Antigonus

Collection of Marvelous Tales

A.1

A.1.1Τίμαιος τὰς Σικελικὰς ἱστορίας συγγεγραφὼς ἐν Ῥηγίῳ φησὶ τοὺς Λοκροὺς καὶ τοὺς Ῥηγίνους ὁρίζοντος Ἄληκος καλουμένου ποταμοῦ τῶν τεττίγων τοὺς μὲν ἐν τῇ Λοκρικῇ ᾄδειν, τοὺς δὲ ἐν τῇ Ῥηγίνων ἀφώνους εἶναι. λέγεται δέ τι τούτου μυθωδέστερον · ἀφικομένων γὰρ εἰς Δελφοὺς κιθαρῳδῶν Ἀρίστωνος μὲν ἐκ Ῥηγίου, παρὰ δὲ Λοκρῶν Εὐνόμου, καὶ περὶ τοῦ κλήρου πρὸς ἑαυτοὺς εἰς ἀντιλογίαν ἐλθόντων, μὲν οὐκ ᾤετο δεῖν ἐλαττοῦσθαι, τῆς ὅλης Ῥηγίνων ἀποικίας ἐκ Δελφῶν καὶ παρὰ τοῦ θεοῦ γεγενημένης, δὲ κατέτρεχεν, ὅτι τὸ παράπαν οὐ δὲ κιθαρῳδεῖν καθήκει, παρ’οἷς οὐ δ’οἱ τέττιγες ᾄδουσιν. εὐημερήσαντος γ’οὖν τοῦ Ῥηγίνου ἐν τῷ ἀγῶνι ἐνίκησεν Εὔνομος Λοκρὸς παρὰ τοιαύτην αἰτίαν · ᾄδοντος αὐτοῦ μεταξὺ τέττιξ ἐπὶ τὴν λύραν ἐπιπτὰς ᾖδεν, δὲ πανήγυρις ἀνεβόησεν ἐπὶ τῷ γεγονότι καὶ ἐκέλευσεν νικᾶν.

A.1.2καὶ ἄλλο δὲ παρὰ τοῖς Ῥηγίνοις τοιοῦτον ὡς μυθικὸν ἱστορεῖται, ὅτι Ἡρακλῆς ἔν τινι τόπῳ τῆς χώρας κατακοιμηθεὶς καὶ ἐνοχλούμενος ὑπὸ τῶν τεττίγων ηὔξατο αὐτοὺς ἀφώνους γενέσθαι.

A.1.3καὶ ἐν Κεφαλληνίᾳ δὲ ποταμὸς διείργει, καὶ ἐπίταδε μὲν γίνονται τέττιγες, ἐπέκεινα δὲ οὔ.

A.1.4οὐ δ’ἐν Σερίφῳ δὲ οἱ βάτραχοι φθέγγονται · καὶ μυθῶδες καὶ παρὰ τοῖς Σεριφίοις ἐνίσχυσεν, πλὴν οἱ μὲν περὶ Ἡρακλέους, οἱ δὲ περὶ Περσέως.

A.1.5 δὲ Μυρσίλος, τὰ Λεσβιακὰ συγγεγραφώς, φησὶν τῆς Ἀντισσαίας, ἐν τόπῳ μυθολογεῖται καὶ δείκνυται δὲ τάφος ὑπὸ τῶν ἐγχωρίων τῆς τοῦ Ὀρφέως κεφαλῆς, τὰς ἀηδόνας εἶναι εὐφωνοτέρας τῶν ἄλλων.

A.1.6πίπτοι δ’ἂν τὸ γένος τῆς ἐκλογῆς εἰς τοὺς λεγομένους ἐν τῇ Ἀττικῇ καὶ Βοιωτίᾳ πέρδικας, ὧν τοὺς μὲν εὐφώνους, τοὺς δὲ τελείως ἰσχνοφώνους ὁμολογεῖται γίγνεσθαι.

A.1.7ἴδιον δὲ καὶ τὸ περὶ τὰ ἔντερα τῶν προβάτων · τὰ μὲν γὰρ τῶν κριῶν ἐστιν ἄφωνα, τὰ δὲ τῶν θηλείων εὔφωνα. ὅθεν καὶ τὸν ποιητὴν ὑπολάβοι τις εἰρηκέναι, πολυπράγμονα πανταχοῦ καὶ περιττὸν ὄντα, ἑπτὰ δὲ θηλυτέρων ὀΐων ἐτανύσσατο χορδάς.

A.1.8οὐχ ἧττον δὲ τούτου θαυμαστόν, καθωμιλημένον δὲ μᾶλλον τὸ περὶ τὴν ἐν τῇ Σικελίᾳ ἄκανθαν τὴν καλουμένην κάκτον · εἰς ἥν ὅταν ἔλαφος ἐμβῇ καὶ τραυματισθῇ, τὰ ὀστᾶ ἄφωνα καὶ ἄχρηστα πρὸς αὐλοὺς ἴσχει. ὅθεν καὶ Φιλητᾶς ἐξηγήσατο περὶ αὐτῆς εἴπας · γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ζωὴν ὀλέσασα, ὀξείης κάκτου τύμμα φυλαξαμένη.

A.2

A.2.1ἐν δὲ ταῖς τῶν Λημνίων νήσοις ταῖς καλουμέναις Νέαις πέρδικες οὐ γίνονται, ἀλλὰ κἂν κομίσῃ τις ἀπόλλυνται. ἔνιοι δὲ τούτου τερατωδέστερον ἱστοροῦσιν, ὅτι κἂν ἴδωσιν τὴν χώραν.

A.2.2τῆς δὲ Βοιωτίας ἐχούσης πλήθει πολλοὺς ἀσπάλακας, ἐν τῇ Κορωνικῇ μόνῃ οὐ γίνεσθαι τοῦτο τὸ ζῷον, ἀλλὰ κἂν εἰσαχθῇ τελευτᾷ. καθάπερ αἱ γλαῦκες ἐν Κρήτῃ, ἐν λέγουσιν οὐ δὲ ζῷον θανάσιμον οὐδὲν τὴν χώραν φέρειν.

A.2.3ἐν Ἀστυπαλαίᾳ δὲ ὄφεις οὐ γίνονται, οὐ δὲ ἐν Ἰθάκῃ λαγῶς, οὐ δὲ ἐν Λιβύῃ ὗς ἀγρία οὐ δὲ ἔλαφοι, οὐ δ’ἐν Ῥηνείᾳ τῇ πρὸς Δήλῳ γαλῆ, οὐ δὲ μελεαγρὶς οὐδαμοῦ ἄλλῃ ὁρᾶται.

A.2.4Ἀμελησαγόρας δὲ Ἀθηναῖος τὴν Ἀτθίδα συγγεγραφώς, οὔ φησι κορώνην προσίπτασθαι πρὸς τὴν ἀκρόπολιν, οὐ δ’ἔχοι ἂν εἰπεῖν ἑωρακὼς οὐδείς. ἀποδίδωσιν δὲ τὴν αἰτίαν μυθικῶς. φησὶν γάρ, Ἡφαίστῳ δοθείσης τῆς Ἀθηνᾶς, συγκατακλιθεῖσαν αὐτὴν ἀφανισθῆναι, τὸν δὲ Ἡφαιστον εἰς γῆν πεσόντα προΐεσθαι τὸ σπέρμα, τὴν δὲ γῆν ὕστερον αὐτῷ ἀναδοῦναι Ἐριχθόνιον, ὃν τρέφειν τὴν Ἀθηνᾶν καὶ εἰς κίστην καθεῖρξαι καὶ παραθέσθαι ταῖς Κέκροπος παισίν, Ἀγραύλῳ καὶ Πανδρόσῳ καὶ Ἕρσῃ, καὶ ἐπιτάξαι μὴ ἀνοίγειν τὴν κίστην, ἕως ἂν αὐτὴ ἔλθῃ. ἀφικομένην δὲ εἰς Πελλήνην φέρειν ὄρος, ἵνα ἔρυμα πρὸ τῆς ἀκροπόλεως ποιήσῃ, τὰς δὲ Κέκροπος θυγατέρας τὰς δύο, Ἄγραυλον καὶ Πάνδροσον, τὴν κίστην ἀνοῖξαι καὶ ἰδεῖν δράκοντας δύο περὶ τὸν Ἐριχθόνιον · τῇ δὲ Ἀθηνᾷ φερούσῃ τὸ ὄρος, νῦν καλεῖται Λυκαβηττός, κορώνην φησὶν ἀπαντῆσαι καὶ εἰπεῖν ὅτι Ἐριχθόνιος ἐν φανερῷ, τὴν δὲ ἀκούσασαν ῥῖψαι τὸ ὄρος ὅπου νῦν ἐστιν, τῇ δὲ κορώνῃ διὰ τὴν κακαγγελίαν εἰπεῖν ὡς εἰς ἀκρόπολιν οὐ θέμις αὐτῇ ἔσται ἀφικέσθαι.

A.2.5οὐ δὲ κατὰ τὴν Σκυθῶν χώραν, ὁμοίως δὲ οὐ δὲ κατὰ τὴν Ἠλείαν ἡμίονος οὐ γεννᾶται.

A.3

A.3.1Θεόπομπος δέ φησιν κατὰ τοὺς ἐν Θρᾴκῃ Χαλκιδεῖς εἶναί τινα τόπον τοιοῦτον, εἰς ὃν τι μὲν ἂν τῶν ἄλλων ζῴων εἰσέλθῃ, πάλιν ἀπαθὲς ἀπέρχεται, τῶν δὲ κανθάρων οὐδεὶς διαφεύγει, κύκλῳ δὲ στρεφόμενοι τελευτῶσιν αὐτοῦ · διὸ δὴ καὶ τὸ χωρίον ὀνομάζεσθαι Κανθαρώλεθρον.

A.3.2ἐν δὲ Κράννωνι τῆς Θετταλίας δύο φασὶν μόνον εἶναι κόρακας · διὸ καὶ ἐπὶ τῶν προξενιῶν τῶν ἀναγραφομένων τὸ παράσημον τῆς πόλεως, καθάπερ ἐστὶν ἔθιμον πᾶσι προσπαρατιθέναι, ὑπογράφονται δύο κόρακες ἐφ’ἁμαξίου χαλκοῦ διὰ τὸ μηδέποτε πλείους τούτων ὦφθαι. δὲ ἅμαξα προσπαράκειται διὰ τοιαύτην αἰτίαν ξένον γὰρ ἴσως ἂν καὶ τοῦτο φανείη ἔστιν αὐτοῖς ἀνακειμένη χαλκῆ, ἥν, ὅταν αὐχμὸς , σείοντες ὕδωρ αἰτοῦνται τὸν θεόν, καί φασι γίνεσθαι. τούτου δέ τι ἰδιώτερον Θεόπομπος λέγει · φησὶν γὰρ ἕως τούτου διατρίβειν αὐτοὺς ἐν τῷ Κράννωνι, ἕως ἂν τοὺς νεοττοὺς ἐκνεοττεύσωσιν, τοῦτο δὲ ποιήσαντας τοὺς μὲν νεοττοὺς καταλείπειν, αὐτοὺς δὲ ἀνιέναι.

A.3.2aκαὶ ἐν Ἐκβατάνοις δὲ καὶ ἐν Πέρσαις Κτησίας ἱστορεῖ παραπλήσιόν τι τούτοις. διὰ δὲ τὸ αὐτὸν πολλὰ ψεύδεσθαι παρελείπομεν τὴν ἐκλογήν · καὶ γὰρ ἐφαίνετο τερατώδης.

A.3.2bΜυρσίλος δὲ Λέσβιος ἐν τῷ ὄρει φησὶ Λεπετύμνῳ ἱερὸν Ἀπόλλωνος εἶναι καὶ ἡρῷον Λεπετύμνου, ἐφ’ καθάπερ ἐν τῷ Κράννωνι, δύο μόνον εἶναι κόρακας ὄντων οὐκ ὀλίγων ἐν τοῖς πλησίον τόποις.

A.3.3ἐν Λάτμῳ δὲ τῆς Καρίας φησὶν Ἀριστοτέλης τοὺς σκορπίους, ἐὰν μὲν τῶν ξένων τινὰ πατάξωσιν, μετρίως λυπεῖν, ἐὰν δὲ τῶν ἐγχωρίων, ἕως θανάτου κατατείνειν. τῶν δὲ Λιβύων καλοῦνται Ψύλλοι τινές, παρ’οἷς ἀνάπαλίν τι γίνεται τούτου · ὑπὸ γὰρ τῶν ἀσπίδων οὗτοι μὲν οὐδὲν πάσχουσιν τυπτόμενοι, τῶν δὲ λοιπῶν οὐκ ἔστιν ὅστις διαφεύγει δηχθείς.

A.3.4ἐν Λυκίᾳ φύεταί τι αἰγόλεθρον, τῶν μὲν ἐγχωρίων αἰγῶν οὐδεμία γεύεται, ξένη δ’ὅταν ἐμπέσῃ καὶ διὰ τὴν ἄγνοιαν φάγῃ τῆς βοτάνης, ἀπόλλυται διαφθαρεῖσα τὸν καλούμενον ἐχῖνον τῆς κοιλίας.

A.3.5τῆς δὲ Καρυστίας καὶ τῆς Ἀνδρίας χώρας ἐστὶν πλησίον νῆσος, καλουμένη Γύαρος · ἐνταῦθα οἱ μύες διατρώγουσιν τὸν σίδηρον. ἐν δὲ τῇ νήσῳ θανάσιμός ἐστιν ἄχερδος · κἂν εἰς ἄλλο δένδρον ἐμπήξῃς, ἀφαυαίνει. ποιεῖ δὲ αὐτὸ τοῦτο καὶ τὸ τῆς τρυγόνος κέντρον τῆς θαλαττίας · καὶ ἐὰν εἰς τοὺς ὀδόντας ἅψῃ, κατασήπει.

A.4

A.4.1ἴδια δὲ καὶ περὶ τὰς συγκρίσεις καὶ ἀλλοιώσεις τῶν ζῴων, ἔτι δὲ γενέσεις, οἷον ἐν Αἰγύπτῳ τὸν βοῦν ἐὰν κατορύξῃς ἐν τόποις τισίν, ὥστε αὐτὰ τὰ κέρατα τῆς γῆς ὑπερέχειν, εἶθ’ὕστερον ἀποπρίσῃς, λέγουσιν μελίττας ἐκπέτεσθαι · σαπέντα γὰρ αὐτὸν εἰς τοῦτο διαλύεσθαι τὸ ζῷον; καὶ φαίνεται Φιλητᾶς προσέχειν, ἱκανῶς ὢν περίεργος · προσαγορεύει οὖν αὐτὰς βουγενεῖς λέγων · βουγενέας φάμενος προσεβήσαο μακρὰ μελίσσας. φασὶ δὲ καὶ τὸν κροκόδειλον σκορπίους γεννᾶν. καὶ ἐκ τῶν ἵππων σφῆκας γεννᾶσθαι. καί τις Ἀρχέλαος Αἰγύπτιος τῶν ἐν ἐπιγράμμασιν ἐξηγουμένων τὰ παράδοξα τῷ Πτολεμαίῳ περὶ μὲν τῶν σκορπίων οὕτως εἴρηκεν · εἰς ὑμᾶς κροκόδειλον ἀποφθίμενον διαλύει, σκορπίοι, πάντα ζῳοθετοῦσα φύσις. περὶ δὲ τῶν σφηκῶν · ἐκ νέκυος ταύτην ἵππου γράψασθε γενέθλην, σφῆκας · ἴδ’ἐξ οἵων οἷα τίθησι φύσις. δὲ Ἀριστοτέλης καὶ ἐκ τῶν σισυμβρίων φησὶν σαπέντων σκορπίους γίνεσθαι.

A.5

A.5.1οὐχ ἧττον δὲ τούτων θαυμάσια τὰ φθαρτικὰ κατὰ τῶν ὠφελούντων, οἷον γαλεώτης, ὅταν ἐκδύῃ τὸ γῆρας, ἐπιστραφεὶς κατέπιεν · ἐπιληψίας γάρ ἐστιν, φασίν, ὡς Ἀριστοτέλης καταγράφει, φάρμακον. ὡσαύτως δ’ φώκη μετὰ τὸ τεκεῖν τὸν ὀρόν · καὶ γὰρ τοῦτον πρὸς τὴν αὐτὴν ἀρρωστίαν χρήσιμον. τὰς δὲ ἵππους τὸ ἐπιφυόμενον τοῖς ἐμβρύοις ἱππομανὲς ἀπεσθίειν · γίνεσθαι δὲ τοῦτο ἐπὶ τοῦ μετώπου καὶ πρὸς πολλὰ ζητεῖσθαι. τὴν δὲ ἔλαφον τὸ δεξιὸν κέρας κατορύσσειν · εἶναι δὲ καὶ τοῦτο ἐν πολλοῖς χρήσιμον. ταῦτα μὲν οὖν, εἴτε κατὰ προαίρεσιν εἴτε κατὰ τύχην οὕτως ἔχει, πολλῆς ἐστιν ἐπιστάσεως δεόμενα.

A.5.2 δὲ πολύπους ἐν τῷ χειμῶνι τὰς πλεκτάνας αὑτοῦ κατεσθίει · τοῦτ’ἔστιν · ἤματι χειμερίῳ, ὅτ’ἀνόστεος ὃν πόδα τέμνει. τῶν δὲ γαλεῶν τὰ ἔμβρυα ἐξιόντα ἐκ τῆς κοιλίας νέμεται καὶ πάλιν εἰσδύεται κατὰ τὸ στόμα. δὲ λέαινα δὶς οὐ κυίσκεται · τοῖς γὰρ ἐμβρύοις, ὥς φησιν Ἡρόδοτος, συνεκβάλλει τὰς μήτρας. οὐ δὲ ἔχιδνα δίς · ἐσθίει γὰρ αὐτῆς τὴν κοιλίαν τὰ ἔμβρυα.

A.6

A.6.1 νυκτερὶς δὲ μόνον τῶν ὀρνέων ὀδόντας ἔχει καὶ μαστοὺς καὶ γάλα. φησὶν δὲ Ἀριστοτέλης καὶ φώκην καὶ φάλαιναν ἴσχειν γάλα. τούτων δὲ οὐχ ἧττον καταγράφει τερατῶδες · ἐν Λήμνῳ γάρ φησιν ἀμελχθῆναι γάλα τράγου τοσοῦτον, ὥστε τροφαλίδας γενέσθαι.

A.6.2τῶν δὲ ἀλκυόνων οἱ ἄρσενες κηρύλοι καλοῦνται · ὅταν οὖν ὑπὸ τοῦ γήρως ἀσθενήσωσιν καὶ μηκέτι δύνωνται πέτεσθαι, φέρουσιν αὐτοὺς αἱ θήλειαι ἐπὶ τῶν πτερῶν λαβοῦσαι. καὶ ἔστι τὸ ὑπὸ τοῦ Ἀλκμᾶνος λεγόμενον τούτῳ συνῳκειωμένον · φησὶν γὰρ ἀσθενὴς ὢν διὰ τὸ γῆρας καὶ τοῖς χοροῖς οὐ δυνάμενος συμπεριφέρεσθαι οὐ δὲ τῇ τῶν παρθένων ὀρχήσει · οὔ μ’ἔτι, παρθενικαὶ μελιγάρυες, ἱερόφωνοι, γυῖα φέρειν δύναται · βάλε δὴ βάλε κηρύλος εἴην, ὅςτ’ἐπὶ κύματος ἄνθος ἅμ’ἀλκυόνεσσι ποτῆται νηλεὲς ἦτορ ἔχων, ἁλιπόρφυρος εἴαρος ὄρνις.

A.6.3ἱκανῶς δὲ καὶ ποιητὴς λέγεται παρὰ πάντων ἐπιμελὴς καὶ πολυπράγμων εἶναι · γὰρ Ὀδυσσεὺς ἐπιφερομένων αὐτῷ τῶν κυνῶν ἐν τῇ πρὸς τὸν συβώτην ἀναβάσει ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός. οὐ γάρ φασιν, ὅταν διωκόμενός τις συγκαθίσῃ, ἀδικεῖν τοὺς κύνας.

A.7

A.7.1θαυμαστὰ δὲ καὶ τὰ τοῖς τόποις συναφομοιούμενα, οἷον τε πολύπους · γίνεται γὰρ ἀδιάγνωστος τῷ χρώματι τοῦ ἐδάφους καὶ παντὸς ἐάν περιπλακῇ, ὥστε εἶναι δύσεργον αὐτοῦ τὴν θήραν · ὅθεν δῆλον καὶ ποιητὴς τὸ θρυλούμενον ἔγραψεν πουλύποδός ὡς τέκνον ἔχων ἐν στήθεσι θυμόν, τοῖσιν ἐφαρμόζειν. γίνεται δὲ ταὐτὸν καὶ περὶ τὸν χαμαιλέοντα · καὶ γὰρ τοῖς στελέχεσι τῶν δένδρων καὶ τοῖς φύλλοις καὶ τῇ γῇ τὸν αὐτὸν τρόπον ἅπαντι τόπῳ συμμεταβάλλει τὴν χροιάν. Ἀριστοτέλης δέ φησι καὶ τὸν καλούμενον τάρανδον τοῦτο πάσχειν, ὄντα τετράπουν καὶ σχεδὸν ἴσον ὄνῳ καὶ παχύδερμον καὶ τετριχωμένον, καὶ θαυμαστὸν εἶναι πῶς αἱ τρίχες οὕτως ὀξέως ἀλλοιοῦνται.

A.7.2γίνεται δὲ καὶ βοτάνη τις, καλεῖται τριπόλιον · φύεται δ’ἐν τοῖς ἐπιθαλαττίοις ἐπὶ τῶν πετρῶν, ἀφίησι δὲ ἄνθος, τῆς ἡμέρας τρὶς μεταστρέφεται τὸ χρῶμα · γίνεται δὲ ὁτὲ μὲν λευκόν, ὁτὲ δὲ φοινικοῦν, ὁτὲ δὲ μήλινον.

A.8

A.8.1καὶ μὴν τάςτε λοιπὰς ἐντρεχείας τῶν ζῴων, οἷον ἐν μάχαις, ἐν θεραπείαις τραυμάτων, ἐν παρασκευαῖς τῶν πρὸς τὸν βίον ἀναγκαίων, ἐν φιλοστοργίαις, ἐν μνήμαις, ἀκριβέστατ’ἄν τις ἐκ τῆς τοῦ Ἀριστοτέλους συναγωγῆς καταμάθοι, ἐξ ἧς ἡμεῖς πρῶτον ποιησόμεθα τὴν ἐκλογήν.

A.8.2φησὶν περὶ Κωνώπιον τῆς Μαιώτιδος λίμνης τοὺς λύκους παρὰ τῶν ἁλιέων λαμβάνοντας τροφὴν φυλάττειν τὴν θήραν · ἂν δ’ὑπολάβωσίν τι ἀδικεῖσθαι, λυμαίνεσθαι τὰ λίνα καὶ τοὺς ἰχθύας αὐτῶν.

A.8.3ἐν Θρᾴκῃ δ’ἐν τῇ κληθείσῃ ποτὲ Κεδριπόλει τοὺς ἀνθρώπους καὶ τοὺς ἱέρακας κοινῇ θηρεύειν τὰ ὀρνιθάρια · τοὺς μὲν γὰρ σοβεῖν τοῖς ξύλοις, τοὺς δὲ ἱέρακας καταδιώκειν, τὰ δὲ φεύγοντα εἰς τοὺς ἀνθρώπους ἐμπίπτειν · διὸ καὶ μεταδιδόναι τοῖς ἱέραξιν αὐτοὺς τῶν ληφθέντων.

A.8.4τὰς δ’ἐλάφους λέγει τίκτειν παρὰ τὰς ὁδούς, φευγούσας τὰ θηρία · ἥκιστα γὰρ ἐπιτίθεσθαι τοὺς λύκους ἐνθάδε · ἄγειν δὲ καὶ τὰ τέκνα ἐπὶ τῶν σταθμῶν, ἐθιζούσας οὗ δεῖ ἀποφεύγειν · εἶναι δὲ τοῦτο πέτραν ἀπορρῶγα, μίαν ἔχουσαν ὁδὸν. ἤδη δὲ διειλῆφθαι ἀχαιΐνην ἔλαφον κιττὸν ἔχουσαν ἐπὶ τῶν κεράτων ὡς ἂν ἐνύγρων ὄντων. ἁλίσκεσθαι δὲ ἐλάφους καὶ συριττόντων καὶ ᾀδόντων, ὥστε καὶ κατακλίνεσθαι ὑπὸ τῆς ἡδονῆς.

A.8.5τὰς δ’ἐν Κρήτῃ αἶγας τὰς ἀγρίας, ὅταν τοξευθῶσιν, ζητεῖν τὴν δίκταμνον · δοκεῖ γὰρ ἐκβλητικὸν εἶναι τῶν βελῶν.

A.8.6τὴν δὲ πάρδαλιν φάναι τινὰς κατανενοηκυῖαν, ὅτι τὰ ζῷα τῇ ὀσμῇ αὐτῆς χαίρει, ἀποκρύπτειν ἑαυτὴν καὶ οὕτως θηρεύειν τὰ προσπορευόμενα ἐγγύς.

A.8.7τὸν δὲ ἰχνεύμονα, ὅταν ἴδῃ ὄφιν τὴν ἀσπίδα, οὐ πρότερον ἐπιτίθεσθαι πρὶν καλέσαι βοηθοὺς ἄλλους · πρὸς δὲ τὰ δήγματα καὶ τὰς πληγὰς πηλῷ καταπλάττειν ἑαυτούς · βρέξαντας γὰρ τὸ σῶμα κυλίεσθαι ἐν τῷ κονιορτῷ.

A.8.8τῶν δὲ κροκοδείλων λέγει τοὺς τροχίλους ἐκκαθαίρειν τοὺς ὀδόντας καὶ ἀπὸ τούτων τρέφεσθαι · τὸν δὲ ὠφελούμενον αἰσθάνεσθαι, καὶ ὅταν ἐξελθεῖν βούληται τρόχιλος, τὸν αὐχένα κινεῖν, ἵνα μὴ συνδηχθῇ.

A.8.9τὴν δὲ χελώνην, ὅταν ὄφεως φάγῃ, ἐπεσθίειν ὀριγάνου. καί ποτέ τινος παρατηρήσαντος καὶ ἐκτίλαντος τὴν ὀρίγανον οὐκ ἔχουσαν ἐπιφαγεῖν τελευτῆσαι.

A.8.10τὴν δὲ γαλῆν, ὅταν μάχηται μετὰ τοῦ ὄφεως, τοῦ πηγάνου προεσθίειν · πολέμιον γὰρ εἶναι τῷ ὄφει τὴν ὀσμήν. καὶ πρὸς τὰς πληγὰς δὲ τοῦ ὄφεως βοηθεῖ τὸ πήγανον ἐν ἀκράτῳ διηθηθὲν καὶ ποθέν.

A.8.11καὶ γὰρ ὗς ὅταν ὑπὸ τοῦ ὄφεως δηχθῇ, φέρεται εὐθέως ἐπὶ τοὺς ποταμοὺς καὶ ζητεῖ τὸν καρκίνον · ἔστιν δὲ καὶ τοῦτο τῶν καταγραφομένων καὶ βοηθεῖ πρὸς τὰς πληγὰς τοῦ ὄφεως ἰσχυρῶς.

A.8.12 φάττα δέ, ὅταν πληγῇ, τὴν ὀρίγανον ἔσαξεν εἰς τὸ ἕλκος καὶ γίνεται τοῦτον τὸν τρόπον ὑγιής.

A.9

A.9.1 δ’οὖν Ἀριστοτέλης τὴν χελιδόνα φησὶν ἐν τῇ σκηνοποιίᾳ συγκαταπλέκειν τοῖς κάρφεσιν τὸν πηλόν, κἂν ἐλλίπῃ πηλός, βρέχουσαν αὑτὴν κυλίεσθαι καὶ ταῖς πτέρυξιν ἀναλαμβάνειν, στιβαδοποιεῖσθαίτε καθάπερ ἄνθρωπον κάτωθεν ὑποτιθεῖσαν τὰ σκληρά. τοῖςτε νεοττοῖς τὴν τροφὴν διδόναι κατὰ μέρος, παρατηροῦσαν ἵνα μὴ δὶς τοῖς αὐτοῖς δῷ. τὴν δὲ κόπρον μικρῶν μὲν ὄντων αὐτὴν ἐκβάλλειν, αὐξηθέντων δὲ διδάσκειν ἔξω στραφέντα τὰ νεόττια ἀφοδεύειν.

A.9.2τὰς δὲ περιστερὰς οὐ θέλειν πλείοσιν συνευνάζεσθαι οὐ δὲ προλείπειν τὴν συνουσίαν, ἐὰν μὴ χῆρος χήρα γένηται. τοῖς δὲ νεοττοῖς τῆς ἁλμυριζούσης γῆς διαμασησαμένας εἰσπτύειν εἰς τὸ στόμα προπαρασκευαζούσας τροφήν.

A.9.3τοὺς δὲ πέρδικας, ὅταν θηρεύῃ τις τοὺς νεοττούς, προκυλίεσθαι τοῦ θηρεύοντος ὡς ἐπιλήπτους ὄντας καὶ ἐπισπᾶσθαι, ἕως ἂν διαδρᾷ τὰ νεόττια. διὰ δὲ τὸ εἶναι ἀφροδισιαστικοὺς λυμαίνεσθαι τὰ ᾠά, ἵνα μὴ ἐπῳάζῃ θήλεια, τὴν δὲ ἀντιμηχανᾶσθαι καὶ διαδρᾶσαν τίκτειν. τοὺς δὲ χήρους μάχεσθαι πρὸς αὑτούς, τὸν δὲ ἡττηθέντα ἀκολουθεῖν ὀχευόμενον ὑπὸ μόνου τούτου.

A.9.4τὰς δὲ γεράνους εἰς ὕψος πέτεσθαι, ἵνα καθορῶσιν μακράν, κἂν ἴδωσιν νέφη καὶ συστροφὴν ἡσυχάζειν · ἔχειν δὲ καὶ ἡγεμόνα · τὰς μὲν οὖν ἄλλας καθεύδειν ὑπὸ τὴν πτέρυγα τὰς κεφαλὰς θείσας, τὸν δὲ ἡγεμόνα γυμνὴν ἔχειν προορώμενον, κἂν αἴσθηταί τι σημαίνειν ταῖς ἄλλαις βοῶντα.

A.9.5τοὺς δὲ πελεκᾶνας τάςτε λείας κόγχας καταπίνειν ἱστορεῖ, ἔπειτα ὀλίγον κατασχόντας ἐν τῷ ἄνω τῆς κοιλίας ἐξεμεῖν κεχηνυίας, εἶτα οὕτω τὰ κρέα ἐξαιροῦντας ἐσθίειν.

A.9.6γυπὸς δὲ λέγεται ὑπό τινων ὅτι οὐδεὶς ἑώρακε νεοττὸν οὐ δὲ νεοττείαν · διὸ καὶ Ἡρόδωρον τὸν Βρύσωνος τοῦ σοφιστοῦ πατέρα ἀπό τινος αὐτοὺς ἑτέρας φάναι γῆς εἶναι μετεώρου · τίκτειν δ’οὖν ἐν ἀπροσβάτοις πέτραις.

A.9.7· λέγειν δέ τινας καὶ τὸ κιννάμωμον ὄρνεον εἶναι καὶ τὰ ἀρώματα φέρειν καὶ τὰς νεοττείας ἐκ τούτου ποιεῖσθαι · νεοττεύειν δ’ἐφ’ὑψηλῶν δένδρων καὶ ἀβάτων, τοὺς δὲ ἐγχωρίους μόλιβδον τοῖς ὀϊστοῖς προστιθέντας τοξεύειν καὶ καταρρηγνύειν τὰς νεοττείας.

A.9.8τὸν δὲ κόκκυγα δοκεῖν ὑποβολιμαίους τοὺς νεοττοὺς ποιεῖν διὰ τὸ δειλὸν εἶναι καὶ μὴ δύνασθαι ἀμύνειν · τίλλεσθαι γὰρ ὑπὸ τῶν ἐλαχίστων. τὰ δὲ ὑποδεξάμενα τῶν ὀρνέων ἐκβάλλειν τοὺς ἑαυτῶν νεοττοὺς διὰ τὸ καλὸν εἶναι τὸν τοῦ κόκκυγος.

A.9.9τὸν δ’αἴγιθον αἶγα θηλάζειν προσπετόμενον, ὅθεν καὶ τὴν προσηγορίαν εἰληφέναι · τὸν δὲ μαστὸν ὅταν θηλάσῃ ἀποσβέννυσθαίτε καὶ τὴν αἶγα ἀποτυφλοῦσθαι. ἔστι δὲ χωλὸν τὸ ὄρνεον, ὅθεν καὶ Καλλίμαχος ἐκ τῆς Αἰγύπτου περίτρανος εἶναι βουλόμενος ἔφησεν προείπας ὑπὲρ ἄλλου τινὸς ὀρνέου · αἴγιθος ἀμφιγυήεις. οὐ σῴζεται οὖν αὐτῷ λόγος · ἔστι γὰρ οὐκ ἀμφότερα χωλόν. τὸ δ’ἀμφιγυήεις οὐ τοιοῦτον, ἀλλ’ὡς ἐπὶ τοῦ Ἡφαίστου εἴρηται, ὅταν ἑκατέρους κεχωλωμένος · περὶ μὲν οὖν τοῦ Καλλιμάχου διὰ τὸ ἀπίθανον προήχθημεν εἰπεῖν.

A.9.10 δὲ Ἀριστοτέλης φησὶν τῷ ἀετῷ γηράσκοντι τὸ ῥύγχος αὐξάνεσθαι καὶ γαμψοῦσθαι καὶ τέλος ἀποθνῄσκειν λιμῷ · τὴν φήνην δὲ τοὺς ἐκβληθέντας τῶν νεοττῶν ὑπὸ τοῦ ἀετοῦ λαμβάνειν καὶ ἐκτρέφειν. τὸν δὲ ἁλιαίετον ἐπαναγκάζειν τὰ τέκνα ἔτι ψιλὰ ὄντα πρὸς τὸν ἥλιον βλέπειν, τὸ δὲ δακρύον αὐτῶν καὶ μὴ θέλον ἀντοφθαλμεῖν ἀποκτείνειν.

A.10

A.10.1τῶν ἰχθύων δὲ τὸν ἁλιέα καλούμενον βάτραχον θηρεύειν τὰ ἰχθύδια τοῖς ἀπὸ τῶν ὀφθαλμῶν ἀποκρεμαμένοις, ὧν τὸ μὲν μῆκός ἐστιν τριχοειδές, ἐπ’ἄκρου δὲ προσκείμενον ὥσπερ δέλεαρ στρογγύλον · τοῦτ’οὖν κρύψαντα ἑαυτὸν προτείνειν.

A.10.2τὴν δὲ νάρκην καθαμμίσασαν ἑαυτὴν τὰ μὴ δυνάμενα τῶν ἰχθύων, ὅταν σύνεγγυς , κολυμβᾶν διὰ τὴν νάρκησιν συλλαμβάνειν.

A.10.3τὰς δὲ καλουμένας ἀλώπεκας, ὅταν αἴσθωνται ὅτι τὸ ἄγκιστρον καταπεπώκασιν, ἀναδραμούσας ἄνωθεν τῆς ὁρμιᾶς ἀποτρώγειν.

A.10.4τὸν δὲ πολύποδα κατατίθεσθαι τροφὴν εἰς τὰς θαλάμας, καὶ ὅταν τὰ χρήσιμα ἀναλώσῃ, τὰ ἀχρεῖα ἐκβάλλειν, καὶ τὰ συνερχόμενα τῶν ἰχθυδίων ἐπὶ τὰ ἐκβεβλημένα θηρεύειν ποιοῦντα τὸ χρῶμα παραπλήσιον οἷς ἂν ἐγγὺς λίθοις · καὶ ὅταν φοβηθῇ δὲ ταὐτὸ ποιεῖν τοῦτο.

A.10.5ἰδὲ καὶ τὸν ναυτίλον πολύποδα οἷς ποιεῖ περιττόν · ἔχει μὲν γὰρ ὄστρακον, καταστρέψας ἀναφέρεται, ἵνα ῥᾴδιον ἀνενεχθῇ κενόν · ἄνωθεν δὲ γενόμενον μεταστρέφειν. ἔχειν δὲ μεταξὺ τῶν πλεκτανῶν ἔτι τι συνυφὲς οἷον ὑμένα, καὶ τούτῳ, ὅταν πνευμάτιον , ὥσπερ ἱστίῳ χρῆσθαι, ἀντὶ πηδαλίων δὲ δύο παρακαθιέναι τῶν πλεκτανῶν.

A.11

A.11.1τὰς δὲ μελίττας θυμιωμένας ὑπὸ τοῦ καπνοῦ καὶ κακοπαθούσας τότε μάλιστα μὲν μέλι ἐσθίειν, τὸν δὲ λοιπὸν χρόνον φείδεσθαι, ὡς τροφῆς χάριν ἀποτιθεμένας. τοῖς ἀπὸ τῶν δένδρων δὲ δακρύοις διαχρίειν τὸ σμῆνος τῶν ἄλλων ἕνεκεν θηρίων. ἅς δὲ ἂν ἀποκτείνωσιν αἱ χρησταὶ μέλιτται, πειρᾶσθαι μὲν αὐτὰς ἔξω τοῦτο ποιεῖν · ἐὰν δὲ ἔσω τοῦ σμήνους ἀποκτείνωσιν, ἐκφέρειν. τοὺς δὲ φῶρας καλουμένους κακουργεῖν, ἐὰν λάθωσιν παρεισελθόντες · εἰσέρχονται δὲ σπανίως · τηρεῖσθαι γὰρ αὐτοὺς καὶ ἐπὶ πασῶν φύλακας εἶναι. εἶναι δὲ αὐτὰς τεταγμένας ἐφ’ἑκάστῳ τῶν ἔργων, καὶ τὰς μὲν ἀνθοφορεῖν, τὰς δὲ κατορθοῦν τὰ κηρία. δυσχεραίνειν δ’αὐτὰς καὶ τῇ δυσωδίᾳ τῆς τροφῆς καὶ τῷ μύρῳ, καὶ τὸ περίττωμα δὲ ἔξω ἀφιέναι. καὶ τὰς μὲν πρεσβυτέρας εἴσω ἐργάζεσθαι […]

A.11.2σφῆκα δ’ἂν λάβῃ τις τῶν σκελῶν καὶ τοῖς πτεροῖς ἐᾷ βομβεῖν, προσπέτεσθαί φησιν τοὺς ἀκέντρους, τῶν δ’ἐχόντων τὸ κέντρον οὐδένα.

A.12

A.12.1τὸν δὲ μόναπον γίνεσθαι μέν φασιν ἐν Παιονίᾳ ἐν τῷ ὄρει Μαρσάνῳ, ὀδόντας δὲ τοὺς ἄνωθεν οὐκ ἔχειν, ὥσπερ βοῦν, οὐ δ’ἄλλο τῶν δικεράτων οὐδέν, καὶ τἆλλα προσεμφερὲς εἶναι τῷ ταύρῳ. διωκόμενον δὲ προσαφοδεύειν πόρρωθεν, καὶ τὴν κόπρον, ὅταν πεφοβημένος τοῦτο ποιήσῃ, ἐπικάειν οὕτως ὥστε τὰς τρίχας ἀπορρεῖν τῶν κυνῶν · ἂν δ’ἄνευ φόβου τοῦτο ποιήσῃ, οὐδὲν πάσχειν οὐ δὲ βλάπτεσθαι. δ’ἂν ὀχεύσῃ καὶ ἔγκυον ποιήσῃ, τούτου πάλιν οὐχ ἅπτεσθαι.

A.12.2τῷ δὲ Σκυθῶν βασιλεῖ ἵππον φασὶ γενναίαν γενέσθαι · ταύτῃ τὸν ἐξ αὐτῆς γεννηθέντα πῶλον προσάγειν, ἵνα ὀχεύσῃ, τὸν δ’οὐ θέλειν · ὡς δὲ περικαλύψαντες προσήγαγον τὴν ἵππον ἀναβῆναι, ἀποκαλυφθείσης δὲ ἰδόντα τὸ πρόσωπον φεύγειν καὶ κατακρημνίσαι ἑαυτόν.

A.12.3τῶν θαλαττίων δὲ ζῴων ἡμερώτατον εἶναι δελφῖνα · καὶ γὰρ πρὸς παῖδας ἐρωτικῶς ἔχειν, οἷον περὶ Τάραντα καὶ Καρίαν καὶ ἄλλους τόπους πολλούς. ἐν δὲ Καρίᾳ δεθέντος δελφῖνος καὶ τραύματα λαβόντος πολλὰ παραγενέσθαι πολλοὺς ἐπὶ βοήθειαν εἰς τὸν λιμένα, ἕως ἀφῆκεν ἁλιεύς.

A.12.4περὶ δὲ τοῦ τόκου τῶν λύκων μυθικόν τι τελείως διεξέρχεται καὶ ὅμοιός ἐστιν καὶ τῷ συνειδότι. φησὶν γὰρ αὐτοὺς ἅπαντας ἐν δεκαδύο ἡμέραις τοῦ ἐνιαυτοῦ τίκτειν · εἶναι δὲ τούτου αἴτιον, ὡς λόγος, ὅτι ἐν ιβʹ ἡμέραις τὴν Λητὼ παρεκόμισαν ἐξ Ὑπερβορέων εἰς Δῆλον λύκαιναν φαινομένην.

A.13

A.13.1τὴν δὲ γλαῦκα καὶ τὴν κορώνην πολεμίας εἶναι · τὴν μὲν κορώνην ὑφαρπάζειν τὰ ᾠὰ τῆς γλαυκὸς μεθ’ἡμέραν διὰ τὸ μὴ βλέπειν τὴν γλαῦκα, τὴν δὲ γλαῦκα τῆς κορώνης νύκτωρ διὰ τὸ τὴν κορώνην μὴ ὁρᾶν, διὸ καὶ κρατεῖν αὐτῶν τὴν μὲν νύκτωρ, τὴν δὲ μεθ’ἡμέραν.

A.13.2καὶ τὸν ὄνον καὶ τὸν αἴγιθον πολεμεῖν ἑαυτοῖς · παριόντα γὰρ ξύεσθαι εἰς τὰς ἀκάνθας, διάτε οὖν τοῦτο, καὶ ὅταν ὀγκήσηται, ἐκβάλλειν τὰ ᾠὰ τοῦ αἰγίθου καὶ τοὺς νεοττοὺς φοβουμένους ἐκπίπτειν · τὸν δὲ διὰ τὴν βλάβην ταύτην κολάπτειν τὰ ἕλκη αὐτοῦ ἐπιπετόμενον.

A.13.3καὶ τὸν αἰσάλωνα δὲ πολέμιον εἶναι τῇ ἀλώπεκι, τὸν δὲ κόρακα καὶ τὴν ἀλώπεκα φίλους · πολεμεῖν δὲ καὶ τὸν κόρακα τῷ αἰσάλωνι, διὸ καὶ τυπτομένῃ τῇ ἀλώπεκι βοηθεῖν.

A.13.4τοὺς αἰπόλους δέ φησι λέγειν ὅτι, ὅταν τάχιστα ἥλιος τραπῇ, ἀντιβλέπουσαι αὐτῷ αἱ αἶγες κατάκεινται. τούτῳ τι παραπλήσιον Λύκος ἱστορεῖ · φησὶ γὰρ ἐν Λιβύῃ τὰ κτήνη τὸν μὲν ἄλλον χρόνον τὰ μὲν αὑτοῖς ἐναντία, τὰ δ’ὡς ἔτυχεν κοιμᾶσθαι, τῇ δὲ νυκτὶ, καθ’ἣν τοῦ Κυνὸς ἀνατολὴ γίνεται, πρὸς αὐτὸ τὸ ἄστρον ἐστραμμένα, καὶ τούτῳ τεκμηρίῳ τῆς ἐπιτολῆς τοὺς ἐκεῖ χρῆσθαι.

A.14

A.14.1πλὴν γε Ἀριστοτέλης χωρὶς τῆς περὶ τοὺς βίους τῶν ζῴων ἐντρεχείας καὶ τοιαῦτά τινα διεξέρχεται, πάνυ πολλὴν ἐπιμέλειαν πεποιημένος ἐν τοῖς πλείστοις αὐτῶν καὶ οἷον ἔργῳ, οὐ παρέργῳ χρώμενος τῇ περὶ τούτων ἐξηγήσει. τὰ γοῦν πάντα σχεδὸν ἑβδομήκοντα περὶ αὐτῶν καταβέβληται βιβλία, καὶ πεπείραται ἐξηγητικώτερον ἱστορικώτερον ἐν ἑκάστοις ἀναστρέφεσθαι. πρὸς τὴν ἡμετέραν ἐκλογὴν ἐκποιεῖ τῶν προειρημένων αὐτῷ τὸ ξένον καὶ παράδοξον ἔκτε τούτων καὶ τῶν ἄλλων ἐπιδραμεῖν.

A.14.2λέγει γοῦν τὰ χερσαῖα πάντα ἀναπνεῖν, ὅσα πνεύμονα ἔχειν, σφῆκας δὲ καὶ μελίσσας οὐκ ἀναπνεῖν.

A.14.3ὅσατε κύστιν ἔχει, πάντα καὶ κοιλίαν, ὅσατε κοιλίαν, οὐ πάντα καὶ κύστιν.

A.14.4ἄναιμα δὲ εἶναι πολλὰ μὲν τῶν ζῴων, καθόλου δὲ ὅσα πλείω πόδας ἔχει τεττάρων.

A.14.5ὅσα δὲ τρίχας ἔχει, πάντα ζῳοτοκεῖν · οὐκ ἀντιστρέφει δέ.

A.14.6πάντα τὰ ζῷα κινεῖν τὴν κάτω σιαγόνα πλὴν τοῦ ποταμίου κροκοδείλου · τοῦτον δὲ μόνον τὴν ἄνω.

A.14.7ἐν Ἰλλυριοῖς εἶναι καὶ Παιονίᾳ μωνύχους ὗς · μώνυχον δὲ καὶ δίκερων οὐθὲν ἑωρᾶσθαι, μονοκέρωτα δὲ καὶ μωνυχαῖον τὸν Ἰνδικὸν ὄνον · τοῦτον δὲ καὶ ἀστράγαλον τῶν μωνύχων ἔχειν ζῴων.

A.14.8τῆς δὲ γαλῆς ὀστοῦν εἶναι τὸ αἰδοῖον.

A.14.9τὸ δ’ἄρρεν τοῦ θήλεος πλείους ἔχειν ὀδόντας καὶ ἐν ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις.

A.14.10τὴν δὲ τῶν ἵππων καρδίαν ὀστοῦν καὶ βοῶν δέ τινων.

A.14.11τῶν δ’ἐλάφων τοὺς ἀχαιΐνας καλουμένους δοκεῖν ἐν τῇ κέρκῳ τὴν χολὴν ἔχειν.

A.14.12τοὺς δὲ ἰχθῦς οὐκ ἔχειν στόμαχον · διὸ καὶ τῶν μεγάλων, ἕτερον ὅταν διώκωσιν ἐλάττονα, προσπίπτειν τὴν κοιλίαν εἰς τὸ στόμα.

A.14.13τοὺς δὲ ὄφεις πλευρὰς ἔχειν Λʹ. καὶ ὄμματα δὲ αὐτῶν ἐάν τις ἐκκεντήσῃ, καθάπερ τὰ τῶν χελιδόνων, πάλιν γίνεσθαι.

A.14.14τῶν δ’ἰχθύων τὸν σκάρον μόνον μηρυκάζειν.

A.14.15τοῦ δὲ λέοντος οὕτως εἶναι τὰ ὀστᾶ στερεά, ὥστε πολλάκις κοπτομένων πῦρ ἐκλάμπειν.

A.14.16ἐν Φρυγίᾳ δὲ βοῦς εἶναι, οἳ κινοῦσι τὰ κέρατα.

A.14.17τρίχας δὲ ἔχειν τῶν ζῴων ὅσα πεζὰ καὶ ζῳοτόκα, φολίδας δὲ ὅσα πεζὰ καὶ ᾠοτόκα.

A.14.18ἤδη δέ τισιν κάμνουσιν πολιὰς γίγνεσθαι, ὑγιασθεῖσιν δὲ πάλιν μελαίνας.

A.14.19τὸν δὲ ἐν τῇ Χαλκιδικῇ ποταμὸν τὸν ἐπὶ Θρᾴκης, τὸν καλούμενον Ψυχρόν, ἂν πίωνται τὰ πρόβατα, τὰ γεννώμενα μέλανα ποιεῖν. καὶ ἐν τῇ Ἀντανδρίᾳ δύο ποταμοὺς εἶναι, ὧν τὸν μὲν λευκά, τὸν δὲ μέλανα γεννᾶν. δοκεῖν δὲ καὶ τὸν Σκάμανδρον ξανθὰ ποιεῖν, διὸ καὶ τὸν ποιητὴν ἀντὶ Σκαμάνδρου Ξάνθον αὐτὸν προσαγορεύειν. καὶ ἐν τῇ Εὐβοίᾳ δὲ κατὰ τὴν Ἀττικὴν τὴν συνορίζουσαν τῇ Χαλκίδι δύο ποταμοί, Κέρων καὶ Νηλεύς, ὧν αἱ αἶγες ἐὰν περὶ τὸ συλλαμβάνειν οὖσαι πίωσιν, ἐὰν μὲν ἀπὸ ποταμοῦ Κέρωνος, μέλανα τίκτουσιν, ἐὰν δὲ ἀπὸ τοῦ Νηλέως, λευκά.

A.14.20τοὺς δὲ μύρμηκάς φησιν ὑπὸ ὀριγάνου καὶ θείου περιπαττομένους ἐκλείπειν τὰς μυρμηκίας.

A.14.21τὴν δ’ἔγχελυν οὔτ’ἄρρεν εἶναι οὔτε θῆλυ.

A.14.22τοὺς δὲ πέρδικας, ἐὰν κατ’ἄνεμον στῶσιν αἱ θήλειαι τῶν ἀρρένων, ἐγκύους γίνεσθαι.

A.14.23τὸν δὲ καλούμενον ἀστέρα οὕτω διάθερμον εἶναι, ὥσθ’, ὅντινα ἂν λάβῃ τῶν ἰχθύων, παραχρῆμα δίεφθον ποιεῖν.

A.14.24ἔχειν δὲ καὶ σπογγίον αἴσθησιν · ἂν γὰρ μέλλοντος ἀποσπᾶν προαίσθηται, συσπᾶσθαι καὶ ἔργον εἶναι ἀφελεῖν · ταὐτὸ δ’, ἂν ἄνεμος κλύδων , γίνεσθαι.

A.15

A.15.1εἶναι δὲ καὶ ἐν χιόνι ζῷα σκωληκοειδῆ δασέα. ἐν Κύπρῳ γοῦν χαλκῖτις λίθος καίεται καὶ γίνεται θηρίον μικρῷ μεῖζον μυῶν · τὸ αὐτὸ δὲ καὶ ἐν τοῖς Καρυστίων θηρίοις. ἀποθνῄσκειν δὲ τὰ μὲν τῆς χιόνος, τὰ δὲ τοῦ πυρὸς χωριζόμενα.

A.15.2τὴν δὲ σαλαμάνδραν σβεννύειν τὸ πῦρ.

A.15.3περὶ δὲ τὸν Ὕπανιν ποταμὸν τὸν περὶ Βόσπορον τὸν Κιμμέριον περὶ τροπάς γε χειμερινὰς καταφέρεσθαί φασιν οἷον θυλάκους μείζους ῥαγῶν, ἐξ ὧν ῥηγνυμένων ἐξέρχεσθαι ζῷον πτερωτὸν τετράπουν, ζῆν δὲ μίαν ἡμέραν · ἴδιον δὲ καὶ τὸ πτερωτὸν τετράπουν εἶναι.

A.15.4τὰ δὲ σμήνη ἀπόλλυσθαι, ἐάντε ἡγεμόνες μὴ ὦσιν, ἐάντε τοὐναντίον πολλοί.

A.15.5τοὺς δὲ σκορπίους τοὺς χερσαίους ὑπὸ τῶν τέκνων ἀποθνῄσκειν. καὶ φαλάγγια δὲ κτείνειν τὴν τεκοῦσαν, πολλάκις δὲ καὶ τοὺς ἄρρενας · συνεπῳάζειν γάρ.

A.15.6ἐν δὲ τῷ σώματι τῶν ἀνθρώπων γίνεσθαι οἷον ἰόνθους μικρούς · τούτους δὲ ἐάν τις κεντήσῃ, ἐξέρχεσθαι φθεῖρας, καὶ ἐὰν τις ὑγράσῃ εἰς νόσημα τοῦτο ἐμπίπτειν ὥσπερ Ἀλκμαίωνι τῷ φυσικῷ καὶ Φερεκύδει τῷ Συρίῳ.

A.15.7ἴδιον δὲ καὶ τοῦτο, νεκρῶν τινων τοῦ μυελοῦ σαπέντος ἐκ τῆς ῥάχεως ὀφίδια γίνεσθαι, ἐὰν πρὸ τοῦ τελευτᾶν ὄφεως τεθνηκότος ἑλκύσωσι τὴν ὀσμήν. καί τινι καὶ ἐπιγραμματίῳ περιπεπτώκαμεν Ἀρχελάου, οὗ καὶ πρότερον ἐμνήσθημεν, ὃς περὶ τῶν θαυμασίων καὶ τοῦτο καταγράφει, καί φησι · πάντα δι’ἀλλήλων πολὺς σφραγίζεται αἰών · ἀνδρὸς γὰρ κοίλης ἐκ μυελοῦ ῥάχεως δεινὸς γίνετ’ὄφις, νέκυος δειλοῖο σαπέντος, ὃς νέον ἐκ τούτου πνεῦμα λάβῃ τέραος, τεθνεότος ζωὴν ἕλκων φύσιν · εἰ δὲ τόδ’ἐστίν, οὐ θαῦμα βλαστεῖν τὸν διφυῆ Κέκροπα. τοῦτο μὲν οὖν ἐν ἀκοῇτε καὶ φερομένῃ τινὶ καὶ παρέργως τῇ τοῦ ἐπιγράμματος ποιεῖ μαρτυρίᾳ κεῖσθαι.

A.15.8 δὲ Ἀριστοτέλης λέγειν ἐν κηρῷ φησιν γίνεσθαι ζῷον, δὴ δοκεῖν ἐλάχιστον εἶναι καὶ καλεῖσθαι ἀκαρί.

A.15.9τὸν δὲ ποτάμιον κροκόδειλον ἐξ ἐλαχίστου γίνεσθαι μέγιστον · τὸ μὲν γὰρ ᾠὸν οὐ μεῖζον γίνεσθαι χηνείου, αὐτὸν δὲ γίνεσθαι καὶ ἑπτακαιδεκάπηχυν.

A.16

A.16.1τῶν δὲ καράβων τοὺς πολύποδας κρατεῖν · οὐθὲν γὰρ ὑπὸ τῶν ὀστράκων πάσχειν. τῶν δὲ πολυπόδων τοὺς γόγγρους · οὐθὲν γὰρ αὐτοῖς διὰ τὴν λειότητα δύνασθαι τὸν πολύποδα χρῆσθαι. τοῦ δὲ γόγγρου κάραβον · οὐ γὰρ ἐξολισθαίνειν αὐτόν, ἀλλὰ κατατέμνεσθαι διὰ τὴν τῶν ὀστράκων τραχύτητα.

A.16.2τὸν δὲ κεστρέα φησίν, ὅταν φοβηθῇ, τὴν κεφαλὴν κρύπτειν, ὡς ὅλον τὸ σῶμα κρύπτοντα.

A.16.3τὰ γαμψὰ πάντ’εἶναι μιμητικά.

A.16.4ὑπὸ κυνὸς λυττώσης λυττᾶν πάντα τὰ δηχθέντα πλὴν ἀνθρώπου.

A.16.5τῶν ζῴων τὰ μακρὰ ἄρσενα εἶναι, τὰ δ’ὕστερα θήλεα.

A.17

A.17.1καὶ ἐν Αἰγύπτῳ κατορύττοντας εἰς κόπρον νεοττοὺς ποιεῖν. ἐν Συρακούσαις δὲ φιλοπότην τινὰ εἰς τὴν γῆν κατορύξαι καὶ ἐπιθέντα τὴν ψίεθον ἕως τούτου πίνειν συνεχῶς, ἕως γλυφῆναι τὰ ᾠά. ἤδη δὲ καί κείμενα ἐν ἀγγείοις ἀλεεινοῖς ἐκτριφθῆναι καὶ προελθεῖν.

A.17.2τῶν δὲ χελιδόνων τοὺς νεοττοὺς, ἐάν τις ἐκτυφλώσῃ, πάλιν βλέπειν.

A.17.3τὸν δὲ ἱέρακα τρία μὲν τίκτειν, αὐξανομένων δὲ τῶν νεοττῶν ἐκλέγειν τὸν ἕνα · οὐ γὰρ δύνασθαι τρέφειν διὰ τὸ τὸν χρόνον τοῦτον τοὺς ὄνυχας αὐτοῦ διαστρέφεσθαι καὶ μηθὲν ἁρπάζειν · τὸν δὲ πλανηθέντα τὴν φήνην ὑποβάλλεσθαι. καὶ τὸ ὅλως ἐπιεικῶς τοὺς γαμψώνυχας, ὅταν θᾶττον οἱ νεοττοὶ δύνωνται πέτεσθαι, ἐκβάλλειν πλὴν τῆς κορώνης · ταύτην δὲ καὶ πετομένους ἐπί τινα χρόνον ψωμίζειν.

A.17.4κόκκυγος δὲ νεοττοὺς οὐδένα ἑωρακέναι · τίκτειν γὰρ αὐτὸν οὐκ ἐν τῇ ἰδίᾳ νεοττείᾳ, ἀλλ’εἰς τὰς τῶν ὀρνιθίων εἰς τὰς τῶν φαβῶν ὑπολαΐδων εἰσπετόμενον, ὅταν καταφάγῃ τὰ προυπάρχοντα ᾠά.

A.17.5τοὺς δὲ πέρδικας δύο ποιεῖσθαι σηκοὺς τῶν ᾠῶν καὶ ἐπῳάζειν καὶ τρέφειν ἑκατέρους, καὶ τοὺς νεοττοὺς ὅταν πρῶτον ἐξαγάγωσιν ὀχεύειν αὐτούς.

A.17.6τοὺς ὗς δὲ πρὸς ἀλλήλους μάχεσθαι θωρακιζομένους τῷ ἰδίῳ δέρματι, ποιεῖν δὲ τραχὺ ἐκ παρασκευῆς τρίβοντας πρὸς δένδρα καὶ τῷ πηλῷ μολύνοντας καὶ ξηραίνοντας. φάναι δέ τινας καταγράφειν, ὡς αὐτὸς οὐ πεπειραμένος, ὅτι, ἂν ὗς τὸν ἕτερον ὀφθαλμὸν ἐκκοπῆ, ἀποθνῄσκει ταχέως.

A.17.7αἶγας δὲ καὶ πρόβατα βορείοις μὲν ὀχευόμενα ἀρσενοτοκεῖν ὡς τὸ πολύ, νοτίοις δὲ θηλυτοκεῖν. λευκὰ δὲ τὰ γεννώμενα γίνεσθαι, ἐὰν ὑπὸ τῇ γλώττῃ τοῦ κριοῦ λευκαὶ φλέβες ὦσιν, μέλανα δὲ ἐὰν μέλαιναι. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πυρρῶν. πρότερον δὲ ὀχεύεσθαι τὸ ἁλυκὸν ὕδωρ πίνοντα.

A.17.8τοὺς δὲ Λακωνικοὺς κύνας πονήσαντας μᾶλλον ὀχεύειν.

A.17.9θαυμασιωτάτην δ’εἶναι τῷ τάχει τὴν τῶν μυῶν γένεσιν · ἤδη γάρ ποτε τῆς θηλείας κυούσης καὶ ἐναπολειφθείσης ἐν ἀγγείῳ φανῆναι μετ’οὐ πολὺν χρόνον μῦς εἴκοσιν καὶ ἑκατόν. τῆς δὲ Περσικῆς ἔν τισι τόποις ἀνασχιζομένων τῶν θηλειῶν τῶν μυῶν τὰ ἔμβρυα ἤδη κύοντα εὑρίσκεσθαι.

A.18

A.18.1Αἰγίθου δὲ λέγεται καὶ ἀκανθίδος αἷμα μόλις μίγνυσθαι.

A.18.2τῶν δὲ αἰγῶν ὅταν μία τις λάβῃ τὸ ἄκρον τοῦ ἠρύγγου (ἔστιν δ’οἷον θρίξ) τὰς ἄλλας ἑστάναι οἷον μεμωρωμένας ἐμβλεπούσας εἰς ἐκείνην.

A.18.3τὸ δὲ τῆς ἴκτιδος αἰδοῖον εἶναι μὲν ὀστοῦν · δοκεῖν δὲ εἶναι φάρμακον στραγγουρίας.

A.18.4εὐνοῦχον δὲ φαλακρὸν οὐδένα γίνεσθαι. τὰς δευτερογονεῖς τρίχας τοὺς μὲν ἐκ παιδὸς διαφθαρέντας οὐκ ἴσχειν, τοὺς δὲ ὕστερον ἀποβάλλειν πλὴν ἐπὶ τῆς ἥβης

A.19

A.19.1γυναῖκα τίκτειν πλεῖστα πέντε. καὶ μνημονεύεσθαι μίαν ἐν τέτταρσιν τόκοις εἴκοσι τετοκυῖαν καὶ τὰ πλεῖστα τούτων ἐκτραφέντα. ἐὰν δὲ κύουσα ἁλὶ δαψιλεστέρῳ χρήσηται, οὐκ ἔχοντα ὄνυχας γίνεσθαι τὰ παιδία.

A.19.2εἶναι δὲ καὶ ἄνδρας καὶ γυναῖκας θηλυγόνους καὶ ἀρρενογόνους, καὶ περὶ τοῦ Ἡρακλέους ἱστορεῖται · ἐν δύο γὰρ καὶ ἑβδομήκοντα τέκνοις μίαν αὐτὸν γεννῆσαι θυγατέρα.

A.19.3γίνεσθαι δέ τινας καὶ ἐκ χωλῶν καὶ ἐκ τυφλῶν ὁμοίως τυφλοὺς καὶ χωλούς · ἤδη δέ τινας καὶ στίγματα ἐνηνοχέναι. ἐν Ἤλιδι δὲ ἐκ τῆς ὑπό του Αἰθίοπος μοιχευθείσης θυγατέρα μὲν γενέσθαι λευκήν, τὸν δὲ ἐκ ταύτης Αἰθίοπα.

A.19.4τὰ δὲ παιδία, ἄχρι γένηται τετταράκοντα ἡμερῶν, ἐγρηγορότα μὲν οὐ γελᾶν οὐ δὲ δακρύειν, ὑπνοῦντα δὲ ἀμφότερα.

A.19.5καὶ φυσιογνωμονεῖ δέ τινα τοιαῦτα · τοῖς τὸ μέτωπον μέγα ἔχουσιν βραδυτέροις γίνεσθαι, μικρὸν δὲ εὐκινήτοις · ὡς ἐπὶ τὸ πολὺ προστιθεὶς ἐν ἑκάστοις οἷς πλατὺ ἐκστατικοῖς. ὀφρῦς εὐθείας μαλακοῦ ἤθους, πρὸς τὴν ῥῖνα κεκαμμένας στρυφνοῦ, πρὸς τοὺς κροτάφους μώκου καὶ εἴρωνος. κανθοὺς κρεώδεις πονηρίας, ὦτα μέσα βελτίστου ἤθους, τὰ δὲ μεγάλα καὶ ἐπανεστηκότα μωρολογίας καὶ ἀδολεσχίας.

A.19.6τῶν δὲ θηλέων ζῴων ῥοπικώτερόν φησιν εἶναι πρὸς τὴν συνουσίαν ἵππον, καὶ ἱππομανεῖν ἰσχυρῶς, ὅθεν καὶ πρὸς τὴν βλασφημίαν ἀπὸ τούτου μεταφέρεσθαι καὶ τὰς πρὸς τὰ ἀφροδίσια κεκινημένας ὀνειδίζεσθαι. φαίνεται δὲ καὶ Αἰσχύλος ἱστορικῶς τὸ τοιοῦτον οὕτως πως εἰρηκέναι πρὸς τὰς παρθένους ἐν ταῖς Τοξότισιν · ᾄδοντος ἁγναῖς παρθένοις γαμηλίων λέκτρων ἀπείροις βλεμμάτων ῥέπει βολή καὶ διαλιπὼν προσέθηκεν οὔ με μὴ λάθῃ φλέγων ὀφθαλμός, ἥτις ἀνδρὸς γεγευμένη · ἔχων δὲ τούτων θυμὸν ἱππογνώμονα. πολλῶν δὲ ὄντων, ὧν καταγέγραφεν Ἀριστοτέλης, ἐπὶ τοσοῦτον ἠδυνήθημεν ἡμεῖς ἐπὶ τοῦ παρόντος τὰ μὲν ἐκλέξαι, τὰ δ’ἀναμνησθῆναι.

A.20

A.20.1φησὶν δ’ ἱστοριογράφος Ἀρσάμην τὸν Πέρσην εὐθὺς ἐκ γενετῆς ὀδόντας ἔχειν.

A.20.2Μυρσίλος δὲ Λέσβιος Λοκροὺς τοὺς Ὀζόλας τῆς ἐπιδημίου ἐπωνυμίας τετυχηκέναι, ὅτι τῆς χώρας τῆς αὐτῶν τὸ ὕδωρ ὄζει καὶ μάλιστα τοῦ Ταφίου καλουμένου ὄρους · καὶ ῥεῖν αὐτόθεν εἰς θάλασσαν ὥσπερ πύον. τεθάφθαι δ’ἐν τῷ ὄρει τούτῳ Νέσσον τὸν Κένταυρον, ὃν Ἡρακλῆς ἀπέκτεινεν.

A.20.3τὰς δὲ Λημνίας δυσόσμους γενέσθαι Μηδείας ἀφικομένης μετ’Ἰάσονος καὶ φάρμακα ἐμβαλούσης εἰς τὴν νῆσον · κατὰ δή τινα χρόνον καὶ μάλιστα ἐν ταύταις ταῖς ἡμέραις, ἐν αἷς ἱστοροῦσιν τὴν Μήδειαν παραγενέσθαι, δυσώδεις αὐτὰς οὕτως γίνεσθαι, ὥστε μηδένα προσιέναι.

A.20.4Θεόπομπος δέ φησιν ἱστοριογράφος τὸ καλούμενον ἀκόνιτον γίνεσθαι μὲν περὶ Ἡράκλειαν τὴν ἐν τῷ Πόντῳ ταῖς ὀνομαζομέναις Ἀκόναις, ὅθεν καὶ τῆς προσηγορίας τετυχηκέναι. δυναμικὸν ἐναργῶς δ’ὂν οὐκ ἐνεργεῖν οὐθέν, ἂν πίῃ τις πήγανον ταύτην τὴν ἡμέραν. ὥστε Ἀγαθάρχου τοῦ τυράννου πολλοὺς ἀποκτείναντος φαρμάκῳ καὶ πειρωμένου λανθάνειν, ὡς ἐγένετο συμφανές, τοὺς πλείστους Ἡρακλεωτῶν οὐ πρότερον ἐξιέναι πρὸ τοῦ φαγεῖν πήγανον. γράφει δὲ καὶ τὴν πρόφασιν καὶ τὴν ἀρχήν, ἐξ ἧς ὤφθη, σφόδρα μακρῶς, διὸ καὶ παρελείπομεν.

A.20.5 δὲ τοὺς Σαμιακοὺς ὥρους συγγεγραφὼς ἐπὶ τῶν πρώτων κληθέντων μαθητῶν τῶν περὶ Ἡρόστρατόν φησιν χελιδόνα λευκὴν φανῆναι.

A.20.6ἵππων δὲ Ῥηγῖνος περὶ τῶν λεγομένων τόπων φθείρειν τὰ ἐμπίπτοντα τοιοῦτόν τι γράφειν. φησὶν ἐν Ἀθήναις ἐπὶ βασιλέως Ἐπαινέτου ὀλυμπιάδος ἕκτης καὶ τριακοστῆς, ἐν Ἀρυτάμας Λάκων νικᾷ στάδιον τῆς Σικελίας ἐν Παλικοῖς οἰκοδομηθῆναι τόπον, εἰς ὃν ὅστις ἂν εἰσέλθῃ, εἰ μὲν κατακλιθείη, ἀποθνῄσκειν, εἰ δὲ περιπατοίη, οὐδὲν πάσχειν.

A.20.7ἱστορεῖται δὲ καὶ περὶ τὴν Λευκὴν νῆσον μηθὲν ὑπεραίρειν δύνασθαι τῶν ὀρνέων τῇ πτήσει τὸν τοῦ Ἀχιλλέως ναόν.

A.20.8καὶ πολλαχοῦ δὲ ἔοικεν τότε τῶν βαράθρων καλουμένων καὶ Χαρωνίων εἶναι γένος, οἷον τε Κίμμερος καλούμενος περὶ Φρυγίαν βόθυνος, ὡς Εὔδοξός φησιν, καὶ τὸ ἐν Λάτμῳ ὄρυγμα.

A.20.9καὶ τὰ τῇ σελήνῃ συναυξανόμενάτε καὶ συμφθίνοντα, οἷον τὰ τῶν μυῶν ητα ἥπατα · λέγεται γὰρ καὶ συμπληροῦσθαι καὶ συμφθίνειν καὶ συναύξεσθαι τῷ μηνί, διὸ καὶ παρὰ πολλοῖς ἐν παροιμίας εἰρῆσθαι μέρει ἐπὶ τῶν θαυμαστῶν τεράτων μυῶν ἥπατα. καὶ τὰ τῶν θαλαττίων δὲ ἐχίνων ᾠὰ ταὐτὸ πάσχειν. ἴδιον δὲ καὶ τὸ πάντας αὐτοὺς ἔχειν πέντε καὶ ἴσον ἀλλήλων διεστηκότα καὶ περὶ τὴν περιφέρειαν τοῦ ὀστρά κου… κύκλον, ὥστε ἴσας τὰς ἐκ τοῦ κέντρου προσπίπτειν αὐτῇ. φασὶν δὲ καὶ περὶ τὸν τῆς Ἰταλίας πορθμὸν φθίνειν καὶ πληροῦσθαι κατὰ τὴν μείωσιν τῆς σελήνης καὶ αὔξησιν.

A.20.10Ἑλλάνικος δ’ Λέσβιος ἐν Θήβαις ταῖς Αἰγυπτίαις ἱστορεῖ σπήλαιον εἶναι ἐν ἄστει, καθ’ εἶναι μὲν μόνον τὰς μὲν τριακάδας νηνεμίαν, τὰς δ’ἄλλας ἡμέρας ἄνεμον.

A.20.11δόξαι δ’ἂν ἀνεξέταστόν τι ἔχειν καὶ δυσπαρατήρητον ἐκλογή, καθάπερ Εὔριπος ταῖς ἑβδόμαις οὐ στρέφεται. καὶ ὅτι οἱ μύρμηκες ταῖς νουμηνίαις ἀναπαύονται.

A.20.12οἱ Δελφοὶ δὲ λέγουσιν ὅτι ἐν τῷ Παρνασσῷ κατά τινας χρόνους τὸ Κωρύκιον φαίνεσθαι χρυσοειδές. διὸ καὶ τὸν Φιλόξενον οὐδεὶς ἂν εἰκοτολογεῖν εἴποι λέγονθ’οὕτως · αὐτοὶ γὰρ διὰ Παρνασσοῦ χρυσορόφων νυμφέων εἴσω θαλάμων

A.20.13ἐν δὲ τοῖς Φύλλοις λέγεται τὰς ποίμνας διὰ πέμπτης ἡμέρας ποτίζεσθαι. τούτου δὲ τερατωδέστερον ἐν Ζακύνθῳ · ὑπὸ γὰρ τοὺς ἐτησίας χαίνοντες ἑστήκασιν οἱ τράγοι πρὸς τὸν βορέαν καὶ τοῦτο πράττοντες οὐ προσδέονται ὕδατος οὐ δὲ πίνουσιν.

B.1

B.1.1πεποίηται δέ τινα καὶ Κυρηναῖος Καλλίμαχος ἐκλογὴν τῶν παραδόξων, ἧς ἀναγράφομεν ὅσα ποτὲ ἡμῖν ἐφαίνετο εἶναι ἀκοῆς ἄξια. φησὶν Εὔδοξον ἱστορεῖν, ὅτι ἐν τῇ κατὰ Ἱερὸν ὄρος θαλάττῃ τῆς Θρᾴκης ἐπιπολάζει κατά τινας χρόνους ἄσφαλτος. δὲ κατὰ Χελιδονίας ὅτι ἐπὶ πολὺν τόπον ἔχει γλυκείας πηγάς.

B.1.2Θεόφραστον δὲ τὴν περὶ τὰς Αἰόλου νήσους ἀναζεῖν οὕτως ἐπὶ δύο πλέθρων τὸ μῆκος, ὥστε μὴ δυνατὸν εἶναι διὰ τὴν θερμασίαν ἐμβαίνειν εἰς ταύτην.

B.1.3ἐκ δὲ τῆς κατὰ Δημόνησον τὴν Καλχηδονίων τοὺς κολυμβητὰς ἀναφέρειν εἰς δύο ὀργυιὰς χαλκόν, ἐξ οὗ καὶ τοὺς ἐν Φενεῷ τοὺς ὑπὸ Ἡρακλέους ἀνατεθέντας ἀνδριάντας εἰργάσθαι.

B.1.4Μεγασθένην δὲ τὸν τὰ Ἰνδικὰ γεγραφότα ἱστορεῖν ἐν τῇ κατὰ τὴν Ἰνδικὴν θαλάττῃ δένδρεα φύεσθαι.

B.2

B.2.1περὶ δὲ τῶν ποταμῶν καὶ κρηνῶν Λύκον μέν φησιν λέγειν, ὅτι μὲν Κάμικος θαλάττης ζεούσης ῥεῖ. δὲ Κάπαιος καὶ Κριμισὸς ὅτι τὰ μὲν ἐπιπολῆς τῶν ὑδάτων εἰσὶ ψυχροί, τὰ δὲ κάτω θερμοί. τὸν δ’Ἱμέραν ἐκ μιᾶς πηγῆς σχιζόμενον τὸ μὲν ἁλυκὸν τῶν ῥείθρων ἔχειν, τὸ δὲ πότιμον.

B.2.2Τίμαιον δὲ τῶν ἐν Ἰταλίᾳ ποταμῶν ἱστορεῖν Κρᾶθιν ξανθίζειν τὰς τρίχας.

B.2.3Πολύκριτον δὲ καταγεγραφέναι τὸν μὲν ἐν Σόλοις οὐ ψευδῶς ὠνομάσθαι Λίπαριν, ἀλλ’οὕτως ἀπολιπαίνειν, ὥστε μὴ προσδεῖσθαι ἀλείμματος. τὸν δὲ ἐν Παμφυλίᾳ Μούαβιν ἀπολιθοῦν, ἐάν τις ἐμβάλῃ, στοιβὴν πλίνθον.

B.2.4περὶ δὲ τὴν τῶν Ἀγριέων Θρᾳκῶν χώραν φησὶν ποταμὸν προσαγορευόμενον Πόντον καταφέρειν λίθους ἀνθρακώδεις · τούτους δὲ κάεσθαι μέν, πᾶν δὲ τοὐναντίον πάσχειν τοῖς ἐκ τῶν ξύλων ἀνθρακευομένοις · ὑπὸ μὲν γὰρ τῶν ῥιπίδων πνευματιζομένους σβέννυσθαι, τῷ δὲ ὕδατι ῥαινομένους βέλτιον κάεσθαι. τὴν δ’ὀσμὴν αὐτῶν οὐδὲν ὑπομένειν ἑρπετόν.

B.3

B.3.1τὴν δ’ἐν Λούσοις κρήνην, καθάπερ παρὰ τοῖς Λαμψακηνοῖς, ἔχειν ἐν ἑαυτῇ μῦς ὁμοίους τοῖς κατοικιδίοις · ἱστορεῖν δὲ ταῦτα Θεόπομπον.

B.3.2Εὔδοξον δὲ τὴν ἐν Ἅλῳ Ὀφιοῦσσαν τὸν ἀλφὸν παύειν.

B.3.3Λύκον δὲ τὸν Ῥηγῖνον λέγειν τὴν μὲν ἐν τῇ Σικανῶν χώρᾳ φέρειν ὄξος, ᾧπερ ἐπὶ τῶν ἐδεσμάτων χρῶνται. τὴν δὲ ἐν Μυτιστράτῳ οἷον ἐλαίῳ ῥεῖν · τοῦτο δ’ἔντε τοῖς λύχνοις κάεσθαι καὶ δύνασθαι φύματα καὶ ψώραν ἰᾶσθαι, προσαγορευόμενον Μυτιστράτιον. πλησίον δὲ εἶναι τὴν ἀπὸ μὲν Ἀρκτούρου μέχρι Πλειάδος ἀναβάλλουσαν οὐθενὸς χεῖρον τῶν ἄλλων ὑδάτων, ἀπὸ δὲ Πλειάδος μέχρι πρὸς Ἀρκτοῦρον τῆς μὲν ἡμέρας καπνὸν ἀναφέρουσαν καὶ πνέουσαν θερμόν, ἐν δὲ τῇ νυκτὶ φλογὸς πληρουμένην.

B.3.4Ἀρέθουσαν δὲ τὴν ἐν Συρακούσαις, ὥσπερ οἱ λοιποί φασιν καὶ Πίνδαρος τὴν πηγὴν ἔχειν ἐκ τοῦ κατὰ τὴν Ἠλείαν Ἀλφειοῦ · διὸ καὶ ταῖς Ὀλυμπικαῖς ἡμέραις, ὅταν ἐν τῷ ποταμῷ ἀποπλύνωσιν τῶν θυμάτων τὰς κοιλίας, οὐ καθαρὰν εἶναι τὴν ἐν τῇ Σικελίᾳ κρήνην, ἀλλὰ ῥεῖν ὄνθῳ. φησὶν δὲ καὶ φιάλην ποτ’εἰς τὸν Ἀλφειὸν ἐμβληθεῖσαν ἐν ἐκείνῃ φανῆναι. τοῦτο δ’ἱστορεῖ καὶ Τίμαιος.

B.3.5Θεόπομπον δέ φησιν γράφειν τὴς μὲν ἐν Κιγχρώψωσιν τοῖς Θρᾳξὶν τὸν ἀπογευσάμενον τελευτᾶν εὐθύς.

B.3.6ἐν Σκοτούσσῃ δ’εἶναι κρήνην ἰδίαν οὐ μόνον ἀνθρώπων ἕλκη, ἀλλὰ καὶ βοσκημάτων ὑγιάζειν δυναμένην. κἂν ξύλον δὲ σχίσας θραύσας ἐμβάλῃς, συμφύειν.

B.3.7ἐκ δὲ τῆς περὶ Χαονίαν, ὅταν ἀφεψηθῇ τὸ ὕδωρ, ἅλας γίνεσθαι.

B.3.8τῶν δ’ἐν Ἄμμωνι κρηνῶν λέγειν Ἀριστοτέλη ὅτι τὴν μὲν Ἡλίου γε νομιζομένην μέσων μὲν νυκτῶν καὶ μεσημβρίας γίγνεσθαι θερμήν, ἕωθεν δὲ καὶ δείλης καθαπερεὶ κρύσταλλον, δ’ἄλλη Διὸς ὅτι καταφαίνοντος μὲν ἡλίου πιδύει, ἐπὶ δυσμαῖς δ’ἰόντος ἵσταται.

B.3.9Κτησίαν δὲ τὴν ἐν Αἰθιοπίᾳ τὸ μὲν ὕδωρ ἔχειν ἐρυθρόν, ὡσανεὶ κιννάβαρι, τοὺς δ’ἀπ’αὐτῆς πιόντας παράφρονας γίνεσθαι. τοῦτο δ’ἱστορεῖ καὶ Φίλων τὰ Αἰθιοπικὰ συγγραψάμενος.

B.3.10τὴν δ’ἐν τοῖς Ἰνδικοῖς κρήνην Σίλαν οὐ δὲ τὸ κουφότατον τῶν βληθέντων ἐᾶν ἐπινεῖν, ἀλλὰ πάντα καθέλκειν. καὶ ταῦτα δὲ πλείους εἰρήκασιν καὶ ἐπὶ πλειόνων ὑδάτων.

B.3.11Εὔδοξον δ’ἱστορεῖν τὴν μὲν ἐν Καλχηδόνι κορκοδείλους ἐν αὑτῇ ἔχειν μικροὺς ὁμοίους τοῖς ἐν Αἰγύπτῳ.

B.3.12περὶ δὲ τὴν Ἀθαμανίαν ἱερὸν εἶναι Νυμφῶν, ἐν τὴν κρήνην τὸ μὲν ὕδωρ ἔχειν ἄφατον ὡς ψυχρόν, δ’ἂν ὑπερθῇς αὐτοῦ θερμαίνειν · ἐὰν δέ τις φρύγανον ἄλλο τι τῶν τοιούτων προσενέγκῃ, μετὰ φλογὸς καίεσθαι.

B.3.13κατὰ δὲ τὴν Ἀραβίαν ἐν πόλει Λευκοθέᾳ Ἀμώμητόν φησιν γράφειν, τὸν πραγματευθέντα τὸν ἐκ Μέμφεως ἀνάπλουν, εἰς τὴν καλουμένην Ἴσιδος κρήνην ἄν τις οἴνου ἐπιχέῃ κοτύλην, διότι γίγνεται τὸ ποτὸν εὔκρατον.

B.4

B.4.1περὶ δὲ λιμνῶν Κτησίαν μὲν ἱστορεῖν λέγεται, τῶν ἐν Ἰνδοῖς λιμνῶν τὴν μὲν τὰ εἰς αὐτὴν ἀφιέμενα μη καταδέχεσθαι, καθάπερ τὴν ἐν Σικελίᾳ καὶ Μήδοις, πλὴν χρυσίον καὶ σίδηρον καὶ χαλκόν, καὶ ἄν τι ἐμπέσῃ πλάγιον, ὀρθὸν ἐκβάλλειν. ἰᾶσθαι δὲ τὴν καλουμένην λεύκην. τῇ δ’ἑτέρᾳ κατὰ τὰς εὐδιαζούσας ἡμέρας ἐπιπολάζειν ἔλαιον.

B.4.2Ξενόφιλον δὲ ἐν μὲν τῇ πλησίον Ἰόππης οὐ μόνον ἐπιδέχεσθαι πᾶν βάρος, ἀλλὰ καὶ παρὰ τρίτον ἔτος φέρειν ὑγρὰν ἄσφαλτον · ὅταν δὲ γίγνηται τοῦτο, παρὰ τοῖς ἐντὸς τριάκοντα σταδίων οἰκοῦσιν κατιοῦσθαι χαλκώματα.

B.4.3τὴν δὲ ἐν τοῖς Σαρμάταις λίμνην Ἡρακλείδην γράφειν, ὅτι οὐδὲν τῶν ὀρνέων ὑπεραίρειν, τὸ δὲ προσελθὸν ὑπὸ τῆς ὀσμῆς τελευτᾶν. δὴ καὶ περὶ τὴν Ἄορνιν λίμνην δοκεῖ γίγνεσθαι καὶ κατίσχυκεν φήμη παρὰ τοῖς πλείστοις. δὲ Τίμαιος τοῦτο μὲν ψεῦδος ἡγεῖται εἶναι · τὰ πλεῖστα γὰρ κατατυχεῖν τῶν εἰθισμένων παρ’αὐτῇ διαιτᾶσθαι · ἐκεῖνο μέντοι λέγειν, διότι συνδένδρων τόπων ἐπικειμένων αὐτῇ καὶ πολλῶν κλάδων καὶ φύλλων διὰ τὰ πνεύματα τῶν μὲν κατακλωμένων, τῶν δὲ ἀποσειομένων, οὐθέν ἐστιν ἰδεῖν ἐπ’αὐτῇ ἐφεστηκός, ἀλλὰ διαμένειν καθαράν.

B.4.4ἐκ δὲ τῆς ἐν Ζακύνθῳ λίμνης φησὶν Εὔδοξον ἱστορεῖν, ὅτι ἀναφέρεται πίσσα, καίτοι παρεχούσης αὐτῆς ἰχθῦς · τι δ’ἂν ἐμβάλῃς εἰς ταύτην, ἐπὶ θαλάττης φαίνεσθαι τεττάρων ὄντων ἀνὰ μέσον σταδίων.

B.4.5Λύκον δὲ περὶ τὴν ἐν Μύλαις τῆς Σικελίας δένδρα φύεσθαι, διὰ μέσης δ’αὐτῆς ἀναζεῖν ὕδωρ τὸ μὲν ψυχρόν, τὸ δὲ τοὐναντίον.

B.4.6Φανίαν δὲ τὴν τῶν Πυράκων λίμνην, ὅταν ἀναξηρανθῇ, κάεσθαι.

B.4.7καὶ τὴν Ἀσκανίαν πότιμον οὖσαν τὸ προσενεχθὲν αὐτῇ πλύνειν ἄνευ ῥύμματος, ἐὰν ἐαθῇ δ’ἐν αὐτῇ πλείω χρόνον, διαπίπτειν αὐτόματον.

B.4.8περὶ δὲ τῆς ἐν Κιτίῳ φασὶν Νικαγόραν, ὅτι ἀνιμηθείσης ἐπ’ὀλίγον τῆς γῆς ἅλες εὑρίσκονται.

B.5

B.5.1περὶ τῶν αὐτῶν ὑδάτων Θεόφραστόν φησι τὸ καλούμενον Στυγὸς ὕδωρ λέγειν, ὅτι ἐστὶν ἐν Φενεῷ, στάζει δ’ἔκ τινος πετριδίου · τοὺς δὲ βουλομένους αὐτοῦ ὑδρεύεσθαι σπόγγοις πρὸς ξύλοις δεδεμένοις λαμβάνειν. διακόπτειν δὲ πάντα τὰ ἀγγεῖα πλὴν τῶν κερατίνων. τὸν δὲ ἀπογευσάμενον τελευτᾶν.

B.5.2ἐν δὲ τῇ Λεοντίνων ἱστορεῖν Λύκον τοὺς ὀνομαζομένους Δέλλους ἀναζεῖν μὲν ὡς θερμότατον τῶν ἑψομένων, τὰς δὲ πηγὰς ἔχειν ψυχράς. τῶν δὲ πλησιαζόντων αὐτοῖς τὸ μὲν τῶν ὀρνίθων γένος ἀποθνῄσκειν εὐθύς, τοὺς δὲ ἀνθρώπους μετὰ τρίτην ἡμέραν.

B.5.3ὅμοιον δὲ τούτῳ καὶ τὸ περὶ τὸν Κώων Χυτρῖνον γίνεσθαι · καὶ γὰρ ἐκεῖνον ἀτμὸν μὲν ἐκβάλλειν καὶ ποιεῖν ἔμφασιν τοῦ ζεῖν, τὰ δὲ καθειμένα καθ’ὑπερβολὴν ψύχειν.

B.5.4εἶναι δὲ παρὰ τοῖς Κῷοις καὶ ἄλλο τι ῥευμάτιον, πάντας τοὺς ὀχετούς, ὅθεν διαρρεῖ, λίθους πεποίηκεν. τοῦτο δὲ καὶ Εὔδοξος καὶ Καλλίμαχος παραλείπουσιν, ὅτι ἐκ τοῦδε τοῦ ὕδατος οἱ Κῷοι λίθους λατομήσαντες ᾠκοδόμησαν τὸ θέατρον · οὕτως ἰσχυρῶς ἀπολιθοῦται πᾶν γένος.

B.5.5λέγειν δὲ τὸν Εὔδοξον καὶ περὶ τῶν ἐν τῇ Πυθοπόλει φρεάτων, ὅτι παραπλήσιόν τι τῷ Νείλῳ πάσχουσιν · τοῦ μὲν γὰρ θέρους ὑπὲρ τὰ χείλη πληροῦσθαι, τοῦ δὲ χειμῶνος οὕτως ἐκλείπειν, ὥστε μη δὲ βάψαι ῥᾴδιον εἶναι.

B.5.6καὶ περὶ τοῦ κατὰ τὴν Κρήτην ὑδατίου, οὗ οἱ ὑπερκαθίζοντες, ὅταν ὑετὸς , διατελοῦσιν ἄβροχοι · παραδεδόσθαι δὲ τοῖς Κρησὶν ἀπ’ἐκείνου λούσασθαι τὴν Εὐρώπην ἀπὸ τῆς τοῦ Διὸς μίξεως.

B.5.7ἐν δὲ Λυγκησταῖς Θεόπομπον φάσκειν τι εἶναι ὕδωρ ὀξύ · τοὺς δὲ ἐκ τούτου πίνοντας ὥσπερ τοὺς ἀπὸ τῶν οἴνων ἀλλοιοῦσθαι. καὶ τοῦθ’ὑπὸ πλειόνων μαρτυρεῖται.

B.5.8τὸ δ’ἐκ τῆς πέτρας Ἀρμενίων ἐκπίπτον Κτησίαν ἱστορεῖν, ὅτι συμβάλλει ἰχθῦς μέλανας, ὥστε τὸν ἀπογευσάμενον τελευτᾶν.

B.6

B.6.1περὶ δὲ πυρὸς Κτησίαν φησὶν ἱστορεῖν, ὅτι περὶ τὴν τῶν Φασηλιτῶν χώραν ἐπὶ τοῦ τῆς Χιμαίρας ὄρους ἔστιν τὸ καλούμενον ἀθάνατον πῦρ · τοῦτο δέ, ἐὰν μέν εἰς ὕδωρ ἐμβάλῃς, καίεσθαι βέλτιον, ἐὰν δὲ φορυτὸν ἐπιβαλὼν πήξῃ τις, σβέννυσθαι. παραπλήσιον δὲ τούτῳ ὁρᾶται γινόμενον ἐπὶ ἁλός · ἐδωρήσατο γὰρ ἡμῖν Σικελὸς ξένος τοιοῦτον, ἐν μὲν τῷ πυρὶ ἐτήκετο, ἐν δὲ τῷ ὕδατι ἥλλετο.

B.6.2περὶ δὲ λίθων τὸν αὐτὸν τοῦτον λέγειν, τὸν παρὰ τοῖς Βοττιαίοις ἐν Θρᾴκῃ γινόμενον, ὅταν ἥλιος προσβάλλῃ, πῦρ ἐξ αὐτοῦ ἐκθυμιᾶσθαι. ἐκεῖ λίθους δ’εἶναι παρεχομένους μὲν τὴν τῶν ἀνθράκων χρείαν, διαμένοντας ἀφθάρτους, κἂν σβέσας τις πάλιν, ἐπικεχειρήκασιν, τὴν αὐτὴν ἐνέργειαν συντελεῖν.

B.6.3περὶ δὲ φυτῶν τῆς ἀκάνθης εἶδος Ἀριστοτέλην φάσκειν περὶ τὴν Ἐρύθειαν εὑρίσκεσθαι διαποίκιλον τὴν χρόαν, ἐξ οὗ πλῆκτρα γίνεσθαι. Τίμων δὲ κιθαρῳδὸς εἶχεν καὶ ἐπεδείκνυεν πολλοῖς, φάσκων αὐτῷ τὸν διδάσκαλον Ἀριστοκλῆν δεδωρῆσθαι, εἶναι δ’αὐτῶν τὴν ἁφὴν ἐν τῇ χρείᾳ σκληράν.

B.6.4περὶ δὲ Θεσπρωτοὺς ἐκ τῆς γῆς ἄνθρακας ὀρύττεσθαι δυναμένους κάεσθαι Θεόπομπόν φησιν καταγράφειν.

B.6.5Φανίαν δὲ κατά τινας τόπους τῆς Λέσβου καὶ περὶ τῶν Νεανδρίδων τὰς βώλους πρὸς τὰς τῶν ὄψεων παθήσεις γίνεσθαι καὶ χρησίμας. καὶ εἰς ὕδωρ ἐμβληθείσας οὔτε καταδύνειν οὔτε κατατήκεσθαι. ὑπὸ τοῦτο τὸ γένος πίπτοι ἂν καὶ ἐν Πιτάνῃ πλίνθος λεγομένη ἐπιπλεῖν.

100.1

100.1.1περὶ δὲ τῶν ζῴων Λύκον μὲν ἐν τῇ Διομηδείᾳ τῇ νήσῳ φησὶν ἱστορεῖν τοὺς ἐρωδιοὺς ὑπὸ μὲν τῶν Ἑλλήνων, ὅταν παραβάλλῃ τις εἰς τοὺς τόπους, οὐ μόνον ψαυομένους ὑπομένειν, ἀλλὰ καὶ προσπετομένους εἰς τοὺς κόλπους ἐνδύνειν καὶ σαίνειν φιλοφρόνως […]. λέγεσθαι δέ τι τοιοῦτον ὑπὸ τῶν ἐγχωρίων, ὡς τῶν τοῦ Διομήδους ἑταίρων εἰς τὴν τῶν ὀρνέων τούτων φύσιν μετασχηματισθέντων.

100.1.2τοὺς δὲ περὶ τὸν Ἀδρίαν ἐνοικοῦντας Ἐνετοὺς Θεόπομπον φάσκειν κατὰ τὸν σπόρου καιρὸν τοῖς κολοιοῖς ἀποστέλλειν δῶρα, ταῦτα δ’εἶναι ψαιστὰ καὶ μάζας. προθέντας δὲ τοὺς ταῦτα κομίζοντας ἀποχωρεῖν, τῶν δὲ ὀρνέων τὸ μὲν πλῆθος ἐπὶ τοῖς ὁρίοις μένειν τῆς χώρας συνηθροισμένον, δύο δ’ τρεῖς προσπτάντας καὶ καταμαθόντας ἀφίπτασθαι πάλιν καθάπερ εἴ τινας πρέσβεις κατασκόπους. ἐὰν μὲν οὖν τὸ πλῆθος […]