Epigrams
τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν, Νηρέος ἀθανάταν εἰναλίοιο κόραν, τὰν Διὸς ἐννεσίῃ Πηλέι γημαμέναν, τὰν ἁλὸς ἀγλαΐαν, ἁμετέραν Παφίην ἃ τὸν δουριμανῆ, τὸν δ’Ἄρεα πτολέμων, Ἑλλάδος ἀστεροπάν, ἐξέτεκεν λαγόνων δῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιον τῷ ὕπο Πύρρα τέκεν παῖδα Νεοπτόλεμον, περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν. ἱλήκοις ἥρως ἄμμι Νεοπτόλεμε, ὄλβιε, Πυθιάδι νῦν χθονὶ κευθόμενε · δέχνυσο δ’εὐμενέων τάνδε θυηπολίην, πᾶν δ’ἀπέρυκε δέος ἁμετέρας πόλιος. τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν. παντάρβην φορέουσα πυρὸς μὴ τάρβει ἐρωήν ῥηιδίως Μοίραις καὶ τα- τἀδόκητα πέλει.