The Taking of Ilios
τέρμα πολυκμήτοιο μεταχρόνιον πολέμοιο
2καὶ λόχον, Ἀργείης ἱππήλατον ἔργον Ἀθήνης,
3αὐτίκα μοι σπεύδοντι πολὺν διὰ μῦθον ἀνεῖσα
4ἔννεπε, Καλλιόπεια, καὶ ἀρχαίην ἔριν ἀνδρῶν
5κεκριμένου πολέμοιο ταχείῃ λῦσον ἀοιδῇ.
6ἤδη μὲν δεκάτοιο κυλινδομένου λυκάβαντος
7γηραλέη τετάνυστο φόνων ἀκόρητος Ἐνυὼ
8Τρωσίτε καὶ Δαναοῖσιν · ἐναιρομένων δ’ἄρα φωτῶν
9δούρατα κεκμήκει, ξιφέων δ’ἔθνῃσκον ἀπειλαί,
10σβέννυτο θωρήκων ἐνοπή, μινύθεσκε δ’ἑλικτὴ
11ἁρμονίη ῥηχθεῖσα φερεσσακέων τελαμώνων,
12ἀσπίδες οὐκ ἀνέχοντο μένειν ἔτι δοῦπον ἀκόντων,
13λύετο καμπύλα τόξα, κατέρρεον ὠκέες ἰοί.
14ἵπποι δ’οἱ μὲν ἄνευθεν ἀεργηλῆς ἐπὶ φάτνης
15οἰκτρὰ κάτω μύοντες ὁμόζυγας ἔστενον ἵππους,
16οἱ δ’αὐτοὺς ποθέοντες ὀλωλότας ἡνιοχῆας.
17κεῖτο δὲ Πηλείδης μὲν ἔχων ἅμα νεκρὸν ἑταῖρον,
18Ἀντιλόχῳ δ’ἐπὶ παιδὶ γέρων ὠδύρετο Νέστωρ,
19Αἴας δ’αὐτοφόνῳ βριαρὸν δέμας ἕλκεϊ λύσας
20φάσγανον ἐχθρὸν ἔλουσε μεμηνότος αἵματος ὄμβρῳ.
21Τρωσὶ δὲ λωβητῆρσιν ἐφ’Ἕκτορος ἑλκυθμοῖσι
22μυρομένοις οὐ μοῦνον ἔην ἐπιδήμιον ἄλγος,
23ἀλλὰ καὶ ἀλλοθρόοις ἐπὶ πένθεσι κωκύοντες
24δάκρυσιν ἠμείβοντο πολυγλώσσων ἐπικούρων.
25κλαῖον μὲν Λύκιοι Σαρπηδόνα, τόν ποτε μήτηρ
26ἐς Τροίην μὲν ἔπεμψεν ἀγαλλομένη Διὸς εὐνῇ,
27δουρὶ δὲ Πατρόκλοιο Μενοιτιάδαο πεσόντα
28αἵματι δακρύσας ἐχύθη πατρώιος ἀήρ.
29καὶ δολίην ὑπὸ νύκτα κακῷ πεπεδημένον ὕπνῳ
30Ῥῆσον μὲν Θρήικες ἐκώκυον · ἡ δ’ἐπὶ πότμῳ
31Μέμνονος οὐρανίην νεφέλην ἀνεδήσατο μήτηρ
32φέγγος ὑποκλέψασα κατηφέος ἤματος Ἠώς.
33αἱ δ’ἀπὸ Θερμώδοντος ἀρηιφίλοιο γυναῖκες
34κοπτόμεναι περίκυκλον ἀθηλέος ὄμφακα μαζοῦ
35παρθένον ὠδύροντο δαΐφρονα Πενθεσίλειαν,
36ἥτε πολυξείνοιο χορὸν πολέμοιο μολοῦσα
37θηλείης ὑπὸ χειρὸς ἀπεσκέδασεν νέφος ἀνδρῶν
38νῆας ἐς ἀγχιάλους · μελίῃ δέ ἑ μοῦνος ὑποστὰς
39καὶ κτάνε καὶ σύλησε καὶ ἐκτερέιξεν Ἀχιλλεύς.
40εἱστήκει δ’ἔτι πᾶσα θεοδμήτων ὑπὸ πύργων
41Ἴλιος ἀκλινέεσσιν ἐπεμβεβαυῖα θεμέθλοις,
42ἀμβολίῃ δ’ἤσχαλλε δυσαχθέι λαὸς Ἀχαιῶν.
43καί νύ κεν ὑστατίοισιν ἐποκνήσασα πόνοισιν
44ἀκάματός περ ἐοῦσα μάτην ἵδρωσεν Ἀθήνη,
45εἰ μὴ Δηιφόβοιο γαμοκλόπον ὕβριν ἐάσας
46Ἰλιόθεν Δαναοῖσιν ἐπὶ ξένος ἤλυθε μάντις,
47οἷα δέ που μογέοντι χαριζόμενος Μενελάῳ
48ὀψιτέλεστον ὄλεθρον ἑῇ μαντεύσατο πάτρῃ.
49οἱ δὲ βαρυζήλοιο θεοπροπίῃς Ἑλένοιο
50αὐτίκα μηκεδανοῖο μόθου τέλος ἠρτύναντο.
51καὶ Σκῦρον μὲν ἔβαινε λιπὼν εὐπάρθενον ἄστυ
52υἱὸς Ἀχιλλῆος καὶ ἐπαινῆς Δηιδαμείης ·
53μήπω δ’εὐφυέεσσιν ἰουλίζων κροτάφοισιν
54ἀλκὴν πατρὸς ἔφαινε νέος περ ἐὼν πολεμιστής.
55ἦλθε δὲ καὶ Δαναοῖσιν ἑὸν βρέτας ἁγνὸν ἄγουσα
56ληιστὴ μὲν ἐοῦσα, φίλοις δ’ἐπίκουρος Ἀθήνη.
57ἤδη καὶ βουλῇσι θεῆς ὑποεργὸς Ἐπειὸς
58Τροίης ἐχθρὸν ἄγαλμα πελώριον ἵππον ἐποίει.
59καὶ δὴ τέμνετο δοῦρα καὶ ἐς πεδίον κατέβαινεν
60Ἴδης ἐξ αὐτῆς, ὁπόθεν καὶ πρόσθε Φέρεκλος
61νῆας Ἀλεξάνδρῳ τεκτήνατο, πήματος ἀρχήν.
62ποίει δ’εὐρυτάτῃς μὲν ἐπὶ πλευρῇς ἀραρυῖαν
63γαστέρα κοιλήνας, ὁπόσον νεὸς ἀμφιελίσσης
64ὀρθὸν ἐπὶ στάθμην μέγεθος τορνώσατο τέκτων.
65αὐχένα δὲ γλαφυροῖσιν ἐπὶ στήθεσσιν ἔπηξε
66ξανθῷ πορφυρόπεζαν ἐπιρρήνας τρίχα χρυσῷ ·
67ἡ δ’ἐπικυμαίνουσα μετήορος αὐχένι κυρτῷ
68ἐκ κορυφῆς λοφόεντι κατεσφρηγίζετο δεσμῷ.
69ὀφθαλμοὺς δ’ἐνέθηκε λιθώπεας ἐν δυσὶ κύκλοις
70γλαυκῆς βηρύλλοιο καὶ αἱμαλέης ἀμεθύσσου ·
71τῶν δ’ἐπιμισγομένων διδύμης ἀμαρύγματι χροιῆς
72γλαυκῶν φοινίσσοντο λίθων ἑλίκεσσιν ὀπωπαί.
73ἀργυφέους δ’ἐχάραξεν ἐπὶ γναθμοῖσιν ὀδόντας
74ἄκρα δακεῖν σπεύδοντας ἐυστρέπτοιο χαλινοῦ ·
75καὶ στόματος μεγάλοιο λαθὼν ἀνέῳξε κελεύθους
76ἀνδράσι κευθομένοισι παλίρροον ἆσθμα φυλάσσων,
77καὶ διὰ μυκτήρων φυσίζοος ἔρρεεν ἀήρ.
78οὔατα δ’ἀκροτάτοισιν ἐπὶ κροτάφοισιν ἄρηρεν
79ὀρθὰ μάλ’, αἰὲν ἑτοῖμα μένειν σάλπιγγος ἀκουήν.
80νῶτα δ’ὁμοῦ λαγόνεσσι συνήρμοσε καὶ ῥάχιν ὑγρήν,
81ἰσχία δὲ γλουτοῖσιν ὀλισθηροῖσι συνῆψε.
82σύρετο δὲ πρυμνοῖσιν ἐπ’ἴχνεσιν ἔκλυτος οὐρὴ
83ἄμπελος ὣς γναμπτοῖσι καθελκομένη θυσάνοισιν.
84οἱ δὲ πόδες βαλίοισιν ἐπερχόμενοι γονάτεσσιν
85εὔπτερον ὥσπερ ἔμελλον ἐπὶ δρόμον ὁπλίζεσθαι,
86οὕτως ἠπείγοντο · μένειν δ’ἐκέλευεν ἀνάγκη.
87οὐ μὲν ὑπὸ κνήμῃσιν ἀχαλκέες ἔξεχον ὁπλαί,
88μαρμαρέης δ’ἑλίκεσσι κατεσφήκωντο χελώνης
89ἁπτόμεναι πεδίοιο μόγις κρατερώνυχι χαλκῷ.
90κληιστὴν δ’ἐνέθηκε θύρην καὶ κλίμακα τυκτήν,
91ἡ μὲν ὅπως ἀίδηλος ἐπὶ πλευρῇς ἀραρυῖα
92ἔνθα καὶ ἔνθα φέρῃσι λόχον κλυτόπωλον Ἀχαιῶν,
93ἡ δ’ἵνα λυομένητε καὶ ἔμπεδον εἰς ἓν ἰοῦσα
94εἴη σφιν καθύπερθεν ὁδὸς καὶ νέρθεν ὀροῦσαι.
95ἀμφὶ δέ μιν λευκοῖο κατ’αὐχένος ἠδὲ γενείων
96ἄνθεσι πορφυρέοισι πέριξ ἔζωσεν ἱμάντων
97καὶ σκολιῇς ἑλίκεσσιν ἀναγκαίοιο χαλινοῦ
98κολλήσας ἐλέφαντι καὶ ἀργυροδίνεϊ χαλκῷ.
99αὐτὰρ ἐπειδὴ πάντα κάμεν μενεδήιον ἵππον,
100κύκλον ἐυκνήμιδα ποδῶν ὑπέθηκεν ἑκάστῳ
101ἑλκόμενος πεδίοισιν ὅπως πειθήνιος εἴη
102μη δὲ βιαζομένοισι δυσέμβατον οἶμον ὁδεύῃ.
103ὣς ὁ μὲν ἐξήστραπτε φόβῳ καὶ κάλλεϊ πολλῷ
104εὐρύςθ’ὑψηλόςτε · τὸν οὐ δέ κεν ἀρνήσαιτο,
105εἴ μιν ζωὸν ἔτετμεν, ἐλαυνέμεν ἵππιος Ἄρης.
106ἀμφὶ δέ μιν μέγα τεῖχος ἐλήλατο, μή τις Ἀχαιῶν
107πρίν μιν ἐσαθρήσειε, δόλον δ’ἀνάπυστον ἀνάψῃ.
108οἱ δὲ Μυκηναίης Ἀγαμέμνονος ἐγγύθι νηὸς
109λαῶν ὀρνυμένων ὅμαδον καὶ κῦμα φυγόντες
110ἐς βουλὴν βασιλῆες ἀολλίσθησαν Ἀχαιῶν.
111ἡ δὲ τανυφθόγγοιο δέμας κήρυκος ἑλοῦσα
112συμφράδμων Ὀδυσῆι παρίστατο θοῦρις Ἀθήνη
113ἀνδρὸς ἐπιχρίουσα μελίχροϊ νέκταρι φωνήν.
114αὐτὰρ ὁ δαιμονίῃσι νόον βουλῇσιν ἑλίσσων
115πρῶτα μὲν εἱστήκει κενεόφρονι φωτὶ ἐοικὼς
116ὄμματος ἀτρέπτοιο βολὴν ἐπὶ γαῖαν ἐρείσας,
117ἄφνω δ’ἀενάων ἐπέων ὠδῖνας ἀνοίξας
118δεινὸν ἀνεβρόντησε καὶ ἠερίης ἅτε πηγῆς
119ἐξέχεεν μέγα λαῖτμα μελισταγέος νιφετοῖο ·
120ὦ φίλοι, ἤδη μὲν κρύφιος λόχος ἐκτετέλεσται
121χερσὶ μὲν ἀνδρομέῃσιν, ἀτὰρ βουλῇσιν Ἀθήνης.
122ὑμεῖς δ’, οἵτε μάλιστα πεποίθατε κάρτεϊ χειρῶν,
123πρόφρονες ἀλκήεντι νόῳ καὶ τλήμονι θυμῷ
124σπέσθε μοι · οὐ γὰρ ἔοικε πολὺν χρόνον ἐνθάδ’ἐόντας
125μοχθίζειν ἀτέλεστα καὶ ἀχρέα γηράσκοντας,
126ἀλλὰ χρὴ ζώοντας ἀοίδιμον ἔργον ἀνύσσαι
127ἢ θανάτῳ βροτόεντι κακοκλεὲς αἶσχος ἀλύξαι.
128ἡμῖν θαλπωραὶ προφερέστεραι ἤπερ ἐκείνοις,
129εἰ μήπω στρουθοῖο καὶ ἀρχαίοιο δράκοντος
130καὶ καλῆς πλατάνοιο καὶ ὠκυμόροις ἐπὶ τέκνοις
131μητέρος ἑλκομένης ἁπαλῶντ’ἐλάθεσθε νεοσσῶν.
132εἰ δὲ θεοπροπίῃσι γέρων ἀνεβάλλετο Κάλχας,
133ἀλλὰ καὶ ὣς Ἑλένοιο μετήλυδος ὀμφητῆρος
134μαντοσύναι καλέουσιν ἑτοιμοτάτην ἐπὶ νίκην.
135τούνεκά μοι πείθεσθε, καὶ ἱππείην ἐπὶ νηδὺν
136θαρσαλέοι σπεύδωμεν, ὅπως αὐτάγρετον ἄλγος
137Τρῶες ἀταρβήτοιο θεῆς ἀπατήνορα τέχνην
138Ἴλιον εἰσανάγωσιν ἑὸν κακὸν ἀμφαγαπῶντες.
139οἱ δ’ἄλλοι πρυμναῖα μεθίετε πείσματα νηῶν
140πῦρ ἴδιον πλεκτῇσιν ἐνὶ κλισίῃσι βαλόντες ·
141Ἰλιάδος δὲ λιπόντες ἐρημαίην χθονὸς ἀκτὴν
142πλώετε πασσυδίῃ ψευδώνυμον οἴκαδε νόστον,
143εἰσόκεν εὐόρμου τετανυσμένον ἐκ περιωπῆς
144ὔμμι συναγρομένοις ἐπὶ γείτονος αἰγιαλοῖο
145σημαίνῃ παλίνορσον ἐπὶ πλόον ἑσπέριον πῦρ.
146καὶ τότε μήτε τις ὄκνος ἐπειγομένων ἐρετάων
147γινέσθω μήτ’ἄλλο φόβου νέφος, οἷάτε νύκτες
148ἀνθρώποισι φέρουσιν ἐλαφροῦ δείματα θυμοῦ.
149ἔστω δὲ προτέρης ἀρετῆς ἐμφύλιος αἰδώς,
150μη δέ τις αἰσχύνειεν ἑὸν κλέος, ὥς κεν ἕκαστος
151ἄξιον ὧν ἐμόγησε λάβῃ γέρας ἱπποσυνάων.
152ὣς φάμενος βουλῆς ἐξήρχετο · τοῖο δὲ μύθοις
153πρῶτος ἐφωμάρτησε Νεοπτόλεμος θεοειδής,
154πῶλος ἅτε δροσόεντος ἐπειγόμενος πεδίοιο,
155ὅστε νεοζυγέεσσιν ἀγαλλόμενος φαλάροισιν
156ἔφθασε καὶ μάστιγα καὶ ἡνιοχῆος ἀπειλήν.
157Τυδείδης δ’ἐπόρουσε Νεοπτολέμῳ Διομήδης
158θαυμάζων, ὅτι τοῖος ἔην καὶ πρόσθεν Ἀχιλλεύς.
159ἕσπετο καὶ Κυάνιππος, ὃν εὐπατέρεια Κομαιθὼ
160Τυδηὶς θαλάμοιο μινυνθαδίοιο τυχοῦσα
161ὠκυμόρῳ τέκε παῖδα σακεσπάλῳ Αἰγιαλῆι.
162ἔστη καὶ Μενέλαος · ἄγεν δέ μιν ἄγριος ὁρμὴ
163Δηιφόβου ποτὶ δῆριν, ἀπηνέι δ’ἔζεε θυμῷ
164δεύτερον ἁρπακτῆρα γάμου λελιημένος εὑρεῖν.
165τῷ δ’ἐπὶ Λοκρὸς ὄρουσεν Ὀιλῆος ταχὺς Αἴας,
166εἰσέτι θυμὸν ἔχων πεπνυμένον οὐ δ’ἐπὶ κούραις
167μαργαίνων ἀθέμιστον · ἀνέστησεν δὲ καὶ ἄλλον,
168Κρητῶν Ἰδομενῆα μεσαιπόλιον βασιλῆα.
169Νεστορίδης δ’ἅμα τοῖσιν ἔβη κρατερὸς Θρασυμήδης,
170καὶ Τελαμώνιος υἱὸς ἑκηβόλος ἤιε Τεῦκρος
171τοῖσι δ’ἐπ’Ἀδμήτοιο πάις πολύιππος ἀνέστη
172Εὔμηλος · μετὰ τὸν δὲ θεοπρόπος ἔσσυτο Κάλχας
173εὖ εἰδώς, ὅτι μόχθον ἀμήχανον ἐκτελέσαντες
174ἤδη Τρώιον ἄστυ καθιππεύσουσιν Ἀχαιοί.
175οὐ δὲ μὲν οὐ δ’οἳ ἔλειφθεν ἀποστρεφθέντες ἀρωγῆς
176Εὐρύπυλόςτ’Εὐαιμονίδης ἀγαθόςτε Λεοντεύς,
177Δημοφόωντ’Ἀκάμαςτε, δύω Θησήια τέκνα,
178Ὀρτυγίδηςτ’Ἄντικλος, ὃν αὐτόθι τεθνειῶτα
179ἵππῳ δακρύσαντες ἐνεκτερέιξαν Ἀχαιοί,
180Πηνέλεώςτε Μέγηςτε καὶ Ἀντιφάτης ἀγαπήνωρ
181Ἰφιδάμαςτε καὶ Εὐρυδάμας, Πελίαο γενέθλη,
182τόξῳ δ’Ἀμφιδάμας κεκορυθμένος · ὕστατος αὖτε
183τέχνης ἀγλαόμητις ἑῆς ἐπέβαινεν Ἐπειός.
184εὐξάμενοι δὴ ἔπειτα Διὸς γλαυκώπιδι κούρῃ
185ἱππείην ἔσπευδον ἐς ὁλκάδα · τοῖσι δ’Ἀθήνη
186ἀμβροσίῃ κεράσασα θεῶν ἐκόμισσεν ἐδωδὴν
187δεῖπνον ἔχειν, ἵνα μή τι πανημέριοι λοχόωντες
188τειρόμενοι βαρύθοιεν ἀτερπέι γούνατα λιμῷ.
189ὣς δ’ὁπότε κρυμοῖσιν ἀελλοπόδων νεφελάων
190ἠέρα παχνώσασα χιὼν ἐπάλυνεν ἀρούρας,
191τηκομένη δ’ἀνέηκε πολὺν ῥόον · οἱ δ’ἀπὸ πέτρης
192ὀξὺ καταθρῴσκοντα κυβιστητῆρι κυδοιμῷ
193δοῦπον ὑποπτήξαντες ὀριτρεφέος ποταμοῖο
194θῆρες ἐρωήσαντες ὑπὸ πτύχα κοιλάδος εὐνῆς
195σιγῇ φρικαλέῃσιν ἐπὶ πλευρῇσι μένουσι,
196πικρὰ δὲ πεινάοντες ὀιζυρῆς ὑπ’ἀνάγκης
197τλήμονες ἐκδέχαται, πότε παύεται ὄβριμον ὕδωρ ·
198ὣς οἵγε γλαφυροῖο διὰ ξυλόχοιο θορόντες
199ἀτλήτους ἀνέχοντο πόνους ἀκμῆτες Ἀχαιοί.
200τοῖσι δ’ἐπεκλήισσε θύρην ἐγκύμονος ἵππου
201πιστὸς ἀτεκμάρτοιο δόλου πυλαωρὸς Ὀδυσσεύς.
202αὐτὸς δ’ἐν κεφαλῇ σκοπὸς ἕζετο · τὼ δέ οἱ ἄμφω
203ὀφθαλμὼ ποθέοντες ἐλάνθανον ἐκτὸς ἐόντας.
204Ἀτρείδης δ’ἐκέλευσεν ὑποδρηστῆρας Ἀχαιοὺς
205λῦσαι λάινον ἕρκος ἐυγνάμπτοισι μακέλλαις,
206ἵππος ὅπερ κεκάλυπτο · θέλεν δέ ἑ γυμνὸν ἐᾶσαι,
207τηλεφανὴς ἵνα πᾶσιν ἑὴν χάριν ἀνδράσι πέμποι.
208καὶ τὸ μὲν ἐξελάχαινον ἐφημοσύνῃ βασιλῆος.
209ἠέλιος δ’ὅτε νύκτα παλίνσκιον ἀνδράσιν ἕλκων
210ἐς δύσιν ἀχλυόπεζαν ἑκηβόλον ἔτραπεν ἠῶ,
211δὴ τότε κηρύκων ἀπεκίδνατο λαὸν ἀυτὴ
212φεύγειν ἀγγελέουσα καὶ ἑλκέμεν εἰς ἅλα κοίλην
213νῆας ἐυκραίρους ἀνάτε πρυμνήσια λῦσαι.
214ἔνθα δὲ πευκήεντος ἀνασχόμενοι πυρὸς ὁρμὴν
215ἕρκεάτε πρήσαντες ἐυσταθέων κλισιάων
216νηυσὶν ἀνεπλώεσκον ἀπὸ Ῥοιτειάδος ἀκτῆς
217ὅρμον ἐς ἀντιπέραιον ἐυστεφάνου Τενέδοιο
218γλαυκὸν ἀναπτύσσοντες ὕδωρ Ἀθαμαντίδος Ἕλλης.
219μοῦνος δὲ πληγῇσιν ἑκούσια γυῖα χαραχθεὶς
220Αἰσιμίδης ἐλέλειπτο Σίνων, ἀπατήλιος ἥρως,
221κρυπτὸν ἐπὶ Τρώεσσι δόλον καὶ πήματα κεύθων.
222ὡς δ’ὁπότε σταλίκεσσι λίνον περικυκλώσαντες
223θηρσὶν ὀριπλανέεσσι λόχον πολυωπὸν ἔπηξαν
224ἀνέρες ἀγρευτῆρες · ὁ δ’ἐκκριδὸν οἶος ἀπ’ἄλλων,
225λαθρίδιος πυκινοῖσιν ὑπὸ πτόρθοισι δεδυκώς,
226δίκτυα παπταίνων ἔλαθεν θηροσκόπος ἀνήρ ·
227ὣς τότε λωβητοῖσι περίστικτος μελέεσσι
228Τροίῃ λυγρὸν ὄλεθρον ἐμήδετο. κὰδ δέ οἱ ὤμους
229ἕλκεσι ποιητοῖσι κατέρρεε νήχυτον αἷμα.
230ἡ δὲ περὶ κλισίῃσιν ἐμαίνετο παννυχίη φλὸξ
231καπνὸν ἐρευγομένη περιδινέα φοιτάδι ῥιπῇ ·
232Ἥφαιστος δ’ἐκέλευεν ἐρίβρομος · ἐκ δὲ θυέλλας
233παντοίας ἐτίνασσεν ἐπιπνείουσα καὶ αὐτή,
234μήτηρ ἀθανάτοιο πυρός, φαεσίμβροτος Ἥρη.
235ἤδη δὲ Τρώεσσι καὶ Ἰλιάδεσσι γυναιξὶν
236ὄρθρον ὑπὸ σκιόεντα πολύθροος ἤλυθε φήμη
237δήιον ἀγγέλλουσα φόβον σημάντορι καπνῷ.
238αὐτίκα δ’ἐξέθορον πυλέων πετάσαντες ὀχῆας
239πεζοίθ’ἱππῆέςτε καὶ ἐς πεδίον προχέοντο
240διζόμενοι, μή πού τις ἔην δόλος ἄλλος Ἀχαιῶν.
241οἱ δὲ θοοὺς οὐρῆας ὑποζεύξαντες ἀπήναις
242ἐκ πόλιος κατέβαινον ἅμα Πριάμῳ βασιλῆι
243ἄλλοι δημογέροντες · ἐλαφρότατοι δ’ἐγένοντο
244θαλπόμενοι περὶ παισίν, ὅσους λίπε φοίνιος Ἄρης,
245ὀσσόμενοι καὶ γῆρας ἐλεύθερον · οὐ μὲν ἔμελλον
246γηθήσειν ἐπὶ δηρόν, ἐπεὶ Διὸς ἤθελε βουλή.
247οἱ δ’ὅτε τεχνήεντος ἴδον δέμας αἰόλον ἵππου,
248θαύμασαν ἀμφιχυθέντες, ἅτ’ἠχήεντες ἰδόντες
249αἰετὸν ἀλκήεντα περικλάζουσι κολοιοί.
250τοῖσι δὲ τετρηχυῖα καὶ ἄκριτος ἔμπεσε βουλή ·
251οἱ μὲν γὰρ πολέμῳ βαρυπενθέι κεκμηῶτες,
252ἵππον ἀπεχθήραντες, ἐπεὶ πέλεν ἔργον Ἀχαιῶν,
253ἤθελον ἢ δολιχοῖσιν ἐπὶ κρημνοῖσιν ἀράξαι
254ἠὲ καὶ ἀμφιτόμοισι διαρρῆξαι πελέκεσσιν ·
255οἱ δὲ νεοξέστοιο πεποιθότες ἔργμασι τέχνης
256ἀθανάτοις ἐκέλευον ἀρήιον ἵππον ἀνάψαι,
257ὕστερον Ἀργείοιο μόθου σημήιον εἶναι.
258φραζομένοις δ’ἐπὶ τοῖσι παναίολα γυῖα κομίζων
259γυμνὸς ὑπὲρ πεδίοιο φάνη κεκακωμένος ἀνήρ ·
260αἵματι δὲ σμώδιγγες ἀεικέϊ βεβριθυῖαι
261ἴχνια λωβήεντα θοῶν ἀνέφαινον ἱμάντων.
262αὐτίκα δὲ Πριάμοιο ποδῶν προπάροιθεν ἐλυσθεὶς
263ἱκεσίαις παλάμῃσι παλαιῶν ἥψατο γούνων,
264λισσόμενος δὲ γέροντα δολοπλόκον ἴαχε μῦθον ·
265ἄνδρα μὲν Ἀργείοισιν ὁμόπλοον εἴ μ’ἐλεαίρεις,
266Τρώων δὲ ῥυστῆρα καὶ ἄστεος εἴ με σαώσεις,
267Δαρδανίδη σκηπτοῦχε, καὶ ὕστατον ἐχθρὸν Ἀχαιῶν —
268οἷά με λωβήσαντο θεῶν ὄπιν οὐκ ἀλέγοντες
269οὐδὲν ἀλιτραίνοντα, κακοὶ καὶ ἀπηνέες αἰεί ·
270ὣς μὲν Ἀχιλλῆος γέρας ἥρπασαν Αἰακίδαο,
271ὣς δὲ Φιλοκτήτην ἔλιπον πεπεδημένον ὕδρῳ,
272ἔκτειναν δὲ καὶ αὐτὸν ἀγασσάμενοι Παλαμήδην.
273καὶ νῦν οἷά μ’ἔρεξαν ἀτάσθαλοι, οὕνεκα φεύγειν
274οὐκ ἔθελον σὺν τοῖσι, μένειν δ’ἐκέλευον ἑταίρους ·
275οἱ δὲ νοοπλήγεσσιν ἀτασθαλίῃσι δαμέντες
276εἵματα μέν μ’ἀπέδυσαν, ἀεικελίῃσι δ’ἱμάσθλαις
277πᾶν δέμας οὐτήσαντες ἐπὶ ξείνῃ λίπον ἀκτῇ.
278ἀλλά, μάκαρ, πεφύλαξο Διὸς σέβας ἱκεσίοιο ·
279χάρμα γὰρ Ἀργείοισι γενήσομαι, εἴ κεν ἐάσῃς
280χερσὶν ὕπο Τρώων ἱκέτην καὶ ξεῖνον ὀλέσθαι.
281αὐτὰρ ἐγὼ πάντεσσιν ἐπάρκιος ἔσσομαι ὑμῖν
282μηκέτι δειμαίνειν πόλεμον παλίνορσον Ἀχαιῶν.
283ὣς φάτο · τὸν δ’ὁ γέρων ἀγανῇ μειλίξατο φωνῇ ·
284ξεῖνε, σὲ μὲν Τρώεσσι μεμιγμένον οὐκέτ’ἔοικε
285τάρβος ἔχειν · ἔφυγες γὰρ ἀνάρσιον ὕβριν Ἀχαιῶν.
286αἰεὶ δ’ἡμέτερος φίλος ἔσσεαι, οὐ δέ σε πάτρης
287οὐ δὲ πολυκτεάνων θαλάμων γλυκὺς ἵμερος αἱρεῖ.
288ἀλλ’ἄγε καὶ σύ μοι εἰπέ, τί τοι τόδε θαῦμα τέτυκται,
289ἵππος, ἀμειλίκτοιο φόβου τέρας · εἰπὲ δὲ σεῖο
290οὔνομα καὶ γενεήν, ὁπόθεν δέ σε νῆες ἔνεικαν.
291τὸν δ’ἐπιθαρσήσας προσέφη πολυμήχανος ἥρως ·
292ἐξερέω καὶ ταῦτα · σὺ γάρ μ’ἐθέλοντα κελεύεις.
293ἄργός μοι πόλις ἐστί, Σίνων δέ μοι οὔνομα κεῖται ·
294αἴσιμον αὖ καλέουσιν ἐμὸν πολιὸν γενετῆρα ·
295ἵππον δ’Ἀργείοισι παλαίφατον εὗρεν Ἐπειός ·
296εἰ μὲν γάρ μιν ἐᾶτε μένειν αὐτοῦ ἐνὶ χώρῃ,
297Τροίην θέσφατόν ἐστιν ἑλεῖν πόλιν ἔγχος Ἀχαιῶν ·
298εἰ δέ μιν ἁγνὸν ἄγαλμα λάβῃ νηοῖσιν Ἀθήνη,
299φεύξονται προφυγόντες ἀνηνύστοις ἐπ’ἀέθλοις.
300ἀλλ’ἄγε δὴ σειρῇσι περίπλοκον ἀμφιβαλόντες
301ἕλκετ’ἐς ἀκρόπολιν μεγάλην χρυσήνιον ἵππον ·
302ἄμμι δ’Ἀθηναίη ἐρυσίπτολις ἡγεμονεύοι
303δαιδάλεον σπεύδουσα λαβεῖν ἀνάθημα καὶ αὐτή.
304ὣς ἄρ’ἔφη · καὶ τὸν μὲν ἄναξ ἐκέλευσε λαβόντα
305ἕσσασθαι χλαῖνάντε χιτῶνάτε, τοὶ δέ, βοείαις
306δησάμενοι σειρῇσιν, ἐυπλέκτοισι κάλωσιν
307εἷλκον ὑπὲρ πεδίοιο, θοῶν ἐπιβήτορα κύκλων,
308ἵππον ἀριστήεσσι βεβυσμένον · οἱ δὲ πάροιθεν
309αὐλοὶ καὶ φόρμιγγες ὁμὴν ἐλίγαινον ἀοιδήν.
310σχέτλιον ἀφραδέων μερόπων γένος, οἷσιν ὁμίχλη
311ἄσκοπος ἐσσομένων · κενεῷ δ’ὑπὸ χάρματι πολλοὶ
312πολλάκις ἀγνώσσουσι περιπταίοντες ὀλέθρῳ.
313οἵη καὶ Τρώεσσι τότε φθισίμβροτος ἄτη
314ἐς πόλιν αὐτοκέλευθος ἐκώμασεν · οὐ δέ τις ἀνδρῶν
315ᾔδεεν, οὕνεκα λάβρον ἐφέλκετο πένθος ἄλαστον.
316ἄνθεα δὲ δροσόεντος ἀμησάμενοι ποταμοῖο
317ἔστεφον αὐχενίους πλοκάμους σφετέροιο φονῆος.
318γαῖα δὲ χαλκείοισιν ἐρεικομένη περὶ κύκλοις
319δεινὸν ὑπεβρυχᾶτο, σιδήρειοι δὲ δι’αὐτῶν
320τριβόμενοι τρηχεῖαν ἀνέστενον ἄξονες ἠχήν ·
321τετρίγει δὲ κάλων ξυνοχή, καὶ πᾶσα ταθεῖσα
322λιγνὺν αἰθαλόεσσαν ἕλιξ ἀνεκήκιε σειρή.
323πολλὴ δ’ἑλκόντων ἐνοπὴ καὶ κόμπος ὀρώρει ·
324ἔβρεμε νυμφαίῃσιν ἅμα δρυσὶ δάσκιος Ἴδη,
325ἴαχε καὶ Ξάνθου ποταμοῦ κυκλούμενον ὕδωρ,
326καὶ στόμα κεκλήγει Σιμοείσιον · οὐρανίη δὲ
327ἐκ Διὸς ἑλκόμενον πόλεμον μαντεύετο σάλπιγξ.
328οἱ δ’ἦγον προπάροιθεν · ὁδὸς δ’ἐβαρύνετο μακρὴ
329σχιζομένη ποταμοῖσι καὶ οὐ πεδίοισιν ὁμοίη.
330εἵπετο δ’αἰόλος ἵππος ἀρηιφίλους ἐπὶ βωμοὺς
331κυδιόων ὑπέροπλα, βίην δ’ἐπέρεισεν Ἀθήνη
332χεῖρας ἐπιβρίσασα νεογλυφέων ἐπὶ μηρῶν.
333ὧδε θέων ἀκίχητος ἐπέδραμε θᾶσσον ὀιστοῦ
334Τρῶας ἐυσκάρθμοισιν ὁδοιπορίῃσι διώκων,
335εἰσόκε δὴ πυλέων ἐπεβήσατο Δαρδανιάων.
336αἱ δέ οἱ ἐρχομένῳ θυρέων πτύχες ἐστείνοντο ·
337ἀλλ’Ἥρη μὲν ἔλυσεν ἐπὶ δρόμον αὖθις ὁδοῖο
338πρόσθεν ἀναστέλλουσα, Ποσειδάων δ’ἀπὸ πύργων
339σταθμὸν ἀνοιγομένων πυλέων ἀνέκοπτε τριαίνῃ.
340Τρωιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἄλλοθεν ἄλλαι,
341νύμφαιτε πρόγαμοίτε καὶ ἴδμονες Εἰλειθυίης,
342μολπῇτ’ὀρχηθμῷτε περὶ βρέτας εἱλίσσοντο ·
343ἄλλαι δὲ χνοόωσαν ἀμελγόμεναι χάριν ὄμβρου
344ὁλκῷ δουρατέῳ ῥοδέους στορέσαντο τάπητας.
345αἱ δὲ θαλασσαίης ἐπιμάζια νήματα μίτρης
346λυσάμεναι κλωστοῖσι κατέπλεκον ἄνθεσιν ἵππον.
347καί τις ἀπειρεσίοιο πίθου κρήδεμνον ἀνεῖσα
348χρυσείῳ προχέουσα κρόκῳ κεκερασμένον οἶνον
349γαῖαν ἀνεκνίσσωσε χυτὴν εὐώδεϊ πηλῷ.
350ἀνδρομέῃ δὲ βοῇ συνεβάλλετο θῆλυς ἰωή,
351καὶ παίδων ἀλαλητὸς ἐμίσγετο γήραος ἠχῇ.
352οἷαι δ’ἀφνειοῖο μετήλυδες Ὠκεανοῖο,
353χείματος ἀμφίπολοι, γεράνων στίχες ἠεροφώνων,
354κύκλον ἐπογμεύουσιν ἀλήμονος ὀρχηθμοῖο
355γειοπόνοις ἀρότῃσιν ἀπεχθέα κεκληγυῖαι ·
356ὣς οἵγε κλαγγῇτε δι’ἄστεος ἠδὲ κυδοιμῷ
357ἦγον ἐς ἀκρόπολιν βεβαρημένον ἔνδοθεν ἵππον.
358κούρη δὲ Πριάμοιο θεήλατος οὐκέτι μίμνειν
359ἤθελεν ἐν θαλάμοισι · διαρρήξασα δ’ὀχῆας
360ἔδραμεν ἠύτε πόρτις ἀήσυρος, ἥντε τυπεῖσαν
361κέντρον ἀνεπτοίησε βοορραίσταο μύωπος ·
362ἡ δ’οὐκ εἰς ἀγέλην ποτιδέρκεται οὐ δὲ βοτῆρι
363πείθεται οὐ δὲ νομοῖο λιλαίεται, ἀλλὰ βελέμνῳ
364ὀξέι θηγομένη βοέων ἐξήλυθε θεσμῶν ·
365τοίη μαντιπόλοιο βολῆς ὑπὸ νύγματι κούρη
366πλαζομένη κραδίην ἱερὴν ἀνεσείετο δάφνην.
367πάντη δ’ἐβρυχᾶτο κατὰ πτόλιν · οὐ δὲ τοκήων
368οὐ δὲ φίλων ἀλέγιζε · λίπεν δέ ἑ παρθένος αἰδώς.
369οὐχ οὕτω Θρήισσαν ἐνὶ δρυμοῖσι γυναῖκα
370νήδυμος αὐλὸς ἔτυψεν ὀρειμανέος Διονύσου,
371ἥτε θεῷ πληγεῖσα παρήορον ὄμμα τιταίνει
372γυμνὸν ἐπισσείουσα κάρη κυανάμπυκι κισσῷ,
373ὡς ἥγε πτερόεντος ἀναΐξασα νόοιο
374Κασσάνδρη θεόφοιτος ἐμαίνετο · πυκνὰ δὲ χαίτην
375κοπτομένη καὶ στέρνον ἀνίαχε μαινάδι φωνῇ ·
376ὦ μέλεοι, τίνα τοῦτον ἀνάρσιον ἵππον ἄγοντες
377δαιμόνιοι μαίνεσθε καὶ ὑστατίην ἐπὶ νύκτα
378σπεύδετε καὶ πολέμοιο πέρας καὶ νήγρετον ὕπνον;
379δυσμενέων ὅδε κῶμος ἀρήιος · αἱ δέ που ἤδη
380τίκτουσιν μογερῆς Ἑκάβης ὠδῖνες ὀνείρων,
381λήγει δ’ἀμβολιεργὸν ἔτος πολέμοιο λυθέντος.
382τοῖος ἀριστήων λόχος ἔρχεται, οὓς ἐπὶ χάρμην
383τεύχεσιν ἀστράπτοντας ἀμαυροτάτην ὑπὸ νύκτα
384τέξεται ὄβριμος ἵππος · ἐπὶ χθόνα δ’ἄρτι θορόντες
385ἐς μόθον ὁρμήσουσι τελειότατοι πολεμισταί.
386οὐ γὰρ ἐπ’ὠδίνεσσι μογοστόκον ἵππον ἀνεῖσαι
387ἀνδράσι τικτομένοισιν ἐπισχήσουσι γυναῖκες,
388αὐτὴ δ’Εἰλείθυια γενήσεται, ἥ μιν ἔτευξε ·
389γαστέρα δὲ πλήθουσαν ἀνακλίνασα βοήσει
390μαῖα πολυκλαύτοιο τόκου πτολίπορθος Ἀθήνη.
391καὶ δὴ πορφύρεον μὲν ἑλίσσεται ἔνδοθι πύργων
392αἵματος ἐκχυμένου πέλαγος καὶ κῦμα φόνοιο,
393δεσμάτε συμπαθέων πλέκεται περὶ χερσὶ γυναικῶν
394νυμφία, φωλεύει δ’ὑπὸ δούρασι κευθόμενον πῦρ.
395ὤμοι ἐμῶν ἀχέων, ὤμοι σέο, πάτριον ἄστυ,
396αὐτίκα λεπταλέη κόνις ἔσσεαι, οἴχεται ἔργον
397ἀθανάτων, προθέλυμνα θεμείλια Λαομέδοντος.
398καὶ σέ, πάτερ, καὶ μῆτερ, ὀδύρομαι, οἷά μοι ἤδη
399ἀμφότεροι πείσεσθε · σὺ μέν, πάτερ, οἰκτρὰ δεδουπὼς
400κείσεαι Ἑρκείοιο Διὸς μεγάλου παρὰ βωμῷ ·
401μῆτερ ἀριστοτόκεια, σὲ δὲ βροτέης ἀπὸ μορφῆς
402λυσσαλέην ἐπὶ παισὶ θεοὶ κύνα ποιήσουσι.
403δῖα Πολυξείνη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης
404κεκλιμένην ὀλίγον δακρύσομαι · ὡς ὄφελέν τις
405Ἀργείων ἐπὶ σοῖσι γόοις ὀλέσαι με καὶ αὐτήν.
406τίς γάρ μοι χρειὼ βιότου πλέον, εἴ με φυλάσσει
407οἰκτροτάτῳ θανάτῳ, ξείνη δέ με γαῖα καλύψει;
408τοιάδε μοι δέσποινα καὶ αὐτῷ δῶρον ἄνακτι
409ἀντὶ τόσων καμάτων Ἀγαμέμνονι πότμον ὑφαίνει.
410ἀλλ’ἤδη φράζεσθε — τὰ δὲ γνώσεσθε παθόντες —
411καὶ νεφέλην ἀπόθεσθε, φίλοι, βλαψίφρονος ἄτης.
412ῥηγνύσθω πελέκεσσι δέμας πολυχανδέος ἵππου
413ἢ πυρὶ καιέσθω · δολόεντα δὲ σώματα κεῦθον
414ὀλλύσθω, μεγάλη δὲ ποθὴ Δαναοῖσι γενέσθω.
415καὶ τότε μοι δαίνυσθε καὶ ἐς χορὸν ὀτρύνεσθε
416στησάμενοι κρητῆρας ἐλευθερίης ἐρατεινῆς.
417ἡ μὲν ἔφη · τῇ δ’οὔτις ἐπείθετο · τὴν γὰρ Ἀπόλλων
418ἀμφότερον μάντιντ’ἀγαθὴν καὶ ἄπιστον ἔθηκεν.
419τὴν δὲ πατὴρ ἐνένιπεν ὁμοκλήσας ἐπέεσσι ·
420τίς σε πάλιν, κακόμαντι, δυσώνυμος ἤγαγε δαίμων,
421θαρσαλέη κυνόμυια; μάτην ὑλάουσ’ἀπερύκεις.
422οὔπω σοι κέκμηκε νόος λυσσώδεϊ νούσῳ,
423οὐ δὲ παλιμφήμων ἐκορέσσαο λαβροσυνάων;
424ἀλλὰ καὶ ἡμετέρῃσιν ἐπαχνυμένη θαλίῃσιν
425ἤλυθες, ὁππότε πᾶσιν ἐλεύθερον ἦμαρ ἀνῆψεν
426ἡμῖν Ζεὺς Κρονίδης, ἐκέδασσε δὲ νῆας Ἀχαιῶν.
427οὐ δ’ἔτι δούρατα μακρὰ τινάσσεται, οὐ δ’ἔτι τόξα
428ἕλκεται, οὐ ξιφέων σελαγή, σιγῶσι δ’ὀιστοί,
429ἀλλὰ χοροὶ καὶ μοῦσα μελίπνοος, οὐ δ’ἔτι νείκη,
430οὐ μήτηρ ἐπὶ παιδὶ κινύρεται, οὐ δ’ἐπὶ δῆριν
431ἄνδρα γυνὴ πέμψασα νέκυν δακρύσατο χήρη ·
432ἵππον ἀνελκόμενον δέχεται πολιοῦχος Ἀθήνη.
433παρθένε τολμήεσσα, σὺ δὲ πρὸ δόμοιο θοροῦσα
434ψεύδεα θεσπίζουσα καὶ ἄγρια μαργαίνουσα
435μοχθίζεις ἀτέλεστα καὶ ἱερὸν ἄστυ μιαίνεις.
436ἔρρ’οὕτως · ἡμῖν δὲ χοροὶ θαλίαιτε μέλονται.
437οὐ γὰρ ἔτι Τροίης ὑπὸ τείχεσι δεῖμα λέλειπται,
438οὐ δ’ἔτι μαντιπόλοιο τεῆς κεχρήμεθα φωνῆς.
439ὣς εἰπὼν ἐκέλευσεν ἄγειν ἑτερόφρονα κούρην
440κεύθων ἐν θαλάμοισι · μόγις δ’ἀέκουσα τοκῆι
441πείθετο, παρθενίῳ δὲ περὶ κλιντῆρι πεσοῦσα
442κλαῖεν ἐπισταμένη τὸν ἑὸν μόρον · ἔβλεπε δ’ἤδη
443πατρίδος αἰθομένης ἐπὶ τείχεσι μαρνάμενον πῦρ.
444οἱ δὲ πολισσούχοιο θεῆς ὑπὸ νηὸν Ἀθήνης
445ἵππον ἀναστήσαντες ἐυξέστων ἐπὶ βάθρων
446ἔφλεγον ἱερὰ καλὰ πολυκνίσσων ἐπὶ βωμῶν ·
447ἀθάνατοι δ’ἀνένευον ἀνηνύστους ἑκατόμβας.
448εἰλαπίνη δ’ἐπίδημος ἔην καὶ ἀμήχανος ὕβρις,
449ὕβρις ἐλαφρίζουσα μέθην λυσήνορος οἴνου.
450ἀφραδίῃτε βέβυστο, μεθημοσύνῃτε κεχήνει
451πᾶσα πόλις, πυλέων δ’ὀλίγοις φυλάκεσσι μεμήλει ·
452ἤδη γὰρ καὶ φέγγος ἐδύετο, δαιμονίη δὲ
453Ἴλιον αἰπεινὴν ὀλεσίπτολις ἀμφέβαλεν νύξ.
454Ἀργείῃ δ’Ἑλένῃ πολιὸν δέμας ἀσκήσασα
455ἦλθε δολοφρονέουσα πολυφράδμων Ἀφροδίτη,
456ἐκ δὲ καλεσσαμένη προσέφη πειθήμονι φωνῇ ·
457νύμφα φίλη, καλέει σε πόσις Μενέλαος ἀγήνωρ
458ἵππῳ δουρατέῳ κεκαλυμμένος, ἀμφὶ δ’Ἀχαιῶν
459ἡγεμόνες λοχόωσι τεῶν μνηστῆρες ἀέθλων.
460ἀλλ’ἴθι, μη δ’ἔτι τοι μελέτω Πριάμοιο γέροντος
461μήτ’ἄλλων Τρώων μήτ’αὐτοῦ Δηιφόβοιο ·
462ἤδη γάρ σε δίδωμι πολυτλήτῳ Μενελάῳ.
463ὣς φαμένη θεὸς αὖθις ἀνέδραμεν · ἡ δὲ δόλοισι
464θελγομένη κραδίην θάλαμον λίπε κηώεντα,
465καί οἱ Δηίφοβος πόσις εἵπετο · τὴν δὲ κιοῦσαν
466Τρῳάδες ἑλκεχίτωνες ἐθηήσαντο γυναῖκες.
467ἡ δ’ὁπόθ’ὑψιμέλαθρον ἐς ἱερὸν ἦλθεν Ἀθήνης,
468ἔστη παπταίνουσα φυὴν εὐήνορος ἵππου.
469τρὶς δὲ περιστείχουσα καὶ Ἀργείους ἐρέθουσα
470πάσας ἠυκόμους ἀλόχους ὀνόμαζεν Ἀχαιῶν
471φωνῇ λεπταλέῃ · τοὶ δ’ἔνδοθι θυμὸν ἄμυσσον
472ἀλγεινοὶ κατέχοντες ἐεργμένα δάκρυα σιγῇ.
473ἔστενε μὲν Μενέλαος, ἐπεὶ κλύε Τυνδαρεώνης,
474κλαῖε δὲ Τυδείδης μεμνημένος Αἰγιαλείης,
475οὔνομα δ’ἐπτοίησεν Ὀδυσσέα Πηνελοπείης,
476Ἄντικλος δ’ὅτε κέντρον ἐδέξατο Λαοδαμείης,
477μοῦνος ἀμοιβαίην ἀνεβάλλετο γῆρυν ἀνοίξας ·
478ἀλλ’Ὀδυσεὺς κατέπαλτο καὶ ἀμφοτέρῃς παλάμῃσιν
479ἀμφιπεσὼν ἐπίεζεν ἐπειγόμενον στόμα λῦσαι.
480μάστακα δ’ἀρρήκτοισιν ἀλυκτοπέδῃσι μεμαρπὼς
481εἶχεν ἐπικρατέως · ὁ δ’ἐπάλλετο χερσὶ πιεσθείς,
482φεύγων ἀνδροφόνοιο πελώρια δεσμὰ σιωπῆς.
483καὶ τὸν μὲν λίπεν ἆσθμα φερέσβιον · οἱ δέ μιν ἄλλοι
484δάκρυσι λαθριδίοισι κατακλαύσαντες Ἀχαιοὶ
485κοῖλον ἀποκρύψαντες ἐς ἰσχίον ἔνθεσαν ἵππου
486καὶ χλαῖναν μελέεσσιν ἐπὶ ψυχροῖσι βαλόντες.
487καί νύ κεν ἄλλον ἔθελγε γυνὴ δολόμητις Ἀχαιῶν,
488εἰ μή οἱ βλοσυρῶπις ἀπ’αἰθέρος ἀντήσασα
489Παλλὰς ἐπηπείλησε, φίλου δ’ἐξήγαγε νηοῦ
490μούνῃ φαινομένη, στερεῇ δ’ἀπεπέμψατο φωνῇ ·
491δειλαίη, τέο μέχρις ἀλιτροσύναι σε φέρουσι
492καὶ πόθος ἀλλοτρίων λεχέων καὶ Κύπριδος ἄτη;
493οὔποτε δ’οἰκτείρεις πρότερον πόσιν οὐ δὲ θύγατρα
494Ἑρμιόνην ποθέεις; ἔτι δὲ Τρώεσσιν ἀρήγεις;
495χάζεο καὶ θαλάμων ὑπερώιον εἰσαναβᾶσα
496σὺν πυρὶ μειλιχίῳ ποτιδέχνυσο νῆας Ἀχαιῶν.
497ὣς φαμένη κενεὴν ἀπάτην ἐκέδασσε γυναικός.
498καὶ τὴν μὲν θαλαμόνδε πόδες φέρον · οἱ δὲ χοροῖο
499παυσάμενοι καμάτῳ ἀδδηκότες ἤριπον ὕπνῳ.
500καὶ δή που φόρμιγξ ἀνεπαύσατο, κεῖτο δὲ κάμνων
501αὐλὸς ἐπὶ κρητῆρι, κύπελλα δὲ πολλὰ χυθέντα
502αὐτομάτως ῥείεσκε καθελκομένων ἀπὸ χειρῶν.
503ἡσυχίη δὲ πόλιν κατεβόσκετο, νυκτὸς ἑταίρη,
504οὐ δ’ὑλακὴ σκυλάκων ἠκούετο, πᾶσα δὲ σιγὴ
505εἱστήκει καλέουσα φόνον πνείουσαν ἀυτήν.
506ἤδη δὲ Τρώεσσιν ὀλέθριον εἷλκε τάλαντον
507Ζεὺς ταμίης πολέμοιο, μόγις δ’ἐλέλιξεν Ἀχαιούς ·
508χάζετο δ’Ἰλιόθεν Λυκίης ἐπὶ πίονα νηὸν
509ἀχνύμενος μεγάλοις ἐπὶ τείχεσι Φοῖβος Ἀπόλλων.
510αὐτίκα δ’Ἀργείοισιν Ἀχιλλῆος παρὰ τύμβον
511ἀγγελίην ἀνέφαινε Σίνων εὐφεγγέι δαλῷ
512παννυχίη δ’ἑτάροισιν ὑπὲρ θαλάμοιο καὶ αὐτὴ
513εὐειδὴς Ἑλένη χρυσέην ἐπεδείκνυτο πεύκην.
514ὡς δ’ὁπότε πλήθουσα πυρὸς γλαυκοῖο σελήνη
515οὐρανὸν αἰγλήεντα κατεχρύσωσε προσώπῳ ·
516οὐχ ὅτε που γλωχῖνας ἀποξύνουσα κεραίης
517πρωτοφαὴς ὑπὸ μηνὸς ἀνίσταται ἄσκιον ἀχλύν,
518ἀλλ’ὅτε κυκλώσασα περίτροχον ὄμματος αὐγὴν
519ἀντιτύπους ἀκτῖνας ἐφέλκεται ἠελίοιο ·
520τοίη μαρμαίρουσα Θεραπναίη τότε νύμφη
521οἴνοπα πῆχυν ἀνεῖλκε, φίλου πυρὸς ἡνιοχῆα.
522οἱ δὲ σέλας πυρσοῖο μετήορον ἀθρήσαντες
523νῆας ἀνεκρούσαντο παλιγγνάμπτοισι κελεύθοις
524Ἀργεῖοι σπεύδοντες, ἅπας δ’ἠπείγετο ναύτης
525δηναιοῦ πολέμοιο τέλος διζήμενος εὑρεῖν.
526οἱ δ’αὐτοὶ πλωτῆρες ἔσαν κρατεροίτε μαχηταὶ
527ἀλλήλοιςτ’ἐκέλευον ἐλαυνέμεν · αἱ δ’ἄρα νῆες
528ὠκύτεραι κραιπνῶν ἀνέμων ταχυπειθέι ῥιπῇ
529Ἴλιον εἰσανάγοντο Ποσειδάωνος ἀρωγῇ.
530ἐνθάδε δὴ πεζοὶ πρότεροι κίον, οἱ δ’ἐπέλειφθεν
531ἱππῆες κατόπισθεν, ὅπως μὴ Τρώιον ἵπποι
532λαὸν ἀναστήσωσιν ἀειρομένῳ χρεμετισμῷ.
533οἱ δ’ἕτεροι γλαφυρῆς ἀπὸ γαστέρος ἔρρεον ἵππου,
534τευχησταὶ βασιλῆες, ἀπὸ δρυὸς οἷα μέλισσαι,
535αἵτ’ἐπεὶ οὖν ἔκαμον πολυχανδέος ἔνδοθι σίμβλου
536κηρὸν ὑφαίνουσαι μελιηδέα ποικιλοτέχναι,
537ἐς νομὸν εὐγυάλοιο κατ’ἄγγεος ἀμφιχυθεῖσαι
538νύγμασι πημαίνουσι παραστείχοντας ὁδίτας ·
539ὣς Δαναοὶ κρυφίοιο λόχου κληῖδας ἀνέντες
540θρῷσκον ἐπὶ Τρώεσσι καὶ εἰσέτι κοῖτον ἔχοντας
541χαλκείου θανάτοιο κακοῖς ἐκάλυψαν ὀνείροις.
542νήχετο δ’αἵματι γαῖα, βοὴ δ’ἄλληκτος ὀρώρει
543Τρώων φευγόντων, ἐστείνετο δ’Ἴλιος ἱρὴ
544πιπτόντων νεκύων, οἱ δ’ἀνδροφόνῳ κολοσυρτῷ
545ἔζεον ἔνθα καὶ ἔνθα μεμηνότες οἷα λέοντες
546σώμασιν ἀρτιφάτοισι γεφυρώσαντες ἀγυιάς.
547Τρωιάδες δὲ γυναῖκες ὑπὲρ τεγέων ἀίουσαι
548αἱ μὲν ἐλευθερίης ἐρατῆς ἔτι διψώουσαι
549αὐχένας ἐς θάνατον δειλοῖς ὑπέβαλλον ἀκοίταις,
550αἱ δὲ φίλοις ἐπὶ παισί, χελιδόνες οἷάτε κοῦφαι,
551μητέρες ὠδύροντο · νέη δέ τις ἀσπαίροντα
552ἠίθεον κλαύσασα θανεῖν ἔσπευδε καὶ αὐτὴ
553οὐ δὲ δορυκτήτοισιν ὁμοῦ δεσμοῖσιν ἕπεσθαι
554ἤθελεν, ἀλλ’ἐχόλωσε καὶ οὐκ ἐθέλοντα φονῆα
555καὶ ξυνὸν λέχος ἔσχεν ὀφειλόμενον παρακοίτῃ.
556πολλαὶ δ’ἠλιτόμηνα καὶ ἄπνοα τέκνα φέρουσαι
557γαστέρος ὠμοτόκοιο χύδην ὠδῖνα μεθεῖσαι
558ῥιγεδανῶς σὺν παισὶν ἀπεψύχοντο καὶ αὐταί.
559παννυχίη δ’ἐχόρευσεν ἀνὰ πτόλιν, οἷα θύελλα,
560κύμασι παφλάζουσα πολυφλοίσβου πολέμοιο
561αἵματος ἀκρήτοιο μέθης ἐπίκωμος Ἐνυώ.
562σὺν δ’Ἔρις οὐρανόμηκες ἀναστήσασα κάρηνον
563Ἀργείους ὀρόθυνεν, ἐπεὶ καὶ φοίνιος Ἄρης
564ὀψὲ μὲν ἀλλὰ καὶ ὣς πολέμων ἑτεραλκέα νίκην
565ἦλθε φέρων Δαναοῖσι καὶ ἀλλοπρόσαλλον ἀρωγήν.
566ἴαχε δὲ γλαυκῶπις ἐπ’ἀκροπόληος Ἀθήνη
567αἰγίδα κινήσασα, Διὸς σάκος, ἔτρεμε δ’αἰθὴρ
568Ἥρης σπερχομένης, ἐπὶ δ’ἔβραχε γαῖα βαρεῖα
569παλλομένη τριόδοντι Ποσειδάωνος ἀκωκῇ,
570ἔφριξεν δ’Ἀίδης, χθονίων δ’ἐξέδρακε θώκων
571ταρβήσας, μή πού τι Διὸς μέγα χωσαμένοιο
572πᾶν γένος ἀνθρώπων κατάγοι ψυχοστόλος Ἑρμῆς.
573πάντα δ’ὁμοῦ κεκύκητο, φόνος δέ τις ἄκριτος ἦεν ·
574τοὺς μὲν γὰρ φεύγοντας ἐπὶ Σκαιῇσι πύλῃσι
575κτεῖνον ἐφεστηῶτες, ὁ δ’ἐξ εὐνῆς ἀνορούσας
576τεύχεα μαστεύων δνοφερῇ περικάππεσεν αἰχμῇ.
577καί τις ὑπὸ σκιόεντι δόμῳ κεκρυμμένος ἀνήρ,
578ξεῖνος ἐών, ἐκάλεσσεν ὀιόμενος φίλον εἶναι ·
579νήπιος, οὐ μὲν ἔμελλεν ἐνηέι φωτὶ μιγῆναι,
580ξείνια δ’ἐχθρὰ κόμισσεν · ὑπὲρ τέγεος δέ τις ἄλλος
581μήπω παπταίνων τι θοῷ διέπιπτεν ὀιστῷ.
582καί τινες ἀλγεινῷ κραδίην βεβαρηότες οἴνῳ,
583ἐκπλαγέες ποτὶ δοῦπον, ἐπειγόμενοι καταβῆναι,
584κλίμακος ἐξελάθοντο καθ’ὑψηλῶντε μελάθρων
585ἔκπεσον ἀγνώσσοντες, ἐπαυχενίους δὲ λυθέντες
586ἀστραγάλους ἐάγησαν, ὁμοῦ δ’ἐξήρυγον οἶνον.
587πολλοὶ δ’εἰς ἕνα χῶρον ἀολλέες ἐκτείνοντο
588μαρνάμενοι, πολλοὶ δὲ διωκόμενοι κατὰ πύργων
589ἤριπον εἰς Ἀίδαο πανύστατον ἅλμα θορόντες.
590παῦροι δὲ στεινῆς διὰ κοιλάδος, οἷάτε φῶρες,
591πατρίδος ὀλλυμένης ἔλαθον χειμῶνα φυγόντες.
592οἱ δ’ἔνδον πολέμῳτε καὶ ἀχλύι κυμαίνοντες,
593ἀνδράσιν οἰχομένοισι καὶ οὐ φεύγουσιν ὁμοῖοι,
594πίπτον ἐπ’ἀλλήλοισι · πόλις δ’οὐ χάνδανε λύθρον
595ἀνδρῶν χηρεύουσα, περιπλήθουσα δὲ νεκρῶν.
596οὐ δέ τι φειδωλή τις ἐγίνετο · φοιταλέῃ δὲ
597σπερχόμενοι μάστιγι φιλαγρύπνοιο κυδοιμοῦ
598οὐ δὲ θεῶν ὄπιν εἶχον, ἀθεσμοτάτης δ’ὑπὸ ῥιπῆς
599ἀθανάτων ἔχραινον ἀπενθέας αἵματι βωμούς.
600οἰκτρότατοι δὲ γέροντες ἀτιμοτάτοισι φόνοισιν
601οὐ δ’ὀρθοὶ κτείνοντο, χαμαὶ δ’ἱκετήσια γυῖα
602τεινάμενοι πολιοῖσι κατεκλίνοντο καρήνοις.
603πολλὰ δὲ νήπια τέκνα μινυνθαδίων ἀπὸ μαζῶν
604μητέρος ἡρπάζοντο καὶ οὐ νοέοντα τοκήων
605ἀμπλακίας ἀπέτινον, ἀνημέλκτου δὲ γάλακτος
606παιδὶ μάτην ὀρέγουσα χοὰς ἐκόμισσε τιθήνη.
607οἰωνοίτε κύνεςτε κατὰ πτόλιν ἄλλοθεν ἄλλοι,
608ἠέριοι πεζοίτε συνέστιοι εἰλαπινασταί,
609αἷμα μέλαν πίνοντες ἀμείλιχον εἶχον ἐδωδήν,
610καὶ τῶν μὲν κλαγγὴ φόνον ἔπνεεν, οἱ δ’ὑλάοντες
611ἄγρια κοπτομένοισιν ἐπ’ἀνδράσιν ὠρύοντο,
612νηλέες, οὐ δ’ἀλέγιζον ἑοὺς ἐρύοντες ἄνακτας.
613τὼ δὲ γυναιμανέος ποτὶ δώματα Δηιφόβοιο
614στελλέσθην Ὀδυσσεύςτε καὶ εὐχαίτης Μενέλαος
615καρχαλέοισι λύκοισιν ἐοικότες, οἵθ’ὑπὸ νύκτα
616χειμερίην φονόωντες ἀσημάντοις ἐπὶ μήλοις
617οἴχονται, κάματον δὲ κατατρύχουσι νομήων.
618ἔνθα δύω περ ἐόντες ἀπειρεσίοισιν ἔμιχθεν
619ἀνδράσι δυσμενέεσσι · νέη δ’ἠγείρετο χάρμη
620τῶν μὲν ἐπορνυμένων, τῶν δ’ὑψόθεν ἐκ θαλάμοιο
621βαλλόντων λιθάκεσσι καὶ ὠκυμόροισιν ὀιστοῖς.
622ἀλλὰ καὶ ὣς ὑπέροπλα καρήατα πυργώσαντες
623ἀρρήκτοις κορύθεσσι καὶ ἀσπίσι κυκλώσαντες
624εἰσέθορον μέγα δῶμα · καὶ ἀντίβιον μὲν ὅμιλον,
625θῆρας δειμαλέους, ἐλάων ἐδάιξεν Ὀδυσσεύς,
626Ἀτρείδης δ’ἑτέρωθεν ὑποπτήξαντα διώξας
627Δηίφοβον κατέμαρψε, μέσην κατὰ γαστέρα τύψας
628ἧπαρ ὀλισθηρῇσι συνεξέχεεν χολάδεσσιν.
629ὣς ὁ μὲν αὐτόθι κεῖτο λελασμένος ἱπποσυνάων,
630τῷ δ’ἕπετο τρομέουσα δορυκτήτη παράκοιτις
631ἄλλοτε μὲν χαίρουσα κακῶν ἐπὶ τέρματι μόχθων,
632ἄλλοτε δ’αἰδομένη, τοτὲ δ’ὀψέ περ ὡς ἐν ὀνείρῳ
633λαθρίδιον στενάχουσα φίλης μιμνῄσκετο πάτρης.
634Αἰακίδης δὲ γέροντα Νεοπτόλεμος βασιλῆα
635πήμασι κεκμηῶτα παρ’Ἑρκείῳ κτάνε βωμῷ
636οἶκτον ἀπωσάμενος πατρώιον · οὐ δὲ λιτάων
637ἔκλυεν, οὐ Πηλῆος ὁρώμενος ἥλικα χαίτην
638ᾐδέσαθ’, ἧς ὕπο θυμὸν ἀπέκλασεν ἠδὲ γέροντος
639καίπερ ἐὼν βαρύμηνις ἐφείσατο τὸ πρὶν Ἀχιλλεύς.
640σχέτλιος, ἦ μὲν ἔμελλε καὶ αὐτῷ πότμος ὁμοῖος
641ἑσπέσθαι παρὰ βωμὸν ἀληθέος Ἀπόλλωνος
642ὕστερον, ὁππότε μιν ζαθέου δηλήμονα νηοῦ
643Δελφὸς ἀνὴρ ἐλάσας ἱερῇ κατέπεφνε μαχαίρῃ.
644ἡ δὲ κυβιστήσαντα διηερίων ἀπὸ πύργων —
645χειρὸς Ὀδυσσείης ὀλοὸν βέλος — ἀθρήσασα
646Ἀνδρομάχη μινύωρον ἐκώκυεν Ἀστυάνακτα.
647Κασσάνδρην δ’ᾔσχυνεν Ὀιλῆος ταχὺς Αἴας
648Παλλάδος ἀχράντοιο θεῆς ὑπὸ γοῦνα πεσοῦσαν ·
649ἡ δὲ βίην ἀνένευσε θεή, τὸ πρόσθεν ἀρηγὼν
650ἀνθ’ἑνὸς Ἀργείοισιν ἐχώσατο πᾶσιν Ἀθήνη.
651Αἰνείαν δ’ἔκλεψε καὶ Ἀγχίσην Ἀφροδίτη
652οἰκτείρουσα γέροντα καὶ υἱέα, τῆλε δὲ πάτρης
653Αὐσονίην ἀπένασσε · θεῶν δ’ἐτελείετο βουλὴ
654Ζηνὸς ἐπαινήσαντος, ἵνα κράτος ἄφθιτον εἴη
655παισὶ καὶ υἱωνοῖσιν ἀρηιφίλης Ἀφροδίτης.
656τέκνα δὲ καὶ γενεὴν Ἀντήνορος ἀντιθέοιο
657Ἀτρείδης ἐφύλαξε, φιλοξείνοιο γέροντος,
658μειλιχίης προτέρης τίνων χάριν ἠδὲ τραπέζης
659κείνης, ᾗ μιν ἔδεκτο γυνὴ πρηεῖα Θεανώ.
660δειλὴ Λαοδίκη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης
661γαῖα περιπτύξασα κεχηνότι δέξατο κόλπῳ ·
662οὐ δέ σε Θησείδης Ἀκάμας οὐ δ’ἄλλος Ἀχαιῶν
663ἤγαγε ληιδίην, ἔθανες δ’ἅμα πατρίδι γαίῃ.
664πᾶσαν δ’οὐκ ἂν ἔγωγε μόθου χύσιν ἀείσαιμι
665κρινάμενος τὰ ἕκαστα καὶ ἄλγεα νυκτὸς ἐκείνης ·
666Μουσάων ὅδε μόχθος, ἐγὼ δ’ἅπερ ἵππον ἐλάσσω
667τέρματος ἀμφιέλισσαν ἐπιψαύουσαν ἀοιδήν.
668ἄρτι γὰρ ἀντολίηθεν ἀπόσσυτος Ὠκεανοῖο
669ἠρέμα λευκαίνουσα κατέγραφεν ἠέρα πολλήν,
670νύκτα διαρρήξασα μιαιφόνον ἱππότις Ἠώς ·
671οἱ δ’ἐπαγαλλόμενοι πολέμων ὑπεραυχέι νίκῃ
672πάντοσε παπταίνεσκον ἀνὰ πτόλιν, εἴ τινες ἄλλοι
673κλεπτόμενοι φεύγουσι φόνου πάνδημον ἀυτήν.
674ἀλλ’οἱ μὲν δέδμηντο λίνῳ θανάτοιο πανάγρῳ,
675ἰχθύες ὡς ἁλίῃσιν ἐπὶ ψαμάθοισι χυθέντες,
676Ἀργεῖοι δ’ἀπὸ μὲν μεγάρων νεοτευχέα κόσμον
677ἐξέφερον, νηῶν ἀναθήματα, πολλὰ δ’ἐρήμων
678ἥρπαζον θαλάμων κειμήλια · σὺν δὲ γυναῖκας
679ληιδίας σὺν παισὶν ἄγον ποτὶ νῆας ἀνάγκῃ.
680τείχεσι δὲ πτολίπορθον ἐπὶ φλόγα θωρήξαντες
681ἔργα Ποσειδάωνος ἰῇ συνέχευον ἀυτμῇ.
682αὐτοῦ καὶ μέγα σῆμα φίλοις ἀστοῖσιν ἐτύχθη
683Ἴλιος αἰθαλόεσσα · πυρὸς δ’ὀλεσίπτολιν ἄτην
684Ξάνθος ἰδὼν ἔκλαυσε γόων ἁλιμυρέι πηγῇ,
685Ἡφαίστῳ δ’ὑπόεικεν ἀτυζόμενος χόλον Ἥρης.
686οἱ δὲ Πολυξείνης ἐπιτύμβιον αἷμα χέαντες,
687μῆνιν ἱλασσάμενοι τεθνειότος Αἰακίδαο
688Τρωιάδαςτε γυναῖκας ἐλάγχανον, ἄλλατε πάντα
689χρυσὸν ἐμοιρήσαντο καὶ ἄργυρον · οἷσι βαθείας
690νῆας ἐπαχθήσαντες ἐριγδούπου διὰ πόντου
691ἐκ Τροίης ἀνάγοντο μόθον τελέσαντες Ἀχαιοί.