Art of Rhetoric
1ἡ ῥητορική ἐστιν ἐπιστήμη τοῦ καλῶς καὶ πειστικῶς πάντα τὸν προκείμενον διαθέσθαι λόγον.
2εἴδη τοῦ ῥητορικοῦ ἐστι τέσσαρα, δικανικὸν συμβουλευτικὸν ἐγκωμιαστικὸν ἱστορικόν. δικανικὸν μὲν οὖν ἐστιν ἐν ᾧ κατηγοροῦμεν ἢ ἀπολογούμεθα, ἢ ἄλλως ἐν δικαστηρίῳ ἀμφισβητοῦμεν. συμβουλευτικὸν δὲ ἐν ᾧ προτρέπομέν τινα ἢ ἀποτρέπομεν. ἐγκωμιαστικὸν δὲ ἐν ἐγκωμιάζομέν τινα ἢ ψέγομεν. ἱστορικὸν δὲ ἐν ᾧ διηγούμεθα πράξεις τινὰς μετὰ κόσμου ὡς γεγενημένας.
3μέρη δὲ τοῦ δικανικοῦ λόγου τέσσαρα, προοίμιον, διήγησις, ἀπόδειξις, ἐπίλογος.
4προοίμιόν ἐστι λόγος παρασκευάζων τὸν ἀκροατὴν εἰς τὴν προκειμένην ὑπόθεσιν ἐπιτήδειον. ἔργον δὲ αὐτοῦ τότε προσεκτικοὺς τοὺς ἀκροατὰς παρασκευάζειν πρὸς τὰ ῥηθησόμενα, καὶ τὸ εὔνοιαν ἢ μῖσος ἀπεργάζεσθαι.
5λαμβάνεται δὲ τὰ προοίμια ἀπὸ προσώπου, ἤτοι τοῦ ἰδίου, ὅταν ἑαυτοὺς συνιστῶμεν, οἷον πρῶτον μέν, Ἀθηναῖοι, θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇτε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι καὶ παρ’ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα. ἢ ἀπὸ τῶν ἀντιδίκων τὰ προοίμια λαμβάνεται, ὅταν αὐτούς διαβάλλωμεν, οἷον τὴν μὲν ἀσέλγειαν, ὧ Ἀθηναῖοι, καὶ τὴν ὕβριν πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι.
6ἔστι δὲ προοίμια λαβεῖν καὶ ἀπὸ τῶν δικαστῶν, ὅταν αὐτοὺς προσάγωμεν τῷ πράγματι, οἷον εἰδότες ὑμὰς, ὦ Ἀθηναῖοι, καὶ τοῖς ἀδικουμένοις προθύμως βοηθεῖν εἰθισμένους, καὶ τοῖς εὐεργέταις μεγίστην χάριν ἀποδιδόντας, ἥκομεν ἱκετεύσοντες μὴ περιιδεῖν ἡμᾶς ὑπὸ Θηβαίων ἀναστάτους γεγενημένους.
7ἔστι προοίμια λαβεῖν καὶ ἀπὸ τῶν συνηγορουμένων, ὅταν, αὐτῶν ὡς ἀδυνάτων ὑπεραπολογεῖσθαι, λέγωμεν, οἷον τὴν μὲν ἀπειρίαν τοῦ λέγειν καὶ ὡς ἀδυνάτως ἔχει Φορμίων, πάντες ὁρᾶτε, ὦ δικασταί.
8ἔτι δ’ἔστι προοίμια λαβεῖν καὶ ἀπὸ τῶν θεῶν, ὅταν τὴν αὐτῶν εὔνοιαν ἐκφαίνωμεν · οἷον ἐπὶ πολλῶν ἄν τις ἴδοι, ὦ δικασταί, τὴν παρὰ τῶν θεῶν εὔνοιαν τῇ πόλει φανερὰν γιγνομένην, οὐχ ἥκιστα δ’ἐν τοῖς παροῦσι πράγμασιν.
9ἀπὸ δὲ πραγμάτων λαμβάνεται τὰ προοίμια, προαγγελίᾳ, συγκρίσει, μερισμῷ, ἐφόδῳ, χρόνῳ, αἰτίᾳ, γνώμῃ.
10προαγγελία μὲν οὖν ἐστὶ δήλωσις κεφαλαιώδης περὶ ὧν λέγειν μέλλομεν οἷον ἀλλ’εἴπερ ἄρα ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, περὶ τοῦ Χερρόννησον ἔχειν ἡμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου μοι ἔστιν ἅποσα ἡ σπουδή.
11σύγκρισις δέ ἐστι προσώπων ἢ πραγμάτων ἐξέτασις · προσώπων μὲν οὖν οὕτως ἔδει μέν, ὦ Ἀθηναῖοι, τοὺς λέγοντας ἅπαντας μήτε πρὸς ἔχθραν ποιεῖσθαι τοὺς λόγους μηδένα, μήτε πρὸς χάριν, ἀλλ’ὃ βέλτιστον ἕκαστος ἡγεῖτο, τοῦτο ἀποφαίνεσθαι · πραγμάτων δὲ οὕτως · ἀντὶ πολλῶν, ὦ Ἀθηναῖοι […] συγκρίνει γὰρ συμφέρον καὶ χρήματα.
12μερισμὸς δ’εἰς μέρη τῆς δικαιολογίας περιγραφή, οἷον ἐξελέγξω, πρῶτον μὲν ὡς αὐτὸς ὑβρίσθην, ἔπειτα ὑμεῖς ὅσα ἠδίκησθε, μετὰ ταῦτα δὲ καὶ τὸν ἄλλον αὐτοῦ βίον ἐξετάσω καὶ δείξω πολλῶν θανάτων, οὐχ ἑνός, ὄντα ἄξιον.
13ἔφοδος δ’ἔστιν εὔλογος αἰτία διηγήσεως, οἷον βούλομαι δ’ἕκαστα ὧν πέπονθα ἐπιδείξας καὶ περὶ τῶν πληγῶν εἰπεῖν, ἃς τὸ τελευταῖον προσέτεινέ μοι · οὐδὲν γάρ ἐστιν ἐφ’ᾧ τῶν πεπραγμένων οὐ δίκαιος ὢν ἀπολωλέναι φανήσεται.
14τὰ δ’ἀπὸ χρόνου λαμβανόμενα προοίμιά ἐστιν εὑρεῖν πανταχοῦ, καὶ ἐν τῷ πρώτῳ λόγῳ · ὁ μὲν οὖν παρὼν καιρός.
15ἡ δ’αἰτία, δι’ἣν ἐπὶ τὸν ἀγῶνά τις ἀπήντηκε, σύστασιν ἔχει τοῦ πράγματος, ὡς ἐν τῷ κατὰ Νεαίρας · πολλὰ μὲν ἦν τὰ παρακαλοῦντα, ὧ Ἀθηναῖοι, γράψασθαι Νέαιραν τὴν γραφὴν ταυτηνί. ἡ γὰρ γνώμη σεμνοτέραν τὴν προκατάστασιν τοῦ λόγου ποιεῖ, ὡς ὁ Θουκυδίδης πανταχῆ.
16διήγησίς ἐστι τῶν ἐν τῇ ὑποθέσει πραγμάτων δήλωσις, περὶ τὸ τοῦ λέγοντος μέρος ῥέπουσα. ἀρεταὶ δὲ διηγήσεως τρεῖς, σαφήνεια, συντομία, πιθανότης.
17σαφήνεια μὲν οὖν λέγεται, ὅταν μήτε λέξεσι ξέναις χρώμεθα μήτε διανοίαις μήτε ὑπερβατοῖς.
18συντομία δὲ ὅταν αὐτὰ μόνα τὰ ἀναγκαῖα διεξίωμεν μήτε πόρρω ἀρχόμενοι μήτε ἐπὶ μακρότατα παυόμενοι.
19πιθανότης δὲ ὅταν τὰ ἀληθῆ καὶ δυνάμενα πιστευθῆναι δηλῶμεν.
20τρόποι δὲ τέσσαρες, διήγησις, παραδιήγησις, προδιήγησις καὶ ὑποδιήγησις.
21διήγησις μὲν οὖν ἐστίν, ὥσπερ ἔφημεν, ἁπλῆ τῶν γεγενημένων φράσις, οἷον ἐπεὶ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ τρίτον ἔτος τουτί, παρούσης δὲ τῆς ἐκκλησίας ἐν τὸν ἄρχοντα ἐπικληροῦν ὁ νόμος τοῖς χοροῖς τοὺς αὐλητὰς κελεύει, λόγου καὶ λοιδορίας γενομένης, καὶ κατηγοροῦντος τοῦ μὲν ἄρχοντος τῶν ἐπιμελητῶν τῆς φυλῆς, τῶν δ’ἐπιμελητῶν τοῦ ἄρχοντος, παρελθὼν ὑπεσχόμην ἐγὼ χορηγήσειν ἐθελοντής.
22παραδιήγησις δέ ἐστιν ἡ πρὸς τὸ χρήσιμον τοῦ ὑποκειμένου λόγου ἔξωθεν προστιθεμένη καὶ παραλαμβανομένη διήγησις ἐν τρόπῳ ἀφηγήσεως, οἷον ἐπεὶ γὰρ εἷλεν Ὄλυνθον Φίλιππος, Ὀλύμπια ἐποίει · εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν πανήγυριν πάντας τοὺς τεχνίτας συνήγαγεν. ἑστιῶν δ’αὐτοὺς καὶ στεφανῶν τοὺς νενικηκότας, Σάτυρον τουτονὶ τὸν κωμικὸν εἶδεν ὑποκριτήν, ὃς οὐδὲν ἐπαγγέλλεται. καὶ ὁ Ξενοφῶν · ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη Μίδου καλουμένη τῶν Φρυγῶν βασιλέως, ἐφ’λέγεται Μίδας τὸν Σάτυρον θηρεῦσαι οἴνῳ κεράσας αὐτόν. καὶ πάλιν · ἐνταῦθα λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν ἐρίζοντά οἱ περὶ σοφίας, καὶ τὸ δέρμα κρεμάσαι ἐν τῷ ἄντρῳ, ὅθεν αἱ πηγαί διὰ τοῦτο δὲ ὁ ποταμὸς καλεῖται Μαρσύας.
23προδιήγησίς ἐστιν ἡ πρὸ τῆς εἰς τὸ πρᾶγμα τελούσης διηγήσεως αἰτία παραλαμβανομένη, δι’ἣν ἐπὶ τὸν ἀγῶνά τις ἀπήντηκεν, οἷον ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι καὶ θεῶν ἐχθρῷ, ᾧ τελευτῶσα ὅλη προσέκρουσεν ἡ πόλις, Ἀνδροτίωνι λέγω.
24ὑποδιήγησις δὲ ὅταν μετὰ τῶν πραγμάτων καὶ τὰς γνώμας τῶν πραξάντων ἑκάστου καὶ τὰς αἰτίας λέγωμεν, οἷον οὐκ ἦν τοῦ πρὸς ἡμᾶς πολέμου πέρας οὐ δ’ἀπαλλαγὴ Φιλίππῳ, εἰ μὴ Θηβαίους καὶ Θετταλοὺς ἐχθροὺς ποιήσειε τῇ πόλει ἀλλὰ καίπερ ἀθλίως καὶ κακῶς τῶν στρατηγῶν τῶν ἡμετέρων πολεμούντων αὐτῷ, ὅμως ὑπὸ τοῦ πολέμου καὶ τῶν λῃστῶν μυρία ἔπασχε κακά.
25ἀπόδειξίς ἐστι τῶν ἀμφισβητουμένων ἐν τῇ ὑποθέσει πραγμάτων εἰς ὁμολογίαν ἀποκατάστασις. ἀποδείκνυται δ’ἕκαστον πρᾶγμα ἐκ τῶν ἐπιχειρημάτων.
26ἐπιχείρημα δέ ἐστιν ἐπινόημα ὃ κατασκευάζει τὸ ζητούμενον. τῶν δ’ἐπιχειρημάτων τρόποι τέσσαρες · τὰ μὲν γὰρ λαμβάνεται ἀπὸ προσώπων, τὰ δὲ ἀπὸ πραγμάτων, τὰ δὲ ἀπὸ παραδειγμάτων, τὰ δὲ ἀπὸ τῶν ἀτέχνων.
27τὰ μὲν οὖν ἐκ προσώπων λαμβανόμενα θεωρεῖται ἀπὸ τούτων ἀφ’ὧν καὶ τὰ ἐγκώμια, γένους, φύσεως, ἀγωγῆς, τύχης, ἐπιτηδευμάτων, πράξεων, διαθέσεων.
28τὰ δὲ ἐκ τῶν πραγμάτων ἀπὸ οὐσίας καὶ ἰδιότητος. οὐσία δὲ τὸ κοινῶς καὶ γενικῶς θεωρούμενον, οἷον τί φόνος; τί ἱεροσυλία; τί μοιχεία; οὐσία δὲ καὶ τὰ θετικά, οἷον τί φύσει καλόν; ἡ εἰρήνη · τί φύσει φαῦλον; ὁ πόλεμος. ἰδιότης δὲ ὅταν τὸ ἴδιον τοῦ ὑποκειμένου πράγματος θεωρῶμεν, ἐκ μὲν τοῦ κατηγόρου, κατὰ τὰ ἀπ’ἀρχῆς ἄχρι τέλους, ἐκ δὲ τοῦ φεύγοντος, κατὰ τὰς εὐλόγους αἰτίας. συνεστᾶσι δὲ αἱ ὑποθέσεις ἐξ αἰτίου καὶ συνέχοντος καὶ κρινομένου. αἴτιον μὲν οὖν δι’ὃ ἡ κατηγορία, συνέχον δὲ δι’ὃ ἡ ἀπολογία, τὸ δὲ κρινόμενον τοῖς δικασταῖς καταλείπεται.
29τὰ δὲ ἐκ τῶν παραδειγμάτων λαμβανόμενα θεωρεῖται ἀπὸ τριῶν χρόνων. ἢ γὰρ γεγενημένου τοῦ πράγματος μνημονεύομεν, καὶ τοῦτο καλεῖται παράδειγμα. ἢ γινομένου καὶ συμβαίνοντος, καὶ τοῦτο καλεῖται παραβολή ἢ οὔτε γεγενημένου οὔτε γινομένου, ἀλλ’ὑποτιθεμένου τοῦ ῥήτορος εἰ τὸ καὶ τὸ γένηται, τί ἄν συμβαίη, καὶ καλεῖται καθ’ὑπόθεσιν.
30παράδειγμα μὲν οὖν ἐστὶ γεγενημένου πράγματος ἀπομνημόνευσις πρὸς ὁμοίωσιν τοῦ ζητουμένου, οἷον ἐκεῖνοι τοίνυν οἷς οὐκ ἐχαρίζονθ’οἱ λέγοντες, οὐ δ’ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τεσσαράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων, πλείω δὲ ἢ μύρια τάλαντα εἰς τὴν ἀκρόπολιν ἀνήγαγον · καὶ τὰ ἑξῆς.
31παραβολὴ δέ ἐστιν ὄντος καὶ γινομένου πράγματος ἀπομνημόνευσις πρὸς ὁμοίωσιν τοῦ ζητουμένου · ὥσπερ γὰρ οἰκίας, οἶμαι, καὶ πλοίου, καὶ τῶν ἄλλων τῶν τοιούτων τὰ κάτωθεν ἰσχυρότερα εἶναι δεῖ, οὕτω καὶ τῶν πράξεων τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἀληθεῖς καὶ δικαίας.
32τὸ δὲ καθ’ὑπόθεσιν οὔτε γεγενημένου οὔτε γινομένου πράγματος δήλωσις, ἀλλ’ὑποτιθεμένου τοῦ ῥήτορος εἰ τὸ καὶ τὸ γένηται, τί ἂν συμβαίη, οἷον φέρε, ἂν δὲ δὴ πέμψας πρὸς ἡμὰς Λεύκων ἐρωτᾷ τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῃρήμεθα, τί πρὸς θεῶν ἐροῦμεν.
33τὰ δ’ἐκ τῶν ἀτέχνων θεωρεῖται ἐκ τῶν ἐγγράφων, νόμων, συμβολαίων, διαθηκῶν. ἄτεχνα δὲ καλεῖται ἐπεὶ μηδεμιᾶς ἐστὶ τέχνης ἀναγνῶναί τι ἔγγραφον καὶ δι’αὐτοῦ δεῖξαι τὸ πρᾶγμα.
34ἕπεται δὲ τῷ ἐπιχειρήματι ἐνθύμημα καὶ γνώμη.
35ἐνθύμημα μὲν οὖν ἐστὶ τὸ τοῦ προηγουμένου ἐπιχειρήματος συμπέρασμα, προσαγόμενον τῷ ζητήματι ἐν μιᾷ περιόδῳ, οἷον ὥσπερ οὖν διὰ τούτων ἤρθη μέγας, ἡνίκα ἕκαστοι συμφέρον αὐτὸν ἑαυτοῖς ᾤοντό τι πράξειν · οὕτως ὀφείλει διὰ τῶν αὐτῶν τούτων καθαιρεθῆναι πάλιν, ἐπεὶ πάνθ’ἕνεκα ἑαυτοῦ ποιῶν ἐξελήλεγκται.
36γνώμη δέ ἐστι κοινόν τι πρᾶγμα ὅπως δέον γίνεσθαι ἀποφαινόμενον, οἷον πέρας μὲν ἅποσιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κα- κἂν ἐν οἰκίσκῳ τις αὐτὸν καθείρξας τηρῇ. δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασι τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους μένους ἐλπίδα, φέρειν δ’ὅ τι ἂν ὁ θεὸς διδῷ γενναίως.
37ταῦτα ἤρτηται ἐκ προτάσεων καὶ ὑποφορῶν καὶ ἀνθυποφορῶν.
38πρότασις μὲν οὖν ἐστὶν ἐν μὲν κατηγορίᾳ ἡ τοῦ ἐγκλήματος αἰτία, ἐν δὲ συμβουλῇ ἡ τῆς ἀξιώσεως δήλωσις.
39ὑποφορὰ δέ ἐστι τὸ ὑποβαλεῖν ἔννοιάν τινα, εἶτα ἀπαντῆσαι. προσέοικε δὲ ἡ μὲν ὑποφορὰ τοῖς συμβουλευτικοῖς λόγοις, ἡ δὲ ἀνθυποφορά, ἤτοι τὸ ὑπενεγκεῖν τὸν λόγον, ᾧ χρῆται ὁ ἀντίδικος, τοῖς δικανικοῖς.
40διείληπται δὲ ὁ δικανικὸς λόγος καὶ ὁ συμβουλευτικὸς τοῖς κατὰ διάνοιαν καὶ κατὰ λέξιν σχήμασι.
41ἐπίλογός ἐστιν ὁ ἐπὶ τοῖς ἀποδεδειγμένοις λόγοις λεγόμενος πρὸς αὔξησιν ἢ ὀργήν, ἢ περὶ τὸν δικαστὴν ἢ τὸν ἐναντίον, τοι πρὸς ἀνάμνησιν, ὅπερ ἀνακεφαλαίωσιν καλοῦμεν.