Aeschrion

Epigram

7.1
ἐγὼ Φιλαινὶς ἡ ’πίβωτος ἀνθρώποις
7.2
ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι.
7.3
μὴ μ’, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων,
7.4
χλεύηντε ποιεῦ καὶ γέλωτα καὶ λάσθην.
7.5
οὐ γάρ, μὰ τὸν Ζῆν’οὐ δὲ τοὺς κάτω Κούρους,
7.6
οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐ δὲ δημώδης ·
7.7
Πολυκράτης δὲ τὴν γονὴν Ἀθηναῖος,
7.8
λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα,
7.9
ἔγραψεν οἷ’ἔγραψ’, ἐγὼ γὰρ οὐκ οἶδα.