Heraclitus

Fragments

οὐκ ἐμεῦ ἀλλὰ τοῦ λόγου ἀκούσαντας ὁμολογέειν σοφόν ἐστι, ἓν πάντα εἶναι. τοῦ δὲ λόγου τοῦδ’ἐόντος αἰεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον. γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισι ἐοίκασι πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιουτέων ὁκοίων ἐγὼ διηγεῦμαι, διαιρέων ἕκαστον κατὰ φύσιν καὶ φράζων ὅκως ἔχει. τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιέουσι, ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται. ἀξύνετοι ἀκούσαντες κωφοῖσι ἐοίκασι · φάτις αὐτοῖσι μαρτυρέει παρεόντας ἀπεῖναι. κακοὶ μάρτυρες ἀνθρώποισι ὀφθαλμοὶ καὶ ὦτα, βαρβάρους ψυχὰς ἐχόντων. οὐ φρονέουσι τοιαῦτα πολλοὶ ὁκόσοισι ἐγκυρέουσι οὐ δὲ μαθόντες γινώσκουσι, ἑωυτοῖσι δὲ δοκέουσι. ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐ δ’εἰπεῖν. ἐὰν μὴ ἔλπηαι, ἀνέλπιστον οὐκ ἐξευρήσει, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον. χρυσὸν οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσι ὀλίγον. ἀγχιβασίην. φύσις κρύπτεσθαι φιλεῖ. ἄναξ οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν Δελφοῖς, οὔτε λέγει οὔτε κρύπτει, ἀλλὰ σημαίνει. Σίβυλλα δὲ μαινομένῳ στόματι ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη χιλίων ἐτέων ἐξικνέεται τῇ φωνῇ διὰ τὸν θεόν. ὅσων ὄψις ἀκοὴ μάθησις, ταῦτα ἐγὼ προτιμέω. τοῦτο γὰρ ἴδιόν ἐστι τῶν νῦν καιρῶν, ἐν οἷς πάντων πλωτῶν καὶ πορευτῶν γεγονότων οὐκ ἂν ἔτι πρέπον εἴη ποιηταῖς καὶ μυθογράφοις χρῆσθαι μάρτυσι περὶ τῶν ἀγνοουμένων, ὅπερ οἱ πρὸ ἡμῶν περὶ τῶν πλείστων, ἀπίστους ἀμφισβητουμένων παρεχόμενοι βεβαιωτὰς κατὰ τὸν Ἡράκλειτον. ὀφθαλμοὶ τῶν ὤτων ἀκριβέστεροι μάρτυρες. πολυμαθίη νόον ἔχειν οὐ διδάσκει · Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην · αὖτίςτε Ξενοφάνεα καὶ Ἑκαταῖον. Πυθαγόρης Μνησάρχου ἱστορίην ἤσκησε ἀνθρώπων μάλιστα πάντων. καὶ ἐκλεξάμενος ταύτας τὰς συγγραφὰς ἐποιήσατο ἑωυτοῦ σοφίην, πολυμαθίην, κακοτεχνίην. ὁκόσων λόγους ἤκουσα οὐδεὶς ἀφικνέεται ἐς τοῦτο, ὥστε γινώσκειν ὅτι σοφόν ἐστι πάντων κεχωρισμένον. ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην κυβερνᾶται πάντα διὰ πάντων. κόσμον τόνδε τὸν αὐτὸν ἁπάντων οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησε, ἀλλ’ἦν αἰεὶ καὶ ἔστι καὶ ἔσται πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα. πυρὸς τροπαὶ πρῶτον θάλασσα · θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ. πυρὸς ἀνταμείβεται πάντα καὶ πῦρ ἁπάντων, ὥσπερ χρυσοῦ χρήματα καὶ χρημάτων χρυσός. θάλασσα διαχέεται καὶ μετρέεται ἐς τὸν αὐτὸν λόγον ὁκοῖος πρόσθεν ἦν γενέσθαι. χρησμοσύνη […] κόρος. ζῇ πῦρ τὸν ἀέρος θάνατον, καὶ ἀὴρ ζῇ τὸν πυρὸς θάνατον · ὕδωρ ζῇ τὸν γῆς θάνατον, γῆ τὸν ὕδατος. πάντα τὸ πῦρ ἐπελθὸν κρινέει καὶ καταλήψεται. τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι; τὰ δὲ πάντα οἰακίζει κεραυνός. ἥλιος οὐχ ὑπερβήσεται μέτρα · εἰ δὲ μή, Ἐρινύες μιν δίκης ἐπίκουροι ἐξευρήσουσι. ἠοῦς καὶ ἑσπέρης τέρματα ἄρκτος, καὶ ἀντίον τῆς ἄρκτου οὖρος αἰθρίου Διός. εἰ μὴ ἥλιος ἦν, ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνη ἂν ἦν. νέος ἐφ’ἡμέρῃ ἥλιος. δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι καὶ ἡλιακὰς ἐκλείψεις καὶ τροπὰς προειπεῖν, ὥς φησιν Εὔδημος ἐν τῇ περὶ τῶν ἀστρολογουμένων ἱστορίᾳ · ὅθεν αὐτὸν καὶ Ξενοφάνης καὶ Ἡρόδοτος θαυμάζει · μαρτυρεῖ δ’αὐτῷ καὶ Ἡράκλειτος καὶ Δημόκριτος. οὕτως οὖν ἀναγκαίαν πρὸς τὸν οὐρανὸν ἔχων συμπλοκὴν καὶ συναρμογὴν χρόνος οὐχ ἁπλῶς ἐστι κίνησις ἀλλ’, ὥσπερ εἴρηται, κίνησις ἐν τάξει μέτρον ἐχούσῃ καὶ πέρατα καὶ περιόδους. ὧν ἥλιος ἐπιστάτης ὢν καὶ σκοπός, ὁρίζειν καὶ βραβεύειν καὶ ἀναδεικνύναι καὶ ἀναφαίνειν μεταβολὰς καὶ ὥρας αἳ πάντα φέρουσι, καθ’Ἡράκλειτον, οὐ δὲ φαύλων οὐ δὲ μικρῶν, ἀλλὰ τῶν μεγίστων καὶ κυριωτάτων τῷ ἡγεμόνι καὶ πρώτῳ θεῷ γίνεται συνεργός. διδάσκαλος δὲ πλείστων Ἡσίοδος · τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκε · ἔστι γὰρ ἕν. θεὸς ἡμέρη εὐφρόνη, χειμῶν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός · ἀλλοιοῦται δὲ ὅκωσπερ πῦρ, ὁκόταν συμμιγῇ θυώμασι, ὀνομάζεται καθ’ἡδονὴν ἑκάστου. εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο, ῥῖνες ἂν διαγνοῖεν. αἱ ψυχαὶ ὀσμῶνται καθ’ᾅδην. τὰ ψυχρὰ θέρεται, θερμὸν ψύχεται, ὑγρὸν αὐαίνεται, καρφαλέον νοτίζεται. σκίδνησι καὶ συνάγει, πρόσεισι καὶ ἄπεισι. ποταμοῖσι δὶς τοῖσι αὐτοῖσι οὐκ ἂν ἐμβαίης · ἕτερα γὰρ καὶ ἕτερα ἐπιρρέει ὕδατα. καὶ Ἡράκλειτος ἐπιτιμᾷ τῷ ποιήσαντι · ὡς ἔρις ἔκτε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο · οὐ γὰρ ἂν εἶναι ἁρμονίαν μὴ ὄντος ὀξέος καὶ βαρέος, οὐ δὲ τὰ ζῷα ἄνευ θήλεος καὶ ἄρρενος, ἐναντίων ὄντων. πόλεμος πάντων μὲν πατήρ ἐστι πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους. οὐ ξυνίασι ὅκως διαφερόμενον ἑωυτῷ ὁμολογέει · παλίντονος ἁρμονίη ὅκωσπερ τόξου καὶ λύρης. καὶ περὶ αὐτῶν τούτων ἀνώτερον ἐπιζητοῦσι καὶ φυσικώτερον · Εὐριπίδης μὲν φάσκων ἐρᾶν μὲν ὄμβρου γαῖαν ξηρανθεῖσαν, ἐρᾶν δὲ σεμνὸν οὐρανὸν πληρούμενον ὄμβρου πεσεῖν ἐς γαῖαν · καὶ Ἡράκλειτος τὸ ἀντίξουν συμφέρον, καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν, καὶ πάντα κατ’ἔριν γίνεσθαι. ἁρμονίη ἀφανὴς φανερῆς κρείσσων. μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλώμεθα. χρὴ εὖ μάλα πολλῶν ἵστορας φιλοσόφους ἄνδρας εἶναι. γναφέων ὁδὸς εὐθεῖα καὶ σκολιὴ μία ἐστὶ καὶ αὐτή. ὄνοι σύρματ’ἂν ἕλοιντο μᾶλλον χρυσόν. θάλασσα ὕδωρ καθαρώτατον καὶ μιαρώτατον, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον. βορβόρῳ χαίρειν. πᾶν ἑρπετὸν πληγῇ νέμεται. παλίντονος ἁρμονίη κόσμου ὅκωσπερ λύρης καὶ τόξου. ἀγαθὸν καὶ κακὸν ταὐτόν. καὶ ἀγαθὸν καὶ κακόν · οἱ γοῦν ἰατροί, φησὶν Ἡράκλειτος, τέμνοντες καίοντες πάντη βασανίζοντες κακῶς τοὺς ἀρρωστοῦντας ἐπαιτιέονται μηδέν’ἄξιον μισθὸν λαμβάνειν παρὰ τῶν ἀρρωστούντων, ταῦτα ἐργαζόμενοι τὰ ἀγαθὰ καὶ τὰς νόσους . συνάψιες οὖλα καὶ οὐχὶ οὖλα, συμφερόμενον διαφερόμενον, συνᾷδον διᾷδον · ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα. δίκης οὔνομα οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν. ἀπρεπές φασιν, εἰ τέρπει τοὺς θεοὺς πολέμων θέα. ἀλλ’οὐκ ἀπρεπές · τὰ γὰρ γενναῖα ἔργα τέρπει. ἄλλωςτε πόλεμοι καὶ μάχαι ἡμῖν μὲν δεινὰ δοκεῖ, τῷ δὲ θεῷ οὐ δὲ ταῦτα δεινά. συντελεῖ γὰρ ἅπαντα θεὸς πρὸς ἁρμονίαν τῶν ὅλων, οἰκονομῶν τὰ συμφέροντα, ὅπερ καὶ Ἡράκλειτος λέγει, ὡς τῷ μὲν θεῷ καλὰ πάντα καὶ ἀγαθὰ καὶ δίκαια, ἄνθρωποι δὲ μὲν ἄδικα ὑπειλήφασιν, δὲ δίκαια. εἰδέναι χρὴ τὸν πόλεμον ἐόντα ξυνόν, καὶ δίκην ἔριν · καὶ γινόμενα πάντα κατ’ἔριν καὶ χρεώμενα . ἔστι γὰρ εἱμαρμένα πάντως […] θάνατός ἐστι ὁκόσα ἐγερθέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες ὕπνος. ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς οὔνομα. τοῦ βιοῦ οὔνομα βίος, ἔργον δὲ θάνατος. ἀθάνατοι θνητοί, θνητοὶ ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θάνατον τὸν δὲ ἐκείνων βίον τεθνεῶτες. ψυχῇσι γὰρ θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι · ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή. ὁδὸς ἄνω κάτω μία καὶ ὡυτή. ξυνὸν ἀρχὴ καὶ πέρας. ψυχῆς πείρατα οὐκ ἂν ἐξεύροιο πᾶσαν ἐπιπορευόμενος ὁδόν · οὕτω βαθὺν λόγον ἔχει. ψυχῇσι τέρψις ὑγρῇσι γενέσθαι. ἀνὴρ ὁκότ’ἂν μεθυσθῇ, ἄγεται ὑπὸ παιδὸς ἀνήβου σφαλλόμενος, οὐκ ἐπαΐων ὅκη βαίνει, ὑγρὴν τὴν ψυχὴν ἔχων. αὔη ψυχὴ σοφωτάτη καὶ ἀρίστη αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη καὶ ἀρίστη . οὗ γῆ ξηρή, ψυχὴ σοφωτάτη καὶ ἀρίστη . ἄνθρωπος, ὅκως ἐν εὐφρόνῃ φάος, ἅπτεται ἀποσβέννυται. πότε γὰρ ἐν ἡμῖν αὐτοῖς οὐκ ἔστιν θάνατος; καὶ φησιν Ἡράκλειτος, ταὔτ’εἶναι ζῶν καὶ τεθνηκός, καὶ τὸ ἐγρηγορὸς καὶ τὸ καθεῦδον, καὶ νέον καὶ γηραιόν · τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα. αἰὼν παῖς ἐστι παίζων πεσσεύων · παιδὸς βασιληίη. ἐδιζησάμην ἐμεωυτόν. ποταμοῖσι τοῖσι αὐτοῖσι ἐμβαίνομέντε καὶ οὐκ ἐμβαίνομεν, εἶμέντε καὶ οὐκ εἶμεν. κάματός ἐστι τοῖς αὐτοῖς μοχθεῖν καὶ ἄρχεσθαι. μεταβάλλον ἀναπαύεται. καὶ κυκεὼν διίσταται μὴ κινεόμενος. νέκυες κοπρίων ἐκβλητότεροι. γενόμενοι ζώειν ἐθέλουσι μόρουςτ’ἔχειν · μᾶλλον δὲ ἀναπαύεσθαι, καὶ παῖδας καταλείπουσι μόρους γενέσθαι. οἱ μὲν ἡβῶντος ἀναγινώσκοντες ἔτη τριάκοντα ποιοῦσι τὴν γενεὰν καθ’Ἡράκλειτον · ἐν χρόνῳ γεννῶντα παρέχει τὸν ἐξ αὐτοῦ γεγεννημένον γεννήσας. τριάκοντα ἀριθμὸς φυσικώτατός ἐστιν · γὰρ ἐν μονάσι τριάς, τοῦτο ἐν δεκάσι τριακοντάς. ἐπεὶ καὶ τοῦ μηνὸς κύκλος συνέστηκεν ἐκ τεσσάρων τῶν ἀπὸ μονάδος ἑξῆς τετραγώνων αʹ, δʹ, θʹ, ισʹ. ὅθεν οὐκ ἀπὸ σκοποῦ Ἡράκλειτος γενεὰν τὸν μῆνα καλεῖ. πάντες εἰς ἓν ἀποτέλεσμα συνεργοῦμεν, οἱ μὲν εἰδότως καὶ παρακολουθητικῶς, οἱ δὲ ἀνεπιστάτως · ὥσπερ καὶ τοὺς καθεύδοντας, οἶμαι, Ἡράκλειτος ἐργάτας εἶναι λέγει καὶ συνεργοὺς τῶν ἐν τῷ κόσμῳ γινομένων. ξυνόν ἐστι πᾶσι τὸ φρονέειν. ξὺν νόῳ λέγοντας ἰσχυρίζεσθαι χρὴ τῷ ξυνῷ πάντων, ὅκωσπερ νόμῳ πόλις καὶ πολὺ ἰσχυροτέρως. τρέφονται γὰρ πάντες οἱ ἀνθρώπειοι νόμοι ὑπὸ ἑνὸς τοῦ θείου · κρατέει γὰρ τοσοῦτον ὁκόσον ἐθέλει καὶ ἐξαρκέει πᾶσι καὶ περιγίνεται. διὸ δεῖ ἕπεσθαι τῷ ξυνῷ. τοῦ λόγου δ’ἐόντος ξυνοῦ, ζώουσι οἱ πολλοὶ ὡς ἰδίην ἔχοντες φρόνησιν. ὧι μάλιστα διηνεκέως ὁμιλέουσι, τούτῳ διαφέρονται. οὐ δεῖ ὥσπερ καθεύδοντας ποιεῖν καὶ λέγειν. Ἡράκλειτός φησι, τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀποστρέφεσθαι. ἦθος γὰρ ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας, θεῖον δὲ ἔχει. ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος ὅκωσπερ παῖς πρὸς ἀνδρός. οὐ καὶ Ἡράκλειτος ταὐτὸν τοῦτο λέγει, ὃν σὺ ἐπάγει, ὅτι ἀνθρώπων σοφώτατος πρὸς θεὸν πίθηκος φανεῖται καὶ σοφίᾳ καὶ κάλλει καὶ τοῖς ἄλλοις πᾶσιν; ἄνθρωπε, ἀγνοεῖς ὅτι τὸ τοῦ Ἡρακλείτου εὖ ἔχει, ὡς ἄρα πιθήκων κάλλιστος αἰσχρὸς ἄλλῳ γένει συμβάλλειν, καὶ χυτρῶν καλλίστη αἰσχρὰ παρθένων γένει συμβάλλειν, ὥς φησιν Ἱππίας σοφός. μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὅκως ὑπὲρ τείχεος. μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι. ἀρηιφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι. ὕβριν χρὴ σβεννύειν μᾶλλον πυρκαϊήν. ἀνθρώποισι γίνεσθαι ὁκόσα θέλουσι οὐκ ἄμεινον. νοῦσος ὑγίειαν ἐποίησε ἡδύ, κακὸν ἀγαθόν, λιμὸς κόρον, κάματος ἀνάπαυσιν. θυμῷ μάχεσθαι χαλεπόν · τι γὰρ ἂν χρηίζῃ γίνεσθαι, ψυχῆς ὠνέεται. ἀνθρώποισι πᾶσι μέτεστι γιγνώσκειν ἑαυτοὺς καὶ σωφρονεῖν . σωφρονεῖν ἀρετὴ μεγίστη · καὶ σοφίη ἀληθέα λέγειν καὶ ποιεῖν κατὰ φύσιν ἐπαΐοντας . ἀμαθίην ἄμεινον κρύπτειν · ἔργον δὲ ἐν ἀνέσει καὶ παρ’οἶνον. κρύπτειν ἀμαθίην κρέσσον ἐς τὸ μέσον φέρειν . νόμος καὶ βουλῇ πείθεσθαι ἑνός. τίς γὰρ αὐτῶν νόος φρήν; δήμων ἀοιδοῖσι ἕπονται καὶ διδασκάλῳ χρέωνται ὁμίλῳ, οὐκ εἰδότες ὅτι πολλοὶ κακοὶ ὀλίγοι δὲ ἀγαθοί. αἱρεῦνται γὰρ ἓν ἀντία πάντων οἱ ἄριστοι, κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅκωσπερ κτήνεα. ἐν Πριήνῃ Βίας ἐγένετο Τευτάμεω, οὗ πλέων λόγος τῶν ἄλλων. εἷς ἐμοὶ μύριοι, ἐὰν ἄριστος . ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον, φάντες · ἡμέων μη δὲ εἷς ὀνήιστος ἔστω, εἰ δὲ μή, ἄλλῃτε καὶ μετ’ἄλλων. κύνες καὶ βαΰζουσι ὃν ἂν μὴ γινώσκωσι. ἀπιστίῃ διαφυγγάνει μὴ γινώσκεσθαι. βλὰξ ἄνθρωπος ἐπὶ παντὶ λόγῳ ἐπτοῆσθαι φιλέει. δοκεόντων δοκιμώτατος γινώσκει φυλάσσειν · καὶ μέντοι καὶ δίκη καταλήψεται ψευδέων τέκτονας καὶ μάρτυρας. τόνθ’Ὅμηρον ἔφασκεν ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι, καὶ Ἀρχίλοχον ὁμοίως. ἦθος ἀνθρώπῳ δαίμων. ἀνθρώπους μένει τελευτήσαντας ἅσσα οὐκ ἔλπονται οὐ δὲ δοκέουσι. ἐπανίστασθαι καὶ φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεκρῶν. νυκτιπόλοι, μάγοι, βάκχοι, λῆναι, μύσται. τὰ γὰρ νομιζόμενα κατ’ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυεῦνται. καὶ τοῖς ἀγάλμασι τουτέοισι εὔχονται, ὁκοῖον εἴ τις τοῖς δόμοισι λεσχηνεύοιτο, οὔ τι γινώσκων θεοὺς οὐ δ’ἥρωας, οἵτινές εἰσι. εἰ μὴ γὰρ Διονύσῳ πομπὴν ἐποιεῦντο καὶ ὕμνεον ᾆσμα αἰδοίοισι, ἀναιδέστατα εἴργαστ’ἄν · ὡυτὸς δὲ Ἀΐδης καὶ Διόνυσος, ὅτεῳ μαίνονται καὶ ληναΐζουσι. θυσιῶν τοίνυν τίθημι διττὰ εἴδη · τὰ μὲν τῶν ἀποκεκαθαρμένων παντάπασιν ἀνθρώπων, οἷα ἐφ’ἑνὸς ἄν ποτε γένοιτο σπανίως, ὥς φησιν Ἡράκλειτος, τινων ὀλίγων εὐαριθμήτων ἀνδρῶν · τὰ δ’ἔνυλα καὶ σωματοειδῆ καὶ διὰ μεταβολῆς συνιστάμενα, οἷα τοῖς ἔτι κατεχομένοις ὑπὸ τοῦ σώματος ἁρμόζει. ἄκεα. καθαίρονται δὲ αἵματι μιαινόμενοι ὥσπερ ἂν εἴ τις ἐς πηλὸν ἐμβὰς πηλῷ ἀπονίζοιτο.