Aegimius
νήσῳ ἐν Ἀβαντίδι δίῃ ·
2τὴν πρὶν Ἀβαντίδα κίκλησκον θεοὶ αἰὲν ἐόντες,
3τὴν τότ’ἐπώνυμον Εὔβοιαν βοὸς ὠνόμασε Ζεύς.
1ἐκ τοῦ δ’ὅρκον ἔθηκεν ἀμείνονα ἀνθρώποισι
2νοσφιδίων ἔργων πέρι Κύπριδος.
1καί οἱ ἐπίσκοπον Ἄργον ἵει κρατερόντε μέγαντε,
2τέτρασιν ὀφθαλμοῖσιν ὁρώμενον ἔνθα καὶ ἔνθα,
3ἀκάματον δέ οἱ ὦρσε θεὰ μένος, οὐ δέ οἱ ὕπνος
4πῖπτεν ἐπὶ βλεφάροις, φυλακὴν δ’ἔχεν ἔμπεδον αἰεί.
1ἔνθα ποτ’ἔσται ἐμὸν ψυκτήριον, ὄρχαμε λαῶν.
1πάντες δὲ τριχάϊκες καλέονται,
2οὕνεκα τρισσὴν γαῖαν ἑκὰς πάτρης ἐδάσαντο.