Πυθαγόρας Ἀναξιμένει. καὶ σύ, ὦ λῷστε, εἰ μηδὲν ἀμείνων ἦς Πυθαγόρεω γενεήντε καὶ κλέος, μεταναστὰς ἂν οἴχεο ἐκ Μιλήτου · νῦν δὲ κατερύκει σε ἡ πατρόθεν εὔκλεια, καὶ ἐμέτε ἂν κατείρυκεν Ἀναξιμένει ἐοικότα. εἰ δὲ ὑμεῖς οἱ ὀνήιστοι τὰς πόλιας ἐκλείψητε, ἀπὸ μὲν αὐτέων ὁ κόσμος αἱρεθήσεται, ἐπικινδυνότερα δ’αὐτῇσι τὰ ἐκ Μήδων. οὔτε δὲ αἰεὶ καλὸν αἰθερολογεῖν, μελεδωνόντε εἶναι τῇ πατρίδι κάλλιον. καὶ ἐγὼ δὲ οὐ πάντα περὶ τοὺς ἐμεωυτοῦ μύθους, ἀλλὰ καὶ ἐν πολέμοις, οὓς διαφέρουσιν εἰς ἀλλήλους Ἰταλιῶται. Πυθαγόρας Ἱέρωνι. ἀσφαλὴς ὁ ἐμὸς βίος καὶ ἡσύχιος, ὁ δὲ σὸς κατ’οὐδὲν ἐμοὶ προσπελάζει. μέτριος ἀνὴρ καὶ λιποδεὴς Σικελικῆς τραπέζης οὐδὲν προσδεῖται. πάντ’ἔχει Πυθαγόρας ἱκανὰ τὰ καθ’ἡμέραν, οὗ ἂν ἔλθῃ · θεραπεία δὲ δυνάστου βαρὺ καὶ ἐπαχθὲς τῷ μὴ εἰθισμένῳ. μέγα καὶ ἀσφαλὲς αὐτάρκεια · οὔτε γὰρ ἔχει τὸν φθονήσοντα οὔτε τὸν ἐπιβουλεύσοντα. διὸ καὶ δοκεῖ εἶναι ἐγγυτάτω θεοῦ ἡ διαγωγή. διάθεσις ἀγαθὴ οὐ γεννᾶται ὑπὸ ἀφροδισίων οὐ δὲ ὑπὸ ἐδεσμάτων, ἀλλ’ὑπὸ ἐνδείας ἀγούσης πρὸς ἀνδρὸς ἀρετήν · ἡδοναὶ δὲ ποικίλαι καὶ ἀκρατεῖς δουλοῦνται ψυχὰς ἀσθενῶν ἀνθρώπων, πολὺ δὲ μάλιστα ὧν νῦν σὺ ἀπολαύεις. διὸ καὶ ἐπιδοὺς σεαυτὸν εἰς τὰ τοιαῦτα αἰωρῇ γὰρ καὶ οὐ δύνασαι σώζεσθαι · λόγος γὰρ ὁ παρὰ σοῦ οὐκ ἐναντιοῦται τοῖς ἀσυμφόροις. μὴ οὖν κάλει Πυθαγόραν συμβιώσοντά σοι · οὐ δὲ γὰρ ἰατροὶ αἱροῦνται τοῖς νοσοῦσι συγκάμνειν.