Philostratus

Nero

Μενεκρατης
Με.
Με.

ἡ ὀρυχὴ τοῦ Ἰσθμοῦ καὶ σοί, Μουσώνιε, διὰ χειρός, ὥς φασι, γεγονυῖα τῷ τυράννῳ νοῦν εἶχεν Ἕλληνα.

Μουσωνιος
Μο.
Μο.

ἴσθι, ὦ Μενέκρατες, καὶ βελτίω ἐντεθυμῆσθαι Νέρωνα · τὰς γὰρ περιβολὰς τῆς Πελοποννήσου τὰς ὑπὲρ Μαλέαν ξυνῄρει τοῖς θαλαττουμένοις εἴκοσι σταδίων τοῦ Ἰσθμοῦ ῥήγματι · τοῦτο δ’ἂν καὶ τὰς ἐμπορίας ὤνησε καὶ τὰς ἐπὶ θαλάττῃ πόλεις καὶ τὰς ἐν τῇ μεσογείᾳ, καὶ γὰρ δὴ κἀκείναις ἀποχρῶν ὁ οἴκοι καρπός, ἢν τὰ ἐπιθαλάττια εὖ πράττῃ.

Μενεκρατης
Με.
Με.

ταῦτα δὴ διέξελθε, Μουσώνιε, βουλομένοις ἡμῖν ἀκροάσασθαι πᾶσιν, εἰ μή τι σπουδάσαι διανοῇ ἕτερον.

Μουσωνιος
Μο.
Μο.

δίειμι βουλομένοις, οὐ γὰρ οἶδ’, ὅ τι χαριζοίμην ἂν μᾶλλον τοῖς γε ἀφιγμένοις ἐς ἀηδὲς οὕτω φροντιστήριον ἐπὶ τῷ σπουδάζειν · Νέρωνα τοίνυν ἐς Ἀχαίαν ᾠδαὶ ἦγον καὶ τὸ σφόδρα ἑαυτὸν πεπεικέναι μη δ’ἂν τὰς Μούσας ἀναβάλλεσθαι ἥδιον, ἐβούλετο δὲ καὶ τὰ Ὀλύμπια τὸν γυμνικώτατον τῶν ἀγώνων στεφανοῦσθαι ᾄδων. τὰ γὰρ Πύθια, τούτων μὲν ἑαυτῷ μετεῖναι μᾶλλον ἢ τῷ Ἀπόλλωνι, μη δὲ γὰρ ἂν μη δ’ἐκεῖνον ἐναντίαν αὑτῷ κιθάραντε καὶ ᾠδὴν θέσθαι. ὁ δ’Ἰσθμὸς οὐ τῶν ἄποθεν αὐτῷ βεβουλευμένων, ἀλλ’ἐντυχὼν τῇ φύσει τοῦ τόπου μεγαλουργίας ἠράσθη τόντε βασιλέα τῶν ἐπὶ τὴν Τροίαν ποτὲ Ἀχαιῶν ἐνθυμηθείς, ὡς τὴν Εὔβοιαν τῆς Βοιωτίας ἀπέτεμεν Εὐρίπῳ τῷ περὶ τὴν Χαλκίδα, ἔτι γε μὴν καὶ τὸν Δαρεῖον, ὡς ὁ Βόσπορος ἐγεφυρώθη αὐτῷ ἐπὶ τοὺς Σκύθας, τὰ δὲ Ξέρξου καὶ πρὸ τούτων ἴσως ἐνενόησε μέγιστα τῶν μεγαλουργιῶν ὄντα, καὶ πρὸς τούτοις τῷ δι’ὀλίγου ἀλλήλοις ἐπιμῖξαι πάντας ἡγήσατο τὴν Ἑλλάδα λαμπρῶς ἑστιᾶσθαι τοῖς ἔξωθεν · αἱ γὰρ τύραννοι φύσεις μεθύουσι μέν, ψαύουσι δέ πηG? καὶ ἀκοῦσαι τοῦτο φθέγμα. προελθὼν δὲ τῆς σκηνῆς ὕμνον μὲν Ἀμφιτρίτηςτε καὶ Ποσειδῶνος ᾖσε καὶ ᾆσμα οὐ μέγα Μελικέρτῃτε καὶ Λευκοθέᾳ, ὀρέξαντος δ’αὐτῷ χρυσῆν δίκελλαν τοῦ τὴν Ἑλλάδα ἐπιτροπεύσαντος ἐπὶ τὴν ὀρυχὴν ᾖξε κροτούμενόςτε καὶ ᾀδόμενος καὶ καθικόμενος τῆς γῆς τρίς, οἶμαι, τοῖςτε τὴν ἀρχὴν πεπιστευμένοις παρακελευσάμενος ξυντόνως ἅπτεσθαι τοῦ ἔργου ἀνῄει ἐς τὴν Κόρινθον τὰ Ἡρακλέους δοκῶν ὑπερβεβλῆσθαι πάντα. οἱ μὲν δὴ ἐκ τῶν δεσμωτηρίων τὰ πετρώδητε καὶ δύσεργα ἐξεπόνουν, ἡ στρατιὰ δὲ τὰ γεώδητε καὶ ἐπίπεδα · ἑβδόμην δέ που καὶ πέμπτην ἡμέραν προσεζευγμένων ἡμῶν τῷ Ἰσθμῷ κατέβη τις ἐκ Κορίνθου λόγος οὔπω σαφὴς ὡς δὴ τοῦ Νέρωνος μετεγνωκότος τὴν τομήν. ἔφασαν δὲ τοὺς Αἰγυπτίους γεωμετροῦντας τῆς ἑκατέρας θαλάττης τὰς φύσεις οὐκ ἰσοπέδοις αὐταῖς ἐντυχεῖν, ἀλλ’ὑψηλοτέραν ἡγουμένους τὴν ἐκ τοῦ Λεχαίου περὶ τῇ Αἰγίνῃ δεδοικέναι, πελάγους γὰρ τοσούτου νήσῳ ἐπιχυθέντος κἂν ὑποβρύχιον ἀπενεχθῆναι τὴν Αἴγιναν. Νέρωνα δὲ τῆς μὲν τοῦ Ἰσθμοῦ τομῆς οὐ δ’ἂν Θαλῆς μετέστησεν ὁ σοφώτατόςτε καὶ φυσικώτατος, τοῦ γὰρ τεμεῖν αὐτὸν ἤρα μᾶλλον ἢ τοῦ δημοσίᾳ ᾄδειν, ἡ δὲ τῶν ἑσπερίων ἐθνῶν κίνησις καὶ ὁ ὕπατος ὁ τῶν ἐκείνῃ νῦν ἁπτόμενος, ὄνομα δὲ αὐτῷ Βίνδιξ, ἀπήγαγεν Ἑλλάδοςτε καὶ τοῦ Ἰσθμοῦ Νέρωνα ψυχρῶς γεωμετρήσαντα · τὰς γὰρ θαλάττας ἰσογαίουςτε καὶ ἰσοπέδους οἶδα. φασὶ δὲ αὐτῷ καὶ τὰ ἐπὶ τῆς Ῥώμης ὀλισθάνειν ἤδη καὶ ὑποδιδόναι. τουτὶ καὶ αὐτοὶ χθὲς ἠκούσατε τοῦ προσπλεύσαντος χιλιάρχου.

Μενεκρατης
Με.
Με.

ἡ φωνὴ δέ, Μουσώνιε, δι’ἣν μουσομανεῖ καὶ τῶν Ὀλυμπιάδωντε καὶ Πυθιάδων ἐρᾷ, πῶς ἔχει τῷ τυράννῳ; τῶν γὰρ Λήμνῳ προσπλεόντων οἱ μὲν ἐθαύμαζον, οἱ δὲ κατεγέλων.

Μουσωνιος
Μο.
Μο.

ἀλλ’ἐκεῖνός γε, ὦ Μενέκρατες, οὔτε θαυμασίως ἔχει τοῦ φθέγματος, οὔτ’αὖ γελοίως, ἡ γὰρ φύσις αὐτὸν ἀμέμπτωςτε καὶ μέσως ἥρμοκε · φθέγγεται δὲ κοῖλον μὲν φύσει καὶ βαρὺ ἐγκειμένης αὐτῷ τῆς φάρυγγος, μέλη δ’οὕτω κατεσκευασμένης βομβώδη πως ἠχεῖ, οἱ δέ γε τόνοι τῶν φθόγγων ἐπιλεαίνουσι τοῦτο, ἐπεὶ μὴ θαρρεῖ μὲν δὴ ἑαυτῷ, χρωμάτων δὲ φιλανθρωπίᾳ καὶ μελοποιίᾳ εὐαγώγῳ καὶ κιθαρῳδίᾳ εὐσταλεῖ καὶ τῷ, οὗ καιρός, βαδίσαι καὶ στῆναι καὶ μεταστῆναι καὶ τὸ νεῦμα ἐξομοιῶσαι τοῖς μέλεσιν αἰσχύνην ἔχοντος μόνου τοῦ βασιλέα δοκεῖν ἀκριβοῦν ταῦτα. εἰ δὲ μιμοῖτο τοὺς κρείττονας, φεῦ γέλωτος, ὡς πολὺς τῶν θεωμένων ἐκπίπτει καίτοι μυρίων φόβων ἐπηρτημένων, εἴ τις ἐπ’αὐτῷ γελῶν εἴη, νεύει μὲν γὰρ τοῦ μετρίου πλέον ξυνάγων τὸ πνεῦμα, ἐπ’ἄκρων δὲ διίσταται τῶν ποδῶν ἀνακλώμενος, ὥσπερ οἱ ἐπὶ τοῦ τροχοῦ, φύσει δ’ἐρυθρὸς ὢν ἐρευθεῖ μᾶλλον πιμπραμένου αὐτῷ τοῦ προσώπου, τὸ δὲ πνεῦμα ὀλίγον καὶ οὐκ ἀποχρῶν που δή.

Μενεκρατης
Με.
Με.

οἱ δ’ἐν ἀγῶνι πρὸς αὐτὸν πῶς ὑφίενται, ὦ Μουσώνιε; τέχνῃ γάρ που χαρίζονται.

Μουσωνιος
Μο.
Μο.

τέχνῃ μέν, ὥσπερ οἱ ὑποπαλαίοντες · ἀλλ’ἐνθυμήθητι, ὦ Μενέκρατες, τὸν τῆς τραγῳδίας ὑποκριτήν, ὡς Ἰσθμοῖ ἀπέθανεν · εἰσὶ γὰρ κίνδυνοι καὶ περὶ τὰς τέχνας, ἢν ἐπιτείνωσιν οἱ τεχνάζοντες.

Μενεκρατης
Με.
Με.

καὶ τί τοῦτο, Μουσώνιε; σφόδρα γὰρ ἀνήκοος τοῦ λόγου.

Μουσωνιος
Μο.
Μο.

ἄκουε δὴ λόγου ἀτόπου μέν, ἐν ὀφθαλμοῖς δὲ Ἑλλήνων πεπραγμένου · Ἰσθμοῖ γὰρ νόμου κειμένου μήτε κωμῳδίαν ἀγωνίζεσθαι μήτε τραγῳδίαν ἐδόκει Νέρωνι τραγῳδοὺς νικᾶν, καὶ παρῆλθον ἐς τὴν ἀγωνίαν ταύτην πλείους μέν, ὁ δ’Ἠπειρώτης ἄριστα φωνῆς ἔχων, εὐδοκιμῶν δ’ἐπ’αὐτῇ καὶ θαυμαζόμενος λαμπροτέρᾳ τοῦ εἰωθότος ἐπλάττετο καὶ τοῦ στεφάνου ἐρᾶν καὶ μη δ’ἀνήσειν πρότερον ἢ δέκα τάλαντα δοῦναί οἱ Νέρωνα ὑπὲρ τῆς νίκης, ὁ δ’ἠγρίαινέτε καὶ μανικῶς εἶχε, καὶ γὰρ δὴ καὶ ἠκροᾶτο ὑπὸ τῇ σκηνῇ ἐπ’αὐτῷ δὴ τἀγῶνι, βοώντωντε τῶν Ἑλλήνων ἐπὶ τῷ Ἠπειρώτῃ πέμπει τὸν γραμματέα κελεύων ὑφεῖναι ἑαυτῷ τοῦτον, τοῦ δὲ ὑπεραίροντος τὸ φθέγμα καὶ δημοτικῶς ἐρίζοντος ἐσπέμπει Νέρων ἐπ’ὀκριβάντων τοὺς ἑαυτοῦ ὑποκριτὰς οἷον προσήκοντάς τι τῷ πράγματι, καὶ γὰρ δὴ καὶ δέλτους ἐλεφαντίνας ἔχοντες καὶ διθύρους […] προβεβλημένοι αὐτάς, ὥσπερ ἐγχειρίδια καὶ τὸν Ἠπειρώτην ἀναστήσαντες πρὸς τὸν ἀγχοῦ κίονα κατέαξαν αὐτοῦ τὴν φάρυγγα παίοντες ὀρθαῖς ταῖς δέλτοις.

Μενεκρατης
Με.
Με.

τραγῳδίαν δὲ ἐνίκα, Μουσώνιε, μιαρὸν οὕτω πάθος ἐν ὀφθαλμοῖς τῶν Ἑλλήνων ἐργασάμενος;

Μουσωνιος
Μο.
Μο.

παιδιὰ ταῦτα νεανίᾳ τῷ μητροκτονήσαντι · εἰ δὲ τραγῳδίας ὑποκριτὴν ἀπέκτεινεν ἐκτεμὼν αὐτοῦ τὸ φθέγμα, τί χρὴ θαυμάζειν; καὶ γὰρ δὴ καὶ τὸ Πυθικὸν στόμιον, παρ’οὗ αἱ ὀμφαὶ ἀνέπνεον, ἀποφράττειν ὥρμησεν, ὡς μη δὲ τῷ Ἀπόλλωνι φωνὴ εἴη, καίτοι τοῦ Πυθίου καταλέξαντος αὐτὸν ἐς τοὺς Ὀρέσταςτε καὶ Ἀλκμαίωνας, οἷς τὸ μητροκτονῆσαι καὶ λόγον τινὰ εὐκλείας ἔδωκεν, ἐπειδὴ πατράσιν ἐτιμώρησαν, ὁ δὲ μηδαμῶς εἰπεῖν ἔχων, ὅτῳ ἐτιμώρησεν, ὑβρίσθαι ὑπὸ τοῦ θεοῦ ᾤετο πρᾳότερα τῶν ἀληθῶν ἀκούων. ἀλλὰ μεταξὺ λόγων, τίς ἡ προσιοῦσα ναῦς; ὡς ἐπάγειν τι ἀγαθὸν ἔοικεν · ἐστεφάνωνται γὰρ τὰς κεφαλάς, ὥσπερ χορὸς εὔφημος, καὶ τις ἐκ τῆς πρῴρας προτείνει τὴν χεῖρα παρακελευόμενος ἡμῖν θαρρεῖντε καὶ χαίρειν βοᾷτε, εἰ μὴ παρακούω, Νέρωνα οἴχεσθαι.

Μενεκρατης
Με.
Με.

βοᾷ γάρ, Μουσώνιε, καὶ σαφέστερόν γε, ὅσῳ τῆς γῆς ἅπτεται · εὖ γε, ὦ θεοί.

Μουσωνιος
Μο.
Μο.

ἀλλὰ μὴ ἐπευχώμεθα · ἐπὶ γὰρ τοῖς κειμένοις οὔ φασι δεῖν.