονεικεῖν.

211ζῆλος φθόνου διαφέρει. ζῆλος μὲν γάρ ἐστιν δι’ἐπιθυμίαν γινομένη μίμησις δοκοῦντός τινος καλοῦ, φθόνος δὲ βασκανία τις τῶν ἄλλοις μὲν προσόντων ἀγαθῶν, ἡμῖν δ’οὔ.

212ζῆλος μέν ἐστι λύπη ἐπ’ἀλλοτρίοις ἀγαθοῖς, οἷα καὶ ἑαυτῷ τις ἐπιθυμεῖ περιποιῆσαι.

213ζήλου τρία εἴδη. μὲν γάρ ἐστι μακαρισμός, καθ’ὅν φησί τις ζηλωτὸν τὸν δεῖνα ἐπὶ τῷδε · δεύτερος, καθ’ὃν ζηλωτής τινος εἶναι λέγεται ὥσπερ Θησεὺς Ἡρακλέους · τρίτος δὲ φθόνῳ ὅμοιος.

214ζυγὸς ἀρσενικῶς μὲν ἐπὶ τῶν βοῶν, οὐδετέρως δὲ ἐπὶ τοῦ σταθμοῦ.

215ζώνη καὶ ζώνιον διαφέρει. ζώνη μὲν γάρ ἐστιν τοῦ ἀνδρός, ζώνιον δὲ τὸ τῆς γυναικός.

7

216ἠγέρθη καὶ ἀνέστη διαφέρει. ἠγέρθη μέν, λεκτέον, ἀπὸ ὕπνου, ἀνέστη δὲ ἀπὸ κλίνης.

217ἦθος μέν ἐστιν ἀρχὴ ἐπιτηδεύματος, τρόπος δ’ἐπίστασις πράξεων κατὰ κρίσιν καὶ ἀναστροφήν.

218ἤλπισαν καὶ ἐπήλπισαν διαφέρει. ἤλπισαν μὲν γὰρ αὐτοί τινες, ἐλπίδας ἔχοντες περί τινος · ἐπήλπισαν δέ, ἕτεροι ἑτέρους εἰς ἐλπίδα ἤγαγον.

219ἡμέρα ἠοῦς διαφέρει. ἡμέρα μὲν γάρ ἐστι τὸ κατάστημα μόνον ἀσώματον, ἣν Ἡσίοδος Νυκτὸς γενεαλογεῖ Νυκτὸς δ’αὖτ’Αἰθήρτε καὶ Ἡμέρη ἐξεγένοντο . ἠὼς δὲ τὸ συναμφότερον, ἣν πάλιν Ἡσίοδος Θείας ὑποτίθεται Θεία δ’ Ἠέλιόντε μέγαν λαμπράντε Σελήνην Ἠῶθ’, πάντεσσιν ἐπιχθονίοισι φαείνει γείνατο , ἐπὶ δὲ τῆς σωματοειδοῦς ἀλλ’ἤτοι κα χρυσόθρονος ἥρπασεν Ἠώς .

220ᾖς καὶ ἦσθα καὶ διαφέρει. τὸ μὲν γὰρ ἦσθα παρῳχημένον δηλοῖ χρόνον, τὸ δὲ ᾖς τὸν μέλλοντα. Ὅμηρος Δηΐφοβ’ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦαθα · ἐπὶ δὲ τοῦ ᾖς Μένανδρος ἐν Ψευδηρακλεῖ ὑπὲρ μὲν οἴνου μη δὲ γρύ, τιτθή, λέγε, ἂν τἆλλα δ’ᾖς ἄμεμπτος ἕκτην ἐπὶ δέκα Βοηδρομιῶνος ἐνδελεχῶς ἕξεις ἀεί . καὶ καθόλου πάντοτε οὕτω λέγεται ἐπὶ τοῦ μέλλοντος καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν, οἷον ἐὰν νοῇς · ἐὰν λαλῇς · ὅπως λαλῇς · ἐὰν ᾖς ἀγαθός . γοῦν λέγων πρός τινα ἦς ποτε πλούσιος ἀγνοήσει τὴν διαφορὰν δέον φάναι ἦσθα . τὸ δὲ ἀντὶ τοῦ ἔφη τάσσει Ὅμηρος καὶ κυανέῃσιν . διαφέρει δὲ τὰ ῥήματα τῇδε, ὅτι τὸ μὲν ἐπὶ τρίτου προσώπου μόνον τάσσεται, τὸ δὲ ἔφη ἐπὶ τῶν τριῶν, ὡς ἔφην μὲν ἐγώ, ἔφησθα δὲ σύ, ἔφη δ’ἐκεῖνος.

221ἡσυχία ὁτὲ μὲν σιωπὴν σημαίνει, ὁτὲ δὲ τὴν ἐπιείκειαν, ὁπότε φαμὲν ἐν πολλῇ διήγομεν ἡσυχίᾳ .

8

222Θαλαμιὰς ὡς ἀγαθὰς καὶ θαλάμας ὡς μεγάλας διαφέρει, φησὶ Τρύφων, παρὰ τοῖς Ἀττικοῖς, ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν, δηλώσει τὸ τῶν Διοσκούρων ἱερόν · ἐὰν δὲ βαρυτονήσωμεν, τὰς καταδύσεις μηνύει.

223θαυμάζω γενικῇ μὲν συνταττόμενον σημαίνει τὸ καταγινώσκω καὶ κατηγορῶ, οἷον θαυμάζω τῶν ταύτην ἐχόντων τὴν γνώμην · αἰτιατικῇ δὲ τὸ ἐπαινῶ, οἷον θαυμιάζω τοὺς οὕτω φρονοῦντας .

224θαυμάζειν ἐστὶ τὸ ἀπορεῖν τι ὂν αἰτία παραλόγου τινός, τερατοῦσθαι δὲ τὸ θαυμάζειν τι τέρας · ἔστι γὰρ τέρας τὸ παρὰ φύσιν σημαῖνόν τι.

225θεημαχία καὶ θεομαχία διαφέρει. θεημαχία μὲν γάρ ἐστιν πρὸς θεὸν μάχη, θεομαχία δὲ αὐτῶν τῶν θεῶν πρὸς ἀλλήλους μάχη.

226θεωρὸς καὶ θεατὴς διαφέρει. θεωρὸς μὲν γάρ ἐστιν εἰς θεοὺς πεμπόμενος, θεατὴς δὲ ἀγώνων καὶ θεάτρων. Εὐριπίδης ἐν Ἴωνι πότερον θεατὴς χάριν μαντευμάτων , τουτέστι θεωρός · καὶ Αἰσχύλος βοᾷς τοιοῦδε πράγματος θεωρὸς ὤν . ἁρμαρτάνουσιν οὖν οἱ λέγοντες θεωρῆσαί με δεῖ τὸν ἀγῶνα , δέον εἰπεῖν θεάσασθαι . διαστέλλει δὲ τοῦτο ἐπιμελῶς Λυσιμαχίδης ἐν τῷ πρὸς Κεκίλιον Περὶ τῶν παρὰ τοῖς Ἀττικοῖς ῥητόρων, καὶ πολλῶν παραθέσεις ποιεῖται. καὶ ἔστι τὸ θεάσασθαι, ὥσπερ πρόκειται, παρὰ τὴν θέαν · τὸ δὲ θεωρεῖν, φησίν, οὐκ ἄλλο τι τὸ τῶν θεῶν ὠρεῖν, τοῦτο δὲ τὸ φροντίζειν. διὸ καὶ τοὺς τῶν θεαμάτων ἕνεκεν πεμπομένους, σὺν θυσίαις δὲ καὶ εὐσεβείᾳ, πάντας ὠνόμαζον θεωρούς · καὶ τὸ τοῖς Ἀθηναίοις διδόμενον θεωρικὸν οὐχὶ διὰ τὰς θέας, ὡς Κεκίλιος ὑπέλαβεν, ἀλλὰ διὰ τὸ ἐν ταῖς ἑορταῖς εἰς τοὺς θεοὺς εὐσεβεῖν καὶ ἐπιθεῖν καὶ εὐφραίνεσθαι.

227θεράποντες καὶ οἰκέται διαφέρουσιν. θεράποντες μὲν γὰρ οἱ ὑποτεταγμένοι φίλοι, ὑφ’ὧν θεραπεύονται οἱ προσήκοντες · οἰκέται δὲ δεσποτῶν.

228θέσθαι καὶ ὑποθέσθαι διαφέρει. θέσθαι μὲν γάρ ἐστι τὸ λαβεῖν ὑποθήκην, ὑποθέαθαι δὲ τὸ δοῦναι ὑποθήκην.

229θέλειν καὶ βούλεσθαι ἐὰν λέγῃ τις, δηλώσει ὅτι ἑκουσίωςτε καὶ εὐλόγως ὀρέγεταί τινος.

230θερίζειν τότε διατρίψ ειν τὴν τοῦ θέρους ὥραν, ὡς τὸ χειμάζειν, καὶ τὸ τοὺς Δημητριακοὺς καρποὺς συλλέξαι.

231Θηβαῖοι καὶ Θηβαγενεῖς διαφέρουσιν, καθὼς Δίδυμος ἐν Ὑπομνήματι τῷ πρώτῳ τῶν παιάνων Πινδάρου φησίν · καὶ τὸν τρίποδα ἀπὸ τούτου Θηβαγενεῖς πέμπουσι τὸν χρύσεον εἰς Ἰσμήνιον πρῶτον. τίς δ’ἐστὶ διαφορὰ Θηβαγενῶν πρὸς Θηβαίους, Ἔφορος ἐν τῇ δευτέρᾳ φησίν · οὗτοι μὲν οὖν συνετάχθησαν εἰς τὴν Βοιωτίαν. τοὺς δὲ τοῖς Ἀθηναίοις ὁμόρους προσοικοῦντας ἰδίᾳ Θηβαῖοι προσηγάγοντο πολλοῖς ἔτεσιν ὕστερον, οἳ σύμμικτοι μὲν ἦσαν πολλαχόθεν, ἐνέμοντο δὲ τὴν ὑπὸ τῶν Κιθαιρῶν χώραν καὶ τὴν ἀπομάντιον τῆς Εὐβοίας · ἐκαλοῦντο δὲ Θηβαγενεῖς, ὅτι προσεγένοντο τοῖς ἄλλοις Βοιωτοῖς διὰ Θηβαίων.

232θής, λάτρις, ἀμφίπολος καὶ ἄτμενος διαφέρουσιν. θὴς μὲν γὰρ ἐπὶ μισθῷ δουλεύων · θῆτέςτε δμῶέςτέ. λάτρις δὲ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ ἐπὶ δουλείαν προσαχθείς. ἀμφίπολος δὲ κοινὸν ἄρρενος καὶ θηλείας ὄνομα δούλου. ἄτμενος δὲ οὐ μόνον δοῦλος, ἀλλὰ καὶ ὑποτεταγμένος ἐλεύθερος.

233θράσος καὶ θάρσος διαφέρει. θράσος μὲν γάρ ἐστιν ἄλογος ὁρμή, θάρσος δὲ ἔλλογος ὁρμή.

234θύρα καὶ θυραία διαφέρει. θύρα μὲν γάρ ἐστιν ἐξ ἀρχῆς γενομένη · Μένανδρος ἐν Παρακαταθήκῃ θύραν ἔξελε. θυραία δὲ τὸ μέλλον πρὸς ἐκκοπὴν θύρας μέγεθος.

235θύεσθαι καὶ σφάττεσθαι διαφέρει. θύεσθαι μὲν γάρ ἐστιν ἐπὶ τιμιῇ θεοῦ · καὶ τὸ μαντεύεσθαι διὰ σπλάγχνων θύεσθαί φαμεν. σφάττεσθαι δὲ τὸ δι’ἥντινα οὖν αἰτίαν φονεύεσθαι. καὶ τὸ μὲν ἐπ’ἀλόγου, τὸ δὲ καὶ ἐπ’ἀνθρώπου τάσσεται.

236θύουσι καὶ θύονται διαφέρει. θύουσι μὲν γὰρ οἱ σφάττοντες τὰ ἱερεῖα, θύονται δὲ οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι.

237θύρα καὶ θύραι διαφέρουσιν. θύρα μὲν γάρ ἐστι τὸ ἐπίθεμα τὸ ἐκ τῶν σανίδων, θύραι δὲ τὸ ἄνοιγμα αὐτὸ καὶ τὰ χαλάσματα τῆς θύρας.

238θυμὸς μέν ἐστι πρόσκαιρος ὀργή, ὀργὴ δὲ πολυχρόνιος μνησικακία.

9

239ἱερεῦσαι καὶ καθιερεῦσαι λέγουσιν ἐπὶ τῶν θυομένων ἱερείων, ἱερῶσαι δὲ καὶ καθιερῶσαι ἐπὶ τῶν ἀνατιθεμένων.

240ἱερεῖον καὶ χρηστήριον διαφέρει. ἱερεῖον μὲν γάρ ἐστι κοινῶς τὸ σφαζόμενον πρὸς θυσίαν ἅπασαν, χρηστήριον δὲ τὸ ἱερὸν χρῶνται χρηστηριαζόμενοι. Ἡρόδοτος καθάπερ ἔτι καὶ νῦν, ὅταν χρηστήρια θύωσιν ἐν τῷ ἱερῷ.

241ἱερὰ τούςτε περιβόλους τῶν ναῶν καὶ τὰ σφάγια καὶ τὰ ὀστᾶ τῶν ἀνθρώπων, ὡς Ὑπερίδης ἐν τῷ Κατὰ Ἀρχιστρατίδου, καὶ τὰ ξόανα, ὡς Θεόπομπος ἐν εἰκοστῇ ἕκτῃ.

242ἱκέσθαι καὶ ἀφικέσθαι διαφέρει, ὥς φησιν Ἡρακλείδης. ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν, ἀφικέσθαι δὲ τὸ ἐπανελθεῖν. Ὅμηρος τὴν διαφοράν φησιν οὐ δ’αὖτις ἀφίκετο πατρίδα γαῖαν καὶ ἵκετο δ’ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην.

243Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν, ὥς φησι Πτολεμαῖος ἐν πρώτῳ Περὶ Ἡρώδου τοῦ βασιλέως. Ἰουδαῖοι μὲν γάρ εἰσιν οἱ ἐξ ἀρχῆς φυσικοί Ἰδουμαῖοι δὲ τὸ μὲν ἀρχῆθεν οὐκ Ἰδουμαῖοι ἀλλὰ Φοίνικες καὶ Σύροι, κρατηθέντες δὲ ὑπ’αὐτῶν καὶ ἀναγκασθέντες περιτέμνεσθαι καὶ συντελεῖν εἰς τὸ ἔθνος καὶ τὰ αὐτὰ νόμιμα ἡγεῖαθαι ἐκλήθησαν Ἰδουμαῖοι.

244ἶπες καὶ θρίπες καὶ κίες καὶ ἴκες διαφέρουσιν. ἶπες μὲν γὰρ λέγονται θηρίδια τὰ διαβρωτικὰ τῶν κεράτων · Ὅμηρος μὴ κέρας ἶπες ἔδοιεν. θρίπες δὲ τὰ ἐσθίοντα τὰ ξύλα · καὶ θριπήδεστα τὰ ὑπὸ τῶν θριπῶν διαβεβρωμένα ξύλα οἷς καὶ ἀντὶ σφραγίδων ἐχρῶντο, ὅτι ἦν δυσπαράπιστα. κίες δὲ τὰ ἐν τοῖς πυροῖς καὶ ἐν ταῖς κριθαῖς θηρίδια. ἴκες δὲ τὰ διεσθίοντα τοὺς ὀφθαλμοὺς τῶν ἀμπέλων · Ἀλκμάν καὶ ποικίλον ἴκα, τὸν ὀφθαλμῶν ἀμπέλων ὀλετῆρα.

245ἱππεὺς καὶ ἱππότης διαφέρει. ἱππεὺς μέν ἐστιν τῷ ἵππῳ χρώμενος, ἱππότης δὲ ἔφιππος.

246ἴαοι καὶ κοινοὶ διαφέρει. Πλάτων ἐν Πρωταγόρᾳ · χρὴ γὰρ τοὺς ἐν τοῖσδε λόγοις παραγινομένους κοινοὺς μὲν εἶναι ἀμφοῖν τοῖν διαλεγομένοιν ἀκροατάς, ἴσους δὲ μή. ἔστι γὰρ οὐ ταὐτόν · κοινῇ μὲν γὰρ ἀκοῦσαι ἀμφοτέρων χρή, μὴ ἴσον δὲ νεῖμαι ἑκατέρῳ, ἀλλὰ τῷ μὲν σοφωτέρῳ πλέον, τῷ δὲ ἀμαθεστέρῳ, ἔλαττον.

247ἰσοτελὴς καὶ μέτοικος διαφέρει. ἰσοτελὴς μὲν γὰρ τετιμημένος μέτοικος ἐν τῷ ἴσῳ τάγματι τοῖς πολίταις καὶ τὸ μὲν μετοίκιον μὴ τελῶν, πάντα δὲ ἔχων τὰ αὐτὰ τοῖς πολίταις πλὴν τοῦ ἄρχειν. μέτοικος δὲ μετοικήσας εἰς ἑτέραν πόλιν ἐκ τῆς ἑαυτοῦ καὶ τοῦ μὲν ξένου πλέον τι ἔχων, τοῦ δὲ πολίτου ἔλαττον. ἐτέλει δὲ μέτοικος κατ’ἐνιαυτὸν δραχμὰς δέκα, καὶ ἐν τῇ τῶν Ἀθηναίων πομπῇ σκάφην ἔφερε κηρία ἔχουσαν. ὅθεν καὶ σκαφηφόρους ἔλεγον τοὺς μετοίκους. πολλάκις δὲ καὶ συνεστράτευον τοῖς Ἀθηναίοις.

248ἰσθμὸς καὶ πορθμὸς διαφέρει. ἰσθμὸς μὲν γάρ ἐστι γῆς στενῆς δίοδος, ἑκατέρωθεν θαλάσσῃ περιεχομένης, πορθμὸς δὲ στενὸς θαλάσσης πόρος, ἐκατέρωθεν ὑπὸ γῆς περιεχόμενος.

249ἴαθι καὶ γίνου διαφέρει. ἴσθι μὲν γὰρ ἐπὶ τοῦ γίνωσκε τάσσεται · αὐτὴ δ’οἴη ἴαθι ἀντὶ τοῦ γίνωσκε. καὶ τὸ πλῆθος ἴς θ ε ἀντὶ τοῦ γινώσκετε. καὶ Μένανδρος ἐν Ἥρωϊ εὖ ἴσθι, κἀγὼ τοῦτο συγχωρήσομαι. τάσσουσι δὲ ὅμως καὶ ἐπὶ τοῦ γίνου τὸ ἴαθι · Σοφοκλῆς ἐν Παλαμήδ εὔφημος ἴσθι μοῦνον ἐξορμωμένη, ἀντὶ τοῦ γίνου.

250ἱστοριογράφος συγγραφέως διαφέρει. ἱστοριογράφος μὲν γάρ ἐστιν τὰ πρὸ αὐτοῦ γεγονότα συγγραφόμενος ὡς Ἡρόδοτος, συγγραφεὺς δὲ τὰ ἐφ’ἑαυτοῦ ὡς Θουκυδίδης.

251ἱατοδόκη καὶ ἱστοπέδη διαφέρουσιν. ἱστοδόκη μὲν γάρ ἐστιν ἐφ’ἧς ἱατὸς κατακλίνεται. Ὅμηρος ἱστὸν δ’ἱατοδόκῃ πέλασαν. ἱστοπέδη δὲ ἐν μέσῳ τῆς νεῶς κοῖλος τόπος, ὅν τινες ληνίδα καλοῦσιν, εἰς ὃν ἱστὸς ἐντίθεται ἀλλά με δεσμῷ δῆσαντ’ἐν ἀργαλέῳ, ὄφρ’ἔμπεδον αὐτόθι μείνω, ὀρθὸν ἐν ἱατοπέδῃ.

252Ἰταλαὶ καὶ Ἰταλιῶται διαφέρει. Ἰταλοὶ μὲν γὰρ οἱ ἀρχῆθεν τὴν χώραν ᾠκηκότες, Ἰταλιῶται δ’ὁπόσοι τῶν Ἑλλήνων ἐπῴκησαν μετὰ ταῦτα. τὸ δ’αὐτὸ καὶ ἐπὶ τῶν Σικελῶν καὶ Σικελιωτῶν.

10

253κατοίκισις καὶ κατοίκησις διαφέρει, ὥς φησιν Ἀπολλωνίδης Νικαεὺς ἐν τῷ τρίτῳ Περὶ κατεψευσμένων ἱστοριῶν. κατοίκισις μὲν γάρ ἐστιν ὑφ’ἑτέρων γινομένη ἵδρυσις · κατοίκησις δὲ ὅταν αὐτοί τινες οἰκήσωσι τόπον πόλιν τινὰ καταλαβόντες. οἷον Ἀθηναῖοι κατῴκησαν μὲν παρὰ τὴν ἀκρόπολιν, κατῴκισαν δ’Ἴωνας. καὶ ἔστι παρὰ μὲν τὸ κατοικεῖν κατοίκησις, παρὰ δὲ τὸ κατοικίζειν κατοίκισις.

254καταβολὴ καὶ εἰσβολὴ διαφέρει. καταβολὴ μὲν γάρ ἐστιν ἔκτισις καὶ κατάθεσις τοῦ εἰσφερομένου ἀργύρου, εἰσβολὴ δὲ περίοδος τοῦ πυρετοῦ.

255κάτα μ μα καὶ κάταγμα διαφέρει. κάταγμα μὲν ἐκτεταμένως τὸ κατεαγὸς καὶ συντετριμμένον, κάταγμα δὲ βραχέως τὸ τοῦ ἐρίου ἕλκυσμα.

256καταχύματα καὶ καταχύσματα διαφέρει. καταχύματα μὲν γὰρ χωρὶς τοῦ ς τὰ καταχεόμενα ὕδατα ἐπὶ λουτρῶνος καὶ τῶν ὁμοίων. καταχύσματα δὲ σὺν τῷ ς αἱ ἰσχάδες καὶ τὰ ἄλλα τραγήματα τῶν νεωνήτων δούλων κατέχευον. Ἀριστοφάνης · εἶτ’οὐχὶ δέξῃ δὴ τὰ καταχύσματα; , καὶ Δημοσθένης ἀλλ’αὐτὸς μὲν οὐκ ὤκνησε τὴν δέσποιναν γῆμαι τὰ καταχύσματα αὐτοῦ κατέχεε τότε, ἡνίκα ἐωνήθη.

257κάδος καὶ καδίσκος διαφέρει. κάδος μὲν γὰρ λέγεται ἐκ τοῦ φρέατος ἀνιμῶσι τὸ ὕδωρ, καδίσκος δὲ ἀγγεῖόν τι εἰς τὰς ψήφους ἐμβάλλουσιν οἱ δικασταί.

258καθάρσια καὶ καθάρματα διαφέρει. καθάρσια μὲν γὰρ λέγεται τὰ ἱερὰ καὶ τὰ ἄλλα οἷς καθαίρονται, καθάρματα δὲ τὰ μετὰ τὸ καθαρθῆναι ἀπορριπτούμενα.

259 κανθαρίζειν καὶ τονθορίζειν διαφέρει. κανθαρίζειν μὲν γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὸ τρέμειν, τονθορίζειν δὲ τὸ ψιθυρίζειν καὶ γογγύζειν.

260καιρὸς καὶ χρόνος διαφέρει. καιρὸς μὲν γάρ ἐστι μέρος χρόνου, οἷον μεμετρημένων ἡμερῶν σύστημα, χρόνος δὲ καιρῶν πολλῶν περιοχὴ καὶ σύλληψις. ἄλλο μὲν καιρὸς δηλοῖ ποιότητα χρόνου, οἷον ὅτε πόλεμος ἦν, χρόνος δὲ ποσότητα, οἷον πρὸ δέκα χρόνων μετὰ δέκα ἔτη.

261κάλλαια καὶ κάλλη διαφέρει. κάλλαια μὲν γάρ εἰσιν οἱ τῶν ἀλεκτρυόνων πώγωνες, κάλλη δὲ τὰ ἄνθη τῶν βαμμάτων.

262κάθησο τοῦ κάθισον διαφέρει. κάθησο μὲν γὰρ ἐροῦμεν αὐτῷ τινι περὶ ἑαυτοῦ κελεύοντες, κάθισον δὲ περὶ ἑτέρου · κάθισον αὐτόν.

263κακὸς πονηροῦ διαφέρει ὥσπερ ἄκακος τοῦ ἀγαθοῦ. κακὸς μὲν γὰρ πανοῦργος, πονηρὸς δὲ δραστικὸς κακοῦ.

264κακοήθεια μέν ἐστι κακία κεκριμένη, κακοτροπία δὲ ποικίλη καὶ παντοδαπὴς πανουργία.

265κέλης καὶ ἐπακτροκέλης διαφέρει. κέλης μὲν γάρ ἐστι πλοιάριόν τι μικρόν, ἐπακτροκέλης δὲ κακοῦργον καὶ λῃστρικὸν σκάφος μεταξὺ ἐπακτρίδος καὶ κέλητος. Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου · ἁλλ’αἱ προπετεῖς τοῦ σώματος ἡδοναὶ καὶ τὸ μηδὲν ἱκανὸν εἶναι · ταῦτα πληροῖ τὰ λῃστήρια, ταῦτα εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει. ἐπακτῆρες δὲ οἱ κυνηγέται καλοῦνται.

266κέλυφος, κελύφανον καὶ ἔλυτρον διαφέρει. κέλυφος μὲν γὰρ λέγεται ἐπὶ τῶν ὀστρακοδέρμων οἷον τῶν κογχυλίων, κελύφανον δὲ ἐπὶ τραγημάτων καὶ ὀσπρίων, ἔλυτρον δὲ τὸ ὑγρὸν χώρημα.

267κέδρος θηλυκῶς μὲν τὸ δένδρον, οὐδετέρως δὲ καρπός · ἀλλὸ θύε τοὺς κέδρους .

268κηρύξαι, ἀποκηρύξαι καὶ ἐπικηρύξαι διαφέρει. κηρύξαι μὲν γὰρ καὶ ἀποκηρύξαι λέγουσιν ἐπὶ τοῦ ὑπὸ κήρυκα ἀποδίδοσθαί τι. Μένανδρος ἀπεκήρυξεν αὐτὴν ἀγαγών, οἷον ὑπὸ κήρυκι ἐπώλησεν. ἐπικηρύξαι δὲ τὸ ὑποσχέσθαι χρήματα δώσειν τῷ συλλαβόντι καὶ ἀνάγοντι καὶ ἀποκτείναντί τινα τῶν καταδικασθέντων.

269κιβωτὸς καὶ κίστη διαφέρει. κιβωτὸς μὲν γάρ ἐστιν ξυλίνη, διὸ καὶ ἀντίπηξ καλεῖται, κίστη δὲ πλεκτή.

270κίνησις περιφορᾶς διαφέρει. κίνησις μὲν γάρ ἐστι κυρίως ἐκ τόπου εἰς τόπον μετάβασις, περιφορὰ δὲ περὶ τὸν αὐτὸν τόπον στροφή.

271κίθαριν καὶ κιθάραν διαφέρειν φησὶν Ἀριστόξενος ἐν τῷ Περὶ ὀργάνου. κίθαριν μὲν γὰρ εἶναι τὴν λύραν καὶ τοὺς χρωμένους αὐτῇ κιθαριστάς, οὓς ἡμεῖς λυρῳδούς φαμεν, κιθάραν δὲ χρῆται κιθαρῳδός. Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου διαστέλλει καί φησιν οὕτω · περὶ αὐτῷ εἶχε κιθαριστὰς καὶ κιθαρῳδούς. κιθαριστὴς μέν ἐστιν μόνον ψάλλων, κιθαρῳδὸς δὲ καὶ ᾄδων.

272κλῆσις καὶ πρόσκλησις διαφέρει. κλῆσις μὲν γάρ ἐστιν εἰς ὁτιοῦν τῶν δικαστηρίων γινομένη, πρόσκλησις δὲ εἰς Ἄρειον πάγον.

273κλῆμα κλίματος διαφέρει. κλῆμα μὲν γάρ ἐστιν εἶδος ἀμπέλου, κλῖμα δὲ μέρος τι τοῦ κόσμου.

274κλύσαι μὲν λέγεται ποτήριον ἀγγεῖον, νίψαι δὲ πρόσωπον πόδα, πλῦναι δ’ἐσθῆτα.

275κόρδαξ καὶ κάρδαξ διαφέρει. κόρδαξ μὲν γάρ ἐστιν εἶδος ὀρχήσεως, κάρδαξ δὲ τις ἐκαλεῖτο στρατιώτης, βάρβαρος δὲ λέξις. καλεῖται δὲ μὲν τραγικὴ ὄρχησις ἐμμέλεια, σίκινις δὲ σατυρική, κόρδαξ δὲ κωμική.

276κομιδῇ καὶ κομιδὴ διαφέρει. κομιδῇ γὰρ περισπωμένως ἐπίρρημα καὶ σημαίνει τὸ παντελῶς, κομιδὴ δὲ ὀξυτόνως ὄνομά ἐστι καὶ σημαίνει τὴν ἐπιμέλειαν, οἷον οὐ σφῶιν κομιδή. λέγεται δὲ καὶ ἀπόληψίς τινος κομιδὴ παρὰ τὸ κομίσασθαι καὶ ἀπολαβεῖν.

277κόπτει καὶ ψοφεῖ διαφέρει. κόπτει μὲν γὰρ τὴν θύραν ἔξωθεν, ψοφεῖ δὲ ἔνδοθεν ἐξιών.

278κομᾶν καὶ κουριᾶν διαφέρει. κομᾶν μὲν γάρ ἐστι τὸ ἐπί τινι σεμνύνεσθαι τῶν καλῶς πεπραγμένων καὶ τρέφειν κόμην, κουριᾶν δὲ τὸ κουρᾶς ἐπιδεῖσθαι καὶ κόμην καθεικέναι.

279κόρυδος καὶ Κορύδαλος διαφέρει. κόρυδος μὲν γὰρ τὸ ὄρνεον, λέγεται δὲ Γῆς ἱερόν · Κορύδαλος δὲ δῆμος Ἀθήνησιν ἐν Σωτείρας Κούρης ἱερόν.

280κόνις καὶ κονὶς διαφέρει. τὸ γὰρ λεπτότατον τῆς γῆς ὀξύνεται, τὸ δὲ ἐπὶ τῆς κεφαλῆς γινόμενον φθειρῶδες βαρύνεται.

281κόσμος οἰκουμένης διαφέρει. τὸ μὲν περιέχει οἰκουμένην καὶ ἄστρα, τὸ δὲ γῆν μόνον τὴν φανεράν.

282κτήματα καὶ πι κτήματα διαφέρει. κτήματα μὲν γάρ ἐστι τὰ ἐν τῇ οἰκείᾳ, πι κτήματα δὲ τὰ ἐν ἀλλοτρίᾳ.

283κτῆσις μέν ἐστι πᾶσα οὐσία, κτῆμα δ’ἕν τι.

284κραιπάλη καὶ μέθη διαφέρει. κραιπάλη μὲν γάρ ἐστιν χθεσινὴ μέθη, μέθη δὲ τῆς αὐτῆς ἡμέρας γινομένη οἴνωσις.

285κύπτειν καὶ κυπτάζειν διαφέρει. κύπτειν μὲν γὰρ τὸ ἐπικάμπτεσθαι τῷ σώματι, κυπτάζειν δέ ἐστι τὸ στραγγεύεσθαι. Ἀριστοφάνης ἐν Νεφέλαις χώρει, τί κυπτάζεις ἔχων περὶ τὴν θύραν; .

286κυβεύειν καὶ πεσσεύειν διαφέρει. κυβεύειν μὲν γάρ ἐστι τὸ διὰ ψήφων ἀστραγάλων παίζειν, πεσσεύειν δὲ τὸ διὰ ψήφων.

287κρίνειν τοῦ διακρίνειν διαφέρει. κρίνειν μὲν γὰρ τὸ κυρίως δοκιμάζειν, διακρίνειν δὲ τὸ πρᾶγμα πράγματος διϊστᾶν καὶ χωρίζειν.

288κύειν καὶ τίκτειν διαφέρει. κύειν μὲν γὰρ τὸ ἔγκυον εἶναι, τίκτειν δὲ τὸ ἀπαλλάττεσθαι τοῦ κύειν. Εὐριπίδης ἐν Ἀντιόπῃ κύουσα τίκτω, εἶπεν, ἡνίκ’ἠγόμην πάλιν.

289κύριος καὶ δεσπότης διαφέρει. κύριος μὲν γὰρ τῆς γυναικὸς ἀνὴρ καὶ τῶν υἱῶν πατήρ, δεσπότης δὲ ἀργυρωνήτων τινῶν ἄλλων.

290κωφὸς καὶ ἐνεὸς αὐτὸς παρὰ τοῖς παλαιοῖς ἐλέγετο, μὴ φθεγγόμενος. Ὅμηρος κύματι κωφῷ, τῷ μὴ ἀποτελοῦντι ἦχον. καὶ Πυθία καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω παραλλήλως ἔταξε. νῦν δὲ κωφὸς τὴν ἀκοὴν βεβλαμμένος.

291κωμῳδὸς καὶ τραγῳδὸς λέγεται χορευτὴς καὶ ὑποκριτής, κωμῳδοποιὸς δὲ καὶ τραγῳδοποιὸς οἱ ποιηταί. ἐνίοτε δὲ συγχέουσι τὴν διαφοράν.

11

292λαχεῖν καὶ κληρώσασθαι διαφέρει. λαγχάνει μὲν εἷς, οὗ ἂν κλῆρος ἔλθῃ · Ὅμηρος κλήρῳ νῦν πεπάλαχθε διαμπερὲς ὥς κε λάχῃσι. κληροῦνται δὲ πάντες οἱ καθιέντες εἰς τὸν κλῆρον. καὶ λαχεῖν μέν ἐστι τὸ ἐκ τῶν κληρουμένων τοῦ προκειμένου τυχεῖν, κληρώσασθαι δὲ τὸ κλήρῳ χρήσασθαι.

293λαλεῖν καὶ λέγειν καὶ διαλέγεσθαι διαφέρει. λαλεῖν μὲν γάρ ἐστι τὸ ἀτάκτως ἐκφέρειν τὰ ὑποπίπτοντα ῥήματα, λέγειν δὲ τὸ τεταγμένως προφέρεσθαι τὸν λόγον, διαλέγεσθαι δὲ τὸ ἀμείβεσθαι καὶ λόγον ἀντὶ λόγου ἀποδοῦναι πρὸς τὸν διαλεγόμενον · Πλάτων ἐν Σοφιστῇ. οἱ δ’ἄλλοι φιλόσοφοι διαιροῦσιν οὕτως · λαλεῖν μὲν τοὺς ἀτάκτως ἐκφέροντας ὁνπεροῦν λόγον, διαλέγεσθαι δὲ καὶ λέγειν τοὺς μετ’ἐπιμελείας λέγοντας · διαφορὰν δὲ τῶν δύο τούτων λέγουσι, καὶ τὸ μὲν διεξιέναι λόγον συναίροντες λέγειν φασί, διαλέγεσθαι δὲ τὸ ἀμειβόμενον τοὺς λόγους κατ’ἐρώτησιν καὶ ἀπόκρισιν ποιεῖσθαι.

294λαβεῖν καὶ δέξασθαι διαφέρει. λαβεῖν μὲν γάρ ἐστι τὸ κείμενόν τι ἀνελέσθαι, δέξασθαι δὲ τὸ ἐκ χειρὸς διδόμενον.

295λέπας καὶ λεπὰς διαφέρει. λέπας μὲν γάρ ἐστι βαρυτόνως ὄρους ἀπόσπασμα, λεπὰς δὲ ὀξυτόνως ἐν ταῖς πέτραις γινόμενόν τι μικρὸν ὄστρεον.

296λέμβος καὶ λέμφος διαφέρει. λέμβος μὲν γάρ ἐστι πλοιαρίου τινὸς εἶδος, λέμφοι δὲ παρὰ Ἀττικοῖς οἱ κορυζώδεις ἐλέγοντο καὶ μυξώδεις. Μένανδρος Ὑποβολιμαί οις γέρων ἀμέμικτ’ ἄθλιος λέμφος.

297λέχος καὶ εὐνὴ διαφέρει. λέχος μὲν γάρ ἐστιν κλίνη, εὐνὴ δὲ ἐπὶ ταύτης στρωμνή. φησὶ γοῦν Πηνελόπη ἔνθα οἱ ἐκθεῖσαι πυκνὸν λέχος ἐμβάλετ’εὐνήν, δέμνια καὶ χλαίνας.

298λείαν καὶ λίαν διαφέρει. λεία μὲν γὰρ διὰ διφθόγγου σημαίνει τὴν ἀπελασίαν τῶν τετραπόδων · ληΐδα δ’ἐκ πεδίου συνελάσαμεν. διὰ δὲ τοῦ γραφόμενον ἐπίρρημα δηλοῖ ἐπιτάσεως, ἐάντε ἐκτείνηται ἐάντε συστέλληται · ὡς παρὰ Ἀνακρέοντι λίην δὲ δὴ λιάζεις.

299λῆμα καὶ λῆμμα διαφέρει. λῆμα μὲν γάρ ἐστι δι’ἑνὸς μ τὸ παράστημα τῆς ψυχῆς, λῆμμα δὲ διὰ δύο μμ τὸ λαμβανόμενον.

300λῃτουργεῖν διὰ τοῦ η καὶ λιτουργεῖν διὰ τοῦ διαφέρει, φησὶ Δίδυμος ἐν Ὑπομνήματι δευτέρας Ἰλιάδος. τὸ μὲν γὰρ λῃτουργεῖν τὸ τῷ δήμῳ ὑπηρετεῖν, λῇτον γάρ φασι τὸ δημόσιον · λήϊτον ἀμφεπένοντο. τὸ δὲ λιτουργεῖν κακὰ λέγειν.

301λίβανος καὶ λιβανωτὸς διαφέρει. λίβανος μὲν γὰρ κοινῶς καὶ τὸ δένδρον καὶ τὸ θυμιώμενον, λιβανωτὸς δὲ μόνον τὸ θυμιώμενον.

302λογογράφος καὶ λογοποιὸς διαφέρει. λογογράφος μὲν γάρ ἐστιν τοὺς δικανικοὺς λόγους γράφων, λογοποιὸς δὲ λόγους τινὰς καὶ μύθους συντιθείς.

303λόγος ποιήσεως διαφέρει. λόγος μὲν γάρ ἐστιν δίχα μέτρου σύνταξις, ποίησις δὲ σύνθεσις μέτρῳ κοσμουμένη.

304λυχνοῦχον καὶ λαμπτῆρά φασι τὸν νῦν φανόν, φανὸν δὲ τὴν λαμπάδα, καὶ οἱ μὲν κωμικοὶ διὰ τοῦ φ, οἱ δὲ τραγικοὶ διὰ τοῦ π, πανός. λυχνεῖον δὲ ἐκάλουν τὴν λυχνείαν.

305λυχνίον λυχνούχου διαφέρει. λυχνίον μὲν γάρ ἐστιν λυχνία ὡς Ἀντιφάνης φησὶν ἐν Ἀφροδίτης γοναῖς, λυχνοῦχος δὲ φανός. Μένανδρος ἐν Νομοθέταις ἑτέρου λυχνοῦχος, ἑτέρου λήκυθος.

12

306μάχαιρα καὶ μαχαιρὶς διαφέρει. μάχαιραν μὲν γὰρ ὁμοίως ἡμῖν λέγουσιν Ἀττικοί, μαχαιρίδας δὲ τὰς τῶν κουρέων.

307μακρολόγος καὶ πολυλόγος διαφέρει. μακρολόγος μὲν γάρ ἐστιν περὶ ὀλίγων πολλὰ λέγων, πολυλόγος δὲ περὶ πολλῶν καὶ πολλὰ λέγων.

308μασθὸς μαζοῦ διαφέρει. μασθὸς μὲν γάρ ἐστιν γυναικεῖος, κυρίως δέ, οἷον μεστὸς εἶναι γάλακτος. μαζὸς δὲ ἀνδρεῖος, ὡς καὶ ποιητής φησι νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.

309μάρτυς ἐλέγχου διαφέρει. μάρτυς μὲν γὰρ ἐπ’ἀγαθοῦ λαμβάνεται, ἔλεγχος δὲ ἐπὶ φαύλου.

310μάχη καὶ πόλεμος διαφέρει. μάχη μὲν γάρ ἐστιν ἐν πολέμοις ἐνέργεια, πόλεμος δὲ χρόνος καὶ πρὸς τὴν μάχην παρασκευή.

311μαρτυρία καὶ ἐκμαρτυρία διαφέρει. μαρτυρία μὲν γάρ ἐστιν τῶν ἐπιδημούντων, ἐκμαρτυρία δὲ τῶν ἀποδημούντων, ὡς διασαφεῖ Δείναρχος ἐν τῷ Κατὰ Κλεομέδοντος αἰκίας λέγων · πολλὰ κἀγαθά, ἄνδρες δικασταί, γένοιτο ὑμῖν καὶ τῷ νομοθετήσαντι ἐξεῖναι τῶν ἀποδημούντων ἐκμαρτυρίας παρέχεσθαι.

312μάγον τόντε φαρμακόν, ὡς Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντος, καὶ τὸν περὶ τοὺς θεοὺς ἱερουργόν, ὡς Ἡρόδοτος.

313μανία μέν ἐστιν ἔκστασις λογισμοῦ, λύσσα δ’ἐπιτεταμένη μανία, οἶστρος δὲ μανιώδης ἐπιθυμία.

314μαντικὴ μέν ἐστιν τέχνη, μαντεία δὲ χρησμός.

315μέτοικος καὶ ἰσοτελὴς διαφέρει. μέτοικος μὲν γάρ ἐστιν ὑπόφορος, ἰσοτελὴς δὲ μὴ τελῶν τι ἄρχων.

316μεταβάλλεσθαι καὶ μεταμορφοῦσθαι καὶ ἀλλοιοῦσθαι καὶ ἑτεροιοῦσθαι διαφέρει. μεταβάλλεσθαι μὲν γάρ ἐστι πάθος κοινόν · καὶ γὰρ καιρῶν γίνονται μεταβολαὶ καὶ πράξεων καὶ ἀφροδισίων. γοῦν Εὐριπίδης ἐν Ὀρέατῃ παριστῶν τὴν δύναμιν τῆς λέξεώς φησι μεταβολὴ πάντων γλυκύ. μεταμορφοῦσθαι δὲ μεταχαρακτηρισμὸς καὶ μετατύπωσις σώματος εἰς ἕτερον χαρακτῆρα. ἀλλοίωσις δὲ οὐ μόνον μετασχηματισμὸς χαρακτήρων, ὡς τὸ ἀλλοῖός μοι, ξεῖν’, ἐφάνης νέον ἠὲ πάροιθεν, ἀλλὰ καὶ τῆς προτέρας ὑπολήψεως ποίησις ἑτέρα. ἑτεροίωσις δ’ὅταν ἀφ’ἑτέρου σώματος εἰς ἕτερον μεταβάλῃ οἷον Νιόβη εἰς λίθον.

317μεῖραξ καὶ μειράκιον καὶ μειρακίσκος διαφέρει. μειράκιον γὰρ καὶ μειρακίσκος ἄρσην, μεῖραξ δὲ θήλεια.

318μετρεῖσθαι καὶ ἵστασθαι διαφέρει. μετρεῖσθαι μὲν γὰρ ἔλεγον οἱ παλαιοὶ μέτρῳ λαμβάνειν πυρὸν τι τοιοῦτον ἐν δάνει, ἵνα ἀποδῷ. Ἡσίοδος εὖ μὲν μετρεῖαθαι, εὖ δ’ἀποδοῦναι, οὐχὶ ἀργύριον χρυσόν, οὐδέπω γὰρ ἦν νομίσματα. ἵστασθαι δὲ ὡς Ὅμηρος δείδω μὴ τὸ χθιζὸν ποστήσονται Ἀχαιοὶ χρεῖος, οἷον τὸ γενόμενον αὐτοῖς ἐλάττωμα ἐν τῷ μάχεσθαι ἀντὶ τοῦ χρεολυτήσωσι καὶ ἀντιστήσονται ὡσπερεὶ ὀφειλόμενον δάνος. χρήσασθαι δ’ἔλεγον ἱμάτιον σκεῦος.

319μεταβολὴ καὶ ἀλλοίωσις διαφέρει. μεταβολὴ μὲν γὰρ ἀπὸ τοῦ κακοῦ πρὸς τὸ κρεῖττον μεταβολή, ἀλλοίωσις δὲ ἀπὸ τοῦ καλοῦ πρὸς τὸ χεῖρον ἀλλοίωσις.

320μέμψασθαι, ἐγκαλεῖν καὶ ψέγειν διαφέρει. μέμψις μέν ἐστιν ἀμελοῦντος κατηγορία […], ψόγος δὲ ἐπονειδίστου.

321μινυρίζειν καὶ μινύρεσθαι διαφέρει. μινυρίζειν μὲν γάρ ἐστι ἠρέμα προσᾴδειν, μινύρεσθαι δὲ τὸ θρηνεῖν · τὸ δ’αὐτὸ καὶ κινύρεσιαί φασιν.

322μισητὴ καὶ μισήτη διαφέρει παρὰ τοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν σημαίνει τὴν ἀξίαν μίσους, καθὰ καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ προφερόμεθα, ἐὰν δὲ βαρυτονήσωμεν τὴν καταφερῆ πρὸς συνουσίαν. τὴν δὲ διαφορὰν τῶν σημαινομένων καὶ παρὰ Δωριεῦσί φασι φυλάττεσθαι καὶ παρ’Ἴωσιν.

323μισθὸς μισθώματος διαφέρει. μισθὸς μέν ἐστιν δίκαιος μισθός, μίσθωμα δὲ τὸ ἐπονείδιστον.

324μνήμη καὶ μνεία διαφέρει. εἴ τι μὲν γὰρ μνήμη, τοῦτο οὐ πάντως καὶ μνεία · εἴ τι δὲ μνεία, τοῦτο εὐθέως καὶ μνήμη. ἔστι δὲ μνήμη γενικὴ τύπωσις ψυχῆς, μνεία δὲ λόγος κατὰ ἀνανέωσιν λεγόμενος · μὲν γὰρ μιμνησκόμενος οὐ πάντως καὶ μέμνηται, δὲ μεμνημένος πάντως καὶ μιμνήσκεται. καὶ ἄλλως μνήμη ἐστὶν τῷ μνημονικῷ ἀεὶ συνοῦσα, μνεία δὲ προγεγονότος τινὸς ὑπόμνησις, ὥστε τούτοις ἐναλλὰξ χρώμενος ἁμαρτήσεται.

325μνημεῖα καὶ μνήματα διαφέρει. μνημεῖα μὲν γὰρ ἔλεγον τὰ μνημόσυνα, μνήματα δὲ τοὺς τάφους.

326μοχθηρός, μοχθῆ ρος καὶ πόνηρος διαφέρουσι. μοχθηρὸς μὲν γὰρ ὀξυτόνως τὰ ἤθη πονηρός · λέγουσι δὲ ἁπλῶς τὰ φαῦλα καὶ μοχθηρὰ πονηρά, ὡς Θουκυδίδης · πονηρὰ τὰ πράγματα τῶν Ἀθηναίων, ἀντὶ τοῦ φαῦλα. μοχθῆ ρος δὲ ἐπίπονος, ὡς καὶ πόνηρος.

327μύριοι ἐπὶ ἀριθμοῦ, μυρίοι δὲ οἱ πολλοί.

328μῦθος καὶ ἱστορία διαφέρει. ἱστορία μὲν γὰρ γεγονότα πράγματα περιέχει, δὲ μῦθος διαπεπλασμένα καὶ ψευδῆ. γοῦν λέγων εὖ πεποίηται περὶ τὸν Κύκλωπα ἱστορία ἄλλο τι τοιοῦτον οὐκ ἄγαν ὀρθοεπεῖ · μᾶλλον γὰρ ἁρμόζει λέγειν εὖ πεποίηται περὶ τὸν Κύκλωπα μῦθος.

13

329ναὸς καὶ σηκὸς διαφέρει. μὲν γὰρ ναός ἐστι θεῶν, δὲ σηκὸς ἡρώων.

330ναύκληροι καὶ ναύκραροι διαφέρουσιν. ναύκληροι γάρ εἰσιν οἱ ναῦς κεκτημένοι, ναύκραροι δὲ οἱ εἰσπρασμὲν σόμενοι τὰ δημόσια κτήματα. καὶ ναυκράρια οἱ τόποι ἐν οἷς ἀνέκειτο τὰ κτήματα. ἐλέγοντο δὲ ὁμοίως ναύκληροι καὶ οἱ μισθωτοὶ τῶν συνοικιῶν.

331ναυαγία καὶ ναυάγιον διαφέρει. ναυαγία μέν ἐστιν αὐτὴ τῆς νεὼς διαφθορά, ναυάγιον δὲ τὸ ἐξ αὐτῆς ἐκβρασθέν.

332νεαρὸν νεαλοῦς καὶ προσφάτου διαφέρει. νεαρὸν μὲν γάρ ἐστι τὸ νεωστὶ κομισθὲν ὕδωρ · ἔγκειται γὰρ τῇ λέξει τὸ ἀρύειν. πρόσφατον δὲ τὸ κρέας · ἔγκειται γὰρ ἀπὸ τοῦ φάσαι, ἐστι φονεῦσαι · ὅθεν καὶ τὸ φάσγανον. νεαλὲς δὲ τὸ νεωστὶ ἑαλωκός, οἷον ἰχθύς · δύναται δὲ καὶ τὸ νεωστὶ ἁλὶ πεπασμένον.

333Νηρεΐδες Νηρέως θυγατέρων διαφέρει. Δίδυμος ὁμοίως ἐν ὑπομνήματι Βακχυλίδου Ἐπινίκων · φησὶ γὰρ κατὰ λέξιν εἰσὶ τοίνυν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν Νηρέως θυγατέρων, καὶ τὰς μὲν ἐκ Δωρίδος γνησίας αὐτοῦ θυγατέρας νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων ἤδη κοινότερον Νηρεΐδας καλεῖσθαι · καὶ τὰς μὲν γνησίας καὶ τὸν ἀριθμόν, πλείους δὲ τὰς ἄλλας. ταῦτα φησὶ Μνασέ ων ἐν τοῖς Περὶ τῆς Εὐρώπης τὸν τρόπον τοιοῦτον. εἶτα ἐκτίθεται διὰ μακρῶν τὴν λέξιν καὶ ἐπιφέρει πιθανῶς, τὰς μὲν ἐκ μιᾶς τῆς Δωρίδος γνησιωτέρας τῶν ἄλλων οὔσας Νηρέως θυγατέρας λέγεσθαι, τὰς δὲ συμμίκτους αὐτῷ μόνον Νηρεΐδας.

334νῆες πλοίων διαφέρουσιν. Δίδυμος ἐν ἑνδεκάτῳ ῥητορικῶν ὑπομνημάτων φησὶν οὕτως · ὅτι διαφέρουσιν αἱ νῆες τῶν πλοίων. τὰ μὲν γάρ ἐστι στρογγύλα, αἱ δὲ κωπήρεις καὶ στρατιώτιδες. Ἀριστοτέλης δὲ ἱστορεῖ ἐν Δικαιώμασι τῶν πόλεων οὕτως · Ἀλέξανδρος Μολοττὸς ὑπὸ ταὐτὸν χρόνον, Ταραντίνων αὐτὸν μεταπεμψαμένων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον, ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς καὶ στρατιωτικοῖς.

335νοῦς μέν ἐστιν ἀπόκρυφος λογισμός, φρένες δὲ αἱ ἀγαθαὶ διάνοιαι.

336νῦν καὶ νυνὶ διαφέρει φησὶ κατά τινας Ἡρακλείδης ἐν πρώτῳ Περὶ καθολικῆς προσῳδίας. τὸ μὲν γὰρ νῦν χρονικὸν ἐπίρρημα τάσσεται ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος, παρῳχημένου καὶ μέλλοντος, οἷον ὅτι ἀγὼν νῦν ἐστι, νῦν ἔσται · τὸ δὲ νυνὶ ἐπὶ μόνου ἐνεστῶτος.

337νωθέστερος μέν ἐστιν βλακώδης, νωχελέστερος δὲ ἀσθενέστερος.

14

338ξόανον, βρέτας, ἄγαλμα διαφέρει. ξόανον μὲν γάρ ἐστι τὸ ἐξεσμένον λίθινον ἐλεφάντινον, βρέτας δέ τὸ βροτῷ ὅμοιον ἤτοι χαλκοῦν ἐκ τῆς ἐμφεροῦς ὕλης πεποιημένον, ἄγαλμα δὲ τὸ πώρινον ἔκ τινος ἑτέρου λίθου κατεσκευασμένον.

339ξενίζειν οὐ μόνον τὸ καταδέχεσθαι ξένον, ἀλλὰ καὶ τὸ ξένως διαλέγεσθαι, ὡς Δημοσθένης ἐν τῷ Πρὸς Βοιωτόν.

340ξυατὸν τότε ἀκόντιον ὡς παρ’ ἡσιόδω ἐν τῷ πρώτῳ, καὶ τὸ οἰκοδόμημα ὡς παρὰ Ξενοφῶντι ἐν Οῖκονομικῷ.

15

341ὀβελὸς ὀβολοῦ διαφέρει. ὀβελὸς μὲν γάρ ἐστιν εἰς διαπείρονται τὰ κρέα μέλλοντα ὀπτᾶσθαι, ὀβολὸς δέ μέρος δραχμῆς.

342ὅδε καὶ ὁδὶ διαφέρει. ὅδε μὲν γὰρ ἀναφορικῶς καὶ δεικτικῶς, ὁδὶ δὲ δεικτικῶς μόνον κατ’ἐπέκτασιν.

343οἰκῆας καὶ οἰκείους διαφέρειν φασίν. οἰκεῖοι μὲν γὰρ καὶ οἱ κατ’ἐπιγαμίαν προσήκοντες, οἰκῆες δ’ἅπαντες οἱ ἐν τῇ οἰκίᾳ τυγχάνοντες τῇ αὐτῇ, εἴτε οἰκέται εἴτε ἐλεύθεροι. φησὶ γοῦν Ἕκτωρ · ὄφρ’ἴδωμεν οἰκῆας ἄλοχόντε φίλην καὶ νήπιον υἱόν · καὶ ἐξ ὕπνου γόωσα φίλους οἰκῆας ἐγείρει. καὶ ἐν Ὀδυσσείᾳ κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύς.

344οἰκίζεται καὶ συνοικίζεται διαφέρει. οἰκίζεται μὲν γὰρ πόλις ὑπὸ τῆς πρώτης τῶν συνοικητόρων ἀθροίσεως καὶ καθιδρύσεως, συνοικίζεται δὲ ἐκ πολλῶν πόλεων εἰς μίαν πόλιν συναγομένη ὑπὲρ τοῦ πλείονα δύναμιν σχεῖν. διοικίζεται δὲ ἐκ μιᾶς πόλεως μεγέθει ἰσχυούσης εἰς πολλὰς καταδιαιρουμένη ὑπὸ τῶν ἐχθρῶν, ἵνα ἀσθενὴς γένηται, ὡς Λακεδαιμόνιοι τὴν ἐν Ἀρκαδίᾳ Μεγάλην πόλιν διῷκ η σαν.

345οἰκότριψ καὶ οἰκέτης διαφέρει. οἰκότριψ μὲν γὰρ ἐν τῇ οἰκία διατρεφόμενος ὃν ἡμεῖς θρεπτὸν καλοῦμεν, οἰκέτης δὲ καὶ δοῦλος ὠνητός. παρὰ δὲ Σόλωνι ἐν τοῖς ζω σιν οἰκεὺς κέκληται οἰκότριψ.

346οἶμος οἴμης διαφέρει. οἶμος μὲν γάρ ἐστιν ἀρσενικῶς ὁδός, οἴμη δὲ ᾠδή.

347οἴκτος καὶ οἰκτις μὸς διαφέρει. οἶκτος μὲν γάρ ἐστιν οἰκτιζομένου ἔλεος, οἰκτισμὸς δὲ λόγος τοῦ οἰκτείροντος.

348οἴνη καὶ οἰνάνθη διαφέρει. οἴνη μὲν ἄμπελος, οἰνάνθη δὲ πρώτη τῶν βοτρύων ἐξάνθησις · οἴναρα δὲ τὰ φύλλα.

349οἴκαδε τοῦ εἰς οἶκον διαφέρει. οἴκαδε μὲν γὰρ τὸ εἰς τὴν ἰδίαν οἰκίαν βαδίζειν, εἰς οἶκον δὲ καὶ ἐφ’ἕτερον.

350οἶκος, οἰκία, συνοικία, οἴκημα, οἰκίσκος καὶ δῶμα διαφέρουσιν. οἶκος μὲν γὰρ λέγεται πᾶσα οὐσία, οἰκία δέ ὑπὸ ἑνὸς δευτέρου κατοικουμένη, συνοικία δὲ πολλοῖς καὶ μισθουμένη, οἴκημα δὲ τὸ τέγος τὸ δεσμωτήριον, οἰκίσκος δὲ τὸ μικρὸν δωμάτιον, δῶμα δὲ λεγόμενος κοιτών.

351ὄλβιος καὶ εὐτυχὴς διαφέρει. ὄλβιος μὲν γάρ ἐστιν τελείαν τὴν εὐδαιμονίαν ἔχων, εὐτυχὴς δὲ ζῶν ἡδέως καὶ ἀλύπως.

352ὀλίγον καὶ μικρὸν διαφέρει. τὸ μὲν γὰρ ὀλίγον ἐπ’ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τάσσεται. Ἀριστόνικος ἐν ὑπομνήματι ἐκάλεσ’ἐπὶ στοιχείου ὀλίγην νησῖδα Καλυψοῦς. φασὶ δὲ οὕτως ὀλίγην μικρὰν ὑπαλλακτικῶς. τὸ μὲν γοῦν ὀλίγον ἐπ’ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τάσσεται καὶ Ὅμηρος ἀδιαφόρς δίφρον ἀεικέλιον παραθεὶς ὀλίγηντε τράπεζαν, τὴν μικράν.

353ὄλμος ὅρμου διαφέρει. ὄλμος μέν ἐστι μυρεψικὸν σκεῦος εἰς κόπτονται τὰ εἴδη τὰ μυρεψικά, ὅρμος δέ ἐστι λιμήν.

354ὄρθρος καὶ πρωῒ διαφέρει. ὄρθρος μὲν γὰρ πρὸ ἀνατολῆς ἡλίου ὥρα καθ’ἣν ἀναστάντες ἐξ ὕπνου ὀρθοὶ γινόμεθα, πρωῒ δὲ πρὸ τοῦ καθήκοντος καιροῦ. Ὅμηρος · πρωῒ δ’ ὑπ’ἠοῖοι σὺν τεύχεσι. καὶ Ἡσίοδος τελευτῆσαί φησί τινα πρωῒ μάλ’ἠΐθεον, τουτέστι πρόωυρον. καὶ πρώϊμον τὸ πρόωρον.

355ὁρᾶν τοῦ ὑπερορᾶν διαφέρει. ὁρᾶν μὲν γάρ ἐστι τὸ θεωρεῖν, ὑπερορᾶν δὲ τὸ καταφρονεῖν.

356ὀρνιθευτὴς καὶ ὀρνιθοσκόπος διαφέρει. ὀρνιθευτὴς μὲν γάρ ἐστιν θηρεύων ὄρνιθας, ὀρνιθοσκόπος δὲ οἰωνοσκόπος.

357ὀροφὴ καὶ τέγος διαφέρει. ὀροφὴ μέν ἐστιν στέγη, τέγος δὲ τὸ δῶμα.

358ὅσιον καὶ ἱερὸν διαφέρει. ὅσια μὲν γὰρ τὰ ἰδιωτικὰ ὧν ἐφίεται καὶ ἔξεστι προσάψασθαι, ἱερὰ δὲ τὰ τῶν θεῶν ὧν οὐκ ἔξεστι προσάψασθαι. Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους λέγει · ὥστε τίθησι τοῦτον τὸν νόμον δι’οὗ τῶν μὲν ἱερῶν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖ.

359ὅτι καὶ διότι διαφέρει. τὸ μὲν γὰρ ὅτι ὁτὲ μὲν αἰτίαν δηλοῖ, ὁτὲ δὲ βεβαίωσιν τὸ δὲ διότι αἰτίαν δηλοῖ. αὐτίκα γοῦν ὅτι μὲν ἐκλείπει σελήνη πάντες ἴσμεν, διότι δὲ οὐκέτι, ἀλλὰ μόνον οἱ ἔμπειροι.

360οὔκουν παροξυτόνως μὲν τὸ ἀποφατικὸν ἴσον τῷ οὐχιοῦν, οἷον οὔκουν ἀπιστεῖν. περισπωμένωος δὲ συλλογιστικός ἐστι σύνδεσμος καὶ σημαίνει ἀπόφαν σιν.

361οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν διὰ τοῦ θ διαφέρει. οὐδὲν μὲν γὰρ τὸ ἐν τῷ καθόλου, ὥς φαμεν οὐδὲν ἐν κόσμῳ κενόν πᾶσα γὰρ τοῦ κενοῦ φύσις βαστάζεται. οὐθὲν δέ, ἀναλυθὲν εἰς τὸ ἴδιον ἀντίστοιχον, σημαίνει τὴν τοῦ ἑνὸς ἄρσιν καὶ ἐπιφορὰν ἑτέρας ἀρχῆς οὔθ’ἓν οὔτε δύο. τὸ δέ διὰ τοῦ δ ἀπαρτίζει διὸ καὶ ποιητής φησιν · οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποις. οὖν ἐναλλάσσων ἁμαρτάνει διὸ καὶ Ζηνόδοτον εὐθύνουσι γράφοντα οὐθὲν ἀκιδνότερον.

362οὕνεκα καὶ εἵνεκα διαφέρει. οὕνεκα μὲν σημαίνει τὸ ὅτι, εἵνεκα δὲ χάριν. Ὅμηρος διαστέλλει · οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα, ἀντὶ τοῦ ὅτι, καὶ εἵνεκα ῥιγεδανῆς Ἑλένης. ἥμαρτεν οὖν Καλλίμαχος εἰπών εἵνεκεν οὐχ ἓν ἄεισμα, ὅπερ ἄτοπον · ἔδει γὰρ εἰπεῖν οὕνεκα, ἵνα γένηται ὅτι οὐχ ἓν ἄεισμα.

363οὗτος καὶ οὑτοαὶ διαφέρει. τὸ μὲν γὰρ οὑτοσὶ δεικτικὸν μόνον, τὸ δὲ οὗτος δεικτικὸν καὶ ἀναφορικόν. δεικτικὸν μέν οὗτός τοι, Διόμηδες, ἀναφορικὸν δέ οὗτος μὲν πανάριστος, ὃς αὑτῷ πάντα νοήσει. αὐτὸς λόγος καὶ ἐπὶ τοῦτον καὶ τουτονί.

364οὐλὴ καὶ ὠτειλὴ διαφέρει. οὐλὴ μέν ἐστιν ὑγιασμένη σάρξ ἐκ παλαιοῦ τραύματος, ὠτειλὴ δὲ τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτᾶσθαι. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν, ἐπὶ μὲν τῆς οὐλῆς εἰπών τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι, ἐπὶ δὲ τῆς ὠτειλῆς αὐτίκα δ’ἔρρεεν αἷμα κατ’οὐταμένης ὠτειλῆς.

365οὖρος καὶ οὐρὸς διαφέρει. οὖρος μὲν ἄνεμος, οὐρὸς δὲ τόπος ἤγουν τὸ νεώριον · οὐρούςτ’ἐξεκάθ ηρον .

366ὄφλειν καὶ ὀφείλειν διαφέρει. Ἀπολλωνίδης Νικαεὺς ἐν ὑπομνήματι τοῦ Περὶ τῆς παραπρεσβείας Δημοσθένους ὄφλει μέν τις, φησίν, ἐπὶ καταδίκῃ, ὀφείλει δέ τις ὡς ἡμεῖς ἐκδεχόμεθα.

367ὅλον τοῦ παντὸς διαφέρει. πᾶς τὴν τῶν προσώπων διαφοράν τὸ μὲν γὰρ συνέστηκεν. οὖν λέγων ὅλος ἄνθρωπος ἔνα λέγει. τὸ δὲ πᾶς πλείονας λέγει.

368ὄφλημα καὶ χρέος διαφέρει. ὄφλημα μὲν γὰρ καὶ ὀφείλημα τὸ ἐκ καταδίκης τῷ δημοσίῳ ὀφειλόμενον, χρέος δὲ τὸ ἰδιωτικὸν δάνειον.

369ὄχθαι καὶ ὄχθοι διαφέρει. ὄχθαι μὲν γάρ εἰσι ποταμῶν χείλη, ὄχθοι δὲ γῆς ἐπάρματα.

370ὀψὲ καὶ ἑσπέρα διαφέρει. ἑσπέρα μὲν γὰρ μετὰ τὴν δύσιν τοῦ ἡλίου ὥρα, ὅτε ἑσπέρας ἔλθῃ ὥρα δύνοντος τοῦ ἡλίου. ὀψὲ δὲ μετὰ πολὺ τῆς δύσεως καὶ καθόλου μετὰ πολὺν χρόνον ὡς Ὅμηρος · ὀψὲ δὲ δὴ μετέειπε, καὶ ὀψαρότης προαρότῃ ἰσοφαρίζει. ὀψαρότης γὰρ μετὰ πολὺ τοῦ καθήκοντος χρόνου ἀροτριῶν.

16

371παρέχειν καὶ παρέχεσθαι διαφέρει. παρέχειν μὲν γὰρ λέγεται τὰ διὰ χειρὸς διδόμενα, οἷον ἐαθήματα ἐκπόματα τὸ δὲ παρέχεσθαι λέγεται ἐπὶ τῶν τῆς ψυχῆς διαθέσεων, οἷον ἐπιθυμίαν, εὔνοιαν. Θουκυδίδης καὶ πᾶν τὸ πρόθυμον παρεχόμενοι. Δημοσθένης ἐν Φιλιππικοῖς · τὴν αὐτὴν παρειχόμεθα προθυμίαν.

372παρειαὶ καὶ παρεῖαι διαφέρουσιν. παρειαὶ μὲν γὰρ ὀξυτόνως αἱ τοῦ ἀνθρώπου, παρεῖαι δὲ προπερισπωμένως ὄφεις τινὲς μετέωρα τὰ παρεῖα ἔχοντες · ὡς παρείας ὢν ὄφις.

373πάσασθαι βραχέος μὲν ὄντος τοῦ α τὸ γεύσασθαι δηλοῖ, ἐν ἐκτάσει δὲ τούτου τὸ κτήσασθαι.

374παραβολὴ καὶ παράδειγμα διαφέρει. παραβολὴ μὲν γάρ ἐστιν οἵατε γενέσθαι ἐπὶ πράγματος, οἷον ὡς δ’ὅτε τίςτε δράκοντα ἰδών. παράδειγμα δέ γεγονότος πράγματος ἀντιπαράθεσις · οἶνος καὶ Κένταυρον ἀπώλεσεν πάλτον καὶ πέλτη διαφέρει.

375πάλτον μέν γάρ ἐστι τὸ δόρυ, πέλτη δὲ ἀσπὶς ἴτυν οὐκ ἔχουσα.

376παρακέκρουσται καὶ παρακέκρουται διαφέρει. τὸ μὲν γὰρ σὺν τῷ ς ἐνεργητικόν ἐστι καὶ σημαίνει τὸ ἑξηπάτηκε, τὸ δέ χωρὶς τοῦ ς παθητικὸν καὶ σημαίνει τὸ ἐξηπάτηται.

377παῖς καὶ ἀντίπαις διαφέρει. παῖς μέν γάρ ἐστιν ἐν τῇ παιδικῇ ἡλικίᾳ, ἀντίπαις δέ ἐκβεβηκὼς τοῦ παιδὸς τὴν ἡλικίαν καὶ ἤδη πρόσηβος. βούπαις δέ μέγας παῖς.

378παιδίσκη καὶ θεράπαινα διαφέρει. παιδίσκη μὲν γάρ ἐστι πᾶσα τὴν παιδικὴν ἔχουσα ἡλικίαν, ὡς καὶ παιδίσκος · θεράπαινα δὲ δούλη.

379παίδευσις καὶ παιδεία διαφέρει, ὥς φησι Πλάτων ἐν Ὅροις. παιδεία μὲν γάρ ἐστι δύναμις θεραπευτικὴ ψυχῆς · παίδευσις δέ παιδείας καὶ ἀρετῆς παράδοσις, καὶ ἐκ παιδὸς ἀγωγὴ ἐπ’ἀρετὴν ὁδηγοῦσα.

380παιδίσκη καὶ παῖς διαφέρει. παιδίσκη μὲν γὰρ ἐλευθέρα παρ’Ἀττικοῖς, παῖς δὲ δούλη. Μένανδρος ἐν Δακτυλίῳ ἐπὶ τοῦ δάου · τίς οὑτοσὶ κακοδαίμων ἔφυ, ὃς οὐκ ἂν ἐκδοίη θυγατέρα ας μένος καὶ ταῦτα πεντήκοντα παιδίσκας ἔχων; .

381παρθενία καὶ σωφροσύνη διαφέρει καὶ παρθένος σώφρονος, καθὸ μὲν παρθένος σώφρων ἐστὶ πάντως, δὲ σώφρων οὐ πάντως παρθένος.

382πάσχειν καὶ συμπάσχεῖν διαφέρει ὡς πάσχων συμπάσχοντος. μέν γὰρ πάσχων ἀλγεῖ, δὲ συμπάσχων λυπεῖται μὲν ἐπὶ τῷ τοῦ πάσχοντος πάθει οὐ μέντοι συμπάσχων ἀλγεῖ καθάπερ πάσχων. οἷον πυρέττει τις τῶν φίλων σφόδρα, καὶ συμπάσχομεν τούτῳ πυρέττοντι, οὐ μὴν καὶ πυρέττομεν.

383πάτρια πατρπατρῴων καὶ πατρικῶν διαφέρει. πατρῷα μὲν γὰρ τὰ ἐκ πατέρων εἰς υἱοὺς χωροῦντα · πατρικοὶ δ’ φίλοι ξένοι πάτρια δὲ τὰ τῆς πόλεως ἔθη.

384παιδίσκη καὶ παιδισκάριον διαφέρει. παιδίσκην μέν γὰρ λέγομεν τὴν ἐλευθέραν, παιδισκάριον δὲ τὸ δοῦλον.

385παῖδα οὐ μόνον τὸν υἱὸν ἀλλὰ καὶ τὸν δοῦλον, ὡς Δημοσθένης ἐν τῷ Πρὸς Πανταίνετον.

386πελαστὴς καὶ Πενέστης διαφέρει. πελαστὴς μὲν γὰρ πρόσφυξ, Πενέστης δὲ παρὰ Θεσσαλοῖς κατὰ πόλεμον δουλωθεὶς ὡς παρὰ Λάκωσιν οἱ Εἵλωτες.

387πένης καὶ πτωχὸς διαφέρει. πένης μέν γὰρ ἀπὸ τοῦ ἑργάζεσθαι καὶ πονεῖν ποριζόμενος τὸν βίον πτωχὸς δέ ἐπαίτης τοῦ ἔχειν ἐκπεπτωκώς, ἀπὸ τοῦ πτώσσειν, ὡς Ὅμηρος · πτωχὸν ἀνιηρὸν δαιτῶν ἀπολυμαντῆρα, καὶ ἐτυμολογῶν φησιν ἀλλὰ πτώσσων βούλεται αἰτίζων κατὰ δῆμον βόσκειν ἣν γαστέρ’ἄναλτον.

388περιμάξαι καὶ ἑκμὰξαι τὸ τοὺς οἰομένους πεφαρμάχθαι δι’ἐπῳδῶν καὶ καθαρμῶν προσποιεῖσθαι ἀπολύειν.

389πειραστὴς καὶ πειρατὴς διαφέρει. πειραστὴς μέν γὰρ πειράζων, πειρατὴς δέ θαλάσσιος λῃστής. καὶ νεῖλος τὰς διαλυθείσας σανίδας καταλιπόντες τοῖς πειραταῖς.

390πεῖρα καὶ πήρα διαφέρει. πεῖρα μέν γάρ ἐστιν ἐπιστήμητε καὶ ἐμπειρία. πήρα δὲ τὸ ἰατρικὸν ἐγχειρίδιον, καὶ δέρμα τι ἀρτοφόρον ἐπὶ τῶν ὤμων φέρουσιν οἱ ποιμένες.

391πηδάλιον καὶ πλήθριον διαφέρει. πηδάλιον μέν γὰρ νεώς, πλήθριον δέ σχεδίας.

392πῆ καὶ ποῖ καὶ ποῦ διαφέρει. τὸ μέν γὰρ πῆ καὶ ποῖ εἰς τόπον, οἷον πῆ ἔβη Ἀνδρομάχη. τὸ δὲ ποῦ ἐν τόπῳ, οἷον · ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα; . ὥσθ’ἁμαρτάνουσιν οἱ λέγοντες ποῦ ἀπέρχῃ; δέον πῆ ἀπέρχῃ; .

393πλεῖν τοῦ ἀποπλεῖν καὶ παραπλεῖν καὶ περιπλεῖ διαφέρει. πλεῖν μὲν γάρ ἐστι τὸ κατ’εὐθὺ πλέειν ἀποπλεῖν δὲ τὸ ἐκ τόπου τινὸς ἀπαίρειν · παραπλεῖν δέ τὸ τόπον τινὰ πλοίου διέρχεσθαι · περιπλεῖν δέ τὸ ἐπὶ σκάφους ἀναστρέφεσθαι περὶ τὸν αὐτὸν τόπον.

394πλούσιος εὐπόρου, ἀφνειοῦ, ὀλβίου καὶ εὐτυχοῦς διαφέρει. πλούσιος μέν γὰρ πολυούσιος πολλὴν ἔχων οὐσίαν εὔπορος δὲ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής · ἀφνειὸς δὲ ἀπ’ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων ἔνος γὰρ ἐνιαυτός ὄλβιος δ’τε λείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος εὐτυχὴς δ’ ζῶν ἡδέως καὶ ἀλύπως.

395πλῆμαι καὶ πλῆμναι διαφέρει. πλῆμαι μέν γὰρ αἱ πλημμυρίδες τῶν ποταμῶν, πλῆμναι δέ αἱ τῶν τροχῶν σύριγγες.

396πλῆθος καὶ ὄχλος διαφέρει. πλῆθος μέν γάρ ἐστι σύστημά τινων, ὄχλος δέ κυρίως ὄχλησις.

397πλοῦτος καὶ εὐπορία διαφέρει. οἱ μέν γὰρ πλούσιοι οὐ πάντως εὐποροῦνται, ἀλλ’ἔκ τινος περιστάσεως καὶ ἀποροῦνταί ποτε χρημάτων ἄλλου τινός. οἱ δὲ εὔποροι, κἂν μὴ πλουτῶσιν, ὧν δέονται ἔχουσιν. τινές δὲ εὐπορίαν μὲν τὸν μέτριον πλοῦτον ἡγοῦνται, πλοῦτον δέ τὴν μεγάλην εὐπορίαν.

398πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. πολεμικὸς μέν γάρ ἐστιν ἐμπείρως πολεμῶν , αἰχμητὴς δέ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος.

399πόμα καὶ πῶμα διχῶς λέγουσι τὸ ἁπλοῦν · ἐν δὲ συνθέτοις μόνον διὰ τοῦ ω μεγάλου, οἷον γαλακτοπωτεῖν καὶ ὑδροπωτεῖν.

400πομπή καὶ πομπεία διαφέρουσιν. πομπὴ μέν γὰρ ἣν τοῖς θεοῖς πέμπουσιν, πομπεία δὲ λοιδορία. Δημοσθένης τῆς δέ πομπείας ταύτης ὕστερον.

401παρρης καὶ παρουσία διαφέρει. παρρησία μέν γὰρ διὰ λόγων πρός τινα οἰκείωσις, παρουσία δὲ ἐπέλευσις.

402πολίτης καὶ πατριώτης διαφέρει. πολίτης μέν γάρ ἐστιν ἐκ τῆς αὐτῆς πόλεως, ἐλεύθερος ἐλευθέρῳ, πατριώτης δέ ἐκ τῆς αὐτῆς χώρας, δοῦλος δούλῳ. γὰρ πατρὶς καὶ ἐπὶ τῆς χώρας τάττεται, ὡς τὸ τοῖσι δ’ἄφαρ πόλεμος γλυκίων γένετ’ἠέ νέεσθαι […] φίλην ἐς πατρίδα γαῖαν. οὐ γὰρ πάντες ἐκ μιᾶς ἦσαν πατρίδος, ἀλλ’ἐκ μιᾶς χώρας.

403πόλις καὶ ἄστυ διαφέρει. πόλις μέν γὰρ καὶ τόπος καὶ οἱ κατοικοῦντες, ἤγουν τὸ συναμφότερον. ἄστυ δὲ μόνον τόπος . φράζεο νῦν ὅπως καὶ πόλιν καὶ ἄστυ σαώσῃς.

404ποιεῖν τοῦ περιποιεῖν διαφέρει. ποιεῖν μέν γάρ ἐστι τὸ κατασκευάζειν τι, περιποιεῖν δὲ τὸ περικτᾶσθαι κοσμεῖν.

405πόνηρον βαρυτονούμενον, ὡς σόλοικον, καὶ πονηρὸν ὀξυτονούμενον, ὡς κυδοιμόν, φασὶ διαφέρειν παρὰ τοῖς Ἀττικοῖς · ὁμοίως μόχθηρον καὶ μοχθηρόν. πονηρὸς μέν γάρ, φασίν, ὀξυτόνως κακοήθης, πόνηρος δέ ἐπίπονος. ἀτόπως φησὶ Τρύφων καὶ γὰρ τὰ φαῦλα μόχθηρα λέγομεν. κατὰ δ’ὀξύτητα, φησί, καὶ ἐπ’ἐμψύχων καὶ ἀψύχων · μοχθερᾶς γέ τοι τέχνης τὸ δημιούργημά φαμεν εἶναι. εἰ δὴ τὰ τοῦ τύπου κεκοινώνηκεν, ἄμφω ὀφείλει καὶ τῶν αὐτῶν τόνων μετέχειν, ὅτι ὀξυτονεῖν ἀπαιτεῖ λόγος βία ἀνάγκης. πᾶν γὰρ παρώνυμον εἰς ρος λῆγον παρασχηματιζόμενον τοῖς γένεσιν ὀξυτονεῖται, οἷον κάματος καματηρός, ὄλισθος ὀλισθηρός, μέλι μελιτηρός, τόλμα τολμηρός, νόσος νοσηρός. εἰ δὴ πόνος καὶ μόχθος τὰ πρωτότυπα, πονηρὸς καὶ μοχθηρὸς ῥητέον ὀξυτόνως. εἰ δέ οἱ Ἀττικοὶ βαρυτονοῦσιν, οὐ θαυμαστόν ἐστι · χαίρουσι γὰρ τῇ βαρύτητι. ἄδελφε γοῦν λέγουσι τὴν πρώτην ὀξυτονοῦντες ὡς ἄπελθε, φησὶν Τρύφων παρατιθέμενος Φιλήμονα τὸν ἀγξωνέα , ὡς Θεττάλην ὡς Μυρτάλην καὶ χάριεν, τὴν πρώτην συλλαβὴν ὀξυτονοῦντες. ὥστε οὐκ εἰς διαστολήν, φησίν, τοῦ σημαινομένου εὗρον τὴν βαρύτητα, ἀλλ’ὡς ἔθος ἐκπληροῦντες οὕτω προηνέγκαντο.

406 ποῦ καὶ ποῖ παρὰ σοῖς Δωριεῦσι τὴν εἰς τόπον σημασίαν δηλοῖ, πῆ δέ τὴν ἐπὶ τόπῳ, πῶ δέ τὴν ἐκ τόπου.

407πονεῖν καὶ ἀλγεῖν διαφέρει. πονεῖν μέν γάρ ἐστι τὸ ἐνεργεῖν, ἀλγεῖν δέ τὸ ὀδυνάσθαι.

408πότος βαρυτόνως καὶ ποτὸς ὀξυτόνως διαφέρει. πότος μὲν γάρ ἐστι βαρυτόνως τὸ συμπόσιον, ὡς Μένανδρος πότοι συνεχεῖς κύβοι. ὀξυτόνως δέ ποτὸς αὐτὸ τὸ ἔκπομα, ὡς Δημοσθένης ἐν τῷ Κατὰ Ἀνδροτίωνος · βρωτοῦ καὶ ποτοῦ μεταλαβεῖν.

409πολύτιμος καὶ πολυτίμητος διαφέρει. πολύτιμος μέν γάρ ἐστιν πολλῆς τιμῆς ἠγορασμένος ἄνθρωπος · πολυτίμητος δέ πολλῆς τιμῆς ἄξιος, ὡς τούς θεούς πολυτιμήτους λέγομεν.

410πρες βεύεσθαι καὶ πρεσβεύειν διαφέρει. πρεσβεύεσθαι μέν γὰρ τὸ πέμπειν πρέσβεις, πρεσβεύεινμ δέ τὸ πέμπρεσβευτὴν πε ιν οἱ Ἀττικοὶ λέγουσιν.

411πρόξενος καὶ ἰδιόξενος καὶ δορύξενος διαφέρει. πρόξενος πόλεως καὶ ἔθνους, ὡς παρὰ Θουκυδίδῃ. ξένος δ’ εἰς ἑνός · δ’αὐτὸς καὶ ἰδιόξενος. οὐκ ὀρθῶς οὖν Εὐριπίδης ἐν Τηλέφῳ πρόξενον εἴρηκε τὸν ἰδιόξενον · κακός τίς ἐστι προξένῳ σοι χρώμενος. δορύξενος δέ κατὰ πόλεμον γενόμενος φίλος ἁλοὺς γὰρ καὶ ξενίων τυχών ἀφείθη πρὸς τοῦ πολεμίου λύτρα λαβόντος, μνᾶ δ’ἦνμ τεταγμένη. κομίσας δέ καὶ φυλάξας τὴν πίστιν ἐγένετο φίλος καὶ δορύξενος ἐκαλεῖτο.

412προτέρα καὶ προτεραία διαφέρει. προτέρα μέν γὰρ ἐπὶ τάξεως, προτεραία δέ ἐπὶ μόνης ἡμέρας.

413πρῶτος καὶ πρότερος διαφέρει. πρῶτος μέν γὰρ ἐπὶ πολλῶν, πρότερος δὲ ἐπὶ δύο. καὶ τῷ μέν πρώτῳ ἀκόλουθός ἐστιν ὕστατος, τῷ δέ προτέρῳ ὕστερος. καὶ πρ ότερος ἐπὶ τάξεως, πρώτως δέ ἐπὶ ποιότητος, ὡς ὅταν ἐπὶ ἀγάλματος λέγωμεν πρώτως ἔχειν τῇ τέχνῃ, οἷον ἐξόχως · Πλάτων γοῦν διαιρούμενος τὰς πολιτείας τὴν μέν πρώτως ἔχειν φησί, τὴν δὲ δευτέρως · δηλονότι μέν πρωτεύει, δέ ἕπεται. εἰ δέ τις εἴποι πρώτως ἦλθον εἰς Ἀθήνας, ἁμαρτάνει · πρῶτον γὰρ χρή.

414πρυτανεῖα τὰ καταβαλλόμενα ὑπὸ τῶν διωκόντων τὴν δίκην · ἦν δέ τὰ ἐπιδέκατα τοῦ τιμήματος τῆς δίκης. πρυτανεία δέ θηλυκῶς χρόνος · διῄρητο γὰρ παρὰ τοῖς Ἀθηναίοις ἐνιαυτὸς εἰς δέκα πρυτανείας, ὅσαι καὶ φυλαὶ ἦσαν, καὶ ἐπρυτάνευον ἐν ἑκάστῃ φυλῇ κατ’ἐνιαυτὸν ἅπαξ · ὅθεν καὶ τούς μισθούς καὶ τὰ ἐνοίκια κατὰ τὰς πρυτανείας, οὐ κατὰ μῆνα, ἐτέλουν.

415πρὸ μοίρας καὶ πρὸ ὥρας διαφέρει. πρὸ μοίρας μέν βιαίως ἀποθανών, πρὸ ὥρας δέ ἐν νεότητι.

416πρεσβεύονται καὶ πρεσβεύουσι διαφέρει. πρεσβεύονται μέν γὰρ οἱ τοὺς πρέσβεις χειροτονοῦντες καὶ πρεσβεύουσι δέ οἱ χειροτονούμενοι καὶ πεμπόμεπέμποντες, νοι ἐπὶ τὴν πρεσβείαν.

417πρέσβεις οἱ πρεσβευταί. πρέσβις δέ οὐδέποτε λέγεται · τὸ γὰρ ἑνικὸν πρεσβευτὴς ἀνέγνωσται.

418πρότερος καὶ πρῶτος διαφέρει. πρότερος μὲν ἐπὶ δυοῖν τάσσεται, ὡς Ὅμηρος ἐπὶ Τληπολέμου καὶ Σαρπηδόνος · τὸν καὶ Πληπόλεμος πρότερος. τὸ δέ πρῶτος ἐπὶ πολλῶν · ὦρτο πολὺ πρῶτος ἄναξ ἀνδρῶν Ἀγαμέμνων.

419πρωτότοκος καὶ πρωτοτόκος διαφέρει. πρωτότοκος μέν γὰρ προπαροξυτόνως πρῶτον τεχθείς, πρωτοτόκος δέ παροξυτόνως πρῶτον τεκοῦσα.

420προσπταίειν μὲν λέγεται τοῖς κάτω μέρεσι, ποδὶ κνήμῃ · προσκρούειν κρούειν δέ τοῖς ἀνωτέρω καὶ κεφαλῇ.

421πείθεσθαι μέν τὸ ἑκουσίως συγκατατίθεσθαι, πειθαρχεῖν δέ τὸ κελεύοντι πεισθῆναι.

422Πυθὼν θηλυκῶς καὶ ὀξυτόνως τόπος · βαρυτόνως δέ καὶ ἀρσενικῶς δράκων.

423πῦς καὶ πεῖ καὶ ποῖ καὶ πῶ διαφέρει παρὰ τοῖς Δωριεῦσι. τὸ μέν γὰρ πῦς καὶ ποῖ τὴν εἰς τόπον σημασίαν δηλοῖ τὸ δέ πεῖ τὴν ἐν τόπῳ τὸ δέ πῶ τὴν ἐκ τόπου, ὁμοίως δέ καὶ τοῦτο . ὥσθ’οἱ Δωρίζοντες καὶ λέγοντες πεῖ πορεύῃ ἁμαρτάνουσι · δέον γὰρ πῦς πορεύῃ · τὸ γὰρ πεῖ τὴν ἐν τόπῳ σχέσιν δηλοῖ. Σώφρων φησί πεῖ γὰρ ἄσφαλτος ; . ποῖος εἰλισκοπεῖται · , ἀντὶ τοῦ ποῦ. ὅταν δ’εἰς τόπον θέλῃ εἰπεῖν, φησί πῦς ἐς μυχὸν καταδύῃ ; τουτέστιν ἀντὶ τοῦ εἰς τίνα μυχόν .

17

424ῥάφανο ν καὶ ῥαφανὶς διαφέρει. ῥάφανον μέν γὰρ Ἀττικοὶ λέγουσι τὴν παρ’ἡμῖν κράμβην, ῥαφανίδα δέ τὴν παρ’ἡμῖν ῥάπανον.

425ῥέφανον καὶ ῥάφανον διαφέρεινG? παρ’Ἴωσι καὶ Ἀττικοῖς. ἑέφανον εἶναι ἣν καὶ ἡμεῖς φαμεν, ῥάφανον δέ τὴν κράμβην.

426ῥεῖθρον ῥρεύματος διαφέρει. ῥεῖθρον μέν γάρ ἐστιν τόπος δι’οὗ φέρεται τὸ ῥεῦμα, ῥεῦμα δέ αὐτὸ τὸ ὕδωρ.

427ῥᾴδιον μὲν τὸ εὐοδοῦν, τὸ ῥᾷστα τῇ ὀδῷ ἐπι μ ελούμενον · εὐχερές δέ τὸ ταῖν χεροῖν ταχέως ἐπιτελεσθέν εὐπετές δέ τὸ συμπεσὸν εἰς εὐμάρειαν.

428ῥὶς καὶ ῥύγχος διαφέρει. ῥίς μέν γὰρ λέγεται ἐπὶ ἀνθρώπου, ῥύγχος δέ ἐπὶ ἀλόγου ζῴου.

429ῥὶς καὶ μυκτὴρ διαφέρει. ῥίς μὲν γὰρ λέγεται ἀπὸ τοῦ μεσοφρύου καταγωγὴ μέχρι τοῦ χείλους, μυκτῆρες δέ αἱ τῶν ῥινῶν κατατρήσεις δι’ὧν ἔξεισι τὸ ὑγρὸν ἀπομυσσομένων.

430ῥοιὰ μέν μετὰ τοῦ τὸ δένδρον, ῥόα δέ καρπός.

431ῥόδον καὶ ῥοδωνιὰ καὶ ῥοδῆ διαφέρει. ῥόδον μὲν γὰρ τὸ ἄνθος, ῥοδωνιὰ δέ τόπος, ῥοδῆ δὲ τὸ φυτόν. Ἀρχίλοχος · ἔχουσα θαλλὸν μυρσίνης ἐτέρπετο ῥοδῆςτε καλὸν ἄνθος .

432ῥύεσθαι καὶ ἑρύεσθαι διαφέρει. Ἀριστόξενος ἐν τῷ πρώτῳ Τραγῳδοποιῶν περὶ νεωτέρων οὕτω φησὶ κατὰ λέξιν ῥύεσθαι καὶ ἐρύεσθαι διαφορὰν ἔχει πρὸς ἄλληλα. τὸ μὲν γὰρ ῥύεσθαί ἐστιν ἐκ θανάτου ἕλκειν, τὸ δ’ἐρύεσθαι φυλάσσειν .

433ῥύγχος καὶ ὄψις διαφέρει. ῥύγχος μέν γὰρ ἐπὶ τῶν τετραπόδων πτηνῶν, ὄψις δέ καὶ πρόσωπον ἐπὶ τῶν ἀνθρώπων.

18

434σταθῆναι καὶ στῆναι διαφέρει. σταθῆναι μέν γάρ ἐστι τὸ ὑφ’ἑτέρου, στῆναι δέ τὸ κατ’ἰδίαν ὁρμὴν καὶ προαίρεσιν, οἷον ἐστάθη ἀνδριὰς ὑφ’ἑτέρου ἐστάθη νόσος , ἔστη δ’ ἄνθρωπος δι’αὑτοῦ.

435στάχυς βραχέως τὸ ἑνικόν, ἐκτεταμένως τὸ πληθυντικόν.

436σταφυλὴν ὀξυτον ητέον ὡς ἁλυκὴν καὶ σταφύλην βαρυτόνως ὡς Μελίτην διαφέρειν φησὶ Πτολεμαῖος Ἀσκαλωνίτης ἐν δευτέρα Περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν. τὸ μέν γὰρ βαρυτονούμενον, φησίν, ὄνομα ἐπὶ τῆς καθιεμένης μολίβδου παρὰ τοῖς ἀρχιτέκτοσι τίθεται, τὸ δ’ὀξυτονούμενον ἐπὶ τῆς ὀπώρας. αὐτὸς πάλιν ἐν δευτέρᾳ Τῶν ἐν Ἰλιάδι προσῳδιῶν κατὰ λέξιν φησὶν οὕτως · σταφύλῃ ἐπὶ νῶτον ἔχουσα , σταφύλη βαρυτονητέον ὡς Νιόβη · οὐ γάρ ἐστιν ὅμοιον τῷ συκῆ. τοῦτο γὰρ διαιρεῖται συκέη , ἐκεῖνο δ’οὐ διαιρεῖται. Ἡρακλείδης δ’ ἡμέτερός φησιν, ἡμαρτῆσθαι δοκεῖ παρὰ τοῖς Ἕλλησιν ὀξυτονούμενον τοὔνομα. οὐδὲν γὰρ τῶν εἰς η ληγόντων θηλυκῶν ὀνομάτων μετέχον γένους τοῦ οὐδετέρου, παρατελευτῶντος τοῦ , ὀξυτονεῖται · ἀλλὰ πάντα τὰ ὑπὲρ δύο συλλαβὰς βαρυτονεῖται κατὰ τὸ , μὴ ὀξυτονούμενα ἀλλὰ βαρυτονούμενον τὸ στοιχεῖον ἔχοντα, οἷον κορδύλη, Δαμύλη, Φαισύλη δοκεῖ δ’αὕτη μία τῶν τιθηνησαμένων τὸν Διόνυσον ἃς Λυκοῦργος σεῦε κατ’ἠγάθεον Νυσήϊον ἐδύλη ὅθεν καὶ τὸ σταφύλη βαρυτονητέον. οἱ ἐξυτονοῦντές φασιν ὅτι ἀπὸ βαρυτόνων ἀρσενικῶν εἰς ος ληγόντων τὰ εἰς η λήγοντα θηλυκὰ ὀξυτονεῖται, , ἐὰν τὰ ἀρσενικὰ ὀξυτονῆται, τὰ θηλυκὰ βαρυτονηθήσεται. οἷον πόθος ποθή, νόμος νομή, ὦνος ὠνή, τῖμος τιμή, φόνος φονή · ἐν ἀργαλέῃσι φονῇσι. καὶ τοὔμπαλιν Δαναός Δανάη. ἐπεὶ οὖν, φησί, καὶ ἐπὶ τούτου τὸ ἀρσενικόν ἐστι Στάφυλος οὕτως γὰρ ἐλέγετο υἱὸς Διονύσου τὸ θηλυκὸν σταφυλὴ ὀξυτονηθήσεται. πρὸς οὓς ῥητέον ἰδοῦ κόγχος κόγχη, καὶ οὐκ ὀξυτονεῖται, φίλος φίλη, μόνος μόνη, μύλος μύλη · καὶ ἐπὶ τῶν ὀξυτόνων καλός καλή, σοφός σοφή, μυρία ἄλλα, καὶ τὰ θηλυκὰ οὐ βαρύνεται, ἀλλ’ὁμοτονεῖ τοῖς μὲν βαρυτόνοις τὰ βαρύτονα, τοῖς δ’ὀξυτόνοις τὰ ὀξύτονα ὅθεν οὐ παράδοξον καὶ ἀπὸ τοῦ Στάφυλος βαρυτόνου ὀνόματος καὶ τὸ θηλυκὸν βαρυτονεῖν σταφύλην ὡς δύλην. Τινὲς δέ βοηθοῦντες τῇ συνηθείᾳ καὶ ὀξυτονεῖν βουλόμενοί φασιν, ὅτι ὅσα τοῦ αὐτοῦ ἀπαραλλάκτως ἔχεται σημαινομένου ὁμοτονεῖ, ὅσα δέ διαλλάσσει τῷ σημαινομένῳ οὐκέτι. μὲν οὖν φίλος καὶ φίλη, καὶ ξένος καὶ ξένη καὶ τὰ προκείμενα ἀπαράλλακτά ἐστιν, διὸ ὁμοτονεῖ τὰ δέ διαφέροντα οὐκέτι, καθάπερ γὰρ χόλος χολή, καὶ τρόπος τροπή, νόμος νομή, γόνος γονή, δόμος δομή, στρόφος στροφή, πόθος ποθή περὶ τούτου οὖν ἐν ἄλλοις ἐντελῶς εἴρηται ὅτι διαφέρει. εἰ οὖν ἐστι Στάφυλος ἀρσενικόν, διαφέρει δέ τῷ σημαινομένῳ, σταφυλή ὀπώρα δέ ὄντως ὀξυτονεῖται. Πιθανὸς μέν λόγος · τὸ μέντοι προκείμενον τοῦ Ἡρακλείδους παρατήρημα ἰσχυρὸν καθὰ παραγγέλλεται ὀξυ τονεῖν οὐ μόνον διὰ τὰ παρακολουθοῦντα ἰδιώματα τῷ ὀνόματι ἀλλ’ὅτι καὶ ὑπέρ δύο ἐστὶ συλλαβάς · τὰ γὰρ προκείμενα δισύλλαβα. ὥστε οὐ δὲ τὴν ὁπώραν ὀξυτονεῖν ἀναλογία ἐπιτρέπει. ἀλλὰ καὶ Πτολεμαίου ἀθετεῖται παρατήρησις καθ’ἣν διαφέρειν φησὶ τοῖς τόνοις τοὔτνομα καὶ τῷ σημαινομένῳ.

437σημεῖον καὶ τεκμήριον διαφέρει. Ἀντιφῶν ἐν τῇ Τέχνῃ · τὰ παροιχόμενα σημείοις πιστ εύε σθαι, τὰ δέ μέλλοντα τεκμηρίοις.

438σισύρα καὶ σίσυρμα διαφέρει. σισύρα μέν γὰρ τὸ ἐκ τῶν τετριχωμένων δερμάτων ἀναποίητον στέγαστρον, σίσυρμα δὲ τὸ ἐκ τῶν κροκυδίων ῥαπτόμενον ἀμπέχονον.

439σηκὸς δύο σημαίνει · θεῶντε ναὸν καὶ προβάτων περιφράγματα.

440Σικελοὶ καὶ Σικελιῶται διαφέρουσιν. Σικελὸς μέν γάρ ἐστιν ἐξ αὐτῆς τῆς Σικελίας ὤν, Σικελιώτης δέ Σικελὸς μέν μὴ ὤν, τὴν δέ χώραν αὐτὴν οἰκῶν.

441σιωπὴ σιγῆς διαφέρει. σιωπὴ μέν γάρ ἐστι κατάσχεσις λόγου, σιγὴ δὲ στέξις λόγου.

442σκήπτεσθαι καὶ σκέπτεσθαι διαφέρει. σκήπτεσθαι μέν γάρ ἐστι τὸ προφασίζεσθαι, σκέπτεσθαι δέ τὸ βουλεύεσθαι.

443σκῶμμα γελοίου, εὐτραπέλου καὶ γεφυρισμοῦ διαφέρει. σκῶμμα μέν γάρ ἐστι τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον οἱονεὶ σκέμμα · γελοῖον δέ τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν, χωρίς τινος ὕβρεως · εὐτράπελον τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον εἴρηται δέ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον · γεφυρισμὸς δέ ἀπὸ τοῦ τοῖς Ἀθήνησιν ἐπὶ τῶν γεφυρῶν ἐπιγράφειν ἤτοι ἔμμετρα καὶ δίχα μέτρων διασυρμούς τινων περιέχοντα.

444σοφὸς καὶ συνετὸς διαφέρει, καθὸ σοφὸς καὶ συνετὸς πάντως, δέ συνετὸς οὐ πάντως σοφός.

445σοῖο καὶ σεῖο παρὰ τοῖς ποιηταῖς κατὰ τοὺς ἀκριβῶς ἀναγινώσκοντας διαφέρει. σοῖο μέν γάρ ἐστι σύναρθρος ἀντωνυμία οἷον · μνής εο πατρὸς πατρὸς σοῖο, σημαίνει γὰρ μνῆσαι τοῦ σοῦ πατρός. δέ σεῖο ἀσύναρθρος οἷον · σεῖο δέ κεν ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα, ἀντὶ τοῦ σοῦ ζῶντος καὶ τρὶς τοσαῦτα δοῖεν ἄποινα, οὐκέτι τοῦ σοῦ ζῶντος. καὶ φυλάττεται ταῦτα ἄκρως παρ’Ὁμήρῳ.

446σπονδαὶ καὶ συνθῆκαι διαφέρουσιν. σπονδαὶ μὲν γὰρ ἃς ἐκ πολέμου συντίθενται πρὸς ἀλλήλους, ἃς ἀναγράφονται ἐφ’οἷς διακρίνονται, οἷον συντιθέμενοι μὴ πολεμήσειν μη δ’ἀδικήσειν ἀλλήλους. συντίθενται δὲ εἰρήνην καὶ φιλίαν πρὸς ἀλλήλους, καὶ τὸ παρὰ ταύτας πραχθέν ἀρχὴ γίνεται πολέμου.

447σπουδάζειν καὶ σπεύδειν διαφέρει. σπουδάζειν μὲν γάρ ἐστι τὸ ἐναντίον τοῦ παίζειν, σπεύδειν δὲ τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι.

448στρατόπεδον καὶ στρατὸς διαφέρει. στρατόπεδον μὲν γὰρ τόπος ἐν στρατεία, στρατὸς δὲ τὸ στρατιωτικὸν πλῆθος.

449στρατεία ἐκτεταμένως τὸ πρᾶγμα, στρατιὰ δέ συνεσταλμένως τὸ τῶν στρατιωτῶν πλῆθος. ἐναλλάσσει δέ πολλάκις ἐν τῇ χρήσει.

450στρατὸς καὶ στράτευμα καὶ στρατόπεδον διαφέρει. στρατὸς μέν καὶ στράτευμα κυρίως τὸ πλῆθος λέγεται, στρατόπεδον δὲ τόπος ἐν εἰσιν.

451συμμαχεῖν καὶ ἀπιμαχεῖν διαφέρει. συμμαχεῖν μέν γὰρ λέγουσι τὸ σὺν ἑαυτοῖς, φησὶ Δίδυμος, εἴτ’αὐτοῖς ἐπίοιεν πολέμιοι εἴτε αὐτοὶ ἑτέοις ἐπιστρατεύοιεν. ἐπιμαχεῖν δέ ὅταν τούς ἐπιόντας ἀμύνωνται μόνον. διέσταλκε Θουκυδίδης ἐν τῇ πρώτῃ λέγων Κερκυραίοις Ἀθηναίους συμμαχίαν μέν οὐ ποιήσασθαι, ἐπιμαχίαν δέ.

452σύνεργος καὶ συνεργὸς διαφέρει. συνεργὸς μέν γὰρ ὀξυτόνως περί τι ἔργον ἀνεπιτήδειον συμπονῶν, σύνεργος δέ προπαροξυτόνως τὸ αὐτὸ μετιών οἷον σύντεχνος.

453σύγγραμμα καὶ σύνταγμα διαφέρει. σύγγραμμα μέν γάρ ἐστιν δίχα μέτρου λόγος, προσαγορευόμενος πεζός σύνταγμα δέ πολεμικόν τι σύστημα, ἀφ’οὗ καὶ συνταγματάρχης τοῦ συστήματος αὐτοῦ ἄρχων.

454σύνθεσις συντάξεως διαφέρει. σύνθεσις μέν γάρ ἐστιν λόγος ἔμμετρος, σύνταξις δέ λόγος πεζός.

455συμβουλὴ παραινέσεως διαφέρει. συμβουλὴ μέν γάρ ἐστιν εἰσήγησις ἀντιλογίαν ἐπιδεχομένη διὰ τὸ ἄδηλον τοῦ ἐκβησομένου · καὶ γὰρ ἐάν τις συμβουλεύσῃ πόλεμον, ἀμφίβολον εἰ συμφέρει · διὸ καὶ ἔχει τὸ ἐνιστάμενον. παραίνεσις δέ ἐστι συμβουλὴ ἀντίρρησιν οὐκ ἐπιδεχομένη διὰ τὸ ἐξ αὐτῆς λεγόμενον πάντως ὁμολογεῖσθαι ἀγαθόν, ὡς εἴ τις παραινέσει σωφρονεῖν · ὅπερ ἐστὶν ὡμολογημένον ἀγαθόν.

456σφάξαι καὶ θῦσαι διαφέρει. θῦσαι μὲν γάρ ἐστι τὸ θυμιάσαι, σφάξαι δέ τὸ ἱερουργῆσαί τι ζῷον. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν οὕτως, ἐπὶ μὲν τοῦ θῦσαι εἰπών · θεοῖσι δέ θῦσαι ἀνώγει Πάτροκλον ὃν ἑταῖρον · δ’ἐν πυρὶ βάλλε θυηλάς, ἐπὶ δὲ τοῦ σφάξαι · αὖ ἔρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν.

457στύραξ θηλυκῶς μὲν θυμίαμα, ἀρσενικῶς δέ τὸ ξύλον. τοῦ ἀκοντίου.

458σχισταὶ τὰ ὑποδήματα. Εὔπολις Φίλοις · οὐ δεινὰ ταῦτα δέ Ἀργείας φέρειν σχιστὰς ἐνεργεῖν. σχιστὸς δέ ἀρσενικῶς χιτὼν γυναικεῖος. Ἀπολλόδωρος Συνεφήβοις · σχιστὸν χιτωνίσκον τινὰ ἐνδέδυκας.

459σχολῇ τὸ ἠρέμα, καθό φαμεν σχολῇ βαδίζων,. καὶ τὸ οὐκ ἐν καιρῷ, παρ’ λέγεται οὐκ ἦγον σχολήν. καὶ διατριβὴ καὶ οἱ μαθηταί, διό φαμεν λαμπρὰ σχολή’.

19

460τάλαν διὰ τοῦ ν τὸ ἐπίρρημα, διὰ δέ τοῦ ς ταλαίπωυρος.

461τάπητες καὶ ἀμφιτάπητες διαφέρουσι. τάπητες μέν γάρ εἰσιν οἱ ἐκ τοῦ ἑτέρου μέρους μαλλὸν ἔχοντες, ἀμφιτάπητες δὲ οἱ ἐξ ἀμφοτέρων.

462ταυρόκτονος ὑπὸ ταύρου ἀναιρεθείς, ταυροκτόνος δὲ παροξυτόνως ταῦρον ἀποκτείνας.

463τέχνη ἐπιτηδεύματος διαφέρει. τέχνη μὲν γάρ ἐστιν ἄνευ λόγου μὴ δυναμένη εἶναι, οἷον γραμματική, ῥητορική · ἐπιτήδευμα δὲ τὸ λόγου χηρεῦον, οἷον χαλκευτική, τεκτονική.

464τεχνίτης καὶ βάναυσος διαφέρει. τεχνίτης μέν γάρ ἐστιν λογικῆς τινος τέχνης ἔμπειρος καθεστώς, βάναυσος δὲ διὰ ἀλόγου τινὸς ἐπιτηδεύματος.

465τέτραχμον καὶ τετράδραχμον διαφέρει. τέτραχμον μέν γάρ ἐστι τὸ νόμισμα, τετράδραχμον δέ τὸ τεσσάρων δραχμῶν.

466τέρας σημείου διαφέρει. τὸ μὲν γὰρ τέρας παρὰ φύσιν γίνεται, τὸ δέ σημεῖον παρὰ συνήθειαν.

467τεχνάσματα καὶ τεχνήματα διαφέρουσι. τεχωάσματα μέν γὰρ τὰ κακουργήματα, τεχνήματα δέ αἱ τέχναι.

468τείχη καὶ τειχία διαφέρει. τείχη μὲν γάρ ἐστι τὰ τῶν πόλεων, τειχία δέ τὰ τῶν οἰκιῶν.

469τήθη καὶ τηθὶς διαφέρει. τήθη μέν γάρ ἐστιν τοῦ παιδὸς τροφός ταύτας δ’ἔνιοι μαίας καὶ μάμμας καλοῦσι , τ ι θὶς δ’ἐστὶν τοῦ πατρὸς τῆς μητρὸς ἀδελφή, ἣν ἔνιοι θείαν καλοῦσιν.

470τιτθὴ καὶ τροφὸς καὶ τιθηνὸς διαφέρει. τιτθὴ μὲν γάρ ἐστιν μαστὸν παρέχουσα, τροφὸς δέ καὶ τιθηνὸς τὴν ἄλλην ἐπιμέλειαν ποιουμένη τοῦ παιδὸς καὶ μετὰ τὸν ἀπογαλακτισμόν.

471τιμωρεῖσθαι τοῦ τιμωρεῖν διαφέρει. τιμωρεῖσθαι μέν γάρ ἐστι τὸ κολάζειν, τιμωρεῖν δὲ τὸ βοηθεῖν τοῖς ἀδικουμένοις.

472τίθησι καὶ τίθενται διαφέρει. τίθησι μὲν γὰρ τὸν νόμον νομοθέτης, τίθενται δὲ τὸν νόμον οἱ δικάζοντες καὶ αἰρούμενοι.

473 τοὔνεκα καὶ οὕνεκα διαφέρει. τὸ μέν γὰρ τοὔνεκά ἐστι τούτου ἕνεκα, τὸ δέ οὕνεκα ἀντὶ τοῦ ὅτι. ἁμαρτάνει οὖν Καλλίμαχος ἐν Ἑκάλῃ κατὰ δύο τρόπους, λέγων τοὔνεκεν Αἰγέος ἔσκεν, ὅτιτε δέον εἰπεῖν οὕνεκα τοὔνεκεν εἶπεν, καὶ ὅτι ἀντὶ τοῦ κα κεν εἶπεν ἄνελίστως .

474τιμωρεῖν καὶ τιμωρεῖσθαι διαφέρει. τιμωρεῖν μὲν γάρ ἐστι τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι, τιμωρεῖσθαι δέ τὸ κολάζειν. καὶ συντάσσουσι τὸ μέν ἐνεργητικὸν δοτικῇ οἷον τιμωρῶ τῷ φίλῳ, ἤγουν βοηθῶ τὸ δέ παθητικὸν αἰτιατικῇ οἷον τιμωροῦμαι τὸν ἐχθρόν, ἀντὶ τοῦ κολάζω.

475τιθέναι νόμον καὶ τίθεσθαι διαφέρει. τίθησι μέν γὰρ νόμον εἰσφέρων, τίθεται δέ κυρῶν.

476τόμος καὶ τομὸς διαφέρει. τόμος μέν γάρ ἐστιν τεμνόμενος χάρτης ἄλλο τι, τομὸς δέ τέμνων σίδηρος.

477τρίετες βαρυτόνως καὶ τριετές ὀξυτόνως διαφέρει, φησὶ Πτολεμαῖος Ἀσκαλωνίτης. ἐὰν μέν γὰρ βαρυτονήσωμεν, ἔσται ἐπὶ χρόνου διὸ καὶ ποιητής φησιν ὡς τρίετες μὲν ἔληθε δόλῳ. ἐὰν δέ ὀξυτονήσωμεν τριετὲς ὡς εὐφυές, ἔσται ἐπὶ ἡλικίας οἷον τριετὲς τὸ παιδίον · ὅθεν καὶ ἑξετέ’ἀδμήτην. καὶ χρῆν ἀναγινώσκειν ὡς ἀξιοῖ Ἀσκαλωνίτης.

478τροχοὶ ὀξυτόνως καὶ τρόχοι βαρυτόνως διαφέρουσι παρὰ τοῖς Ἀττικοῖς, φησὶ Τρύφων ἐν δευτέρα Περὶ Ἀττικῆς προσῳδίας. τοὺς μὲν γὰρ περιφερεῖς τροχοὺς ὁμοίως ἡμῖν προφέρονται ὀξυτονοῦντες · τρόχους δέ βαρυτόνως λέγουσι τοὺς δρόμους. ἀναγινώσκομεν γάρ, ὥς φησίν, ἐν μέν Ἀλόπῃ Εὐριπίδου · ὁρῶ μέν ἀνδρῶν τόνδε γυμνάδα στόλον στίχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον, ἐν δὲ Μηδείᾳ ἀλλ’οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι. ἀναλογικώτερον δέ τὸ βαρύνειν. τὰ γὰρ εἰς χος δισύλλαβα παρατελεύτου ὄντος τοῦ ο βαρυτονεῖται · οἷον λέχος ὄχος βρόχος κόγχος κόλχος μόσχος, οὕτω τρόχος. καὶ ἔτι τὰ παρὰ ῥήματα εἰς ω βαρύτονα καὶ αὐτὰ βαρυτονεῖται ἰσοσυλλαβοῦντα · οἷον πλέκω πλόκος, σπείρω σπόρος, λέγω λόγος, φέρω φόρος, οὕτω καὶ τρέχω τρόχος.

479τραγῳδοὶ καὶ κωμῳδοὶ καὶ τραγῳδοποιοὶ καὶ κωμῳδοποιοὶ διαφέρουσι. τραγῳδοὶ μέν γὰρ καὶ κωμῳδοί εἰσιν οἱ ὑποκριταὶ τῆς κωμῳδίας καὶ τραγῳδίας, τραγῳδοποιοὶ δέ καὶ κωμῳδοποιοὶ οἱ ποιηταὶ τῶν δραμάτων.

480τύραννον οἱ ἀρχαῖοι καὶ ἐπὶ βασιλέως ἔτασσον. Ἡρόδοτος ἐπὶ Κροίσου τυράννου δ’ἐθνέων, καὶ προβὰς τελευτήσαντος δ’Ἀλυάττεω διεδέξατο τὴν βασιλείην, καὶ Ἀριστοφάνης ἐν Λημνίαις · ἐνταῦθ’ἐτυράννευεν Ὑψιπύλης πατὴρ Θόας, βραδύτερος τῶν ἐν ἀνθρώποις δραμεῖν. ἔσθ’ὅτε καὶ τὸν τύραννον βασιλέα ἔλεγον, ὡς Εὔπολις ἐν Δήμοις ἐπὶ τοῦ Πεισιστράτου.

481τήθη μέν ἐστιν μάμμη, ἐπιτήθη δὲ προμάμμη, τ ι θὶς δὲ θεία, τιτθὴ δέ τροφός.

20

482ὕμνος ἐγκωμίου διαφέρει. μὲν γὰρ ὕμνος ἐστὶ θεῶν, τὸ δὲ ἐγκώμιον ἀνθρώπων.

483ὕπαρ ὀνείρατος διαφέρει. ὕπαρ μέν γάρ ἐστιν ἐναργὴς ὄψις, ὄνειρον δὲ ἐν τῷ καθεύδειν φαντασία.

484ὑπαντῆσαι καὶ ἀπαντῆσαι διαφέρει. ὑπαντῆσαι μέν γὰρ ἐπὶ ὁδοῦ λέγουσιν · ἀπαντῆσαι δέ τὸ περιτυχεῖν δίκῃ, οἷον ἀπήντησε κατὰ τὴν δίκην, ἀντὶ τοῦ περιέτυχεν.

485ὑπόσχεσις καὶ ἐπαγγελία διαφέρει. ὑπισχνεῖται μὲν γὰρ τὸ ἀξιωθὲν διδόναι μέλλων ἐπαγγέλλεται δέ δίχα παρακλήσεως παρέχειν βουλόμενος.

486ὑποψία ὑφοράσεως διαφέρει. ὑποψία μέν γάρ ἐστι κακοῦ τις ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον.

487ὑπάρξαι τότε γενέσθαι καὶ τὸ κατάρξασθαι.

488ὑπάγειν καὶ πορεύεσθαι διαφέρει, ὅτι τὸ πορεύεσθαι μέν ἐστι τὸ βαδίζειν, ὑπάγειν δέ τὸ ὑπὸ ζυγὸν ἄγειν βοῦς ἵππους τι τοιοῦτον. ὡς καὶ Ὅμηρος ὔπαγε ζυγὸν ὠκέας ἵππους. οἱ δὲ βοηθοῦντες τῇ λέξει φασίν, ὅτι ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν ὥσπερ ὑφηγητὴν ἀντὶ τοῦ προηγητὴν καὶ ὑπογραμμὸν ἀντὶ τοῦ προγραμμόν ὥς φησι καὶ Ἀριστοφάνης · ἐγὼ δέ ὑπ αί ρω τὸν ὅρκον ἀντὶ τοῦ προ αί ρω. οὕτως οὖν καὶ ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν, τοῦτ’ἔστιν εἰς τοὔμπροσθεν πορεύεσθαι. κέχρηται τῇ λέξει Εὔπολις ἐν Βάπταις · σὺ δ’ὕπαγε εἰς τοὔμπροσθεν.

21

489φακοὺς καὶ φακῆν διαφέρειν φασίν · φακοὶ οἱ ἔτι μοί, οὐχ ἑνικῶς, φακῆ δὲ ἑψημένη. τετήρηται παρὰ τοῖς παλαιοῖς διαφορά.

490φαυλία καὶ φυλία διαφέρει. φαυλία μὲν γὰρ εἶδος ἐλαίας, φυλία δὲ σχῖνος.

491φάκελος σφακέλου διαφέρει. φάκελος μὲν γάρ ἐστι φορτίον ξύλων · Θουκυδίδης φακέλους ὕλης ἀργείας . σφάκελος δέ μετὰ φλεγμονῆς σπασμός.

492φάσκ α λος φασκωλίου διαφέρει. φάσκ α λος μὲν γάρ ἐστιν ἱστινοφορίὶς, · ἱματιοφορίς δέ ἐστι δερμάτιον.

493φαρμακεία γοητείας διαφέρει. φαρμακεία μὲν γάρ ἐστι κυρίως βλάβη διὰ δηλητηρίου τινὸς γινομένη φαρμάκου, γοητεία δὲ ὑπὸ ἐπικλήσεώςτε καὶ ἐπαοιδῆς.

494φαρμακεὺς φάρμακος · φαρμακὸς δέ ὀξυτόνως ἐπὶ καθάρσει τῆς πόλεως ῥιπτόμενος.

495φάσμα μέν ἐστι τὸ ὅμοιον ἀληθεία, φάντασμα δὲ τὸ ἑτερόμορφον, εἴδωλον δὲ τὸ ὅμοιον τῇ σκιᾷ, τέρας δὲ τὸ ἐναργές σῶμα ἑτερόμορφον, βρέτας δὲ τὸ ξόανον.

496φάγαινα μέν λέγεται μετὰ τὰς νόσους πολυφαγία, φάγέδαινα δὲ φῦμα ἀνήκεστον.

497φεύγει καὶ ἀποφεύγει διαφέρει. φεύγει μέν γὰρ δίκην κατηγορούμενος καὶ γὰρ κατηγορῶν διώκει, , ἀποφεύγει δέ νικήσας καὶ ἀπολυθεὶς τῆς κατηγορίας.

498Φθῖοι καὶ Φθιῶται διαφέρουσι. Φθῖοι μέν γὰρ οἱ ὑπὸ τῷ Πρωτεσιλάῳ · φησὶ γοῦν Ὅμηρος · πρὸ Φθίων τε Μέδωντε, οὔτοι δ’οὐκ ἀπὸ πόλεως οὐ δ’ἀπὸ χώρας, ἀλλ’ἀπὸ ἀνδρὸς Φθίου. φθιῶται δὲ οἱ ὑπὸ τῷ Ἀχιλλεῖ, ἀπὸ πόλεως Θεσσαλικῆς Φθίας καὶ χώρας ὁμωνύμου Φθίην δ’ἐξικόμην ἐριβώλακα. ἠγνόησεν οὖν Καλλίμαχος ἐπὶ πόλεως εἰπών · οὐ δ’ἔτι τὴν Φθίων εἶχεν ἀνακτορίην.

499φιλεῖν καὶ κυνεῖν διαφέρει, ὅτι τὸ μέν κυνεῖν τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι, φιλεῖν δὲ τὸ ἀγαπᾶν καὶ ξενίζειν.

500φίλος καὶ ἑταῖρος διαφέρει. φίλοι μέν γὰρ κοινῶς ἅπαντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτούς ἔχοντες · ἑταῖροι δέ ἰδίως οἱ καὶ τῇ ἡλικίᾳ παραπλησίως ἔχοντες, οἱ καὶ ἐν τῇ συνηθεία καὶ ἐν τῇ συνεργείᾳ πολὺν χρόνον γεγονότες.

501φόρος καὶ φορὸς διαφέρει. φόρος μέν γὰρ λέγεται φέρων. οὕτως καὶ φόνος ἀναίρεσις, φονὸς δέ τόπος τῆς ἀναιρέσεως. καὶ φορὸς φερόμενος.

502φράσον καὶ φράσαι διαφέρει. φράσον μέν γάρ ἐστι τὸ εἰπέ, φράσαι δὲ ἀντὶ τοῦ διανοήθητι · σὺ δὲ φράσαι, εἴ με σαώσεις.

503φριμάττεσθαι καὶ φρυάττεσθαι διαφέρει. φριμάττεσθαι μέν γὰρ τὸν τράγον φαμέν καὶ φριμαγμὸς τοῦ τράγου φονὴ ὥσπερ πταρνυμένου , φρυάττεσθαι δέ τὸν ἵππον τὸν φυσῶντα καὶ γαυρούμενον.

504φρονεῖν καὶ καταφρονεῖν διαφέρει. φρονεῖν μέν γάρ ἐστι τὸ λογίζεσθαί τι καὶ ἐνθυμεῖσθαι, καταφρονεῖν δέ τὸ εὐτελίζειν καὶ ὑπερορᾶν.

505φερνὴ μέν προίξ, φέρνιον δέ τὸ ἁλιευτικὸν σπυρίδιον.

506φύλλον καὶ φῦλον διαφέρει. φύλλον μέν γὰρ τὸ πέταλον δένδρου, φῦλον δέ τὸ γένος.

507φωνεῖν καὶ ὠρύεσθαι διαφέρει. φωνεῖν μέν γὰρ ἐπὶ ἀνθρώπων τάσσεται, ὠρύεσθαι δὲ ἐπὶ λύκων. παρατηρητέον δὲ ἐπὶ τῶν λοιπῶν τὸ οἰκεῖον ἑκάστῳ, ὅτι βληχᾶσθαι μέν γὰρ λέγεται ἐπὶ τῶν προβάτων, μηκᾶσθαι δὲ ἐπὶ τῶν αἰγῶν διὰ τοῦ η, μυκᾶσθαι δέ ἐπὶ βοῶν διὰ τοῦ , βρῶμᾶσθαι ἐπὶ ὄνων, βρυχᾶσθαι δ’ἐπὶ λεόντων, χρεμετίζειν δ’ἐπὶ ἵππων, ἀραρίζειν δέ ἐπὶ κυνῶν παρ’Ἀθηναίοις ἀπὸ τῆς αρ φωνῆς, παρ’ἡμῖν δ’ὑλακτεῖν λέγεται.

508φωλεὸς καὶ κοίτη διαφέρει. φωλεὸς μέν γὰρ ἐπὶ τῶν ἑρπετῶν τάσσεται, κοίτη δ’ἐπὶ τῶν ἀνθρώπων. ὥστε ἐπὶ μέν ἀνθρώπων ῥητέον τὸ κοιτάζζειν, ἐπὶ δὲ τῶν ἑρπετῶν τὸ φωλεύειν ἐπὶ δὲ τῶν ὀρνέων νοσσεύειν. γοῦν λέγων νοσσιὰν τέκνων ἀκυρολογεῖ τέκνα μέν γὰρ ἀνθρώπων, ωεοσσοὶ δ’ὀρνίθων, νεβροὶ δ’ἐλάφων, σκύμνοι δέ λεόντων, σκύλακες δέ κυνῶν.

22

509χάραξ θηλυκῶς μὲν ἐπὶ τῶν τῇ ἀμπέλῳ παραδεσμουμένων · ἀρσενικῶς δέ ἐπὶ τῶν ἐν τοῖς πολέμοις περιπηγνυμένων, ἀφ’ὧν λέγουσι χαρακώσαντες ἀντὶ τοῦ περιφράξαντες καὶ χαρακώματα τὰ περιφράγματα.

510χαρὰ καὶ εὐφροσύνη καὶ τέρψις καὶ εὐθυμία καὶ ἡδονὴ καὶ ἀπόλαυσις διαφέρει. χαρὰ μέν γάρ ἐστι πρόσφατος ψυχῆς ἔπαρσις καὶ διάχυσις, εὐφροσύνη δὲ πάθος χρόνιον μετὰ σωφροσύνης γινόμενον, τέρψις δέ οἱονεὶ τρέψις καὶ ψυχαγωγία ἀπὸ τοῦ ἀηδοῦς ἐπὶ τὸ κρεῖσσον, εὐθυμία δὲ βραχεῖα ψυχῆς χαρά, ἡδονὴ δὲ ἐκ ψυχῆς ἀρεστία, ἀπόλαυσις δὲ ἕξις κοινῶς ἐπὶ πάσης μεταλήψεως τασσομένη ἀγαθῆςτε καὶ φαύλης.

511χειμάζειν οὐ μόνον τὸ παραχειμάζειν ἀλλὰ καὶ τὸ ἐνοχλεῖν, ὡς Μένανδρος ἐν Ἡνιόχῳ.

512χλαῖναν καὶ χλανίδα διαφέρειν φησὶ Τρύφων ἐν τῷ πέμπτῳ Περὶ Ἑλληνισμοῦ καὶ παρατίθεται Ξενοφῶντα. χλαίνας μέν γάρ φησι λέγεσθαι ἐπὶ τῶν ἐγκοιμήτρων καὶ παχέων, διὸ καὶ Ὅμηρον φάναι ἐνθάδετ’ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ’εὐνήν, δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα. χλανίδα δέ τὰς φορουμένας καὶ μαλακωτέρας. ἀντιπίπτει τῷ παρατηρήματι χλαῖναν πορφυρέην ἄντ’ὀφθαλμοῖσιν ἐπισχών. μήποτε οὗν ἄμεινον λέγειν τὰς μέν χλαίνας ἐπὶ τῶν ἐγκοιμήτρων καὶ τῶν φορουμένων, χλανίδας δέ ἐπὶ μόνων τῶν φορουμένων οὐκέτι δ’ἐπὶ τῶν ἐγκοιμήτρων.

513χλαμὺς καὶ χλαῖνα διαφέρουσι, καθὼς διὰ πολλῶν ἀπέδειξε Δίδυμος ἐν Ὑπομνήματι δευτέρ Ἰλιάδος. μὲν γὰρ χλαῖνα ἡρωϊκὸν φόρημα · χλαμὺς δέ Μακεδονικόν, μετὰ ἑξακόσια ἔτη τῶν ἡρωϊκῶν ὀνομασθεῖσα · Σαπφώ αὕτη γὰρ μέμνηται τῆς χλαμύδος. διαφέρειν φησὶ καὶ τῷ σχήματι · μέν γὰρ χλαῖνα τετράγωνον, φησίν, ἱμάτιον, δὲ χλαμὺς εἰς τέλειον περὶ τὰ κάτω συνῆκται. καὶ τοὺς χρησαμένους πολὺ ἀπ’ἀλλήλων διεστάναι. προσάγεται Ἀριστοτέλην, Φύλαρχον, Πολέμωνα, ὅτι παραπολὺ διαφέρουσι.

514χιτώνιον καὶ χιτωνίσκος διαφέρει. χιτωνίσκος μέν γὰρ τοῦ ἀνδρὸς καὶ χιτών · χιτώνιον δὲ τὸ τῆς γυναικὸς ἔνδυμα, ἔστι δέ τοῦτο λεπτόν.

515Χόας συνεσταλμένως τὴν ἑορτήν, καὶ παροξυτόνως · Ἀριστοφάνης Ἀχαρνεῦσιν · ἀκούετε λεώς, κατὰ τὰ πάτρια τούς χόας . χοᾶς δέ περισπωμένως ἐπὶ τῶν μέτρων τοῦ οἴνου, καὶ ἐν ἐκτάσει.

516χορήγιον καὶ χορὸς διαφέρει. χορήγιον μὲν τὸ διδασκαλεῖον καὶ χορηγὸς διδάσκαλος , χορὸς δέ τὸ σύστημα τῶν παίδων καὶ τῶν ᾀδόντων.

517χολάδες καὶ χόλικες διαφέρει. χολάδες μέν γὰρ τὰ ἔντερα · χύντο χαμαὶ χολάδες. χόλικες δ’αἱ τῶν βοῶν κοιλίαι Ἀριστοφάνης Βαβυλωνίοις · βοιδαρίων τις ἀπέκτεινε ζεῦγος, χολίκων ἐπιθυμῶν.

518χρήστας καὶ τούς δανειστὰς λεκτέον καὶ τοὺς χρεωφειλέτας.

519χρηστήριον τόπος καὶ χρησμὸς καὶ τὸ ἱερόν.

520χύτραι καὶ χυτρεῖα διαφέρει. χύτραι μέν γὰρ καὶ αὐτὰ τὰ σκεύη καὶ τὰ χυτροπωλεῖα, χυτρεῖα δέ τὰ τῶν χυτρῶν ὄστρακα.

23

521ψάλιον καὶ ψέλιον διαφέρει. ψάλιον μὲν τὸ τοῦ ἵππου, ψέλιον δὲ τὸ ἄκροις βραχίοσι περιτιθέμενον κόσμιον. οἱ Δωριεῖς ψίλιον καλοῦσι τὸ ἄκρον, ὅθεν καὶ ἡμεῖς τὴν ἐπ’ἄκρων χειλέων λεγομένην προσῳδίαν ψιλὴν ἐκαλέσαμεν, ὥς φησι Τρύφων.

522Ψάμαθος καὶ ἄμαθος διαφέρει. ψάμαθον μὲν γὰρ εἶναι τὴν παραθαλασσίαν ἄμμον · ἐπὶ μαμάθοις ἁλίῃσιν · ἄμαθον δὲ τὴν κόνιν τύχε γὰρ ἀμάθοιο βαθείης.

24

523ὥρα δασέως τοῦ ἔτους καὶ τῆς ἡμέρας, ψιλῶς δέ φροντίς.

524ὠνήσασθαι καὶ ἀγοράσαι διαφέρει. ὠνήσασθαι μὲν γάρ ἐστι τὸ πρίασθαί τι τῶν πωλουμένων, ἀγοράσαι δὲ τὸ καὶ ἐν ἀγορᾷ διατρῖψαι.

525ὡτειλὴ καὶ οὐλὴ διαφέρει. ὠτειλὴ μὲν γάρ ἐστι τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτάσθαι οὐλὴ δὲ ὑγιασμένη σὰρξ ἐκ τραύματος παλαιοῦ, ὡς Ὅμηρος · οὐλὴν τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.