Palatine Paradoxographer

Marvels

1νοσήσας ἀετὸς χελώνην ἐσθίει καὶ ἰᾶται · αἷμα δὲ πίνει.
2αἱ γλαῦκες τῶν ἰδίων νεοττῶν τοὺς μύρμηκας κωλύειν βουλόμεναι ἐν τῇ καλιᾷ καρδίαν νυκτερίδος τιθέασιν, ὡς τῶν μυρμήκων καὶ τοὺς φωλεοὺς ἀπολιπεῖν βουλομένων εἰ νυκτερίδος καρδίαν ἐπ’αὐτοῖς τις θείη.
3ἴκτερος ζῷον λέγεται ἀπὸ τῆς χροιᾶς · ὃν εἰ τῷ πάθει τούτῳ τις ἐνεχόμενος ἴδοι, φευξεῖται εὐθὺς τὴν νόσον.
4οὐ μίγνυνται οἱ κόρακες ταῖς θηλείαις πρίν τινα ᾠδὴν αὐταῖς παρακρώξαιεν ὥσπερ γαμήλια · αἱ δὲ πεισθεῖσαι οὕτω συνουσιάζουσι.
5τῆς ἐν Κλείτορι κρήνης ἄν τις πίῃ τοῦ ὕδατος, ἀποστρέφεται καὶ μισεῖ τὴν τοῦ οἴνου πόσιν.
6ἐν Καννίνοις πίττης ὑγρᾶς κρατῆρες ἀναδίδονται · ἐν δὲ θερείᾳ ὥρᾳ ἡ ἑωθινὴ δρόσος πίσσῃ παρείκασται.
7ἐν Νάξῳ φησὶν Ἀγλαοσθένης οἶνον ἐκ τῆς γῆς ἀναβλύζειν αὐτόματον καὶ διὰ ποταμοῦ φερόμενον μὴ συμμίσγεσθαι ὕδατι. τὸν δὲ γευσάμενον αὐτοῦ παραφρονεῖν.
8ἐν † Περνίκῳ † λίθοι εὑρίσκονται ὀρυσσομένης τῆς γῆς, οὓς ἐπειδὰν διαθερμάνῃ ὁ ἥλιος ἐξανθρακοῦνται, ὥστε καὶ κρέα ἕψειν καὶ ἄλλ’ἅττα τοὺς ἐκεῖ χύτρας ἐπιτιθέντας.
9ἐν τῇ πόλει τῇ Σελασφόρῳ πηγὴ ἀναδίδοται ψυχρὰ καὶ διειδής, ἐλαιώδη τὴν ἐπιφάνειαν ἔχουσα, λεῖα τὰ σώματα καὶ τὰς τρίχας ποιοῦσα καὶ κεφαλῆς ἀλγηδόνα παύουσα. ταύτῃ εἰ προσαγάγοι τις κηρὸν ἡμμένον, ὑφάπτεται τὸ ὕδωρ ἐκ τούτου καὶ σπινθῆρας ἀφίησι, ἄχρις ἂν πελάσῃ ἑτέρῳ ὕδατι. ἔστι δὲ τῶν ἄλλων ὑδάτων διειδέστερον τὸ ὕδωρ ἐκεῖνο ὀδμῆςτε πάσης ἐλεύθερον.
10Ἀριστοτέλης φησὶν ἐν τῇ Κελτικῇ δύο κόρακας ἀεὶ φαίνεσθαι, οὓς δὴ καὶ τοῖς ἀνθρώποις μαντεύεσθαι τόνδε τὸν τρόπον · τοὺς διαφερομένους περί τινος συμβολαίου ἔρχεσθαι ἐπὶ τὸν εἰρημένον τόπον καὶ μάζας ποιήσαντας ἐπί τινων πεταύρων τιθέναι · τοὺς δὲ κόρακας τὴν μὲν τοῦ ἀδικοπραγοῦντος μάζαν τοῖς ποσὶ συντρίβειν, τὴν δὲ τοῦ δικαιοπραγοῦντας ἐσθίειν.
11Ἀρτεμίδωρός φησιν ἐν Λιπαριτανοῖς ἰχθύας ὀρυκτοὺς εὑρίσκεσθαι, καὶ τῷ ὀρυκτῷ ἰχθύι ἀφθόνως τοὺς ἐκεῖ ὡς ἐπὶ τραγήματα χρῆσθαι.
12Ἀνδρόνικός φησιν ἐν Ἱσπανίᾳ ἔν τινι τόπῳ λιθάρια εὑρίσκεσθαι περιερριμμένα πολύγωνα αὐτοφυῆ, ἃ μὲν λευκά, ἃ δὲ κηροειδῆ, ἃ καὶ κύει ὅμοια ἑαυτοῖς λιθάρια · τούτων δὴ καὶ ἐγὼ ἒν πείρας ἕνεκα ἔσχον, ὃ δὴ ἔτεκε παρ’ἐμοί, ὥστε τὸ ῥῆμα μὴ εἶναι ψεῦδος. εἶναι δὲ καὶ πηγήν τινα ἐν Ἱσπανίᾳ, ἣν γλυκὺ ἔχειν ὕδωρ καὶ πότιμον · εἰ δέ τις ἐμβάλοι εἰς τὸ ὕδωρ τὰς χεῖρας καὶ μικρὸν χρόνον ἐάσειε, ἅλας εὑρίσκειν λευκὸν περιπεπηγὸς ταῖς χερσί.
13Τίμαιός φησι τὸν κατὰ τὴν Ἰταλίαν ποταμὸν τὸν Κρᾶθιν τῶν ἐν αὐτῷ λουομένων ξανθίζειν τὰς τρίχας.
14ἐν Σελασφόρῳ βοτάνη εὑρίσκεται, ᾗ χρώμενοι οἱ ἐκεῖ ἔαρος μὲν κένωσιν ξανθῆς χολῆς ποιοῦνται, φθινοπώρου δὲ μελαίνης χολῆς, ἐν δὲ χειμῶνι φλέγματος · ἐξάγει δὲ τὸ καθὲν τούτων ἀμιγὲς παντὸς ἑτέρου.
15Καλλίμαχός φησιν ἐν Θρᾴκῃ δύο ποταμοὺς εἶναι Κέρωνα καὶ Νηλέα ὀνομαζομένους · τῶν δὲ προβάτων περὶ τὸ συλλαμβάνειν ὄντων τὰ μὲν ἀπὸ τοῦ Νηλέως λευκούς, τὰ δὲ ἀπ’ἀμφοτέρων τῶν ὑδάτων ποικίλους.
16Πολύκλειτός φησιν ἐν Σόλοις ποταμὸν Λίπαριν εἶναι, ὃν δὴ λιπαίνειν τοὺς λουομένους, ὥστε χρίσματος μὴ δεῖσθαι.
17ὁ αὐτός φησι τὸν ἐν Παμφυλίᾳ ποταμὸν Μούαβιν ἀπολιθοῦν τὴν ἐμβληθεῖσαν στοιβήν.
18Ἀθήναιός φησιν ἐν Πέρσαις εἶναι δένδρον τι θανάσιμον τὸν καρπὸν φέρον, ὃ τοὺς πέρσας, ὅτε Καμβύσης ἐπ’Αἴγυπτον ἐστράτευσε, κομίσαι εἰς Αἴγυπτον καὶ ἐν πολλοῖς φυτεῦσαι τόποις, ὅπως οἱ Αἰγύπτιοι τὸν καρπὸν προσφερόμενοι διαφθαρῶσι · τὸ δὲ δένδρον μεταβαλὸν τὴν γῆν ἀπαθῆ τὸν καρπὸν ἐξενεγκεῖν, καὶ περσαίαντ’ὀνομάζεσθαι διὰ τὸ ὑπὸ Περσῶν φυτευθῆναι.
19Θεόπομπός φησιν ἐν τῇ τῶν Ἀγριέων Θρᾳκῶν χώρᾳ ποταμὸν εἶναι ὀνομαζόμενον Πόντον, ὃν καταφέρειν λίθους ἀνθρακώδεις · τούτους δὲ ἀναφθέντας ὑπὸ μὲν τῶν ῥιπιδίων ῥιπιζομένους οὐ καίεσθαι, ὑπὸ δὲ ὕδατος ῥαινομένους ἀνα-λάμπειν. οὐδὲν δὲ ἑρπετὸν τὴν ὀσμὴν αὐτῶν ὑπομένειν.
20ἐπὶ τῶν ἐντέρων τῶν προβάτων φησὶν Ἀντίγονος τὰ μὲν τῶν κριῶν ἄφωνα εἶναι, τὰ δὲ τῶν θηλέων ἔμφωνα · οὐ λεληθέναι δὲ τοῦτο τὸν ποιητήν. φησὶ γάρ · ἑπτὰ δὲ θηλυτέρων οἴων ἐτανύσσατο χορδάς.
21Κάτων φησίν, ἐν ταῖς Κτίσεσιν, ἐπὶ τῶν Ἄλπεων λευκοὺς μὲν λαγωοὺς γίνεσθαι, μῦς δ’ἑνδεκαλίτρους, ὗς δὲ μονοχήλους καὶ κύνας δασεῖς καὶ βόας ἀκεράτους.