The General
praef.1ἱππικῶν μὲν λόγων ἢ κυνηγετικῶν ἢ ἁλιευτικῶντε αὖ καὶ γεωργικῶν συνταγμάτων προσφώνησιν ἡγοῦμαι πρέπειν ἀνθρώποις, οἷς πόθος ἔχεσθαι τοιῶνδε ἔργων, στρατηγικῆς δὲ περὶ θεωρίας, ὦ Κόϊντε Οὐηράνιε, Ῥωμαίοις καὶ μάλιστα Ῥωμαίων τοῖς τὴν συγκλητικὴν ἀριστοκρατίαν λελογχόσι καὶ κατὰ τὴν Σεβαστοῦ Καίσαρος ἐπιφροσύνην ταῖςτε ὑπάτοις καὶ στρατηγικαῖς ἐξουσίαις κοσμουμένοις διάτε παιδείαν, ἧς οὐκ ἐπ’ὀλίγον ἔχουσιν ἐμπειρίαν, καὶ προγόνων ἀξίωσιν.
praef.2ἀνέθηκα δὲ πρώτοις σφίσι τόνδε τὸν λόγον οὐχ ὡς ἀπείροις στρατηγίας, ἀλλὰ μάλιστα τῇδε θαρρήσας, ᾗ τὸ μὲν ἀμαθὲς τῆς ψυχῆς καὶ τὸ παρ’ἄλλῳ κατορθούμενον ἠγνόησεν, τὸ δὲ ἐν ἐπιστήμῃ τῷ καλῶς ἔχοντι προσεμαρτύρησεν.
praef.3ὅθεν, εἰ καὶ παρὰ πολλοῖς φανείη νενοημένα τὰ παρ’ἐμοῦ συντεταγμένα, καὶ κατὰ τοῦτο ἂν ἡσθείην, ὅτι μὴ μόνον στρατηγικὰς συνεταξάμην ὑφηγήσεις, ἀλλὰ καὶ στρατηγικῆς ἐστοχασάμην καὶ τῆς ἐν αὐτοῖς φρονήσεως, εὐτυχοίηντ’ἄν, εἰ, ἃ δὴ Ῥωμαίοις δυνάμει καὶ δι’ἔργων πέπρακται, ταῦτ’ἐγὼ λόγῳ περιλαβεῖν ἱκανὸς εἶναι παρὰ τοιούτοις ἀνδράσι δοκιμασθείην.
praef.4τὸ δὲ σύνταγμα θαρροῦντί μοι λοιπὸν εἰπεῖν ὡς στρατηγῶντε ἀγαθῶν ἄσκησις ἔσται παλαιῶντε ἡγεμόνων κατὰ τὴν σεβαστὴν εἰρήνην ἀνάθημα, εἰσόμεθάτε καὶ εἰ μηδὲν ἄλλο, παρ’ἣν αἰτίαν οἵτε πταίσαντες ἐσφάλησαν τῶν στρατηγησάντων, οἵτε εὐπραγήσαντες ἐγέρθησαν εἰς δόξαν · μάλιστα δὲ τὴν Ῥωμαίων ἀρετὴν ἐννοήσομεν, ὡς οὔτε βασιλεὺς οὔτε πόλις οὔτε ἔθνος μεῖζον ἡγεμονίας ἐκρατύνατο μέγεθος, ἀλλ’οὐ δ’εἰς ἶσον ἤλασεν, ὥστε τοσούτοις βεβαιώσασθαι χρόνοις ἀκίνητον δυναστείαν.
praef.5οὐ γὰρ τύχῃ μοι δοκοῦσιν ὑπεράραντες τοὺς τῆς Ἰταλίας ὅρους ἐπὶ πέρατα γῆς ἐκτεῖναι τὴν σφετέραν ἀρχήν, ἀλλὰ πράξεσι στρατηγικαῖς. συνεπιλαμβάνεσθαι μὲν γὰρ εὔχεσθαι δεῖ καὶ τὴν τύχην, οὐ μὴν τὸ παράπαν οἴεσθαι ταύτην κρατεῖν.
praef.6ἀλλ’ἀνόητοι οἱ καὶ τὰ σφάλματα τῆς τύχης ἐγκλήματα μόνης ποιούμενοι, οὐ τῆς τῶν στρατηγούντων ἀμελείας, καὶ τὰ κατορθώματα ταύτης, οὐ τῆς ἐμπειρίας τῶν ἡγουμένων · οὔτε γὰρ ἐπιεικὲς ἀνεπιτίμητον οὕτως ἀπολιπεῖν τὸν πταίοντα τοῖς ὅλοις, ὡς πάντων αἰτιᾶσθαι τὴν τύχην, οὔτε δίκαιον ἀμάρτυρον ἐπὶ τοσοῦτον ἐπαίνου τὸν κατορθοῦντα περιορᾶν, ἐφ’ὅσον ἁπάντων ἀνατιθέναι τῇ τύχῃ τὴν χάριν.
praef.7ἐπειδὴ δὲ φύσει πάντες ἄνθρωποι τοῖς μὲν δι’ἐμπειρίας συντετάχθαι δοκοῦσι, κα- κἂν ἀσθενῶς ἀπαγγέλληται, τὸ πιστὸν εἰς ἀλήθειαν ἀπονέμουσιν, τοῖς δὲ ἀπείροις, κα- κἂν ᾖ δυνατὰ πραχθῆναι, διὰ τὸ ἀδοκίμαστον ἀπιστοῦσιν, ἀναγκαῖον ἡγοῦμαι περὶ τῶν ἐν τῷδε τῷ λόγῳ στρατηγημάτων ἠθροισμένων τοσοῦτο προειπεῖν, ὅτι πάντα διὰ πείρας ἔργων ἐλήλυθεν καὶ ὑπὸ ἀνδρῶν τοιούτων, ὧν ἀπόγονον ὑπάρχει Ῥωμαίων ἅπαν τὸ γένει καὶ ἀρετῇ μέχρι τοῦ δεῦρο πρωτεῦον.
praef.8οὐθὲν γὰρ ἐσχεδιασμένον ἀπολέμῳ καὶ νεωτέρᾳ γνώμῃ τόδε περιέχει τὸ σύνταγμα, ἀλλὰ πάντα διὰ πράξεων καὶ ἀληθινῶν ἀγώνων κεχωρηκότα μάλιστα μὲν Ῥωμαίοις · ἅτε γὰρ ποιήσαντες ἐφυλάξαντο παθεῖν καὶ δι’ὧν ἐμηχανήσαντο δρᾶσαι, πάντα μοι συνείλεκται.
praef.9καίτοι οὐκ ἠγνόηκα, ὅτι μᾶλλον ἄν τις εἵλετο πάνθ’ἑαυτοῦ καὶ τῆς ἰδίας ἀγχινοίας τὰ στρατηγήματα δοκεῖν εἶναι, πλείονα θηρώμενος ἔπαινον τῶν πιστευσάντων, ἢ ἀπὸ τῆς ἀλλοτρίας ἐπινοίας · ἐγὼ δὲ οὐ παρὰ τοῦτ’ἐλαττοῦσθαι δοκῶ.
praef.10καθάπερ γάρ, εἴ τις ἐν πολέμοις αὐτὸς στρατευσάμενος συνετάξατο τοιόνδε λόγον, οὐκ ἂν παρὰ τοῦτο ἥττονος ἠξιοῦτο μαρτυρίας, ὅτι μὴ μόνον φυσικῆς ἀγχινοίας ἰδίαν εὕρεσιν εἰσηνέγκατο στρατηγημάτων, ἀλλὰ καὶ τὰ δι’ἄλλων εὖ πραχθέντα μνήμῃ παραθέμενος εἰς σύνταξιν ἤγαγεν, οὕτως οὐ δ’ἐμαυτὸν οἴομαι το- τοὔλαττον ἐπαίνων οἴσεσθαι παρὰ τοῦθ’, ὅτι μὴ πάντα τῆς ἐμῆς ὁμολογῶ συνέσεως εἶναι, το- τοὐναντίον δὲ προείληφα τόντ’ἔπαινον ἀνεπίφθονον ἕξειν καὶ τὴν πίστιν ἀσυκοφάντητον.
1.1φημὶ τοίνυν αἱρεῖσθαι τὸν στρατηγὸν οὐ κατὰ γένη κρίνοντας, ὥσπερ τοὺς ἱερέας, οὐ δὲ κατ’οὐσίας, ὡς τοὺς γυμνασιάρχους, ἀλλὰ σώφρονα, ἐγκρατῆ, νήπτην, λιτόν, διάπονον, νοερόν, ἀφιλάργυρον, μήτε νέον μήτε πρεσβύτερον, ἂν τύχῃ καὶ πατέρα παίδων, ἱκανὸν λέγειν, ἔνδοξον.
1.2σώφρονα μέν, ἵνα μὴ ταῖς φυσικαῖς ἀνθελκόμενος ἡδοναῖς ἀπολείπῃ τὴν ὑπὲρ τῶν μεγίστων φροντίδα.
1.3ἐγκρατῆ δέ, ἐπειδὴ τηλικαύτης ἀρχῆς μέλλει τυγχάνειν · αἱ γὰρ ἀκρατεῖς ὁρμαὶ προσλαβοῦσαι τὴν τοῦ δύνασθαί τι ποιεῖν ἐξουσίαν ἀκατάσχετοι γίγνονται πρὸς τὰς ἐπιθυμίας.
1.4νήπτην δ’, ὅπως ἐπαγρυπνῇ ταῖς μεγίσταις πράξεσιν · ἐν νυκτὶ γὰρ ὡς τὰ πολλὰ ψυχῆς ἠρεμούσης στρατηγοῦ γνώμη τελειοῦται.
1.5λιτὸν δέ, ἐπειδὴ κατασκελετεύουσιν αἱ πολυτελεῖς θεραπεῖαι δαπανῶσαι χρόνον ἄπρακτον εἰς τὴν τῶν ἡγουμένων τρυφήν.
1.6διάπονον δ’, ἵνα μὴ πρῶτος τῶν στρατευομένων, ἀλλ’ὕστατος κάμνῃ.
1.7νοερὸν δέ · ὀξὺν γὰρ εἶναι δεῖ τὸν στρατηγὸν ἐπὶ πᾶν ᾄττοντα δι’ὠκύτητος ψυχῆς κατὰ τὸν Ὅμηρον ὡσεὶ πτερὸν ἠὲ νόημα · πολλάκις γὰρ ἀπρόληπτοι ταραχαὶ προσπεσοῦσαι σχεδιάζειν ἀναγκάζουσι τὸ συμφέρον.
1.8ἀφιλάργυρον δέ · ἡ γὰρ ἀφιλαργυρία δοκιμασθήσεται καὶ πρώτη · τοῦ γὰρ ἀδωροδοκήτως καὶ μεγαλοφρόνως προΐστασθαι τῶν πραγμάτων αὕτη παραιτία · πολλοὶ γάρ, κα- κἂν διὰ τὴν ἀνδρίαν ἀσπίσι πολλαῖς καὶ δόρασιν ἀντιβλέψωσιν, περὶ τὸν χρυσὸν ἀμαυροῦνται · δεινὸν γὰρ πολεμίοις ὅπλον τοῦτο καὶ δραστήριον εἰς τὸ νικᾶν.
1.9οὔτε δὲ νέον οὔτε πρεσβύτερον, ἐπειδὴ ὁ μὲν ἄπιστος, ὁ δ’ἀσθενής · οὐδέτερος γὰρ ἀσφαλής, ὁ μὲν νέος, ἵνα μή τι διὰ τὴν ἀλόγιστον πταίσῃ τόλμαν, ὁ δὲ πρεσβύτερος, ἵνα μή τι διὰ τὴν φυσικὴν ἀσθένειαν ἐλλείπῃ.
1.10κρατίστη δ’αἵρεσις ἡ τοῦ μέσου · καὶ γὰρ τὸ δυνατὸν ἐν τῷ μηδέπως γεγηρακότι καὶ τὸ φρόνιμον ἐν τῷ μὴ πάνυ νεάζοντι, ὡς οἵτινές γε ἢ σώματος ῥώμην ἄνευ ψυχῆς ἔμφρονος ἐδοκίμασαν ἢ ψυχὴν φρόνιμον ἄνευ σωματικῆς ἕξεως, οὐδὲν ἐπέραναν · ἡ γὰρ ὑστερήσασα φρόνησις οὐδὲν ἐνόησε κρεῖττον, ἡ δ’ἐλλείπουσα δύναμις οὐδὲν ἐτελείωσεν.
1.11ὅ γε μὴν εὐδοκιμῶν οὐ μικρὰ τοὺς ἑλομένους ὤνησεν · ὅντινα γὰρ ἄνθρωποι φιλοῦσιν αὐτομάτῃ διανοίας ἐμπτώσει, τούτῳ ταχὺ μὲν ἐπιτάττοντι πείθονται, λέγοντι δ’οὐκ ἀπιστοῦσι, κινδυνεύοντι δὲ συναγωνίζονται.
1.12πατέρα δὲ προὔκρινα μᾶλλον, οὐ δὲ τὸν ἄπαιδα παραιτούμενος, ἂν ἀγαθὸς ᾖ · ἐάντε γὰρ ὄντες τύχωσι νήπιοι, ψυχῆς εἰσιν ἰσχυρὰ φίλτρα περὶ τὴν εὔνοιαν ἐξομηρεύσασθαι δυνάμενα στρατηγὸν πρὸς πατρίδα, δεινοὶ καὶ ὀξεῖς μύωπες πατρός, οἷοίτε ἀναστῆσαι θυμὸν ἐπὶ πολεμίους, ἄντε τέλειοι, σύμβουλοι καὶ συστράτηγοι καὶ πιστοὶ τῶν ἀπορρήτων ὑπηρέται γιγνόμενοι συγκατορθοῦσι τὰ κοινὰ πράγματα.
1.13λέγειν δ’ἱκανόν · ἔνθεν γὰρ ἡγοῦμαι τὸ μέγιστον ὠφελείας ἵξεσθαι διὰ στρατεύματος · ἐάντε γὰρ ἐκτάττῃ πρὸς μάχην στρατηγός, ἡ τοῦ λόγου παρακέλευσις τῶν μὲν δεινῶν ἐποίησε καταφρονεῖν, τῶν δὲ καλῶν ἐπιθυμεῖν, καὶ οὐχ οὕτως ἀκοαῖς ἐνηχοῦσα σάλπιγξ ἐγείρει ψυχὰς εἰς ἅμιλλαν μάχης, ὡς λόγος εἰς προτροπὴν ἀρετῆς ἐναγωνίου ῥηθεὶς αἰχμάζουσαν ἀνέστησε πρὸς τὰ δεινὰ τὴν διάνοιαν, ἄντέ τι συμβῇ πταῖσμα περὶ τὸ στρατόπεδον, ἡ τοῦ λόγου παρηγορία τὰς ψυχὰς ἀνέρρωσε, καὶ πολὺ δὴ χρησιμώτερός ἐστι στρατηγοῦ λόγος οὐκ ἀδύνατος ὥστε παραμυθεῖσθαι τὰς ἐν στρατοπέδοις συμφοράς, τῶν ἑπομένων τοῖς τραυματίαις ἰατρῶν ·
1.14οἱ μὲν γὰρ ἐκείνους μόνους τοῖς φαρμάκοις θεραπεύουσιν, ὁ δὲ καὶ τοὺς κάμνοντας εὐθυμοτέρους ἐποίησεν καὶ τοὺς ἐρρωμένους ἀνέστησε ·
1.15καὶ ὥσπερ τὰ ἀόρατα νοσήματα τῶν ὁρωμένων δυσχερεστέραν ἔχει τὴν θεραπείαν, οὕτως ψυχὰς ἐξ ἀθυμίας ἰάσασθαι λόγῳ παρηγορήσαντα δυσκολώτερον, ἢ σωμάτων φανερὰν ἐξ ἐπιπολῆς θεραπεῦσαι νόσον.
1.16οὐ δὲ χωρὶς στρατηγῶν οὐ δὲ μία πόλις ἐκπέμψει στρατόπεδον, οὐ δὲ δίχα τοῦ δύνασθαι λέγειν αἱρήσεται στρατηγόν.
1.17τὸν δὲ ἔνδοξον, ὅτι τοῖς ἀδόξοις ἀσχάλλει τὸ πλῆθος ὑποταττόμενον · οὐθεὶς γὰρ ἑκὼν ὑπομένει τὸν αὑτοῦ χείρονα κύριον ἀναδέχεσθαι καὶ ἡγεμόνα.
1.18πᾶσα δὲ ἀνάγκη τὸν τοιοῦτον ὄντα καὶ τοσαύτας ἀρετὰς ἔχοντα ψυχῆς, ὅσας εἴρηκα, καὶ ἔνδοξον εἶναι.
1.19φημὶ δὲ μήτε τὸν πλούσιον, ἐὰν ἐκτὸς ᾖ τούτων, αἱρεῖσθαι στρατηγὸν διὰ τὰ χρήματα, μήτε τὸν πένητα, ἐὰν ἀγαθὸς ᾖ, παραιτεῖσθαι διὰ τὴν ἔνδειαν · οὐ μὴν χρή γε τὸν πένητα οὐ δὲ τὸν πλούσιον, ἀλλὰ καὶ τὸν πλούσιον καὶ τὸν πένητα · οὐ δ’ἕτερον γὰρ οὔθ’αἱρετὸν οὔτ’ἀποδοκιμαστέον διὰ τὴν τύχην, ἀλλ’ἐλεγκτέον διὰ τὸν τρόπον.
1.20οὐ δὲ πλούσιος ἀγαθὸς ὢν τοσούτῳ διοίσει τοῦ γενναίου πένητος, ὅσον αἱ ἐπάργυροι καὶ κατάχρυσοι πανοπλίαι τῶν καταχάλκων καὶ σιδηρῶν — αἱ μὲν γὰρ τῷ κόσμῳ πλεονεκτοῦσιν, αἱ δ’αὐτῷ τῷ δραστηρίῳ διαγωνίζονται —, εἴ γε μὴ χρηματιστὴς εἴη · τὸν δὲ χρηματιστήν, οὐ δ’ἂν πλουσιώτατος ὢν τύχῃ, συμβουλεύσω ποτὲ αἱρεῖσθαι · λέγω δὲ ὀβολοστάτην, μετάβολον, ἔμπορον ἢ τοὺς παραπλήσιόν τι τούτοις πράττοντας · ἀνάγκη γὰρ τοὺς τοιούτους μικρόφρονας εἶναι καὶ περὶ τὸ κέρδος ἐπτοημένους καὶ μεμεριμνημένους περὶ τὸν πορισμὸν τῶν χρημάτων ὅλως μηδὲν ἐσχηκέναι τῶν καλῶν ἐπιτηδευμάτων.
1.21προγόνων δὲ λαμπρὰν ἀξίωσιν ἀγαπᾶν μὲν δεῖ προσοῦσαν, οὐ μὴν ἀποῦσαν ἐπιζητεῖν, οὐ δὲ ταύτῃ τινὰς κρίνειν ἀξίους ἢ μὴ τοῦ στρατηγεῖν, ἀλλ’ὥσπερ τὰ ζῷα ἀπὸ τῶν ἰδίων πράξεων ἐξετάζομεν, ὅπως εὐγενείας ἔχει, οὕτω χρὴ σκοπεῖν καὶ τὴν τῶν ἀνθρώπων εὐγένειαν.
1.22καὶ γὰρ ἀπερίοπτον, τί τοῖς ἔμπροσθεν ἐπράχθη καλόν, ἐξετάζειν, οὐ τί ποιήσουσιν οἱ νῦν αἱρεθέντες · ὥσπερ τῶν πάλαι γεγονότων σώζειν ἡμᾶς δυναμένων καὶ τὰ νῦν, καὶ τὰ πρόσθεν τηρησόντων ἐκείνων. ἔτι δὲ πῶς οὐκ ἀπαίδευτον τοὺς μὲν στρατιώτας τοῖς ἀριστείοις τιμᾶν, οὐ τοὺς ἐκ πατέρων λαμπρῶν, ἀλλὰ τοὺς αὐτούς τι γενναῖον ἐργασαμένους, τοὺς δὲ στρατηγοὺς διὰ τοὺς προγόνους αἱρεῖσθαι, κα- κἂν ὦσιν ἄχρηστοι, μὴ διὰ τὴν σφῶν αὐτῶν ἀρετήν, κα- κἂν μὴ γένει λαμπρύνωνται;
1.23προσόντων μὲν δὴ τούτων ἐκείνοις εὐτυχὴς ὁ στρατηγός, ἀπόντων δ’ἐκείνων, κα- κἂν παρῇ ταῦτα, ἄπρακτος.
1.24ἐλπίσαι δ’ἄν τις τάχα καὶ ἀμείνους ἔσεσθαι στρατηγοὺς τοὺς οὐκ ἔχοντας ἐνσεμνύνεσθαι προγόνοις · οἱ μὲν γὰρ ἐπὶ πατράσι κυδαινόμενοι, κα- κἂν ἐλλίπωσιν, οἰόμενοι τὴν ἐκ τῶν πρόσθεν εὔκλειάν σφισι φυλάττεσθαι πολλὰ καὶ ῥᾳθυμότερον διοικοῦσιν, οἷς δ’οὐδεμία προϋπάρχει δόξα προγόνων, οὗτοι τὴν ἐκ πατέρων ἐλάττωσιν ἐθέλοντες ἀναπληρῶσαι τῇ σφετέρᾳ προθυμίᾳ φιλοκινδυνότερον ἐπὶ τὰς πράξεις ἁμιλλῶνται ·
1.25καὶ καθάπερ οἱ πενέστεροι τῶν εὐπορωτέρων ταλαιπωρότερον ἐπὶ τὴν τοῦ βίου κτῆσιν ὥρμηνται τὸ ἐλλεῖπον ἀναπληρῶσαι τῆς τύχης σπεύδοντες, οὕτως, οἷς μὴ πάρεστι κληρονομουμένῃ πατέρων ἀποχρήσασθαι δόξῃ, τὴν ἀρετὴν ἰδιόκτητον οἰκειώσασθαι προαιροῦνται.
2.1ζηλούσθω μὲν δὴ ἡμῖν ὁ στρατηγὸς ὁ ἀγαθὸς εὐγενὴς καὶ πλούσιος, μὴ ἀποδοκιμαζέσθω δὲ πένης μετὰ ἀρετῆς, εἰ καὶ μὴ ἀπὸ λαμπρῶν.
2.2αἱρεθεὶς δ’ὁ στρατηγὸς ἔστω χρηστός, εὐπροσήγορος, ἕτοιμος, ἀτάραχος, μὴ οὕτως ἐπιεικὴς ὥστε καταφρονεῖσθαι, μήτε φοβερὸς ὥστε μισεῖσθαι, ἵνα μήτε ταῖς χάρισιν ἐκλύσῃ τὸ στρατόπεδον μήτε τοῖς φόβοις ἀλλοτριώσῃ.
2.3λοχαγοὺς δὲ καθιστάτω καὶ ταξιάρχους καὶ χιλιάρχους, καὶ εἴ τινων ἄλλων ἡγεμόνων προσδεῖν αὐτῷ δόξαι, τοὺς εὐνουστάτους τῇ πατρίδι, πιστοτάτους, εὐρωστοτάτους, ἔνθεν δ’οὐδὲν ἂν κωλύοι καὶ τοὺς εὐπορωτάτους καὶ τοὺς εὐγενεστάτους ·
2.4οὐ γάρ, ὡς ὀλίγους αἱρουμένους στρατηγοὺς ἐκ τρόπου δοκιμάσαι ῥᾷον, κα- κἂν ἀπῇ ὁ τῶν χρημάτων μετ’εὐγενείας ὄγκος, οὕτως που καὶ λοχαγῶν καὶ ταξιαρχῶν πλῆθος.
2.5ὅθεν τὸ μὲν εὐγενὲς ἐπὶ τούτων προκριτέον εἰς πρόχειρον ἐν ὀξεῖ καιρῷ δοκιμασίαν, τὸ δὲ ἐν εὐπορίᾳ, ἐπειδὴ ἀναλῶσαίτε καὶ δοῦναι στρατιώταις οἱ ἐκ περιουσίας δυνατοί, χορηγία δ’ἀπὸ τῶν ἡγουμένων ὀλίγη πρὸς τοὺς ὑποταττομένους εὐνούστερα παρασκευάζει τὰ πλήθη · καὶ. ἀσφαλεῖς αἱ μειζόνων πίστεις πραγμάτων τοῖς περὶ πλειόνων κινδυνεύουσιν, εἰ μὴ πάνυ τὸ πιστόν, ὡς ἂν εἰ στρατηγοῖ τις, ἐκ τοῦ τρόπου παρέχοιτο.
3.1αἱρείσθω δὲ ἤτοι συνέδρους, οἳ μεθέξουσιν αὐτῷ πάσης βουλῆς καὶ κοινωνήσουσι γνώμης αὐτοῦ οἱ τούτου εἵνεκα ἀκολουθήσοντες, ἢ ἐξ αὐτῶν τῶν ἡγεμόνων τοὺς ἐντιμοτάτους μεταπεμπόμενος συνεδρευέτω, ὡς, ἅ γέ τις ἂν ἐννοήσῃ μὲν μόνος, ὡς τὰ αὑτοῦ, οὐ βεβαίως οἰκειοῦται.
3.2γνώμη γὰρ ἡ μὲν ἀνεπικούρητος μονουμένη παπταίνει περὶ τὴν ἰδίαν εὕρεσιν, ἡ δὲ ὑπὸ τῶν πέλας ἐπιμαρτυρηθεῖσα πιστοῦται τὸ μὴ σφαλερόν.
3.3οὐ μὴν ἀλλὰ μήθ’οὕτως ἄστατος ἔστω τὴν διάνοιαν, ὡς αὐτὸν αὑτῷ πάμπαν ἀπιστεῖν, μήθ’οὕτως αὐθάδης, ὡς μή τι καὶ παρ’ἄλλῳ τοῦ παρ’αὑτῷ κρεῖττον οἴεσθαι νοηθῆναι · ἀνάγκη γὰρ τὸν τοιοῦτον ἢ πᾶσι προσέχοντα καὶ μηδὲν αὑτῷ πολλὰ καὶ ἀσύμφορα πράττειν, ἢ μη δ’ὀλίγ’ἄλλων ἀκούοντα, πάντα δ’αὑτοῦ, πολλὰ καὶ δεινὰ διαμαρτάνειν.
4.1τὰς δ’ἀρχὰς τοῦ πολέμου μάλιστά φημι χρῆναι φρονίμως συνίστασθαι καὶ μετὰ τοῦ δικαίου πᾶσι φανερὸν γίγνεσθαι πολεμοῦντα · τότε γὰρ καὶ θεοὶ συναγωνισταὶ τοῖς στρατεύουσιν εὐμενεῖς καθίστανται, καὶ ἄνθρωποι προθυμότερον ἀντιτάττονται τοῖς δεινοῖς ·
4.2εἰδότες γάρ, ὡς οὐκ ἄρχουσιν ἀλλ’ἀμύνονται, τὰς ψυχὰς ἀσυνειδήτους κακῶν ἔχοντες ἐντελῆ τὴν ἀνδρείαν εἰσφέρονται, ὡς, ὅσοι γε νομίζουσι νεμεσήσειν τὸ θεῖον ἐπὶ τῷ παρὰ τὸ δίκαιον ἐκφέρειν πόλεμον, αὐτῇ τῇ οἰήσει, κα- κἂν μή τι δεινὸν ἀπὸ τῶν πολεμίων ἀπαντήσειν μέλλῃ, προκατορρωδοῦσιν.
4.3διὰ τοῦτο δεῖ τὸν στρατηγόν, ὧντε βούλεται τυχεῖν καὶ ὧν μὴ παραχωρῆσαι, λόγῳ καὶ πρεσβείαις προκαλεῖσθαι πρῶτον, ἵν’ἐν τῷ μὴ συγκαταβαίνειν τοῖς ἀξιουμένοις τοὺς ἐναντίους ἀνάγκῃ δοκῇ, καὶ μὴ προαιρέσει τὴν δύναμιν ἐξάγειν πολεμήσουσαν, ἐπιμαρτυράμενος τὸ θεῖον, ὡς οὔτε καταφρονῶν ὧν συμβαίνει τοὺς πολεμοῦντας πάσχειν, ἀνεμεσήτως ἔπεισιν, οὔτε ἐκ παντὸς τρόπου τὰ δεινὰ δρᾶσαι προῃρημένος τοὺς πολεμίους.
4.4εἰδέναι δὲ χρή, καθότι οὐ μόνον οἰκίας καὶ τείχους ἑδραιότερον ὑφίστασθαι δεῖ τὸν θεμέλιον, ὡς ἀσθενοῦς γε ὄντος συγκαταρρυησομένων καὶ τῶν ἐποικοδομουμένων, ἀλλὰ καὶ πολέμου τὰς ἀρχὰς δεῖ κατασκευασάμενον ἰσχυρῶς καὶ κρηπῖδα περιθέμενον ἀσφαλείας, οὕτως ἐξάγειν τὰς δυνάμεις · ὧν γὰρ ἀσθενῆ τὰ πράγματά ἐστιν, ἐπειδὰν οὗτοι μέγα βάρος ἀναλάβωσιν πολέμου, ταχὺ θλίβονται καὶ ὑστεροῦσιν.
4.5ὅθεν, ὥσπερ ἀγαθὸν κυβερνήτην ἐκ λιμένος ἐξαρτυσάμενον τὸ σκάφος καὶ τὰ παρ’αὑτῷ ἅπαντα ποιήσαντα, τότ’ἐπιτρέπειν χρὴ τῇ τύχῃ, ὡς αἴσχιστόν γε καὶ σφαλερὸν ὑποδείξαντα πολέμου κίνησιν, ὥστε καὶ διὰ θαλάττης ἤδη καὶ διὰ γῆς ἄγειν τὸ στράτευμα, κα- κἄπειτα πρύμναν κρούεσθαι ·
4.6τῆς μὲν γὰρ ἀνοίας καὶ προπετείας ἕκαστος κατεγέλασεν, τῆς δ’ἀσθενείας κατεφρόνησεν, οἱ δ’ἐχθροί, οἵτινές ποτ’ἂν ὦσιν, κα- κἂν μὴ πάθωσιν, ὡς οὐχὶ μὴ βουληθέντας ἀλλ’οὐ δυνηθέντας διαθεῖναί τι δικαίως ἐμίσησαν.
5.1ἐξαγέτω δὲ τὰς δυνάμεις ὁ στρατηγὸς καθαρὰς ἢ οἷς νόμοι ἱεροὶ ἢ οἷς μάντεις ὑφηγοῦνται καθαρσίοις, πᾶσαν, εἴ τις ἢ δημοσίᾳ κηλὶς ἢ ἰδίου μολύσματος ἑκάστῳ σύνεστιν, ἀποδιοπομπούμενος.
6.1ἀγέτω δὲ τὸ στράτευμα πᾶν ἐν τάξει, κα- κἂν μήπω μέλλῃ συμβάλλειν, ἀλλὰ διὰ μακρᾶς ὁδοῦ περαιοῦσθαι καὶ πολλῶν ἡμερῶν ἀνύειν πορείαν, καὶ ἐν τῇ φιλίᾳ καὶ ἐν τῇ πολεμίᾳ · διὰ μὲν τῆς φιλίας, ἵνα ἐθίζηται τὰ στρατεύματα μένειν ἐν τάξει καὶ συμφυλάττειν τοὺς ἰδίους λόχους καὶ ἕπεσθαι τοῖς ἡγεμόσιν, διὰ δὲ τῆς πολεμίας πρὸς τὰς ἐξαίφνης ἐπιβουλὰς γιγνομένας, ἵνα μὴ ἐν ὀξεῖ καιρῷ θορυβούμενοι καὶ ἐπαναθέοντες καὶ ἄλλοι πρὸς ἄλλους φερόμενοι μηδὲν μὲν ἀνύσωσι φθασθέντες, πολλὰ δὲ καὶ δεινὰ πάθωσιν, ἀλλ’ἅμα καὶ εἰς πορείαν ὦσιν ἐπιδέξιοι καὶ εἰς μάχην εὐτρεπεῖς, ἔχοντες καὶ τὸ σύνθημα καὶ ἀλλήλους ἐν τάξει βλέποντες.
6.2συστέλλειν δὲ πειράσθω τὴν πορείαν τοῦ στρατεύματος, ὡς ἔνι μάλιστα, πρὸς ὀλίγον, καὶ διὰ τοιούτων, ἂν δυνατὸν ᾖ, χωρίων ἀγέτω τὰς τάξεις, δι’ὧν οὐκ ἂν ἐκθλιβόμεναι στεναὶ καὶ οὐκ ἔχουσαι πλάτος ἐκ πλευρᾶς ἐπὶ μήκιστον ἐκταθεῖεν ·
6.3καὶ γὰρ εὐπαθέστεραι γίγνονται πρὸς τὰς αἰφνιδίους τῶν πολεμίων ἐπιφανείας αἱ τοιαῦται καὶ ἥκιστα δραστήριοι · ἄντε γάρ σφισι κατὰ μέτωπον ὑπαντήσωσιν οἱ πολέμιοι πλατύτεροι τεταγμένοι, ῥᾳδίως αὐτοὺς τρέπονται, καθάπερ οἱ τοὺς ἐπὶ κέρως ὄντας ἐν ταῖς μάχαις κυκλούμενοι, ἄντε κατὰ μέσην τὴν δύναμιν ἐκ πλευρᾶς ἐπιβάλωσι, ταχὺ διέσπασαν αὐτῶν τὴν πορείαν καὶ διέκοψαν — ἐπιστρεψάντων γὰρ αὐτῶν εἰς φάλαγγα πρὸς ἄμυναν ἀσθενὴς ἡ μάχη γίνεται καὶ οὐκ ἔχουσα βάθος — ἐάντε τοῖς κατόπιν, ἡ κατὰ νώτου μάχη δεινὴ καὶ προφανῆ τὸν ὄλεθρον ἔχουσα, κα- κἂν ἐπιστρέψαι δὲ τολμήσωσιν εἰς μέτωπον, ἡ αὐτὴ γίγνεται μάχη τοῖς ἐν τῇ πρωτοπορείᾳ τεταγμένοις · ταχὺ γὰρ αὐτοὺς περιστήσονται.
6.4συμβαινει δὲ καὶ τὰς παραβοηθείας δυσχερεῖς καὶ ἀπράκτους γίνεσθαι · τῶν γὰρ ἀπὸ τῆς οὐραγίας τοῖς εἰς τὴν πρωτοπορείαν βουλομένων βοηθεῖν ἢ τῶν πρώτων τοῖς κατόπιν βραδεῖα ἡ ἄφιξις καὶ οὐ κατὰ καιρὸν γίγνεται, διὰ πολλῶν, ὧν ὑστεροῦσιν ἢ προηγοῦνται, σταδίων ἰέναι προθυμουμένων.
6.5ἡ δὲ συνεσταλμένη πορεία καὶ τετράγωνος ἡ μὴ πάνυ παραμήκης εἰς πάντα καιρὸν εὐμεταχείριστός ἐστι καὶ ἀσφαλής. ἔστι δ’ὅτε καὶ συνέβη τι τοιοῦτον ἐκ τῶν ἐκτεινομένων στρατευμάτων, ὥστε Πανικὰ καὶ πτοίας ἀμφιδόξους ἐμπίπτειν · ἐνίοτε γὰρ οἱ πρῶτοι καταβεβηκότες ἐξ ὀρεινῶν εἰς ψιλὰ καὶ ἐπίπεδα χωρία θεασάμενοι τοὺς κατόπιν ἐπικαταβαίνοντας ἔδοξαν εἶναι πολεμίων ἔφοδον, ὥστε μελλῆσαι προσβάλλειν ὡς ἐχθροῖς, τινὰς δὲ καὶ εἰς χεῖρας ἐλθεῖν ἤδη.
6.6λαμβανέτω δὲ τὴν θεραπείαν καὶ τὰ ὑποζύγια καὶ τὴν ἀποσκευὴν ἅπασαν ἐν μέσῃ τῇ δυνάμει καὶ μὴ χωρίς · ἂν δὲ μὴ τὰ κατόπιν ἀσφαλῆ πάνυ καὶ εἰρηναῖα νομίζῃ, καὶ τὴν οὐραγίαν ἐκ τῶν ἐρρωμενεστάτων καὶ ἀνδρειοτάτων συνιστάσθω, μηθὲν διαφέρειν αὐτὴν οἰόμενος πρὸς τὰ συμβαίνοντα τῆς πρωτοπορείας.
6.7προπεμπέτω δὲ ἱππεῖς τοὺς διερευνησομένους τὰς ὁδούς, καὶ μάλισθ’, ὅτ’ἂν ὑλώδεις καὶ περικεκλασμένας λόφοις ἐρημίας διεξίῃ · πολλάκις γὰρ ἐνέδραι πολεμίων ὑποκαθέζονται, καὶ λαθοῦσαι μὲν ἔστιν ὅτε τὰ ὅλα συνέτριψαν τῶν ἐναντίων πράγματα, μὴ λαθοῦσαι δὲ διὰ μικρᾶς φροντίδος φρόνησιν μεγάλην ἐμαρτύρησαν τῷ πολεμίῳ στρατηγῷ.
6.8τὴν μὲν γὰρ πεδιάδα καὶ ψιλὴν ἡ πάντων ὄψις ἱκανὴ προερευνήσασθαι · καὶ γὰρ κονιορτὸς ἀναφερόμενος μεθ’ἡμέραν ἐμήνυσεν τὴν τῶν πολεμίων ἔφοδον, καὶ πυρὰ καιόμενα νύκτωρ ἐπύρσευσεν τὴν ἐγγὺς στρατοπεδείαν.
6.9ἀγέτω δὲ τὰς δυνάμεις, μὴ μέλλων μὲν ἐκτάξειν εἰς μάχην, ἐὰν ἐπείγηταί τι φθάνειν συντομώτερον, εἰ ἀσφαλὲς εἶναι νομίζοι, καὶ νύκτωρ · μέλλων δὲ κρίνειν ἅμα τῷ σύνοπτον γενέσθαι τοῖς πολεμίοις εὐθὺς τὰ πράγματα διὰ μάχης σχολῇ προΐτω καὶ μὴ πολλὴν ἀνυέτω · πολλάκις γὰρ πρὸ τῶν κινδύνων ὁ κόπος ἐδαπάνησεν τὴν ἀκμὴν τῶν σωμάτων.
6.10διοδεύων δὲ συμμαχίδα γῆν παραγγελλέτω τοῖς στρατεύμασιν ἀπέχεσθαι τῆς χώρας, καὶ μήτ’ἄγειν τι μήτε φθείρειν · ἀφειδὲς γὰρ πλῆθος ἅπαν ἐν ὅπλοις, ὅτ’ἂν ἔχῃ τὴν τοῦ δύνασθαί τι ποιεῖν ἐξουσίαν, καὶ ἡ ἐγγὺς ὄψις ἀγαθῶν δελεάζει τοὺς ἀλογίστους ἐπὶ πλεονεξίαν · μικραὶ δὲ προφάσεις ἢ ἀπηλλοτρίωσαν συμμάχους ἢ καὶ παντελῶς ἐξεπολέμωσαν.
6.11τὴν δὲ τῶν πολεμίων φθειρέτω καὶ καιέτω καὶ τεμνέσθω · ζημία γὰρ χρημάτων καὶ καρπῶν ἔνδεια μειοῖ πόλεμον, ὡς περιουσία τρέφει. προανατεινέσθω μέντοι πρῶτον, ὃ μέλλει ποιεῖν · πολλάκις γὰρ ἡ τοῦ μέλλοντος ἔσεσθαι δεινοῦ προσδοκία συνηνάγκασε, πρὶν ἢ παθεῖν, ὑποσχέσθαι τι τοὺς κινδυνεύοντας ὧν πρότερον οὐκ ἐβουλήθησαν ποιεῖν · ἐπειδὰν δ’ἅπαξ πάθωσιν, ὡς οὐδὲν ἔτι χεῖρον ὀψόμενοι τῶν λοιπῶν καταφρονοῦσιν.
6.12εἰ δὲ πολὺν ἐν τῇ πολεμίᾳ μέλλει καταστρατοπεδεύειν χρόνον, τοσαῦτα καὶ τοιαῦτα φθειρέτω τῆς χώρας ὧν αὐτὸς οὐχ ἕξει χρείαν, ἅττα δὲ ἀναγκαῖα φυλαχθέντα τοῖς φιλίοις ἔσται, τούτων φειδέσθω.
6.13τῶν δὲ δὲ δυνάμεων ἐκπεπληρωμένων μήτ’ἐπὶ τῆς ἰδιοκτήτου μήτ’ἐπὶ τῆς ὑπηκόου μήτ’ἐπὶ τῆς συμμαχίδος καθεζόμενος ἐγχρονιζέτω χώρας · τοὺς γὰρ ἰδίους ἀναλώσει καρποὺς καὶ ζημιώσει πλέον τοὺς φίλους ἢ τοὺς πολεμίους · μεταγέτω δ’ὡς θᾶττον, ἐὰν ἀκίνδυνα ᾖ τὰ οἴκοι, τὰς δυνάμεις · ἐκ γὰρ τῆς πολεμίας, εἰ μὲν εἴη δαψιλὴς καὶ εὐδαίμων, τροφὴν ἕξει καὶ ἄφθονον, εἰ δὲ μή, τήν γε φιλίαν οὐ λυμανεῖται, πολλὰ δ’ὅμως καὶ ἀπὸ λυπρᾶς τῆς ἀλλοτρίας ἕξει πλεονεκτήματα.
6.14φροντιζέτω δὲ περίτε ἀγορᾶς καὶ τῆς τῶν ἐμπόρων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν παραπομπῆς, ἵν’ἀκινδύνου τῆς παρουσίας σφίσιν οὔσης ἀόκνως παρακομίζωσι τὸν εἰς τὰ ἐπιτήδεια φόρτον.
7.1ἐπειδὰν δὲ ἤτοι διὰ στενῶν μέλλῃ ποιεῖσθαι τὴν πάροδον ἢ δι’ὀρεινῆς καὶ δυσβάτου χώρας ἄγειν τὸν στρατόν, ἀναγκαῖον προεκπέμποντά τι μέρος τῆς δυνάμεως προκαταλαμβάνεσθαι τάςτε ὑπερβολὰς καὶ τὰς τῶν στενῶν παρόδους, μὴ φθάσαντες οἱ πολέμιοι καὶ καταστάντες ἐπὶ τῶν ἄκρων κωλύσωσι τὴν διεκβολὴν ποιεῖσθαι.
7.2τὸ δ’αὐτὸ πεφροντίσθω, κα- κἂν αὐτὸς δεδίῃ πολεμίων εἰσβολήν · οὐ γὰρ δὴ δρᾶσαι μὲν χρήσιμον, φυλάξασθαι δὲ παθεῖν οὐκ ἀναγκαῖον, οὐ δὲ φθάσαι μὲν αὐτοὺς εἰσβαλόντας εἰς τὴν πολεμίαν ἐπεῖγον, ἀποκλεῖσαι δὲ τοὺς ἐναντίους ἐπὶ σφᾶς ἰόντας οὐ προνοητέον.
8.1ἐν δὲ δὴ τῇ τῶν ἐχθρῶν καταστρατοπεδεύων χάρακα περιβαλέσθω καὶ τάφρον, κα- κἂν ἐφ’ἡμέραν μέλλῃ τὴν παρεμβολὴν θήσειν · ἀμετανόητος γὰρ ἡ τοιαύτη καὶ ἀσφαλὴς στρατοπεδεία διὰ τὰς αἰφνιδίους καὶ ἀπρολήπτους ἐπιβολάς. καθιστάτω δὲ φύλακας, κα- κἂν μακρὰν εἶναι νομίζῃ τοὺς πολεμίους, ὡς ἐγγὺς ὄντων.
8.2ὅποι δ’ἂν μέλλῃ πολυχρόνιον τίθεσθαι τὴν παρεμβολὴν οὐκ ἀντεπιόντων τῶν πολεμίων, ἐπὶ τῷ φθείρειν τὴν χώραν ποιούμενος τὴν μονὴν ἢ καὶ καιροῖς ἐφεδρεύων βελτίοσιν, ἐκλεγέσθω χωρία μὴ ἑλώδη μη δὲ νοτερά · τὰ γὰρ τοιαῦτα ταῖς ἀναφοραῖς καὶ ταῖς ἀπὸ τῶν τόπων δυσωδίαις νόσους καὶ λοιμοὺς ἐμβάλλει στρατεύμασι, καὶ πολλῶν μὲν ἐκάκωσε τὰς εὐεξίας, πολλοὺς δὲ ἀπώλεσεν, ὥστε μὴ μόνον ὀλίγον, ἀλλὰ καὶ ἀσθενὲς ἀπολείπεσθαι στράτευμα.
9.1χρήσιμον δέ που καὶ σωτήριον στρατοπέδῳ μη δ’ἐπὶ τῆς αὐτῆς μένειν παρεμβολῆς, ἐὰν μὴ χειμαδεύῃ καὶ τοῖς σκηνώμασι διὰ τὴν ὥραν τοῦ καιροῦ πεπολισμένη τυγχάνῃ · αἱ γὰρ τῶν ἀναγκαίων ἐκκρίσεις ἐπὶ τῶν αὐτῶν γιγνόμεναι χωρίων ἀτμοὺς διεφθορότας ἀναπέμπουσαι συμμεταβάλλουσιν καὶ τὴν τοῦ περιέχοντος ἀέρος χύσιν.
9.2ἐν δὲ ταῖς χειμασίαις γυμναζέτω τὰ στρατόπεδα καὶ πολεμικὰ καὶ σύντροφα ποιείσθω τοῖς δεινοῖς, μήτ’ἀργεῖν ἐῶν μήτε ῥᾳθυμεῖν · ἡ μὲν γὰρ ἀργία τὰ σώματα μαλθακὰ καὶ ἀσθενῆ κατεσκεύασεν, ἡ δὲ ῥᾳθυμία τὰς ψυχὰς ἀνάνδρους καὶ δειλὰς ἐποίησεν · αἱ γὰρ ἡδοναὶ δελεάζουσαι τῷ καθ’ἡμέραν συνήθει τὰς ἐπιθυμίας διαφθείρουσι καὶ τὸν εὐτολμότατον.
9.3ὅθεν οὐ μακρὰν ἀπάγειν τοὺς ἄνδρας τῶν πόνων · ἐπειδὰν γὰρ μετὰ χρόνον ἀναγκάζωνται πρὸς τὰ πολεμικὰ χωρεῖν, οὔθ’ἡδέως ἐξίασιν οὔτ’ἐπὶ πολὺ μένουσιν, ἀλλ’ἐκδεδιῃτημένοι ταχὺ μὲν ὀρρωδοῦσι, πρὶν ἢ καὶ πειρᾶσαι τὰ δεινά, ταχὺ δὲ καὶ πειράσαντες ἀποχωροῦσι, οὔτ’ἐλπίζειν οὔτε φέρειν τοὺς κινδύνους δυνάμενοι.
10.1διόπερ ἀγαθοῦ στρατηγοῦ καὶ τὰ χρήσιμα τότε κατασκευάζειν, ὅτ’οὐκ ἐπείγουσιν αἱ τῶν ἐκ παρατάξεως ἀνάγκαι, καὶ τὰ ἄχρηστα διὰ τὴν τῶν σωμάτων ἄσκησιν ἐπιτάττειν. ἱκανὴ γὰρ στρατοπέδοις ἄνεσις, κα- κἂν σφόδρα ταλαίπωροι ὦσιν, ἡ μὴ διὰ τῶν δεινῶν εἰς τὸ ἀληθινὸν ἀγώνισμα πεῖρα. γυμναζέτω δὲ τοιοῖσδέ τισι τρόποις.
10.2ἐκταττέτω πρῶτον ἀναδοὺς τὰ ὅπλα πᾶσιν, ἵν’ἐν μελέτῃ σφίσιν ᾖ τὸ μένειν ἐν τάξει, καὶ ταῖς ὄψεσι καὶ τοῖς ὀνόμασι συνήθεις ἀλλήλοις γιγνόμενοι, τίς ὑπὸ τίνα καὶ ποῦ καὶ μετὰ πόσους, ὑπ’τάςτε ἐκτάσεις καὶ συστολὰς καὶ ἐγκλίσεις ἐπὶ λαιὰ καὶ δεξιά, καὶ λόχων μεταγωγὰς καὶ διαστήματα καὶ πυκνώσεις, καὶ τὰς δι’ἀλλήλων ἀντεξόδους καὶ εἰσόδους, καὶ τὰς κατὰ λόχους διαιρέσεις, καὶ τὰς κατάξεις καὶ τὴν ἐπὶ φάλαγγα ἐκτείνουσαν καὶ τὴν ἐπὶ βάθος ὑποστέλλουσαν, καὶ τὴν ἀμφιπρόσωπον μάχην, ὅτ’ἂν οἱ κατ’οὐρὰν ἐπιστρέψαντες πρὸς τοὺς κυκλουμένους μάχωνται, καὶ τὰς ἀνακλήσεις ἐκδιδασκέτω.
10.3καθάπερ γὰρ ἐπὶ τῶν μουσικῶν ὀργάνων οἱ μὲν ἀρχὴν ἔχοντες τοῦ μανθάνειν ἐπιτιθέντες τοὺς δακτύλους ἐπίτε τὰ τρήματα τῶν αὐλῶν καὶ διαστήματα τῶν χορδῶν πολλάκις ἄλλον ἔθεσαν ἐπ’ἄλλην καὶ οὐ κατὰ τὴν ἁρμονικὴν διάστασιν, εἶτα μόλις ἐπεκτείναντες βραδὺ μὲν αἴρουσι τοὺς δακτύλους, βραδὺ δὲ τιθέασιν, οἱ δ’ἐν μελέτῃ τῆς μουσικῆς ἀνεπιτηδεύτως ἤδη ἐρρυθμισμένῃ τῇ χειρὶ δι’ὀξύτητος μεταφέρουσιν, ὅπῃτε βούλονται παραθλίψαι τῆς ἀναπνοῆς καὶ ἀνοῖξαι καὶ παραψῆλαι χορδῆς · τοῦτον δήπου τὸν τρόπον οἱ μὲν ἀσυνήθεις καὶ ἀνάσκητοι τῆς τάξεως διὰ ταράχου πολλοῦ μόλις ἀλλήλων διαμαρτάνοντες ἐγκατατάσσονται πολὺν ἀναλίσκοντες χρόνον, οἱ δὲ συγκεκροτημένοι διὰ τάχους, ὡς εἰπεῖν αὐτόματοι, φέρονται πρὸς τὴν τάξιν ἐναρμόνιόν τινα καὶ καλὴν ἐκπληροῦντες ὄψιν.
10.4εἶτα διελὼν τὰ στρατεύματα πρὸς ἀλλήλους ἀσιδήρῳ μάχῃ συναγέτω νάρθηκας ἢ στύρακας ἀκοντίων ἀναδιδούς, εἰ δέ τινα καὶ βεβωλασμένα πεδία εἴη, βώλουςτε κελεύων αἴροντας βάλλειν · ὄντων δὲ καὶ ἱμάντων ταυρείων χρήσθων ἐπὶ τὴν μάχην · δείξας δ’αὐτοῖς καὶ λόφους ἢ βουνοὺς ἢ ὀρθίους τόπους κελευέτω σὺν δρόμῳ καταλαμβάνεσθαι · ποτὲ δὲ καὶ ἐπιστήσας ἐπὶ αὐτῶν τινας τῶν στρατιωτῶν καὶ ἀναδοὺς ἃ μικρῷ πρόσθεν ἔφην ὅπλα, τούτους ἐκβαλοῦντας ἑτέρους ἐκπεμπέτω · καὶ ἤτοι τοὺς μείναντας ἐπαινείτω καὶ μὴ ἐκπεσόντας ἢ τοὺς ἐκβαλόντας.
10.5ἐκ γὰρ τῆς τοιαύτης ἀσκήσεως καὶ γυμνασίας ὑγιαίνει μὲν τὸ στράτευμα, πᾶν δ’ὅ τι οὖν ἥδιον ἐσθίει καὶ πίνει, κα- κἂν λιτὸν ᾖ, πολυτελέστερον οὐθὲν ἐπιζητοῦν · ὁ γὰρ ἀπὸ τῶν πόνων λιμὸς καὶ τὸ δίψος ἱκανὸν ὄψον ἐστὶν καὶ γλυκὺ κρᾶμα, καὶ στερρότεράτε τὰ σώματά σφισι γίγνεται καὶ ἄκμητα, καὶ συνεθίζεται τοῖς μέλλουσι δεινοῖς, ἱδρῶτι καὶ πνεύματι καὶ ἄσθματι καὶ θάλπεσιν ἀσκιάστοις καὶ κρυμοῖς ὑπαίθροις ἐγγυμναζόμενα.
10.6παραπλησίως δὲ γυμναζέτω καὶ τὸ ἱππικὸν ἁμίλλας ποιούμενος καὶ διώγματα καὶ συμπλοκὰς καὶ ἀκροβολισμοὺς ἐν τοῖς ἐπιπέδοις καὶ περὶ αὐτὰς τὰς ῥίζας τῶν λόφων, ἐφ’ὅσον δυνατόν ἐστι καὶ τῶν τραχέων ἐπιψαύειν · οὐ γὰρ οἶόντε βιάζεσθαι πρὸς ἀνάντη καὶ κατὰ πρανοῦς ἱππάζεσθαι.
10.7σωφρονείτω δὲ περὶ τὰς προνομὰς καὶ μὴ ἐφιέτω ταῖς δυνάμεσιν, ἐπειδὰν εἰς εὐδαίμονα πολεμίων εἰσβάλῃ χώραν, ἀτάκτως φέρεσθαι πρὸς τὰς ὠφελίας · αἱ γὰρ μέγισται συμφοραὶ κα- κἂν τοιοῖσδε γίγνονται · πολλάκις γὰρ ἀτάκτοις καὶ σποράσι περὶ τὴν λείαν σεσοβημένοις ἐπιπεσόντες οἱ πολέμιοι καὶ διὰ τὸ ἀσύντακτον τοῦ πλήθους καὶ διὰ τὸ βαρεῖς εἶναι τοὺς ἀποχωροῦντας ταῖς ὠφελείαις οὔτε τοῖς ὅπλοις χρῆσθαι δυναμένους οὔτ’ἀλλήλοις ἐπικουρῆσαι πολλοὺς διέφθειραν.
10.8εἰ δέ τινες δίχα τοῦ τὸν στρατηγὸν κελεῦσαι προνομεύοιεν, οὗτοι κολαζέσθων. αὐτός γε μὴν ὅτ’ἂν ἐπὶ τὴν λείαν ἐκπέμπῃ, τοῖς ψιλοῖς καὶ ἀνόπλοις συνταττέτω μαχίμους ἱππεῖς καὶ πεζούς, οἳ περὶ μὲν τὴν λείαν οὐκ ἀσχολήσονται, μένοντες δὲ ἐν τάξει παραφυλάξουσι τοὺς προνομεύοντας, ἵν’ᾖ σφισιν ἀσφαλὴς ἡ ἀποχώρησις.
10.9εἰ δὲ συλλάβοι ποτὲ κατασκόπους, μὴ μιᾷ κεχρήσθω γνώμῃ · ἀλλ’, ἐὰν μὲν ἀσθενέστερα τὰ ἴδια ἤπερ τὰ παρὰ τῶν πολεμίων εἶναι νομίζῃ, κτεινάτω τούτου, ἂν δὲ καὶ ὁπλισμῷ καλῷ κεχρημένος ᾖ καὶ παρασκευαῖς ἐντελέσι καὶ δυνάμει πολλῇ καὶ εὐεξίᾳ σωμάτων καὶ πειθηνίῳ στρατεύματι καὶ ἡγεμόσιν ἀρίστοις καὶ ἐμπειρίᾳ μεμελετημένῃ, παραλαβὼν τοὺς κατασκόπους καὶ ἐν κόσμῳ τὴν στρατιὰν ἐπιδειξάμενος οὐκ ἂν ἁμάρτοι ποτὲ καὶ ἀθώους ἀποπέμψας. τὰ μὲν γὰρ πλεονεκτήματα τῶν ἀντιπολέμων ἀγγελλόμενα φοβεῖσθαι συνηνάγκασεν, τὰ δ’ἐλαττώματα θαρρεῖν παρεστήσατο.
10.10φύλακας δὲ καταταττέτω καὶ πλείους, ἵν’ἐν μέρει διελόμενοι τὴν τῆς νυκτὸς ὥραν οἱ μὲν ὑπνοῦν οἱ δὲ γρηγορεῖν αἱρῶνται · οὔτε γὰρ ἀναγκαστέον οὔθ’ὑπισχνουμένοις πιστευτέον ὅλην ἀγρυπνήσειν νύκτα τοὺς αὐτούς · εἰκὸς γάρ ποτε καὶ παρὰ γνώμην ἐνδιδόντων τῶν μελῶν αὐτόματον ὕπνον ἐπελθεῖν.
10.11ὀρθοὶ δ’ἑστῶτες φυλαττόντων · αἱ γὰρ καθέδραι καὶ ἀναπτώσεις συνεκλύουσαι τὰ σώματα μαραίνουσιν εἰς ὕπνον, ἡ δ’ἀνάστασις καὶ ὁ τόνος τῶν σκελῶν ἐγρήγορσιν ἐντίθησι τῇ διανοίᾳ.
10.12καιόντων δ’οἱ φύλακες πυρὰ πορρωτέρω τῆς στρατοπεδείας · οὕτως γὰρ τοὺς μὲν προσιόντας διὰ τοῦ φωτὸς ἐκ πολλοῦ συνόψονται, τοῖς δ’ἐκ τοῦ φωτὸς ἐν σκότῳ τυγχάνοντες οὐκ ἀθρήσονται, μέχρις ἂν εἰς χεῖρας ἔλθωσιν.
10.13εἰ δὲ βούλοιτό ποτε νύκτωρ ἀναστῆσαι τὸ στράτευμα λανθάνων τοὺς πολεμίους, ἢ τόπους προκαταλαβέσθαι προαιρούμενος ἢ τοὺς ὄντας φεύγων ἢ μηδέπω βουλόμενος εἰς ἀνάγκην ἐλθεῖν τοῦ μάχεσθαι, πυρὰ πολλὰ καύσας ἀναχωρείτω · βλέποντες μὲν γὰρ οἱ πολέμιοι τὰ φῶτα δοκοῦσι κατὰ χώραν αὐτὸν μένειν, ἀφωτίστου δὲ μεταξὺ γενομένης τῆς παρεμβολῆς ὑπόνοιαν ἀναλαβόντες, ὡς φεύγουσιν, ἐνέδραςτε προεκπέμπουσι καὶ διώκουσιν.
10.14ἐὰν δ’ἐπὶ τῶν αὐτῶν μένων εἰς ὄψιν ἔρχηταί ποτε τῷ τῶν πολεμίων στρατηγῷ, κοινολογησόμενος, ὡς αὐτὸς εἰπεῖν ἢ ἀκοῦσαί τι βουλόμενος, ἐκλεξάμενος τοὺς κρατίστους καὶ ἀξιοπρεπεστάτους τῶν νέων, εὐρώστους καλοὺς μεγάλους, ὅπλοις διαπρεπέσι κοσμήσας ἔχων περὶ αὑτὸν ἀπαντάτω · πολλάκις γὰρ τοιόνδε τὸ πᾶν ἀπὸ μέρους ὀφθέντος ἠλπίσθη, καὶ οὐκ ἐξ ὧν ἤκουσεν ὁ στρατηγὸς ἐπείσθη, τί δεῖ ποιεῖν, ἀλλ’ἐξ ὧν εἶδεν ἐφοβήθη.
10.15τῶν δὲ αὐτομόλων εἴ τινες ἢ καιρὸν ἀφικνοῦνται μηνύσοντες ἢ ὥραν ἐπιθέσεως, ἢ ὁδὸν ἐπαγγέλλονται καθηγήσασθαι καὶ διὰ σκοπῶν ἀοράτων τοῖς πολεμίοις ἄξειν, δήσας αὐτοὺς ἀγέτω, τοῦτο ποιῶν σφισι φανερόν, ὡς, ἐὰν μὲν ἀληθεύσωσι καὶ ἐπὶ σωτηρίᾳ καὶ νίκῃ πάντα ποιήσωσι τοῦ στρατεύματος, λύσειτέ σφας καὶ δωρεὰς δώσει καταξίους, ἐὰν δ’ἐξαπατήσωσι καὶ ψεύσωνται τοῖς σφετέροις ἐγχειρίσαι βουλόμενοι τὸ στράτευμα, παρ’αὐτὸν ἐκεῖνον τὸν καιρὸν ὄντες ἐν δεσμοῖς ὑπὸ τῶν κινδυνευόντων κατασφαγήσονται · πίστις γὰρ αὐτομόλου τι μηνύοντος αὕτη βεβαιοτάτη, τὸ μὴ αὐτὸν εἶναι τῆς αὑτοῦ ψυχῆς κύριον, ἀλλὰ τοὺς ὁδηγουμένους.
10.16ὁράτω δὲ καὶ τὴν τῶν πολεμίων παρεμβολὴν ἐμπείρως · μήτε γάρ, ἐὰν ἐν ἐπιπέδῳ καὶ κατὰ κύκλον ἴδῃ κείμενον βραχὺν τὴν περίμετρον καὶ συνεσταλμένον χάρακα, δοκείτω τοὺς πολεμίους ὀλίγους εἶναι — πᾶς γὰρ κύκλος ἐλάττω τὴν τοῦ σχήματος ὄψιν ἔχει τῆς ἐξ ἀναλόγου στερεομετρουμένης θεωρίας, καὶ πλείους δύναται δέξασθαι τὸ ἐν αὐτῷ περιγραφόμενον εὖρος, ἢ ἰδὼν ἄν τις ὄψει τεκμήραιτο —, μήτε, ἂν αἱ πλευραὶ τοῦ χάρακος ἐπὶ μῆκος ἐκτείνωσι καὶ κατά τι μέρος στεναὶ τυγχάνωσιν ἢ σκολιαὶ καὶ πολυγώνιοι καὶ ὀξυγώνιοι, πολὺ πλῆθος ἐλπιζέτω · τῆς μὲν γὰρ στρατοπεδείας ἡ ὄψις μεγάλη φαίνεται, τοὺς δ’ἐν αὐτῇ περιειλημμένους ἄνδρας οὐ πάντως πλείονας ἔχει τῶν ἐν κύκλῳ περιγραφομένων.
10.17οἱ δ’ἐπὶ τῶν ὀρῶν καὶ λόφων χάρακες, ἐὰν μὴ συμφυεῖς ὦσι πάντῃ, μείζους μὲν ὁρῶνται τῶν ἐν τοῖς ἐπιπέδοις, ἐλάττους δὲ ἢ κατὰ τὴν ὄψιν ἄνδρας περιέχουσιν · πολλὰ γὰρ ἀνθρώπων ἐντὸς ἀπολείπεται γυμνὰ μέρη · τῶν γὰρ τοιούτων τόπων ἀνάγκη πολλὰ μὲν εἶναι βάραθρα, πολλὰ δὲ κρημνώδη καὶ τραχέα καὶ ἀκατασκήνωτα, τοῦ δὲ χάρακος πρὸ τῶν ἀνθρώπων τιθεμένου, τούτου τὸ μῆκος εὐλόγως ἐπεκτείνεται.
10.18μήτ’οὖν, ἐπειδὰν ἴδῃ βραχὺν καὶ συνεσταλμένον, καταφρονείτω συλλογιζόμενος καὶ τὸν τόπον καὶ τὸ σχῆμα, μήτ’, ἂν καὶ παραμήκη, καταπληττέσθω.
10.19ταῦτα μέντοι γιγνώσκων εὐκαίρῳ ποτὲ στρατηγίᾳ χρησάσθω. καὶ καταστρατοπεδεύσας ἐν ὀλίγῳ κατὰ τὸ προειρημένον σχῆμα, καί, εἰ δέοι, καὶ συνθλίψας τὸ στράτευμα μὴ προαγέτω μήτε δεικνύτω τοῖς ἀντεστρατοπεδευκόσι, καὶ δὴ προκαλουμένοις εἰς μάχην μὴ ἐξαγέτω · δοκείτω δὲ καὶ δεδιέναι.
10.20πολλάκις γὰρ οἱ πολέμιοι καταφρονήσαντες ὡς ὀλίγων ὄντων τῶν ἐναντίων, ὄψει καὶ οὐκ ἐμπειρίᾳ στρατηγικῇ τὰ πράγματα κρίνοντες, ῥᾳθυμότερον ἀνεστράφησαν, ἀφυλάκτως καὶ ἀτάκτως τῆς ἰδίας προϊόντες παρεμβολῆς, ὡς οὐ τολμησόντων σφίσι τῶν πολεμίων ἐπεξελεύσεσθαι, ἢ καὶ τῷ χάρακι περιστάντες πολιορκοῦσιν ἀπροσδόκητοι τοῦ μέλλοντος ἐκχυθήσεσθαι πλήθους · ἡ δ’ἀνελπιστία τῶν δεινῶν ἀμελεστέρους ἐποίησε τοὺς στρατιώτας. ἔνθα δεῖ τὸν καιρὸν ἁρπάσαντα κατὰ πολλὰς ἐκδραμόντα τοῦ χάρακος πυλίδας ἐν τάξει τῶν ὑποκειμένων ἀνδρείως ἔχεσθαι πραγμάτων.
10.21ὁ δὲ εἰδὼς οὕτως στρατηγεῖν εἴσεται, κα- κἂν ὑπὸ τῶν πολεμίων ἐν τοῖς αὐτοῖς καταστρατηγῆται, καὶ δρᾶσαί τι φρόνιμος ἔσται καὶ φυλάξασθαι προμηθής · ἐξ ὧν γὰρ αὐτὸς εἴσεται, τί δεῖ ποιεῖν, ἐκ τούτων ἑτέρου ποιοῦντος γνώσεται, τί χρὴ μὴ παθεῖν · αἱ γὰρ ἴδιαι πρὸς τὸ λυπεῖν ἐμπειρίαι καὶ τὰς τῶν πέλας ἐπινοίας τεκμαίρονται.
10.22προάγειν δ’εἰ δέοι νύκτωρ ἢ μεθ’ἡμέραν ἐπί τι τῶν ἀπορρήτων, ἢ φρούριον ἢ πόλιν ἢ ἄκρα ἢ παρόδους καταληψόμενον ἤ τι τῶν ἄλλων δράσοντα, ἃ διὰ τάχους λαθόντα τοὺς πολεμίους, ἄλλως δ’οὐκ ἔστι πρᾶξαι, μηδενὶ προλεγέτω, μήτ’ἐπὶ τί μήτε τί ποιήσων ἄγει τὴν στρατιάν, εἰ μή τισι τῶν ἡγεμόνων ἀναγκαῖον εἶναι νομίζοι προειπεῖν.
10.23γενόμενος δ’ἐπ’αὐτῶν τῶν τόπων ἐγγὺς ὄντος τοῦ παρ’ὃν δρᾶσαί τι δεῖ καιροῦ διδότω τὸ παράγγελμα καὶ τί δεῖ πράττειν σημαινέτω · ταχὺ δὲ τοῦτο ἔστω καὶ δι’ὀλίγης ὥρας · ἅμα γὰρ οἱ ἡγεμόνες ἀκούουσι καὶ οἱ ὑποτεταγμένοι τούτοις ἴσασιν.
10.24ἄφρων δὲ καὶ ἀτελής, ὅστις ἂν πρὸ τοῦ δέοντος εἰς τὸ πλῆθος ἀνακοινώσηται τὴν πρᾶξιν · οἱ γὰρ πονηροὶ μάλιστα περὶ τοὺς τοιούτους αὐτομολοῦσι καιρούς, παρ’οὓς ἐροῦντές τι καὶ μηνύσοντες οἴονται τιμῆς καὶ δωρεᾶς τεύξεσθαι παρὰ τῶν πολεμίων · οὐκ ἔστιν δ’ἀφ’οὗ στρατεύματος οὐκ ἀποδιδράσκουσι πρὸς ἀλλήλους δοῦλοίτε καὶ ἐλεύθεροι κατὰ πολλὰς προφάσεις, ἃς ἀνάγκη παρέχεσθαι πόλεμον.
10.25μήτε δὲ εἰς πορείαν ἐξαγέτω τὸ στράτευμα μήτε πρὸς μάχην ταττέτω, μὴ πρότερον θυσάμενος · ἀλλ’ἀκολουθούντων αὐτῷ θύται καὶ μάντεις. ἄριστον μὲν γὰρ καὶ αὐτὸν ἐμπείρως ἐπισκέπτεσθαι δύνασθαι τὰ ἱερά · ῥᾷστόν γε μὴν ἐν τάχει μαθεῖν ἐστιν καὶ αὐτὸν αὑτῷ σύμβουλον ἀγαθὸν γενέσθαι.
10.26γενομένων δὴ καλῶν τῶν ἱερῶν ἀρχέσθω πάσης πράξεως καὶ καλείτω τοὺς ἡγεμόνας πάντας ἐπὶ τὴν ὄψιν τῶν ἱερῶν, ἴνα θεασάμενοι τοῖς ὑποταττομένοις θαρρεῖν λέγοιεν ἀπαγγέλλοντες, ὡς οἱ θεοὶ κελεύουσι μάχεσθαι · πάνυ γὰρ ἀναθαρροῦσιν αἱ δυνάμεις, ὅτ’ἂν μετὰ τῆς τῶν θεῶν γνώμης ἐξιέναι νομίζωσιν ἐπὶ τοὺς κινδύνους · αὐτοὶ γὰρ ὀπιπεύονται κατ’ἰδίαν ἕκαστος καὶ σημεῖα καὶ φωνὰς παρατηροῦσιν, ἡ δ’ὑπὲρ πάντων καλλιέρησις καὶ τοὺς ἰδίᾳ δυσθυμοῦντας ἀνέρρωσεν.
10.27ἐὰν δ’ἐπὶ το- τοὐναντίον τὰ ἱερὰ γένηται, μένειν ἐπὶ τῶν αὐτῶν, κα- κἂν σφόδρα τι ἐπείγῃ, πᾶν ὑπομένειν τὸ δύσχρηστον — οὐθὲν γὰρ δύναται παθεῖν χεῖρον, ὧν προμηνύει τὸ δαιμόνιον —, ὡς, ἄν γέ τι κρεῖττον ἔσεσθαι μέλλῃ τῶν παρόντων, ἀνάγκη καλλιερεῖν, θύεσθαι δὲ τῆς αὐτῆς ἡμέρας πολλάκις · ὥρα γὰρ μία καὶ ἀκαρὴς χρόνος ἢ φθάσαντας ἐλύπησεν ἢ ὑστερήσαντας.
10.28καί μοι δοκεῖ τὰς κατ’οὐρανὸν ἀστέρων κινήσεις καὶ ἀνατολὰς καὶ δύσεις καὶ σχημάτων ἐγκλίσεις τριγώνων καὶ τετραγώνων καὶ διαμέτρων ἡ θυτικὴ διὰ σπλάγχνων ἀλλοιομόρφῳ θεωρίᾳ προσημαίνειν, ὧν αἱ παρὰ μικρὸν διαφοραὶ καὶ δυνάμεις καὶ ἀποθειώσεις ἐν ἡμέρᾳ μιᾷ μᾶλλον δὲ ὥρᾳ καὶ βασιλεῖς ἐποίησαν καὶ αἰχμαλώτους.
11.1ἐπειδὴ δὲ πολλάκις θυομένοις ὡς μὲν εἰς μάχην καλὰ γίγνεται τὰ ἱερά, διὰ δὲ μάχης ὅλον ἐνίοτε στρατευμάτων ὄλεθρον προσημαίνει, τῶν ἀναγκαιοτάτων ἡγοῦμαι περὶ τούτου φράσαι.
11.2τῆς γὰρ συμπάσης οἰκουμένης πολλὰς καὶ παντοίας εἶναι συμβέβηκεν ἰδέας τόπων, ἄδηλον δέ, ἐν ὁποίοις ἕκαστοι πολεμήσουσιν · καὶ τῆς μὲν σφῶν αὐτῶν ἐμπειρίαν ἔχουσι χώρας ἄνθρωποι, τὴν δ’ἀλλοτρίαν οὐκ ἴσασι.
11.3πολλάκις δ’εἰ στρατηγὸς ἀκούσας μιᾶς ἡμέρας ὁδὸν ἀπέχειν τοὺς πολεμίους ἀναστήσας ἄγει τὸν στρατόν, ἐπειγόμενος διὰ μάχης ἐλθεῖν τοῖς πολεμίοις, τῶν δ’ὑποχωρούντων ἐπίτηδες καὶ μὴ μενόντων, ὡς κατορρωδοῦσιν ἕπεται, τῶν δὲ τα- ταὐτὸ τοῦτο ποιούντων, ἕως ἔλθωσιν εἰς δυσχωρίας καὶ περικεκλεισμένους ὄρεσι τόπους, ἐπίκειται μηδὲν ὑφορώμενος, εἶτα ἐμβαλὼν εἰς τοὺς τόπους ὑπὸ τῶν πολεμίων ἀπεκλείσθη τῆς εἰσβολῆς, ᾗ τὸ στράτευμα εἰσῆλθε, καὶ καταλαβόμενοι τάςτε εἰς το- τοὔμπροσθεν διόδους καὶ κύκλῳ τὰ μετέωρα πάντα κατασχόντες, ὥσπερ ἐν ζωγρείῳ τινὶ συνεπέδησαν μὲν τοὺς πολεμίους, ὁ δὲ παριὼν μὲν ὑπὸ τῆς ὁρμῆς ἐφέρετο δοκῶν ἐπικεῖσθαι φυγομαχοῦσι τοῖς πολεμίοις, οἷς προσελθὼν οὐκ ἔγνω, μετὰ δὲ ταῦτα περιβλεψάμενος τάτε πρόσω καὶ ὀπίσω καὶ παρὰ πλευράν, καὶ πάντα πλήρη θεασάμενος πολεμίων ἢ συνηκοντίσθη μετὰ τοῦ στρατεύματος, ἢ ἀπομάχεσθαι μὴ δυνάμενος καὶ μὴ παραδιδοὺς λιμῷ διέφθειρεν πάντας, ἢ παραδοὺς κυρίους ἐποίησε τοὺς πολεμίους τοῦ ὅ τι βούλονται διαθεῖναι.
11.4δεῖ τοίνυν τὰς ὑποχωρήσεις ὑφορᾶσθαι τῶν πολεμίων καὶ μὴ ἀπειροκάλως ἕπεσθαι καὶ περιβλέπεσθαι δὲ μᾶλλον τοὺς τόπους ἢ τοὺς πολεμίους καὶ δι’ὧν ἄγει χωρίων ὁρᾶν, ἐπιλογίζεσθαι δ’ὅτι ταύτῃ πάλιν ὑποστρέψαι δεῖ, καὶ ἤτοι μη δ’εἰσβάλλειν, ἀλλ’ἀποτρέπεσθαι τῆς πορείας, ἢ εἰσβάλλοντα προορᾶν καὶ εἰς τὰς ὑπερβολὰς καὶ τοὺς συνάπτοντας αὐχένας τῶν ὀρῶν ἀπολείπειν τοὺς παραφυλάττοντας, ἵν’ἀσφαλής σφισιν ἡ ἀνακομιδὴ γίγνηται.
11.5ταῦτα δ’εἰρήσθω καὶ τοῦ καταστρατηγεῖν οὕτως εἵνεκα καὶ τοῦ μὴ καταστρατηγεῖσθαι · καλὸν μὲν γὰρ καὶ τὸ λαβεῖν οὕτω δύνασθαι πολεμίους, ἀναγκαῖον δὲ τὸ μὴ ληφθῆναι.
11.6προσιέσθω δὲ καὶ πάντα τὸν βουλόμενόν τι ἀπαγγέλλειν καὶ δοῦλον καὶ ἐλεύθερον καὶ νύκτωρ καὶ μεθ’ἡμέραν καὶ ἐν πορείᾳ καὶ ἐν κατασκηνώσει καὶ ἀναπαυόμενος καὶ ἐπὶ λουτροῦ καὶ ἐπὶ τροφῆς · οἱ γὰρ ἀναβαλλόμενοι καὶ δυσπρόσιτοι καὶ τοῖς ὑπηρέταις τοὺς προσιόντος ἀνακόπτειν κελεύοντες πολλῶν καὶ μεγάλων εἰκότως διαμαρτάνουσι πραγμάτων, ἢ καὶ τοῖς ὅλοις ῥᾳθυμοῦντες σφάλλονται · πολλάκις γὰρ ἐν ὀξεῖ τὸ δυνάμενον καιρῷ φθασθῆναι πάρεισίν τινες μηνύοντες.
12.1ἀντιστρατοπεδεύων δὲ πολεμίῳ χάρακι μη δὲ τῆς κατὰ καιρὸν ἀριστοποιΐας ἀμελείτω · ἐὰν μὲν γὰρ ἐφ’ἑαυτῷ νομίζῃ τὸ ὅτε βούλεται τὸ στράτευμα πρὸς μάχην ἐκτάττειν εἶναι, καὶ ἡνίκα ἂν ἐθέλῃ, παραγγελλέτω ταῖς δυνάμεσιν ἀριστοποιεῖσθαι · ἐὰν δὲ εἰς τοσαύτην ἀνάγκην ἐληλυθὼς τυγχάνῃ διά τινας τόπους ἢ χάρακος ἀσθένειαν ἤ τινας ἄλλας αἰτίας, ὥστ’ἐπὶ τοῖς πολεμίοις ἀπολελεῖφθαι τὸ ἐξάγειν ὁπότε προαιροῦνται καὶ τὴν ἀνάγκην σφίσιν ἐπιτιθέναι τοῦ τὰ ὅπλα λαμβάνειν καὶ ἀντιπαρατάττεσθαι, μὴ ὀκνείτω καὶ ἕωθεν ἀριστοποιεῖσθαι σημαίνειν, μὴ φθάσωσιν νήστισιν ἐπιθέντες οἱ πολέμιοι τὴν ἀνάγκην τοῦ μάχεσθαι.
12.2καὶ τὸ σύνολον οὐκ ἐν μικρῷ θετέον οὐ δὲ παρορατέον τὴν τῶν τοιούτων πρόνοιαν · ἐμφαγόντες γὰρ στρατιῶται μετρίως, ὥστε μὴ πολὺν ἐνφορτίσασθαι τῇ γαστρὶ κόρον, δυναμικώτεροι πρὸς τὰς μάχας εἰσίν · πολλάκις καὶ παρὰ τοῦθ’ἡττήθη στρατόπεδα τῆς ἰσχύος ἐλλειπούσης διὰ τὴν ἔνδειαν, ὅταν μὴ ἐν ὀξεῖ καιρῷ κρίνηται τὰ τῆς μάχης, ἀλλὰ δι’ἡμέρας ὅλης λαμβάνῃ τὸ τέλος.
13.1ὅτ’ἂν δέ τις ἐμπέσῃ δυσθυμία στρατεύμασι καὶ φόβος ἢ συμμαχίας τοῖς πολεμίοις ἀφιγμένης ἢ προτερήματός σφισι γεγονότος, ὁ στρατηγὸς τότε δὴ μάλιστα τοῖς στρατιώταις ἱλαρὸς καὶ γεγηθὼς καὶ ἀκατάπληκτος φαινέσθω.
13.2αἱ γὰρ ὄψεις τῶν ἡγεμόνων συμμετασχηματίζουσι τὰς ψυχὰς τῶν ὑποταττομένων, καὶ στρατηγοῦ μὲν εὐθυμουμένου καὶ ἱλαρὸν βλέποντος ἀναθαρρεῖ καὶ τὸ στρατόπεδον ὡς οὐδενὸς ὄντος δεινοῦ, κατεπτηχότος δὲ καὶ λυπουμένου συγκαταπίπτουσι ταῖς διανοίαις ὡς μεγάλου σφίσι κακοῦ προφαινομένου.
13.3διὸ χρὴ πλέον τῷ σχήματι τοῦ προσώπου στρατηγεῖν τὴν τοῦ πλήθους εὐθυμίαν ἢ τοῖς λόγοις παρηγορεῖν · λόγοις μὲν γὰρ πολλοὶ καὶ ἠπίστησαν ὡς τοῦ καιροῦ πεπλασμένοις εἵνεκεν, ὄψιν δὲ θαρσοῦσαν ἀνυπόκριτον εἶναι νομίζοντες ἐπιστώσαντο τὴν ἀφοβίαν · ἀγαθὴ δὲ ἡ ἐξ ἀμφοῖν ἐπιστήμη τοῦτε εἰπεῖν, ἃ δεῖ, καὶ ὀφθῆναι, ὁποῖον δεῖ.
14.1καθάπερ γε μὴν ἐν καιρῷ στρατεύματος ἀναθάρσησις ὤνησεν, οὕτως καὶ φόβος ὠφέλησεν. ὅτ’ἂν γὰρ ῥᾳθυμῇ στρατόπεδον καὶ ἀπειθέστερον ᾖ τοῖς ἡγουμένοις, τὸν ἀπὸ τῶν πολεμίων ὑποσημαίνειν δεῖ κίνδυνον, οὐχ ἥκιστα φοβεροποιοῦντα τὴν ἐκείνων ἐφεδρείαν · οὐ γὰρ δειλοὺς ἔσται ποιεῖν οὕτως, ἀλλὰ ἀσφαλεῖς · ἐν μὲν γὰρ ταῖς δυσθυμίαις θαρρεῖν ἀναγκαῖον, ἐν δὲ ταῖς ῥᾳθυμίαις φοβεῖσθαι · τοὺς μὲν γὰρ δειλοὺς ἀνδρείους ποιεῖ, τοὺς δὲ θρασεῖς προμηθεῖς.
14.2ἀμφότερα δὲ συμβαίνει στρατοπέδοις, καὶ οὕτως καταπεπλῆχθαι πολεμίους ὥστε μηδὲν ἐθέλειν τολμᾶν, καὶ οὕτως καταφρονεῖν ὥστε μηδὲν φυλάττεσθαι · πρὸς ἑκάτερον δὲ δεῖ τὸν στρατηγὸν ἡρμόσθαι καὶ εἰδέναι, πότε δεῖ τα- τἀντίπαλα ταπεινὰ καὶ λόγῳ καὶ σχήματι ποιεῖν, καὶ πότ’αὐτὰ δεινὰ καὶ φοβερώτερα.
14.3μελλούσης δὲ μάχης, ὅτε ἄδηλον ἔχοντα τὰ στρατεύματα τὴν κρίσιν τοῦ πολέμου διατετάρακται τῷ φόβῳ, δυνηθείς πῃ λαβεῖν αἰχμαλώτους ὁ στρατηγὸς ἢ ἀπὸ ἐνέδρας ἢ διακροβολισάμενος ἢ καὶ ἀποστατοῦντας τῆς ἰδίας παρεμβολῆς, εἰ μέν τινας γενναίους τοῖς φρονήμασι καὶ τοῖς σώμασι καταμάθοι, τούτους ἢ ἀποκτεινάτω παραχρῆμα λαβὼν ἢ δήσας παραδότω τοῖς ἐπὶ ταῦτα τεταγμένοις φυλάττειν κελεύσας, ὅπως μὴ πολλοὶ θεάσωνται τοὺς ἄνδρας, εἰ δὲ ἀσθενεῖς καὶ ἀγεννεῖς καὶ μικροψύχους, ἔτι καὶ προαπειλήσας σφίσιν ἐπὶ τῆς ἰδίας σκηνῆς καὶ προδουλώσας σφῶν τῷ φόβῳ τὰς ψυχὰς εἰς τὰ πλήθη προαγέτω δακρύοντας καὶ δεομένους, ἅμα λέγων καὶ ἐνδεικνύμενος τοῖς στρατιώταις, ὡς ἀγεννεῖς καὶ ταπεινοὶ καὶ οὐδενὸς ἄξιοι, καὶ ὡς πρὸς τοιούτους ἐστὶν ἄνδρας αὐτοῖς ἡ μάχη δεδιότας οὕτως τὸν θάνατον, ἁπτομένους γονάτων καὶ προκυλιομένους τῶν ἑκάστου ποδῶν.
14.4ἐπαναθαρρεῖ γὰρ ἐπὶ τούτοις ὁ στρατὸς ἤδη προκατανενοηκὼς τῶν πολεμίων ὄψειςτε καὶ πάθη ψυχῆς · ἀεὶ γάρ, ὃ μηδέπω τις ἑώρακεν, ἐλπίζει μεῖζον γενήσεσθαι τῆς ἀληθείας, ἔτι καὶ τῷ τοῦ μέλλοντος φόβῳ τὴν ἐλπίδα μετρεῖ πρὸς τὸ χαλεπώτερον.
15.1τάξις δ’οὐ μία πολέμου, πολλαὶ δὲ καὶ διάφοροι καὶ παρὰ τοὺς ὁπλισμοὺς καὶ παρὰ τοὺς στρατευομένους καὶ παρὰ τοὺς τόπους καὶ παρὰ τοὺς ἀντιπολέμους, ὧν τὰς διαφορὰς ὁ στρατηγὸς ἐπ’αὐτῶν εἴσεται τῶν καιρῶν · ἃ δ’ἂν οὐχ ἥκιστα πολλαῖς ἁρμόζοι παρατάξεσι δίχα τῶν ἐπ’αὐτῶν τῶν πραγμάτων ἀνάγκην ἐχουσῶν νοεῖσθαι, ταῦθ’ὡς ἐν κεφαλαίῳ δίειμι.
16.1ἱππεῖς μὲν δὴ στρατηγὸς οὐχ οὕτως, ὡς βούλεται, μᾶλλον δ’ὡς ἀναγκάζεται, τάξει · πρὸς γὰρ τὸ ἀντιπόλεμον ἱππικὸν καὶ τὸ ἴδιον στήσει. ταττέτω δ’ὡς τὰ πολλὰ κατὰ τὰς ἐκ παρατάξεως μάχας ἐπὶ κέρως, ἵνα καὶ κατὰ πρόσωπον καὶ ἐκ πλαγίων προσβάλλοντες καὶ τόπῳ μείζονι χρώμενοι, μεθ’οὓς οὐκ ἔτ’ἄλλοι τεταγμένοι τυγχάνουσιν, ἔχωσιν ἀποχρῆσθαι τῇ τῆς ἱππικῆς ἐπιστήμῃ.
17.1ψιλοὺς δέ, ἀκοντιστὰς καὶ τοξότας καὶ σφενδονήτας, πρώτους πρὸ τῆς φάλαγγος τάξει · κατόπιν μὲν γὰρ ὄντες πλείονα κακὰ διαθήσουσι τοὺς ἰδίους ἢ τοὺς πολεμίους, ἐν μέσοις δ’αὐτοῖς ἄπρακτον ἕξουσι τὴν ἰδίαν ἐμπειρίαν, οὔθ’ὑποχωρεῖν ἀνὰ πόδα δυνάμενοι κατὰ τὴν ἀνάτασιν τῶν ἀκοντίων, οὔτ’ἐξ ἐπιδρομῆς βαλεῖν προηγουμένων ἄλλων καὶ παρὰ ποσὶν ὄντων, οὐ δὲ μὴν οἱ σφενδονῆται κυκλόσε τὸν δῖνον ἀποτελεῖν τῆς σφενδόνης παρὰ πλευρὰν ἑστώτων φιλίων ὁπλιτῶν καὶ πρὸς τὸν ῥόμβον ἀντιπταιόντων, οἵτε τοξόται προϊόντες μὲν τῶν ἄλλων εἰς αὐτὰ τὰ σώματα καὶ κατὰ σκοπὸν ἐκτοξεύουσι τὰ βέλη, μετὰ δὲ τοὺς λόχους ἢ ἐν αὐτοῖς μέσοις ὄντες εἰς ὕψος τοξεύουσιν, ὥστε πρὸς μὲν τὴν ἄνω φορὰν τόνον ἔχειν τὸ βέλος, αὖθις δέ, κα- κἂν κατὰ κεφαλῆς πίπτῃ τῶν πολεμίων, ἐκλελύσθαι καὶ μὴ πάνυ τι λυπεῖν τοὺς ἐχθρούς.
18.1εἰ δὲ συμβαίνοι γίγνεσθαι τὴν μάχην ἐν χωρίοις τινὰς μὲν χθαμαλούς τινας δὲ βουνοειδεῖς ἔχουσι τόπους, τότε δὴ μάλιστα τοὺς ψιλοὺς ἐν τοῖς τραχέσιν ταττέτω, καὶ δή, κα- κἂν αὐτὸς τὰ πεδινὰ κατειλημμένος ᾖ, τῶν δὲ πολεμίων μέρη τινὰ τῆς φάλαγγος ὀχθώδεις διακατέχῃ τόπους, κατὰ τούτους ἐπαγέτω τοὺς ψιλούς · ῥᾷόντε γὰρ βαλόντες ὑποχωροῦσιν ἀπὸ τῶν τραχέων, ῥᾷστάτε τοῖς ἀνάντεσιν ἐπαναθέουσιν, ἂν ἐλαφροὶ τυγχάνωσιν.
19.1ἔστω δὲ διαστήματα κατὰ τὰς τάξεις, ἵν’, ἐπειδὰν ἐκκενώσωσιν ἔτι προαγόντων τῶν πολεμίων τὰ βέλη, πρὶν εἰς χεῖρας ἐλθεῖν τὰς φάλαγγας ἐπιστρέψαντες ἐν κόσμῳ διεξίωσιν μέσην τὴν φάλαγγα καὶ ἀταράχως ἐπὶ τὴν οὐραγίαν ἀποκομισθῶσιν · οὔτε γὰρ κυκλεύειν αὐτοὺς ἅπαν τὸ στράτευμα καὶ κάμπτειν κατὰ κέρας ἀσφαλές ἐστι — τάχα γάρ που φθάσουσιν αὐτοὺς ἐν τούτῳ συμμίξαντες οἱ πολέμιοι καὶ μέσους ἀπολαβόντες —, οὔτε διὰ τῶν πεπυκνωμένων βιάζεσθαι, καὶ εἰς τὰ ὅπλα ἐμπίπτοντας τάραχον ἐμποιεῖν ταῖς τάξεσιν ἄλλου πρὸς ἄλλον ἐνσείοντος.
19.2αἱ δὲ κατὰ κέρας ἔφοδοι τῶν ψιλῶν πλείονα λυμαίνονται τοὺς πολεμίους, ἐκ πλαγίων ἀκοντιζόντων καὶ εἰς τὰ γυμνὰ παραβιαζομένων παίειν.
19.3ἡ δὲ τῆς σφενδόνης ἄμυνα χαλεπωτάτη τῶν ἐν τοῖς ψιλοῖς ἐστιν · ὅτε γὰρ μόλιβδος ὁμόχρους ὢν τῷ ἀέρι λανθάνει φερόμενος, ὥστ’ἀπροοράτως ἀφυλάκτοις τοῖς τῶν πολεμίων ἐμπίπτειν σώμασιν, αὐτῆςτε τῆς ἐμπτώσεως σφοδρᾶς οὔσης καὶ ὑπὸ τοῦ ῥοίζου τριβόμενον τῷ ἀέρι τὸ βέλος ἐκπυρωθὲν ὡς βαθυτάτω δύεται τῆς σαρκός, ὥστε μη δ’ὁρᾶσθαι, ταχὺ δὲ καὶ τὸν ὄγκον ἐπιμύειν.
20.1εἰ δὲ αὐτὸς μὲν ἐνδεὴς εἴη τῆς τῶν ψιλῶν συμμαχίας, οἱ δὲ πολέμιοι ταύτῃ πλεονεκτοῖεν, οἱ μὲν πρωτοστάται πυκνοὶ πορευέσθων ἔχοντες ἀνδρομήκεις θυρεούς, ὥστε σκέπειν ὅλα τὰ σώματα τοῖς μήκεσιν, οἱ δὲ μετὰ τούτους καὶ οἱ κατόπιν τούτων ἄχρι τῶν τελευταίων ὑπὲρ κεφαλῆς ἀράμενοι τοὺς θυρεοὺς τέως ἐχόντων, ἄχρι ἂν ἐντὸς γένωνται βέλους · οὕτως γάρ, ὡς εἰπεῖν, κεραμωθέντες οὐθὲν πείσονται δεινὸν ὑπὸ τῶν ἑκηβόλων.
20.2εἰ δὲ παρ’ἑκατέροις ἡ τῶν ψιλῶν εἴη βοήθεια, πρῶτοι πρὸ τῆς ἐκ χειρὸς μάχης ἀκροβολιζέσθων τοῖς ἀντιπάλοις, ἢ μετὰ τὴν συμπλοκὴν τῆς φάλαγγος ἐκ πλαγίων ἐπιθέοντες ἀποχρήσθων τοῖς βέλεσιν · συνελαύνονται γὰρ εἰς ὀλίγον καὶ οὐχ ἧττον θορυβοῦνται τοῖς τοιούτοις ἀμυντηρίοις.
21.1τὰς δὲ κυκλώσεις φυλάττεσθαι βουλόμενος μήθ’οὕτως ἐπὶ μῆκος ἐκτεινέτω τὴν δύναμιν, ὥστε πάμπαν ἀσθενῆ καὶ ἀβαθῆ ποιῆσαι τὴν φάλαγγα — ταχὺ γάρ που συμβαίνει τοὺς πολεμίους διαρρήξαντας αὐτὴν δίοδον ποιεῖσθαι, καὶ μηκέτι παρὰ κέρας ἐνεργεῖν ταῖς κυκλώσεσιν, ἀλλὰ διεκπεσόντας μέσους κατὰ νώτου γίγνεσθαι τῶν ἐναντίων · τὸ δὲ αὐτὸ μὴ μόνον φυλαττέσθω παθεῖν, ἀλλὰ καὶ ζητείτω ποιεῖν, ἐὰν ἀσθενῆ καὶ λεπτὴν κατανοήσῃ τὴν τῶν πολεμίων φάλαγγα —, μήθ’οὕτως ἐπ’οὐρὰν συστελλέτω τὴν παράταξιν εἰς πολὺ βάθος ὑποστέλλων, ὥστ’ἐκ τοῦ ῥᾴστου τοὺς πολεμίους ὑπερκεράσαντας ἐντὸς αὐτὴν λαβεῖν.
21.2ἰσχυροποιείτω μέντοι γε τὴν οὐραγίαν καὶ τοὺς παρὰ πλευρὰν τῶν κεράτων μὴ ἔλαττον τῶν πρωτοστατῶν · οὐχ ἧττον γὰρ ἀποκωλύουσιν οἱ κατ’οὐρὰν τὰς κυκλώσεις τῶν ἐπὶ κέρας ἐκτεινομένων, ἐὰν ἤτοι φθάσας ὁ στρατηγὸς τὸ μέλλον ἁπλώσας τὴν οὐραγίαν καὶ παρὰ τὰ κέρατα τῆς φάλαγγος ἀναβιβάσας ἑκατέρωθεν παραστήσῃ τοὺς κατόπιν εἰς τὸ πρόσωπον τῶν πολεμίων, ἢ καὶ παραγγείλῃ τοῖς ἐφθασμένοις ἤδη κυκλωθῆναι τὰ νῶτα τοῖς τῶν προηγουμένων νώτοις ἐγκλίνοντας ἀμφίστομον ποιεῖσθαι τὴν μάχην.
21.3ἀγχίνους μὲν στρατηγός τις πολλοὺς ὁρῶν τοὺς πολεμίους αὐτὸς ἐλάττοσι στρατιώταις μέλλων κινδυνεύειν ἐξελέξατο καὶ ἐπετήδευσε τοιούτων ἐπιτυχεῖν τόπων, ἐν οἷς ἢ παρὰ ποταμίαν ὀφρὺν ταξάμενος ἀπωθεῖται ταύτῃ τὴν κύκλωσιν τῶν πολεμίων, ἢ παρώρειαν ἐκλεξάμενος αὐτοῖς τοῖς ὄρεσιν ἀποκλείσει τοὺς ὑπερκεράσαι βουλομένους, ὀλίγους ἐπιστήσας ἐπὶ τῶν ὑψηλῶν τοὺς ἀποκωλύσοντας ὑπὲρ κεφαλὴν ἀναβάντας γίγνεσθαι τοὺς πολεμίους.
21.4οὐ μὴν ἡ στρατηγικὴ φρόνησις ἐνταῦθα συλλαμβάνεται μόνον, ἀλλὰ καὶ ἡ τύχη · δεῖ γὰρ ἐπιτυχεῖν τοιούτων χωρίων · οὐ γὰρ αὑτῷ γε κατασκευάσασθαι δυνατὸν τοὺς τόπους · τῶν ὄντων μέντοι τοὺς ἀμείνους ἐκλέξασθαι καὶ τοὺς συνοίσοντας ἐννοῆσαι φρονίμου.
21.5πολλάκις δὲ εἰώθασιν οἱ μεγάλῃ δυνάμει καὶ πολυάνδρῳ κεχρημένοι μηνοειδὲς σχῆμα ποιήσαντες τῆς παρατάξεως ἐπιέναι, νομίζοντες ὅτι προσάγονται τοὺς πολεμίους καὶ κατ’ἄνδρα βουλομένους συνάπτειν, εἶτα κατὰ τὸ ἡμικύκλιον εἰς ὁδὸν κυρτουμένους ἐναπολήψονται τῷ περιέχοντι κόλπῳ, τὰς ἰδίας κεραίας ἐπισυνάπτοντες ἀλλήλαις εἰς κύκλου σχῆμα.
21.6πρὸς οὓς ἀντεπακτέον οὐχ ὧδε · τριχῇ δὲ διελὼν τὴν ἰδίαν δύναμιν τῶν μὲν δυεῖν ἑκατέρῳ μέρει κατὰ κέρας προσβαλλέτω τοῖς πολεμίοις, τῷ δὲ ἑνί, τοῖς εἰς τὸν μέσον κόλπον τοῦ μηνοειδοῦς ἀντιπαρατεταγμένοις, ἐναντίος ἑστάτω καὶ μὴ προαγέτω · ἢ γὰρ μένοντες ἐπὶ τοῦ κυκλοειδοῦς σχήματος οἱ κατὰ μέσην τὴν φάλαγγα τεταγμένοι τῶν ἐχθρῶν ἄπρακτοι μηδὲν δρῶντες ἑστήξονται, ἢ προϊόντες εἰς το- τοὔμπροσθεν, εἰ βούλοιντο προάγειν φαλαγγηδὸν εἰς εὐθεῖαν ἐκ τοῦ σιγματοειδοῦς ἁπλούμενοι σχήματος, ἀλλήλους ἐκθλίψουσι καὶ λύσουσι τὴν τάξιν — τῶν γὰρ ἐπὶ κέρως ἐπὶ τῆς αὐτῆς μενόντων χώρας καὶ μαχομένων οὐχ οἷόντε τὸ ἡμικύκλιον εἰς εὐθεῖαν ἀνελθεῖν — · ἔνθα δὴ τεταραγμένων αὐτῶν καὶ λελυκότων τὴν τάξιν τῷ τρίτῳ τάγματι καὶ ἐφέδρῳ προσβαλλέτω τοῖς ἀπὸ τοῦ μέσου κυρτώματος προάγουσιν ἀτάκτως εἰς το- τοὔμπροσθεν.
21.7ἐὰν δὲ διαμένωσιν ἐπὶ τοῦ κοίλου σχήματος, τοὺς ψιλοὺς καὶ ἑκηβόλους ἔνθα κατ’ἀντικρὺ ταττέτω ·
21.8βάλλοντες γὰρ αὐτοὺς πολλὰ λυπήσουσιν. οὐ μὴν ἀλλὰ καὶ εἰ λοξῇ πάσῃ τῇ ἰδίᾳ φάλαγγι προσβάλλει κατὰ τα- θάτερον κέρας τῶν πολεμίων, οὐκ ἂν ἁμάρτοι πρὸς τὴν ἐκ τοῦ μηνοειδοῦς σχήματος κύκλωσιν οὕτως ἀντεπιών · ἐπὶ πολὺ γὰρ οἱ ἐξ ἐναντίας εἰς χεῖρας ἰέναι πανστρατιᾷ κωλυόμενοι κατ’ὀλίγους κερασθήσονται, τῶν ἐπὶ τα- θατέρου κέρως μόνων μαχομένων, οἳ καὶ πρῶτοι κατ’ἀνάγκην συμμίξουσι διὰ τὴν λοξὴν ἔφοδον.
21.9οὐκ ἄχρηστον δέ ποτε καὶ ἀντιπαραταξάμενον ὑπὸ πόδα τῷ στρατεύματι χωρεῖν, ὡς καταπεπληγμένον, ἢ καὶ ἐπιστρέψαντα παραπλησίαν φυγῇ ποιεῖσθαι τὴν ἐπιχώρησιν ἐν τάξει, εἶτ’αὖθις μεταβαλόμενον ἀντεπιέναι τοῖς ἐπιοῦσιν · ἐνίοτε γὰρ ὑπὸ χαρᾶς οἱ πολέμιοι δόξαντες φεύγειν τοὺς ἐναντίους λύσαντες τὰς τάξεις ἐπικέονται προπηδῶντες ἄλλων ἄλλοι, ἐφ’οὓς ἀκίνδυνον ἐπιστρέψαντας μάχεσθαι καὶ αὐτῷ τῷ παρ’ἐλπίδα τοῦ στῆναι θάρσει καταπληξαμένους εἰς φυγὴν αὖθις τοὺς πάλαι διώκοντας τρέπεσθαι.
22.1ἐχέτω δέ που καὶ στρατιώτας λογάδας ἰδίᾳ τεταγμένους ἀπὸ τῆς φάλαγγος ὥσπερ ἐφέδρους τοῦ πολέμου πρὸς τὰ καταπονούμενα μέρη τῆς δυνάμεως, ἵν’ἐξ ἑτοίμου τοὺς ἐπικουρήσοντας ἐπάγῃ · καὶ ἄλλως οὐκ ὀλίγον ὤνησαν ἀκμῆτες ἐπελθόντες ἤδη κεκοπιακόσι · τούςτε γὰρ τεταλαιπωρηκότας ἤδη τῶν φίλων ἀνέλαβον καὶ τοῖς πολεμίοις ἐκλελυμένοις ἀκμάζοντες ἐπέθεντο.
22.2γίγνοιτο δ’ἄν τι καὶ τούτου χρησιμώτερον, ἐκ τῆς παρατάξεως ἀπωτέρω σταδίοις, ὁπόσοις ἂν ἀποχρῆν αὐτῷ δοκῇ, ἐκπέμψαι μέρος τι τῆς αὑτοῦ στρατιᾶς ἀπροόρατον τοῖς πολεμίοις, παραγγείλας σφίσιν, ἐπειδὰν συμβάλῃ τοῖς ἐναντίοις, τότε πυθομένους παρὰ τῶν σκοπῶν ἀναστάντας ἐπείγεσθαι · καὶ μάλιστα τοῦτο ποιητέον, ὅταν προσδόκιμος οὖσα συμμαχία τοῦ καιροῦ καθυστερῇ · δόξαντες γὰρ οἱ πολέμιοι τούτους ἐκείνους εἶναι καὶ συμμάχους ποθὲν ἥκειν τοῖς ἐναντίοις, ἴσως ἂν ἔτι καὶ προσιόντων πρὶν ἢ συμμῖξαι τοὺς ἐπιβάλλοντας εἰς φυγὴν ὁρμήσαιεν, οὐ τοσοῦτον, ὅσον ἐστίν, ἀλλὰ πλεῖον ἐπιέναι πλῆθος νομίζοντες.
22.3ἄλλωςτε καὶ ἐν αὐτοῖς τοῖς δεινοῖς ἐπιφάνειαι πολεμίων ἀπειράστων ἐκπλήττουσι τὰς ψυχάς · προλαμβάνουσαι γάρ τι χεῖρον, οὗ πείσονται, φοβερώτερον ἐκδέχονται τὸ μέλλον.
22.4ἐκπληκτικωτάτη δ’, ἢ καὶ δραστικωτάτη μάλιστα πάντων, ἡ κατὰ νώτου τῶν πολεμίων αἰφνίδιος ἐπιβολή, εἴ πῃ δυνατὸν γένοιτο προεκπέμψαντι στρατιωτῶν σύνταγμα νύκτωρ ἐκπεριελθεῖν κελεῦσαι τοὺς πολεμίους, ἵνα κατόπιν αὐτῶν γένωνται πάντες, ὥστε ἕωθεν ἀναστάντας ἐκ τῆς ἐνέδρας μετὰ τὸ συμμῖξαι πρὸς μάχην τὰ στρατεύματα κατὰ τὴν οὐραγίαν ἐπιφαίνεσθαι τοῖς πολεμίοις · οὐ δὲ γὰρ φεύγουσιν ἂν ἔτι σφίσιν ἐλπὶς ἀπολείποιτο σωτηρίας, οὐ δ’εἰς το- τοὐπίσω δυναμένοις ἐπιστραφῆναι διὰ τοὺς ἐξ ἐναντίας μαχομένους, οὐ δ’εἰς τὸ πρόσω φέρεσθαι διὰ τοὺς κατόπιν ἐπικειμένους.
23.1καὶ δή ποτε παριππαζόμενος ἐμβοησάτω τοῖς φίλοις, εἰ μὲν ἐπὶ τοῦ δεξιοῦ τύχοι κέρως ὤν, “νικῶσιν ἇνδρες οἱ ἐπὶ τοῦ λαιοῦ τὸ δεξιὸν κέρας τῶν πολεμίων,” εἰ δ’ἐπὶ τοῦ λαιοῦ, νικᾶν λεγέτω τὸ φίλιον δεξιόν, ἐάντε καὶ κατ’ἀλήθειαν ᾖ τοῦτο γινόμενον ἐάντε μή · καὶ γὰρ δὴ τὸ ψεῦδος ἀναγκαῖον εἰπεῖν, ὅπου “μέγα νεῖκος ὄρωρεν” · οἷον βοῆσαι πάλιν αὖ μακρὰν ἀποστατοῦντος τοῦ τῶν πολεμίων ἡγεμόνος ἢ ἐπὶ τα- θατέρου κέρως ὄντος ἢ τὰ μέσα συνέχοντος τῆς φάλαγγος, “τέθνηκεν ὁ τῶν πολεμίων στρατηγὸς” ἢ “βασιλεύς,” ἢ ὅστις ἄν ποτε ᾖ.
23.2καὶ ταῦτα χρὴ βοᾶν οὕτως, ὥσθ’ἅμα καὶ τοὺς πολεμίους κατακούειν · οἵτε γὰρ φίλιοι τοὺς σφετέρους ἀκούοντες ἐπικυδεστέρους ἀναθαρροῦσι καὶ διπλάσιοι γίγνονται ταῖς προθυμίαις, οἵτε ἐχθροὶ τὰ σφῶν αὐτῶν ἐλαττώματα πυνθανόμενοι συγκαταπίπτουσι ταῖς διανοίαις, ὥστ’ἔστιν ὅτε καὶ εἰς φυγὴν ἅμα τῷ δέξασθαι τοιαύτην φήμην ὁρμᾶν.
23.3οὕτως πολλάκις συνήνεγκεν καὶ τοὺς φιλίους ἅμα τοῖς πολεμίοις ἐξαπατῆσαι, τοῖς μὲν τὰ κρείττω, τοῖς δὲ τὰ χείρω ψευδόμενον.
24.1φρονίμου δὲ στρατηγοῦ καὶ τὸ τάττειν ἀδελφοὺς παρ’ἀδελφοῖς, φίλους παρὰ φίλοις, ἐραστὰς παρὰ παιδικοῖς · ὅταν γὰρ ᾖ τὸ κινδυνεῦον τὸ πλησίον προσφιλέστερον, ἀνάγκη τὸν ἀγαπῶντα φιλοκινδυνότερον ὑπὲρ τοῦ πέλας ἀγωνίζεσθαι · καὶ δή τις αἰδούμενος μὴ ἀποδοῦναι χάριν ὧν εὖ πέπονθεν αἰσχύνεται καταλιπὼν τὸν εὐεργετήσαντα πρῶτος αὐτὸς ἄρξαι φυγῆς.
25.1πᾶν δὲ παράγγελμα καὶ σύνθημα καὶ παρασύνθημα διδότω διὰ τῶν ἡγεμόνων · ἐπιόντα γὰρ κηρύττειν ἅπασιν ἰδιώτου καὶ ἀπείρου κομιδῇ καθέστηκεν, καὶ χρόνος ἐν τῷ παραγγέλλειν ἀναλίσκεται, καὶ θόρυβος ὁμοῦ πάντων ἀλλήλους ἐρωτώντων · εἶθ’ὁ μὲν προσέθηκέ τι πλεῖον ὧν ὁ στρατηγὸς εἶπεν, ὁ δ’ἀφείλετο τοῦ ῥηθέντος παρὰ τὴν ἄγνοιαν.
25.2δεῖ δὲ τοῖς πρώτοις ἡγεμόσιν εἰπεῖν, ἐκείνους δὲ ἀπαγγεῖλαι τοῖς μετ’αὐτούς, εἶτα τούτους τοῖς κατόπιν, εἶθ’ἑξῆς ἄχρι τῶν τελευταίων, τοὺς πρώτους τοῖς ὑπὸ πόδα σημαίνοντας · οὕτως γὰρ ἐν τάχει καὶ μετὰ κόσμου καὶ μεθ’ἡσυχίας εἴσονται, παραπλησίου τοῦ παραγγέλματος τοῖς φρυκτωροῦσι γιγνομένου ·
25.3καὶ γὰρ ἐκείνων, ὅταν ὁ πρῶτος ἄρῃ τὸν φρυκτόν, ὁ δεύτερος τῷ μετ’αὐτὸν ἐπύρσευσεν, εἶθ’ὁ τρίτος τῷ τετάρτῳ, καὶ τέταρτος πέμπτῳ, καὶ πέμπτος ἕκτῳ καὶ καθ’ἕνα πάντες ἀλλήλοις, ὥστ’ἐν ὀξεῖ διὰ μήκους σταδίων τὸ σημανθὲν ὑπὸ τοῦ πρώτου πάντας ἐπιγνῶναι.
26.1τὸ δὲ παρασύνθημα μὴ διὰ φωνῆς λεγέσθω, ἀλλὰ διὰ σώματος γινέσθω, ἢ νεύματι χειρὸς ἢ ὅπλων συγκρούσει ἢ ἐγκλίσει δορατίου ἢ παραφορᾷ ξίφους, ἵνα μὴ μόνον γενομένης ποτὲ ταραχῆς πιστεύσωσι τῷ λεγομένῳ συνθήματι — τοῦτο γὰρ δύνανται καὶ πολέμιοι καταλαβέσθαι πολλάκις ἀκούοντες — ἀλλὰ καὶ τῷ παρασυνθήματι.
26.2χρησιμώτατον δέ που τοῦτο καὶ πρὸς τὰς ἑτερογλώσσους συμμαχίας τῶν ἐθνῶν · οὔτε γὰρ λέγειν οὔτε ξυνιέναι δυνάμενοι φωνῆς ἀλλοτρίας αὐτῷ τῷ παρασυνθήματι κρίνουσι τότε φίλιον καὶ τὸ πολέμιον. διδόσθω δὲ ταῦτα, κα- κἂν μὴ μάχεσθαι μέλλωσιν, ἐν ταῖς παρεμβολαῖς πρὸς τὰς ἀδήλους ταραχάς.
27.1παραγγελλέτω δὲ καὶ τὰς ὑποχωρήσεις ἐν τάξει ποιεῖσθαι καὶ τὰς διώξεις, ἵνα ἧττόντε σφαλλόμενοι βλάπτωνται μὴ κατ’ἄνδρα σποράδες ἐν ταῖς φυγαῖς ὑποπίπτοντες τοῖς πολεμίοις, πλέονάτε κατορθοῦντες βλάπτωσι κατὰ τάξεις καὶ λόχους ἰσχυρότεροι τοῖς φεύγουσιν ἐπιφαινόμενοι, πρὸς δὲ καὶ ἀσφαλέστεροι · πολλάκις γὰρ ἀτάκτως ἐπιφερομένους οἱ πολέμιοι θεασάμενοι συμφρονήσαντες αὖθις ἐκ μεταβολῆς αὐτῶν καταστάντες εἰς τάξιν παλίντροπον ἐποιήσαντο τὴν δίωξιν · ὅλως δὲ μηδέν σφισιν ἄμεινον εἶναι λεγέτω τοῦ μένειν ἐν τάξει μη δ’ἐπισφαλέστερον τοῦ λύειν.
28.1μεμελημένον δ’ἔστω τῷ στρατηγῷ λαμπρὸν ἐκτάττειν τὸ στράτευμα τοῖς ὅπλοις, ῥᾳδία δ’ἡ φροντὶς αὕτη παρακαλέσαντι τὰ ξίφη θήγειν καὶ τὰς κόρυθας καὶ τοὺς θώρακας σμήχειν · δεινότεροι γὰρ οἱ ἐπιόντες φαίνονται λόχοι τοῖς τῶν ὅπλων αἰθύγμασι, καὶ πολλὰ τὰ δι’ὄψεως δείματα προεμπίπτοντα ταῖς ψυχαῖς ταράττει τὸ ἀντιπόλεμον.
29.1ἐπαγέτω δὲ τὸ στράτευμα καὶ σὺν ἀλαλαγμῷ, ποτὲ δὲ καὶ σὺν δρόμῳ · καὶ γὰρ ὄψις καὶ βοὴ καὶ πάταγος ὅπλων ἐξίστησι τὰς τῶν ἐναντίων διανοίας.
29.2ἀνατεινόντων δὲ κατὰ τὰς ἐφόδους ἀθρόοι, πρὶν εἰς χεῖρας ἐλθεῖν, ὑπὲρ τὰς κεφαλὰς μετέωρα τὰ ξίφη πρὸς τὸν ἥλιον θαμὰ παρεγκλίνοντες · ἐσμηγμέναι γὰρ αἰχμαὶ καὶ λαμπρὰ ξίφη καὶ ἐπάλληλα παραμαρμαίροντα πρὸς ἀνταύγειαν ἡλίου δεινὴν ἀστραπὴν πολέμου προεκπέμπει · καὶ ταυτὶ μὲν εἰ γίγνοιτο καὶ παρὰ τοῖς πολεμίοις, ἀντικαταπλήττειν ἀναγκαῖον, εἰ δὲ μή, προεκπλήττειν.
29.3ἐνίοτε δέ ποτε χρήσιμον ἐν καιρῷ μὴ φθάνειν ἐκτάττοντα τὴν δύναμιν, ἀλλὰ τέως ἐντὸς τοῦ χάρακος κατέχειν, ἄχρι ἂν κατοπτεύσῃ τὴν τῶν πολεμίων παράταξιν, ὁποία τίς ἐστι καὶ ὡς τέτακται καὶ ἐφ’οἵων ἵσταται χωρίων.
30.1εἶτά που τότε συλλογισάμενον, τίνας τίσιν ἀντιτάττειν χρὴ καὶ τίνα τρόπον, ὥσπερ ἀγαθὸν ἰατρὸν προκατανοήσαντα νόσον σώματος ἀντεπάγειν τὰ ἀλεξήματα καὶ τὴν δύναμιν ἐκτάττειν, ὡς ἂν ἄριστ’αὐτῷ δόξαι συμφέρειν · ἀναγκάζονται γὰρ οἱ στρατηγοὶ πολλάκις καὶ πρὸς τοὺς ὁπλισμοὺς τῶν ἐναντίων καὶ πρὸς τὰ ἔθνη καὶ πρὸς τὰ ἤθη τὰ ἴδια στρατεύματα κοσμεῖν καὶ παρατάττειν.
31.1ἱπποκρατούντων δὲ τῶν πολεμίων, ἐὰν ᾖ δυνατόν, ἐπιλεγέσθω χωρία τραχέα καὶ στενὰ καὶ παρ’ὄρη, ἃ ἥκιστα ἱππάσιμα, ἢ φυγομαχείτω κατὰ δύναμιν, ἕως ἂν ἐπιτηδείους εὕρῃ τόπους καὶ τοῖς οἰκείοις ἁρμόζοντας πράγμασιν.
31.2ἀπολελείφθων δέ τινες καὶ ἐπὶ τοῦ χάρακος οἱ παραφυλάττοντες τὴν παρεμβολὴν στρατιῶται καὶ πρὸς τὴν τῆς ἀποσκευῆς φυλακήν, ἵνα μὴ κατανοήσας ὁ στρατηγὸς τῶν πολεμίων ἔρημον ὄντα πέμψῃ τοὺς ἁρπασομένους τὰ ἐν αὐτῷ καὶ καταληψομένους τὸ χωρίον.
32.1τοὺς μὲν γὰρ ἢ τὰ ἴδια καθαιροῦντας ἐρύματα στρατηγοὺς ἢ ποταμοὺς διαβαίνοντας ἢ κρημνοὺς καὶ βάραθρα κατόπιν ποιουμένους τῶν φιλίων, ἵν’ἢ μένοντες νικῶσιν ἢ βουληθέντες φεύγειν ἀπόλωνται, οὔτε πάμπαν ἐπαινεῖν οὔτε ψέγειν ἔχω · πᾶν γὰρ τὸ παρακεκινδυνευμένον μᾶλλον τόλμης ἐστὶν ἢ γνώμης καὶ τῇ τύχῃ κεκοινώνηκε πλεῖον ἢ τῇ κρίσει.
32.2ὅπου γὰρ ἢ νικῶντα δεῖ κρατεῖν ἢ ἡττηθέντα τοῖς ὅλοις ἐσφάλθαι, πῶς ἐνταῦθ’ἄν τις ἢ φρονήσει τὸ νικᾶν ἢ προαιρέσει τὸ ἡττᾶσθαι μαρτυρήσειεν;
32.3ἐγὼ δὲ στρατιώταις μὲν ἐκ στρατεύματος φιλοτόλμως κινδυνεύειν ἐπιτρεπτέον εἶναι νομίζω — καὶ γὰρ δρῶντές τι μεῖζον ὤνησαν καὶ παθόντες οὐθὲν τοσοῦτον ἐλύπησαν —, στρατεύματι δὲ παντὶ τὴν ἄδηλον ἐκκυβεύειν τύχην οὐ δοκιμάζω.
32.4μάλιστα δ’ἁμαρτάνειν οὗτοί μοι δοκοῦσιν, οἵ τινες ἐν μὲν τῷ νικᾶν ὀλίγα λυπήσειν μέλλοντες τοὺς πολεμίους, ἐν δὲ τῷ ἡττᾶσθαι μεγάλα βλάψειν τοὺς φίλους ἀποχρῶνται τοιούτοις στρατηγήμασιν.
32.5εἰ δὲ πρόδηλος μέν σφισιν ὁ ὄλεθρος εἴη, κα- κἂν μὴ παραβόλοις ἐγχειρήσωσι στρατηγίαις, πρόδηλος δὲ καὶ ἡ τῶν πολεμίων ἡττηθέντων ἀπώλεια, τότ’οὐκ ἄν μοι δόξειεν ἁμαρτάνειν ἀποφράττων τὰς φυγὰς τῶν φιλίων · ἄμεινον γὰρ ἐν τῷ τολμᾶν ἐπ’ἀδήλῳ τῷ τάχα μη δὲ πείσεσθαί τι δεινὸν ἅμα καὶ δρᾶσαι ζητεῖν, ἢ ἐπὶ προδήλῳ τῷ μηδὲν δρῶντας ἀπολέσθαι πάντας ἀτόλμως ἡσυχάζειν.
32.6ὑποδεικνύτω μέντοι μὴ μόνον ἐν τοῖς τοιούτοις χωρίοις, ὅπου κατ’ἀλήθειαν οὐκ ἔστι σωτηρία τοῖς φεύγουσιν, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ καὶ πάσῃ μάχῃ διδασκέτω διὰ πλειόνων, ὅτι τοῖς μὲν φεύγουσι πρόδηλος ὁ ὄλεθρος, ὡς ἂν ἤδη μετ’ἐξουσίας ἐπικειμένων τῶν πολεμίων μηδενὸς ἔτι δυναμένου διακωλύειν τοὺς διώκοντας πᾶν ὃ βούλονται διαθεῖναι τοὺς φεύγοντας, τοῖς δὲ μένουσιν ἄδηλος ὁ θάνατος ἀμυνομένοις.
32.7οἵ τινες γὰρ πεπεισμένοι τυγχάνουσιν ἐν ταῖς παρατάξεσιν, ὡς φεύγοντες μὲν αἰσχρῶς ἀπολοῦνται, μένοντες δ’εὐκλεῶς τεθνήξονται, καὶ χείρον’ἀεὶ προσδοκῶσιν ἐκ τοῦ καταλιπεῖν τὴν τάξιν ἢ ἐκ τοῦ φυλάττειν, ἄριστοι κατὰ τοὺς κινδύνους ἄνδρες ἐξετάζονται.
32.8διόπερ ἀγαθὸν μέν, εἰ πάντας οὕτως ἔχειν γνώμης πείσαι στρατηγός, εἰ δὲ μή, ἀλλὰ μέντοι γ’ὡς πλείστους · ἢ γὰρ παντελεῖς περιεποιήσατο νίκας ἢ μικροῖς ἐλαττώμασι περιέπεσε.
32.9τῶν δ’ἐκ προλήψεως καὶ πρὶν ἢ συμβαλεῖν ἐπινοουμένων στρατηγοῖς αἱ παρ’αὐτὸν τὸν τῆς μάχης καιρὸν ἐπίνοιαι νίκης καὶ ἀντιστρατηγήσεις ἔστιν ὅτε καὶ πλείους καὶ θαυμασιώτεραι γίγνονται τοῖς τὴν στρατηγικὴν ἐμπειρίαν ἠσκηκόσιν, ἃς οὐκ ἔστιν ὑποσημῆναι λόγῳ ἢ προβουλεῦσαι.
32.10ὥσπερ γὰρ οἱ κυβερνῆται πρὸς μὲν τὸν πλοῦν ἐκ λιμένων ἀνάγονται πάντα ἐξηρτυμένοι τὰ κατὰ τὴν ναῦν, ἐπειδὰν δ’ἐμπέσῃ χειμών, οὐχ ὃ βούλονται ποιοῦσιν, ἀλλ’ὃ ἀναγκάζονται, πολλὰ καὶ πρὸς τὸν ἀπὸ τῆς τύχης ἐπείγοντα κίνδυνον εὐτόλμως παραβαλλόμενοι, καὶ οὐ τὴν ἀπὸ τῆς μελέτης εἰσφερόμενοι μνήμην, ἀλλὰ τὴν ἐκ τῶν καιρῶν βοήθειαν · οὕτως οἱ στρατηγοὶ τὴν μὲν δύναμιν ἐκτάξουσιν, ὅπως σφίσι νομίζουσι συνοίσειν, ἐπειδὰν δ’ὁ τοῦ πολέμου περιστῇ χειμὼν πολλὰ θραύων καὶ παραλλάττων καὶ ποικίλας ἐπάγων περιστάσεις, ἡ τῶν ἀποβαινόντων ἐν ὀφθαλμοῖς ὄψις ἐπιζητεῖ τὰς ἐκ τῶν καιρῶν ἐπινοίας, ἃς ἡ ἀνάγκη τῆς τύχης μᾶλλον ἢ ἡ μνήμη τῆς ἐμπειρίας ὑποβάλλει.
33.1μαχέσθω δὲ ὁ στρατηγὸς αὐτὸς προμηθέστερον ἢ τολμηρότερον, ἢ καὶ τὸ παράπαν ἀπεχέσθω τοῦ τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι · καὶ γὰρ εἰ κατὰ τοὺς ἀγῶνας ἀνυπέρβλητον ἀνδρίαν εἰσενέγκαιτο, τοσοῦτον οὐδὲν ὠφελῆσαι δύναται στράτευμα μαχόμενος, ὅσον ἀποθανὼν βλάψαι · στρατηγοῦ γὰρ ἡ γνώμη πλέον ἰσχύει τῆς ῥώμης · σώματος μὲν γὰρ ἀνδρίᾳ δρᾶσαί τι μέγα καὶ στρατιώτης δύναται, γνώμης δὲ προμηθείᾳ βουλεῦσαί τι κρεῖττον οὐκ ἄλλος.
33.2ὅνπερ δ’ἂν τρόπον, εἰ κυβερνήτης ἀφειμένος τῶν οἰάκων, ἃ δεῖ τοὺς ναύτας ποιεῖν, αὐτὸς πράττοι, κινδυνεύειν ἂν συμβαίη τὸ σκάφος, τοῦτον, εἰ στρατηγὸς ἀποστὰς τοῦ γνώμῃ τι βουλεύειν ἐπὶ τὰς τῶν στρατιωτῶν καταβαίνοι χρείας, ἡ τῶν ὅλων ἀκυβέρνητος ἀμέλεια τὴν ἀναγκαιοτέραν ἄπρακτον ποιήσει βοήθειαν.
33.3ὅμοιον δὴ κρίνω τὸν στρατηγὸν ἐμπαραβαλέσθαι τῇ ἑαυτοῦ ψυχῇ τῷ τῆς συμπάσης, εἰ πείσεταί τι, δυνάμεως ἀκηδεῖν · εἰ γάρ, ἐν ᾧ τοῦ σύμπαντος ἡ σωτηρία στρατεύματός ἐστιν, οὗτος οὐδὲν εἰ τεθνήξεται πεφρόντικε, τὸ πᾶν αἱρεῖται συνδιαφθεῖραι, καὶ ὀρθῶς δ’ἄν τις αἰτιάσαιτο τοῦτον ὡς ἄπρακτον στρατηγὸν μᾶλλον ἢ ἀνδρεῖον.
33.4ὁ μὲν γὰρ πολλὰ γνώμῃ στρατηγήσας ἀρκεσθήσεται σεμνυνόμενος ἐπὶ ταῖς ἀπὸ ψυχῆς εὐπραγίαις, ὅστις δ’οὕτως ἀπειρόκαλός ἐστιν, ὥστ’ἄν, εἰ μὴ διὰ μάχης εἰς χεῖρας ἔλθοι τοῖς πολεμίοις, οὐδὲν αὐτὸν ἄξιον εἰργάσθαι νομίζειν, οὐκ ἀνδρεῖος, ἀλλὰ ἄλογος καὶ τολμηρός ἐστιν.
33.5ὅθεν ἐπιφαίνειν μὲν δεῖ τῷ πλήθει τὸ φιλοκίνδυνον, ἵνα τὴν προθυμίαν ἐκκαλῆται τῶν στρατιωτῶν, ἀγωνίζεσθαι δὲ ἀσφαλέστερον, καὶ τοῦ θανάτου μὲν καταφρονεῖν, εἴ τι πάσχοι τὸ στράτευμα, μη δ’αὑτὸν αἱρούμενον ζῆν, σωζομένου δὲ καὶ τὴν ἰδίαν φυλάττειν ψυχήν · ἤδη γὰρ ἐπικυδέστερα τὰ τῶν φιλίων ὄντα ποτὲ στρατηγὸς ἀποθανὼν ἐμείωσεν · οἱ μὲν γὰρ πταίοντες ἐπανεθάρρησαν τὸ ἀντίπαλον ἀστρατήγητον ἰδόντες, οἱ δ’εὐτυχοῦντες ἐδυσθύμησαν τὸν ἴδιον ἡγεμόνα ζητοῦντες.
33.6στρατηγοῦ δ’ἔστι τὸ παριππάζεσθαι ταῖς τάξεσιν, ἐπιφαίνεσθαι τοῖς κινδυνεύουσιν, ἐπαινεῖν τοὺς ἀνδριζομένους, ἀπειλεῖν τοῖς ἀποδειλιῶσι, παρακαλεῖν τοὺς μέλλοντας, ἀναπληροῦν τὸ ἐλλεῖπον, ἀντιμετάγειν εἰ δέοι λόχον, ἐπαμύνειν τοῖς κάμνουσι, προορᾶσθαι τὸν καιρόν, τὴν ὥραν, τὸ μέλλον.
34.1ἀνακαλεσάμενος δ’ἐκ τῆς μάχης πρῶτον μὲν ἀποδιδότω τοῖς θεοῖς θυσίας καὶ πομπάς, αἷς ἐκ τοῦ καιροῦ χρῆσθαι πάρεστι, τὰ νομιζόμενα χαριστήρια μετὰ τὴν τοῦ πολέμου παντελῆ νίκην ἐπαγγελλόμενος ἀποδώσειν · ἔπειτα τοὺς μὲν ἀρίστους ἐν τοῖς κινδύνοις ἐξετασθέντας τιμάτω δωρεαῖς καὶ τιμαῖς, αἷς νόμος, τοὺς δὲ κακοὺς φανέντας κολαζέτω.
34.2τιμαὶ δ’ἔστωσαν μὲν καὶ αἱ κατὰ τὰ πάτρια καὶ κατὰ τὰ παρ’ἑκάστοις νόμιμα · στρατηγικαὶ δὲ αὗται · πανοπλίαι, κόσμοι, λαφύρων δόσεις, πεντηκονταρχίαι, ἑκατονταρχίαι, λοχαγίαι, τάξεων ἀφηγήσεις, καὶ αἱ ἄλλαι αἱ κατὰ νόμους παρ’ἑκάστοις ἡγεμονίαι · τῶν μὲν ἰδιωτῶν τοῖς ἀνδραγαθήσασιν αἱ ἥττους ἐξουσίαι, τῶν δὲ ἡγεμόνων τοῖς ἀριστεύσασιν αἱ μείζους ἡγεμονίαι · αὗται γὰρ ἀμοιβαίτε μεγαλόψυχοι τοῖς ἤδη τὸ γενναῖον εἰργασμένοις προτροπαίτε ἀναγκαῖαι τοῖς τῶν αὐτῶν ἐπιθυμοῦσιν.
34.3ὅπου δὲ τιμὴ μὲν ἀποδίδοται τοῖς ἀγαθοῖς, τιμωρία δ’οὐ παραπέμπεται τῶν κακῶν, ἐνταῦθα καλὰς ἐλπίδας ἔχειν ἀνάγκη τὸ στρατόπεδον · οἱ μὲν γὰρ ἐφοβήθησαν ἁμαρτάνειν, οἱ δὲ ἐφιλοτιμήθησαν ἀνδραγαθεῖν.
34.4ἔνθα μέντοι χρὴ καὶ νικῶντα μὴ κατ’ἄνδρα μόνον ἀμοιβὰς ἐκτίνειν, ἀλλὰ καὶ τῷ σύμπαντι στρατεύματι τῶν κινδύνων ἐπικαρπίαν ἀποδιδόναι · τὰ γὰρ τῶν πολεμίων ἐπιτρεπέτω τοῖς στρατιώταις διαρπάζειν, εἰ χάρακος ἢ ἀποσκευῆς ἢ φρουρίου κυριεύσειεν, ὁτὲ δὲ καὶ πόλεως, εἰ μή τι μέλλοι περὶ αὐτῆς χρηστότερον βουλεύειν.
34.5οὕτως γὰρ ἂν καὶ μάλιστα μήπω τέλος εἰληφότος τοῦ πολέμου συνοίσοι πρὸς τὰ μέλλοντα προθυμότερον ἐπὶ τὰς μάχας αὐτῶν ἐξιόντων, εἰ μὴ νομίζομεν τοὺς μὲν θηρευτικοὺς κύνας δελεάζειν ἀναγκαῖον εἶναι τοῖς κυνηγοῖς αἵματι θηρίων καὶ τοῖς τοῦ συλληφθέντος ζῴου σπλάγχνοις, τοῖς δὲ νικῶσι στρατιώταις τὰ τῶν ἡττημένων εἰς προτροπὴν οὐ μάλα δή τι συμφέρον ἀποδιδόναι.
35.1τὰς δ’ἁρπαγὰς οὔτ’ἐπὶ πάσης μάχης ἐπιτρεπτέον, οὐ δ’αἰεὶ πάντων, ἀλλ’ὧν μέν, ὧν δ’οὔ, τῶν δὲ σωμάτων ἥκιστα · ταῦτα δὲ πιπράσκειν τὸν στρατηγόν.
35.2εἰ δὲ χρημάτων δέοι καὶ δαπάνης κοινῆς καὶ μεγάλης, καὶ ὅσα ἄγεται καὶ φέρεται πάνθ’ὡς αὐτὸν ἀναπέμπεσθαι κηρυττέτω.
35.3γνῴη δ’ἂν αὐτὸς ἄριστα πρὸς τοὺς καιρούς, εἰ τὰ πάντα δέοι λαμβάνειν, εἴτ’ἐκ μέρους, εἴτε μηθὲν ὧν ἔτυχεν · οὔ γε μὴν ἔστι πολέμου καὶ τοῖς κοινοῖς εἶναι χρημάτων δαψίλειαν καὶ τοῖς στρατιώταις ἀνεπικώλυτον ὠφέλειαν · ἤδη δὲ καὶ παρὰ τοὺς τῶν ἡττημένων πλούτους καὶ παρὰ τὰς τῶν τόπων εὐδαιμονίας αἱ ὠφέλειαί σφισι δαψιλέστεραι γίγνονται.
35.4τοὺς δὲ αἰχμαλώτους, ἐὰν ὁ πόλεμος ἔτι συνεστὼς ᾖ, μὴ κτεινέτω, μάλιστα μὲν τῶν πρὸς οὕς ἐστιν ὁ πόλεμος, κα- κἂν δοκῇ οἱ, τοὺς συμμάχους ἀναιρεῖν, ἥκιστα δὲ καὶ τοὺς ἐνδοξοτάτους καὶ λαμπροὺς παρὰ τοῖς πολεμίοις, ἐνθυμούμενος τὰ ἄδηλα τῆς τύχης καὶ τὸ παλίντροπον τοῦ δαιμονίου φιλοῦντος ὡς τὰ πολλὰ νεμεσᾶν, ἵν’εἴ τινων αὐτοὶ ἢ σωμάτων, ὧν πολὺς πόθος, ἢ φρουρίου κρατήσαιειν, ἱκανὰ ἀντικαταλλάγματα δοὺς ἔχῃ κομίσασθαι τὰ τῶν φιλίων, ἢ τότε γε μὴ βουλομένων ἐνδίκως εἰς ἴσον ἀμύνηται.
35.5μετὰ δὲ τὰ κατορθώματα καὶ τοὺς κινδύνους ἐπιτρεπέσθων αὐτοῖς εὐωχίαιτε καὶ κλισίαι καὶ πόνων ἀνέσεις, ἵν’εἰδότες, οἷον τέλος ἐστὶ τοῦ μαχομένους νικᾶν, ὑπομένωσι τὰ δυσχερῆ πάντα πρὸ τοῦ νικᾶν.
36.1προνοείσθω δὲ τῆς τῶν νεκρῶν κηδείας, μήτε καιρὸν μήθ’ὥραν μήτε τόπον μήτε φόβον προφασιζόμενος, ἄντε τύχῃ νικῶν, ἄντε ἡττώμενος · ὁσία μὲν γὰρ καὶ ἡ πρὸς τοὺς ἀποιχομένους εὐσέβεια, ἀναγκαία δὲ καὶ ἡ πρὸς τοὺς ζῶντας ἀπόδειξις.
36.2ἕκαστος γὰρ τῶν στρατιωτῶν ὡς αὐτὸς ἀμελούμενος, εἰ πεσὼν ἔτυχεν, παρ’ὀφθαλμοῖς ὁρῶν τὴν τύχην καὶ ὑπὲρ τοῦ μέλλοντος καταμαντευόμενος, ὡς οὐ δ’αὐτός, εἰ τεθναίη, ταφησόμενος ἐπαχθῶς φέρει τὴν ἀτύμβευτον ὕβριν.
36.3εἰ δὲ ἡττῷτο, παραμυθησάμενος τοὺς ἀνασωθέντας ἐκ τῆς μάχης ἐφεδρευέτω, καιρὸν ἔνθα που καὶ μᾶλλον οἰόμενος ἐπανορθώσασθαι τὴν ἐλάττωσιν.
36.4εἰώθασι γὰρ ὡς τὰ πολλὰ μετ’εὐπραγίας οἱ στρατιῶται ῥᾳθυμότερον ἐκλύεσθαι περὶ τὰς φυλακάς · ἡ γὰρ τῶν πέλας καταφρόνησις ἀμελείας σφίσι γίγνεται αἰτία τῶν οἰκείων, οὕτωςτε πολλάκις τὰ εὐτυχήματα πλεῖον ἔβλαψε τῶν δυστυχημάτων.
36.5ὁ μὲν γὰρ πταίσας ἐδιδάχθη καὶ φυλάξασθαι τὸ μέλλον, ἐξ ὧν ἔπαθεν, ὁ δὲ τοῦ δυστυχεῖν ἄπειρος οὐ δ’ὡς δεῖ φυλάξαι τὰς εὐπραγίας, ἔμαθεν.
36.6εἶτ’αὖ νικῶν τὴν αὐτὴν ἐχέτω προμήθειαν ὑπὲρ τοῦ μὴ παθεῖν ἀμελῶν, ἣν ἂν εἰς τὸ δρᾶσαί τι τοὺς ἐχθροὺς ῥᾳθυμοῦντας εἰσενέγκαιτο. φόβος γὰρ εὔκαιρος ἀσφάλεια προμηθής, ὡς καὶ καταφρόνησις ἄκαιρος εὐεπιβούλευτος τόλμα.
37.1ἀνοχὰς δὲ ποιησάμενος μη δ’ἐπιτιθέσθω μη δ’αὐτὸς ἀφύλακτος ἔστω · ἀλλὰ τὸ μὲν ἥσυχον ἐχέτω πρὸς τοὺς πολεμίους, ὡς ἐν εἰρήνῃ, τὸ δ’ἀσφαλὲς εἰς τὸ μὴ παθεῖν, ὡς ἐν πολέμῳ.
37.2δεῖ γὰρ οὐκ ἀσύνθηκον ἐν σπονδαῖς εἶναι οὔτ’αὐτόν τι φθάνειν ἀσεβὲς δρῶντα, ἀλλ’ὕποπτον, ὡς φυλάττεσθαι τὸ ἀπὸ τῶν πολεμίων ὕπουλον ·
37.3ἄδηλοι γὰρ αἱ τῶν σπεισαμένων γνῶμαι. καὶ παρὰ σοὶ μὲν ἔστω τὸ βέβαιον τοῦ μὴ ἀδικῆσαι διὰ τὸ εὐσεβές, παρὰ δὲ τοῖς πολεμίοις ὑπονοείσθω τὸ μὴ πιστὸν διὰ τὸ ἀπεχθές · ἀσφαλὴς γὰρ οὗτος καὶ προμηθής, ὃς οὐ δὲ βουληθεῖσι τοῖς πολεμίοις ἐπιθέσθαι τὸν τοῦ δύνασθαι παρασπονδῆσαι καιρὸν ἀπολείπει.
37.4οἵτινες δ’ἐπὶ τοῖς θεοῖς ποιοῦνται τὴν ὑπὲρ ὧν ἂν πάθωσιν ἐκδικίαν, εὐσεβὲς μὲν φρονοῦσιν, οὐ μὴν ἀσφαλῆ ποιοῦσιν.
37.5κομιδῇ γὰρ ἀνοήτων ἐστὶν ἐλπίδι τοῦ τοὺς παρασπονδήσαντας ἐκτίσειν δίκας ἀπρονοήτους ἔχειν τοὺς περὶ σφῶν κινδύνους, ὥσπερ αὐτοὺς σώζεσθαι μέλλοντας ἅμα τῷ τοὺς ἐχθροὺς ἀπόλλυσθαι, ἐξὸν μετὰ τῆς τῶν ἰδίων πραγμάτων ἀσφαλείας πεῖραν λαμβάνειν τῆς τῶν πολεμίων ἀσεβείας · οὕτως γὰρ αὐτοίτε διὰ τὸ προμηθὲς οὐκ ἂν πταίσαιεν ἐπιβουλευθέντες, ἀσεβήσουσίτε οἱ πολέμιοι τῷ ἐπιχειρῆσαι καὶ δοκεῖν πεποιηκέναι ἄν, εἰ ἐδυνήθησαν.
38.1ταῖς δὲ προσχωρούσαις πόλεσιν, εἴ τινες ἐπιτρέποιεν αὑτὰς ἀρξάμεναι, φιλανθρώπως καὶ χρηστῶς προσφερέσθω · προσαγάγοιτο γὰρ ἂν οὕτως καὶ τὰς ἄλλας. ἡ γὰρ ἐλπὶς τοῦ τῶν αὐτῶν τεύξεσθαι δελεάζουσα προσάγεται τοὺς πολλοὺς αὑτοὺς ἑκόντας ἐγχειρίζειν.
38.2ὅστις δὲ πικρῶς εὐθὺς καὶ πολεμικῶς προσφέρεται κύριος γενόμενος πόλεως ἢ διαρπάζων ἢ κτείνων ἢ κατασκάπτων, ἀλλοτριωτέρας διατίθησι τὰς ἄλλας πόλεις, ὥστε καὶ τὸν πόλεμον αὑτῷ ἐπίπονον καὶ τὴν νίκην δύσελπιν κατασκευάζειν ·
38.3εἰδότες γάρ, ὡς ἀπαραίτητόν ἐστιν ἡ τῶν ὑποχειρίων πρὸς τοῦ κρατήσαντος τιμωρία, πᾶν ὁτιοῦν ὑπομένουσι καὶ ποιεῖν καὶ πάσχειν ὑπὲρ τοῦ μὴ παραδοῦναι τὰς πόλεις.
38.4οὐθὲν γὰρ οὕτως κατασκευάζει γενναίους, ὡς φόβος ὧν μέλλουσι πείσεσθαι κακῶν εἴξαντες · ἡ γὰρ προσδοκία τῶν δεινῶν ἐκ τοῦ καθυφεῖσθαι τὰ σφέτερα δεινὴν ἐντίθησι φιλοτιμίαν ἐν τοῖς κινδύνοις.
38.5χαλεπαὶ δὲ αἱ πρὸς τοὺς ἀπεγνωσμένους πεῖραι μάχης · οὐδὲν γὰρ χρηστότερον ἐλπίζοντες ἐκ τοῦ παραχωρεῖν ὧν πείσονται κινδυνεύοντες αἱροῦνται μετὰ τοῦ πολλὰ δρᾶν καὶ πάσχειν.
38.6ὅθεν αἱ πολιορκίαι τοῖς ὧδε στρατηγοῖς ἄφροσι καὶ τεθηριωμένοις ταλαίπωροι γίγνονται καὶ πολυχρόνιοι, ποτὲ δὲ καὶ ἀτελεῖς, οὐχ ἥκιστα δὲ σφαλεραίτε καὶ ἐπικίνδυνοι.
38.7τοῖς δὲ προδόταις τάςτε πίστεις καὶ τὰς ἐπαγγελίας φυλαττέτω, μὴ διὰ τοὺς γεγονότας, ἀλλὰ διὰ τοὺς ἐσομένους, ἵν’εἰδότες, ὡς ὀφείλεταί σφισι χάρις, ἑλόμενοι τὰ τῶν πολεμίων ἐπὶ τὰς αὐτὰς εὐεργεσίας τρέπωνται · λαμβάνει γάρ τι μᾶλλον ὁ προδότῃ διδοὺς ἢ χαρίζεται.
38.8διὸ χρὴ προθύμως ἐκτίνειν τὰς ἀμοιβάς · οὐ γὰρ δικαστὴς τῆς ἀδικηθείσης πόλεώς ἐστιν, ἀλλὰ στρατηγὸς τῆς ἑαυτοῦ πατρίδος.
39.1πρὸς δὲ τὰς ἐπιθέσεις καὶ τὰς ἐκ προδοσίας νυκτερινὰς καταλήψεις τῶν πόλεων οὐκ ἄπειρον εἶναι δεῖ τῆς ὑπεργείου κατὰ τὴν νύκτα φορᾶς τῶν ἀπλανῶν, ἐπεὶ πολλάκις ἀπράκτους ἕξει τὰς ἐπιβολάς.
39.2ἔστιν γὰρ ὅτε συντέτακταί τις τῶν προδοτῶν τρίτην ἢ τετάρτην ἢ ὁπόστην ἄν τις εὔκαιρον ὥραν νομίζῃ τῆς νυκτός, ἀνοίξειν τὰς πύλας ἤ τινας κατασφάξειν τῶν ἐπὶ τῆς πόλεως ἀντιπραττόντων ἢ φρουρᾷ τῶν ἔνδον πολεμίων ἐπιθήσεσθαι · κα- κἄπειτα δυεῖν τα- θάτερον συμβέβηκεν, ἤτοι θᾶττον ἢ ἔδει προσπελάσαντα τὸν τῶν πολεμίων στρατὸν κατάφωρον γενέσθαι, πρὶν ἢ τοὺς προδότας ἑτοίμους εἶναι, καὶ οὕτως ἀποκωλυθῆναι τῆς πράξεως, ἢ ὑστερήσαντα τοῖς μὲν προδόταις αἴτιον γενέσθαι θανάτου φωραθεῖσιν, αὐτὸν δὲ μηδὲν τῶν προκειμένων ἀνύσαι.
39.3διόπερ χρὴ καὶ τὴν ὁδὸν τεκμαιρόμενον, ὅθεν ἐξοδεῦσαι δεῖ, καὶ τῶν σταδίων καὶ τῆς ὥρας στοχαζόμενον, ὅσον εἰς τὴν πορείαν ἀναλώσει, καὶ ἀπὸ τῶν ἄστρων ὁρῶντα, πόσον τὸ παρῳχηκὸς ἤδη καὶ πόσον τὸ ἀπολειπόμενον μέρος, οὕτως ἀκριβῶς συλλογισάμενον, ἵνα μήτε φθάσῃ μήτε βραδύνῃ, πρὸς αὐτὴν ἥκειν τὴν ὥραν τοῦ συντεταγμένου καιροῦ καὶ ἔτι προσιόντα ἀκούεσθαι καὶ ἐντὸς εἶναι τῶν τειχῶν.
39.4εἰ δ’ἡμέρας ἀναστήσας ἄγοι στράτευμα πόλεις ἐκ προδοσίας ληψόμενος κατὰ τὴν συγκειμένην ὥραν, τοὺς κατὰ τὴν ὁδὸν ὑποπίπτοντας ἅπαντας προαποστέλλων ἱππεῖς συλλαμβανέτω, μή τις τῶν ἐπὶ τῆς χώρας φθάσας ἀποδραμὼν μηνύσῃ τὴν ἔφοδον τῶν πολεμίων, ἀλλ’αἰφνιδίως ἀφυλάκτοις ἡ ἐπιφάνεια γένηται τοῦ στρατεύματος.
39.5ἐπελθόντα δ’ἐξαίφνης ἀπροσδοκήτοις χρή, κα- κἂν μὴ κατὰ προδοσίαν μέλλῃ λαμβάνειν, ἀλλ’ἐκ προρρήσεως ἀγωνίζεσθαι διὰ μάχης, μὴ ἀναβάλλεσθαι, ἀλλ’ὡς ὅτι μάλιστα φθάνειν προσβάλλοντα εἴτε φρουρίῳ εἴτε χάρακι εἴτε πόλει, μάλιστα δ’ὅτ’ἂν ὀλίγον εἶναι δοκῇ τὸ φίλιον στράτευμα καὶ τῶν ἐχθρῶν ἐλαττούμενον ·
39.6αἱ γὰρ ἀπρόληπτοι τῶν πολεμίων ἐπιφάνειαι διὰ τὸ παράλογον ἐκπλήττουσι τοὺς ἐναντίους, κα- κἂν ὦσι κρείττους, ἕως, ἄν γε συνθεωρήσωσιν αὑτοὺς καὶ βουλεύσασθαι καὶ ἀναθαρρῆσαι καιρὸν λάβωσι, κατὰ μικρὸν ἀναγκάζονται καταφρονεῖν · οὕτως ἐνίοτε τὰ πρῶτα καὶ ἀρχόμενα φοβερώτερα τῶν χρονιζομένων εἶναι δοκεῖ.
39.7διὸ πολλάκις ἤδη τινὲς τῷ παραδόξῳ τῆς ἐπιφανείας καταπληξάμενοι τοὺς ἐναντίους ἢ ταχὺ καὶ ἄκοντας ὑπέταξαν ἢ ποιεῖν ἑκόντας ἠνάγκασαν τὰ προσταττόμενα.
40.1πολιορκία δὲ στρατιωτῶν ἀνδρίαν ἐπιζητεῖ καὶ στρατηγικὴν ἐπίνοιαν καὶ μηχανημάτων παρασκευήν · ἀσφαλὴς μέντοι καὶ μὴ ἧττον ἀπροόρατος τῶν πολιορκουμένων ἔστω · τὸ γὰρ ἐπιβουλευόμενον, ὅτ’ἂν οἷ κακοῦ τυγχάνει γινώσκῃ, τηρεῖ μᾶλλον τὸ ἐπιβουλεῦον ·
40.2ὁ μὲν γὰρ ἔξω κινδύνου δοκῶν εἶναι πράττει τι τῶν προκειμένων, ὁπότ’ἂν αὐτῷ δόξῃ, ὁ δ’ἐν αὐτῷ τῷ κινδυνεύειν ὑπάρχων ζητεῖ φθάσας δρᾶσαι, ὁπότ’ἂν καιρὸν λάβῃ · διὸ χρὴ τὸν πολιορκοῦντα καὶ τάφρῳ καὶ χάρακι καὶ φυλακαῖς τὸ ἴδιον ἀσφαλίζεσθαι στρατόπεδον.
40.3καὶ γὰρ οἱ μὲν πολιορκοῦντες, ὅ τι ἂν μέλλωσι πράττειν, ὁρῶνται τοῖς ἀπὸ τοῦ τείχους, οἱ δὲ πολιορκούμενοι πρόβλημα τὸ τεῖχος ἔχοντες ἀόρατοι πολλάκις ἐκχυθέντες διὰ πυλῶν ἢ μηχανὰς ἐνέπρησαν ἢ στρατιώτας ἐφόνευσαν ἤ, ὅ τι κατὰ χεῖράς σφισιν εἴη, τοῦτο ἐποίησαν.
41.1ἥκιστα δ’ἂν τοῦτο τολμήσαιεν, εἰ παρὰ πύλαις καὶ πυλίσι μικραῖς λόχους ὁ πολιορκῶν προκαθίσῃ στρατηγὸς τοὺς τὰς αἰφνιδίους ἐκδρομὰς τῶν πολεμίων ἀποκωλύσοντας, ἐπεὶ κα- κἂν πολλάκις λάθοιεν ἐπιθέμενοι τοῖς ἐκτός.
41.2χρήσιμοι δὲ τὰ πολλὰ νύκτωρ τοῖς πολιορκοῦσιν αἱ προσβολαί · τοῖς γὰρ ἔνδον οὐ δυναμένοις ὁρᾶν τὰ γιγνόμενα διὰ τὸ σκότος δεινότερα δοκεῖ τὰ πραττόμενα, καὶ τὴν πρόληψιν ἀναγκάζονται χαλεπωτέραν ἔχειν τῶν κατὰ ἀλήθειαν ἐνεργουμένων, ὅθεν ταραχαίτε καὶ θόρυβοι γίγνονται οὐδενὸς δυναμένου σωφρονεῖν ἐν τοῖς τοιούτοις, ἀλλὰ καὶ πολλὰ τῶν οὐ δρωμένων ὡς γίγνεται λεγόντων, οὔθ’ὅπῃ προσβαλοῦσιν εἰδέναι δυναμένων, οὔθ’ὁπόσοι, οὔθ’ὁποίοις μέρεσι, διαδρομαὶ δὲ δεῦρο κα- κἀκεῖσε καὶ βοαὶ καὶ θάμβη Πανικὸν ἔχοντα τάραχον.
42.1ὁ γὰρ φόβος ψευδὴς μάντις, ἃ δέδοικε, ταῦτ’οἰήσεται καὶ γίγνεσθαι, καὶ πᾶν τὸ ἐν νυκτί, κα- κἂν μικρὸν ᾖ, φοβερώτερον τοῖς πολιορκουμένοις · οὐδεὶς γάρ, ὃ βλέπει, λέγει διὰ τὸ σκότος, ἀλλὰ πᾶς, ὃ ἀκούει · καὶ ἑνός που φανέντος ἢ δυεῖν ἐπὶ τείχους πολεμίων τὸ πᾶν ἤδη στράτευμα τῶν τειχῶν ἐπιβεβηκέναι δόξαντες ἀπετράπησαν, ἐρήμους καταλιπόντες ἐπάλξεις καὶ πύλας.
42.2εἰ δέ τι διὰ χειρὸς ὁ στρατηγὸς ἐξεργάσασθαι σπεύδοι, μὴ ὀκνείτω πρῶτος αὐτὸς ὀφθῆναι ποιῶν · οὐ γὰρ οὕτως ταῖς ἀπὸ τῶν κρειττόνων ἀπειλαῖς ἀναγκαζόμενοί τι ποιοῦσιν, ὡς ταῖς ἀπὸ τῶν σεμνοτέρων διατροπαῖς · ἰδὼν γάρ τις τὸν ἡγεμόνα πρῶτον ἐγχειροῦντα καὶ ὅτι δεῖ σπεύδειν ἔμαθε καὶ μὴ ποιεῖν ᾐδέσθη καὶ ἀπειθεῖν ἐφοβήθη · καὶ οὐκ ἔθ’ὡς δοῦλον ἐπιταττόμενον διετέθη τὸ πλῆθος, ἀλλ’ὡς ἐξ ἴσου παρακαλούμενον διετράπη.
42.3πολλῶν δὲ καὶ ποικίλων ἐκ τῶν μηχανῶν πολιορκητηρίων χρήσεται κατὰ δύναμιν ὁ στρατηγός. οὐ γὰρ ἐπ’ἐμοὶ τὸ λέγειν, ὅτι δεῖ κριοὺς ἔχειν ἢ ἑλεπόλεις ἢ σαμβύκας ἢ πύργους ὑποτρόχους ἢ χελώνας χωστρίδας ἢ καταπέλτας · τῆς γὰρ τῶν πολεμούντων τύχης καὶ πλούτου καὶ δυνάμεως ἴδια ταῦτα καὶ τῆς τῶν ἑπομένων ἀρχιτεκτόνων ἐπινοίας εἰς τὰς ὀργανικὰς κατασκευάς.
42.4στρατηγοῦ δ’ἰδίας ἀγχινοίας ἔργον τοιόνδε ἂν εἴη, εἰ βούλοιτο προσβάλλειν μηχανάς · καθ’ἓν μὲν ἀποχρήσθω μέρος τοῖς ἔργοις αὐτοῖς — οὐ δὲ γὰρ ἄλλως ἄν τις εὐπορήσειεν ἐν κύκλῳ παντὶ τῷ τείχει περιστῆσαι μηχανάς, εἰ μὴ πάνυ μικρὰ πόλις εἴη —, εἰς πολλὰ δὲ τάγματα διελὼν τὸ στράτευμα κατὰ τὰ ἄλλα τοῦ τείχους μέρη κελευέτω τὰς κλίμακας προσφέρειν · οὕτως γὰρ εἰς ἀμηχανίαν οἱ πολιορκούμενοι πολλὴν ἐμπίπτουσιν ·
42.5ἄντε γὰρ ἀμελήσαντες τῶν ἄλλων μερῶν τοῦ τείχους ἐπὶ τὰς προσβολὰς τῶν μηχανῶν ἀμύνωσιν, ἅπαντες οἱ κατὰ τὰς κλίμακας μηδενὸς ἀποκωλύοντος ῥᾳδίως ἐπιβαίνουσι τῶν τειχῶν, ἄντε διελόντες σφᾶς αὐτοὺς ἐπιβοηθήσωσι κατὰ μέρη, σφοδροτέρας ἐνεργείας γιγνομένης κατὰ τὰς ἐμβολὰς τῶν ὀργάνων οἱ καταλειφθέντες οὐ δὲ μάχεσθαι τούτοις τολμήσαντες ἀδυνατήσουσι τὸ ἐπιφερόμενον κακὸν ἀποκρούεσθαι.
42.6διόπερ καθάπερ ἀγαθὸν παλαιστὴν προδεικνύειν μὲν καὶ σκιάζειν εἰς πολλὰ μέρη δεῖ περισπῶντα καὶ ἐπισφάλλοντα δεῦρο κα- κἀκεῖσε πρὸς πολλὰ τοὺς ἀντιπάλους, ἑνὸς δὲ ζητεῖν ἐγκρατῶς λαβόμενον ἀνατρέψαι τὸ πᾶν σῶμα τῆς πόλεως.
42.7εἰ δ’ἐν τάχει σπεύδοι τις ἐξελεῖν φρούριον ἢ πόλιν ἢ χάρακα καὶ αὐτῷ κάμνοι ἡ δύναμις μη δὲ μίαν ὥραν ἀποστῆναι βουλομένῳ τῶν ἐρυμάτων, εἰς τάγματα διελὼν τὸ στράτευμα, ὅσ’ἂν ἱκανὰ εἶναί οἱ δοκῇ κατὰ τὴν ἀναλογίαν τοῦ πλήθους καὶ κατὰ τὸ μέγεθος τῆς πολιορκουμένης πόλεως, νυκτὸς ἀρξάμενος εὐθὺς τῷ μὲν πρώτῳ προσβαλλέτω τάγματι τῷ δευτέρῳ κελεύσας ἐφεδρεύειν καὶ ἑτοίμῳ εἶναι, τῷ δὲ τρίτῳ καὶ τετάρτῳ, καὶ εἰ τύχοι πέμπτον ὄν, παραγγελλέτω τρέπεσθαι κατὰ κοῖτον ·
42.8εἶτα, ὅταν τῷ πρώτῳ καταπειράσῃ τινὰ χρόνον, τούτους μὲν ἀνακαλεσάμενος ἀποπεμπέτω κοιμησομένους, σημαινέτω δὲ τῷ δευτέρῳ προϊέναι τοῦ χάρακος, ὁ δὲ τρίτος ταγματάρχης ἀναστήσας ἐν τούτῳ καθοπλιζέτω τὸ ὑφ’ἑαυτὸν τάγμα ·
42.9καὶ μετὰ τοὺς δευτέρους τὴν ἴσην ὥραν τοῖς πρώτοις ἀγωνίζεσθαι ἄξει τὸ τρίτον, κοιμάσθω δὲ τὸ δεύτερον τάγμα, μετὰ τοῦτο δ’αὖ τὸ τέταρτον, εἶθ’ἑξῆς τὸ πέμπτον, ἐν μέρει τῶν στρατιωτῶν ἀναπαυομένων.
42.10ὁμοίως δ’ἐπισυναπτούσης τῆς ἡμέρας οἱ πρῶτοι τῇ νυκτὶ προσβαλόντες ἕωθεν πάλιν πρῶτοι προσαγόντων · εἶθ’ὥρας, εἰ μὲν ἓξ εἴη τάγματα, δύο κινδυνεύσαντες, εἰ δὲ πέντε, δυσὶν ἔτι μικρὸν ἐπιθέντες, εἰ δὲ τέτταρα, τρεῖς, εἰ δὲ τρία, τέτταρας, ἀπιόντες ἀριστοποιείσθων, ἑξῆς δ’οἱ μετ’αὐτοὺς καὶ πάλιν οἱ μετὰ τούτους ἄχρι τῶν τελευταίων, ὥστε κύκλον τινὰ περιάγεσθαι.
42.11τούτου γὰρ συμβαίνοντος ἀμφότερα ἂν γίγνοιτο · καὶ αἱ προσβολαὶ καὶ νύκτωρ καὶ μεθ’ἡμέραν ἀδιάλειπτοι προσαχθήσονται, καὶ οἱ προσβάλλοντες ἀκμῆτες καὶ νεαροὶ τὰς ἀναπαύσεις ἐν μέρει ποιούμενοι μαχοῦνται.
42.12τοὺς μέντοι πολιορκουμένους, μη δ’ἂν πάνυ πολλοὶ τυγχάνωσιν, οἰέσθω τις τὸ αὐτὸ στρατήγημα ἀντεισοίσεσθαι τὸ γὰρ κινδυνεῦον, οὐ δ’ἂν ἐπιτρέπῃ τις, ὕπνῳ χαρίζεσθαι βούλεται · φόβῳ γὰρ τοῦ δεινοῦ, παρ’ὃν ἀναπαύεται χρόνον, ὡς ἁλωσομένης τῆς πόλεως ἐγρήγορε · καὶ τὸ πολιορκούμενον, κα- κἂν ὀλίγον ᾖ τὸ πολιορκοῦν αὐτό, πασσυδὶ προσαμύνει, καὶ πᾶν ὅσον ἐντειχίδιόν ἐστι κεκίνηται, ὅτι καὶ τὸ μέλλον φοβερώτερον, ὡς, εἰ παρὰ μικρὸν ἀμελήσαιεν, ἀπολούμενοι πάντες.
42.13ὅθεν δὴ πᾶσα ἀνάγκη τρυχομένους αὐτοὺς καὶ μη δὲ μίαν ὥραν ἀνάπαυλαν ἴσχοντας, ἀλλὰ καὶ ἀγρυπνίαις καὶ πόνοις κάμνοντας, εἶτα καὶ πρὸς τὰ μέλλοντα τεταλαιπωρηκότας ἀσθενέστερον τοῖς σφετέροις προσαμύνειν ἢ τοὺς δεησομένους καὶ παραδώσοντας τὴν πόλιν ἐκπέμπειν.
42.14αὐτὸς οὖν ὁ στρατηγός, ἴσως φήσει τις, ἐξ ἀδάμαντος ἢ σιδήρου κεχάλκευται μόνος ἄγρυπνος ἑστὼς ἐπὶ τοῖς αὐτοῖς ἔργοις; οὐ δῆτα · ἀλλὰ παρ’ὃν ἀναπαύεται χρόνον — οὗτος δ’ὀλίγος ἔστω καὶ σύντομος —, ἕνα τῶν ἐν δόξῃ πιστοτάτων καὶ ἀνδρειοτάτων ἡγεμόνα τῶν καὶ τὰ δεύτερα τῆς στρατηγικῆς ἀρχῆς ἐχόντων ἐπιστησάτω τοῖς ἔργοις.
42.15ἐνίοτε δὲ τὰ δοκοῦντα μέρη πόλεως εἶναι κρημνώδη καὶ πέτραις ἀποτόμοις ὠχυρωμένα τῶν διὰ χειρὸς ἀνεστηκότων τειχῶν ἔδωκε τοῖς πολιορκοῦσιν ἀφορμὰς μείζονας εἰς τὸ νικᾶν · εἴωθεν γάρ πως ὡς τὰ πολλὰ τὰ τοιαῦτα τῶν πόλεων, ὅσα φύσει πιστεύεται τὸ ἐρυμνόν, ἀφυλακτεῖσθαι καὶ ἥκιστα φροντίδι παραγρυπνεῖσθαι στρατιωτῶν.
42.16ἔνθα στρατηγὸς ἀγαθὸς ἐνόησεν ὃ δεῖ ποιῆσαι, καί τινας τῶν εὐτολμοτάτων παρακαλέσας ἐπαγγελίαις καὶ τιμαῖς ὀλίγους, οἷς ῥᾷον ἀναβαίνειν εἴτε δι’αὐτῆς τῆς δυσχωρίας, εἴτε διὰ κλιμάκων, ἐκράτησε τῆς πράξεως · ὑποκαταβάντες γὰρ ἐντὸς τείχους ἢ πυλίδα διέκοψαν ἢ πύλην ἀνέῳξαν.
42.17μέγα δ’ἂν ὀνήσειε καί τι τοιόνδε συνεπινοηθέν, εἰ καὶ σαλπιγκτὰς οἱ φθάσαντες ἐπιβῆναι τοῦ τείχους ἀνιμήσαιεν · ἀκουσθεῖσα γὰρ πολεμία σάλπιγξ ἀπὸ τειχῶν ἐν νυκτὶ πολλὴν ἔκπληξιν ἐπιφέρει τοῖς πολιορκουμένοις ὡς ἤδη κατὰ κράτος ἑαλωκόσιν, ὥστε τὰς πύλας καὶ τὰς ἐπάλξεις ἀπολιπόντας φεύγειν · ὅθεν δήπου συμβαίνει γίγνεσθαι τοῖς ἔξω στρατιώταις ῥᾳδίαν τήντε τῶν πυλῶν ἐκκοπὴν καὶ τὴν ἐπὶ τὰ τείχη διὰ τῶν κλιμάκων ἀνάβασιν, οὐδενὸς ἔτι τῶν πολεμίων ἀπείργοντος · οὕτως που δυνατὸν ἑνὶ καὶ ἀνόπλῳ σαλπιγκτῇ πόλιν ἁλῶναι.
42.18εἰ δὲ δή τινα ἀκμάζουσαν ἔτι πλήθειτε καὶ δυνάμει πόλιν ἐρρωμένως ἑλὼν εἰς φόβον ἢ ὑπόνοιαν ἥκοι, μή ποτε κατὰ τάγματα καὶ συστροφὰς ὑπαντιάζοντες ἀμύνωνται τοὺς ἐπεισπίπτοντας ἢ τὰ μετέωρα καταλαμβανόμενοι καὶ τὰ ἄκρα τῆς πόλεως ἔνθεν ἀντεπίοιεν ἐπὶ πολὺ κακώσοντες τοὺς πολεμίους, κηρυττέτω τοὺς ἀνόπλους μὴ κτεῖναι.
42.19ἕως γὰρ ἕκαστος ἐλπίζει ληφθεὶς τεθνήξεσθαι, βούλεται φθάνειν δράσας καὶ πάσχων ἀλλά τι καὶ δρᾶν, πολλοίτε ἤδη πολεμίους εἰσκεχυμένους ἐξήλασαν ἢ καὶ μὴ δυνηθέντες εἰς ἀκρόπολιν ἐρυμνὴν κατειλήθησαν, ἔνθεν αὖθις εἰς πόνον καὶ ταλαιπωρίαν κατέστησαν τοὺς πολεμίους, ὥστε δευτέραν ἐπαναιρεῖσθαι πολιορκίαν […] ἢ καὶ πολυχρονιωτέραν, ἔστιν δ’ὅτε καὶ ἐπαλγεστέραν μετὰ πολλῆς πείρας κακῶν.
42.20εἰ δὲ διαβοηθείη τόδε τὸ κήρυγμα, τάχα μὲν καὶ πάντες, ὡς δὲ πρόδηλον εἰπεῖν, οἵ γε πλείους τὰ ὅπλα ῥίψουσι · τῶντε γὰρ βουλομένων δι’ὀργῆς ἕκαστος εἰς ἄμυναν ἰέναι δεδιὼς τὸν πέλας, μή ποτε οὐχ ἑαυτῷ τα- ταὐτὰ φρονῇ, ῥίπτειν ἀναγκασθήσεται, ὥστε, κα- κἂν πάντες βούλωνται τὰ ὅπλα φυλάττειν, διὰ τὴν πρὸς ἀλλήλους ὑπόνοιαν αὐτὸν ἕκαστον δεδιότα, μὴ μόνος ὡπλισμένος ληφθῇ, σπεύδειν ἀποτιθέμενον — οἱ γὰρ ὀξεῖς καιροὶ τὴν κοινὴν γνώμην φανερὰν οὐκ ἐῶσι γίγνεσθαι —, οἵτε ἕτοιμοι πρὸς τὸ σώζεσθαι, μέχρι μὲν οὐδὲν εἰς ἐλπίδα κεκήρυκται σωτηρίας, εἰ καὶ μὴ γνώμῃ, ἀλλ’ἀνάγκῃ τὸ ἐπιὸν ἀμύνονται κακόν, ἐπειδὰν δὲ μικρὰν ἐλπίδα τοῦ σώζεσθαι λάβωσιν, ἱκέται τὸ λοιπὸν ἀντὶ πολεμίων ὑπαντῶσιν.
42.21οὕτωςτε ὁ μὲν κηρύξας καὶ τοὺς τὰ ὅπλα φυλάττειν βουλομένους ῥίπτειν αὐτὰ ἀναγκάζει · στρατιωτῶν δὲ θάνατος ἐν μὲν μάχαις εὐπαραμύθητος — δοκεῖ γὰρ τοῦ νικᾶν ἕνεκεν γεγονέναι —, ἐν δὲ νίκαις καὶ καταλήψεσι πόλεων τοῖς νικῶσιν οἴκτιστος, ἀφροσύνηςτε μᾶλλον ἢ ἀνδρίας μαρτύριον ·
42.22εἰ μέντοι μνησικάκως ἔχοι τοῖς ἡττημένοις στρατηγός, μὴ παρὰ τούτοις οἰέσθω τι φέρεσθαι βλάβος, ὅτι τοὺς ἐντυγχάνοντας μὴ εὐθὺς κτενοῦσι · σχολῇ γὰρ βουλεύσεται μετὰ τοῦ ἀκινδύνου τὴν ἄμυναν ἀνανταγώνιστον ἔχων, τί χρὴ διαθεῖναι τοὺς ἑαλωκότας.
42.23εἰ δὲ τὴν κατὰ κράτος ἀπεγνωκὼς ἐκπόρθησιν εἰς χρόνιον καταβαίνοι πολιορκίαν οἰόμενος λιμῷ πιέσας τὴν πόλιν αἱρήσειν, ἅ τινα ἂν ἐπὶ τῆς χώρας ἔτι καταλάβῃ σώματα, τούτων τὰ μὲν ἐρρωμένα καὶ ἀκμάζοντα ταῖς ἡλικίαις εἰς ἄμυναν πολέμου λαβών, ὅ τι περ ἂν αὐτῷ δόξῃ, διαθέσθω, γύναια δὲ καὶ παιδάρια καὶ ἀσθενεῖς ἀνθρώπους καὶ γεγηρακότας ἑκὼν εἰς τὴν πόλιν ἀποπεμπέτω · ταῦτα γὰρ ἄχρηστα μὲν εἰς τὰς πράξεις ἔσται, τὰς δὲ παρεσκευασμένας τοῖς ἔνδον τροφὰς θᾶττον συναναλώσει, καὶ πολεμίων μᾶλλον ἢ φιλίων ἐφέξει τρόπον.
42.24εἰ δέ τῳ πάντα κατὰ δαίμονα καὶ νοῦν χωρήσειεν, ὥστε τοῖς ὅλοις ἐπιθεῖναι τοῦ πολέμου πράγμασι τέλος, ἔστω μὴ βαρὺς ἐπὶ ταῖς εὐπραγίαις, ἀλλ’εὔφορτος, μη δὲ τύφον ἀπηνῆ περιφέρων, ἀλλ’εὐμένειαν προσφιλῆ ἔχων · ὁ μὲν γὰρ φθόνον ἐγέννησε, αὕτη δὲ ζῆλον ἐπεσπάσατο.
42.25φθόνος μὲν οὖν ἐστιν ὀδύνη τῶν πρὸς τοὺς πέλας ἀγαθῶν, ζῆλος δὲ μίμησις τῶν παρ’ἄλλοις καλῶν, τοσοῦτόντε διενήνοχεν ἀλλήλων, ὥστε τὸ μὲν φθονεῖν εὐχὴν εἶναι τοῦ καὶ παρ’ἄλλῳ τι καλὸν μὴ εἶναι, τὸ δὲ ζηλοῦν ἐπιθυμίαν τῆς τῶν ἴσων κτήσεως.
42.26ἀνὴρ οὖν ἀγαθὸς οὐ μόνον πατρίδοςτε καὶ στρατιωτικοῦ πλήθους ἄριστος ἡγεμών, ἀλλὰ καὶ τῆς περὶ αὐτὸν εἰς αἰεὶ εὐδοξίας ἀκινδύνου οὐκ ἀνόητος στρατηγός.