Fragment
αἰάζω Διότιμον, ὃς ἐν πέτραισι κάθηται, Γαργαρέων παισὶν βῆτα καὶ ἄλφα λέγων.
Ἀργεῖος Φιλοκλῆς Ἄργει καλός · αἵ δὲ Κορίνθου στῆλαι, καὶ Μεγαρέων τα- ταὐτὸ βοῶσι τάφοι · γέγραπται καὶ μέχρι λοετρῶν Ἀμφιαράου, ὡς καλός. ἀλλ’ὀλίγον γράμμασι λειπόμεθα · τῷδ’οὐ γὰρ πέτραι ἐπιμάρτυρες, ἀλλὰ Ῥιηνὸς αὐτὸς ἰδών ἑτέρου δ’ἐστὶ περισσότερος.