Rufus
On the Names of the Parts of the Human Body
1τί πρῶτον ἔμαθες ἐν κιθαριστικῇ; κρούειν ἑκάστην τῶν χορδῶν καὶ ὀνομάζειν. 2τί δὲ πρῶτον ἔμαθες ἐν γραμματικῇ; γνωρίζειν ἕκαστον τῶν γραμμάτων καὶ ὀνομάζειν. 3οὐκοῦν καὶ τὰς ἄλλας τέχνας ὡσαύτως ἀπὸ τῶν ὀνομάτων ἄρχονται διδάσκειν, καὶ ὁ χαλκεὺς, καὶ ὁ σκυτοτόμος, καὶ ὁ τέκτων, πρῶτον καὶ σιδήρου ὄνομα, καὶ σκεύους, καὶ οὑτινοσοῦν ἄλλου τῶν πρὸς τὴν τέχνην. 4καὶ ὅσαι σεμνότεραι, οὐχὶ καὶ ταύτας ἀπὸ τῶν ὀνομάτων ὡσαύτως ἄρχονται διδάσκειν; 5τί γὰρ πρῶτον ἔμαθες ἐν γεωμετρίᾳ; στιγμὴν, καὶ γραμμὴν, καὶ ἐπίπεδον, καὶ ἐπιφάνειαν, καὶ σχῆμα τρίγωνον, καὶ κύκλον, καὶ τὰ ὅμοια, εἰδέναιτε ὅ τι ἕκαστον αὐτῶν, καὶ ὀνομάζειν ὀρθῶς. 6βούλει οὖν καὶ τὰ ἰατρικὰ ἀπὸ τῶν ὀνομάτων ἀρξάμενος μανθάνειν, καὶ πρῶτον μὲν ὅ τι χρὴ καλεῖν ἕκαστον τοῦ σώματος μόριον, ἔπειτα τὰ ἄλλα ὅσα ἂν ἕπηται τῷ λόγῳ, ἢ δοκεῖ σοι ἱκανὸν εἶναι δεικνύντα δηλοῦν ὥσπερ κωφὸν ὅ τι χρῄζεις διδάξαι; 7ἐμοὶ μὲν οὐ δοκεῖ ἐκεῖνο ἄμεινον · οὐκ εὐμαθὲς δὲ καὶ ῥᾷστον οὕτω καὶ μανθάνειν αὐτὸν, καὶ ἕτερον διδάσκειν. 8καὶ τοῦτό μοι δοκεῖ οὕτως. 9ἀκούων δὴ καὶ ἀποβλέπων εἰς τὸν παῖδα τοῦτον διαμνημονεύσεις τὰ ἐπιφανῆ πρῶτον · εἶτα ὡς χρὴ καλεῖν τὰ ἔνδον, ζῶόν τι, ὃ μάλιστα ἀνθρώπῳ ἔοικε, διελόντες, διδάσκειν σε πειρασόμεθα ·οὐδὲν γὰρ ἐμποδὼν, εἰ μὴ καὶ παντάπασιν ἐοίκασιν, τὸ γοῦν κεφάλαιον ἑκάστου διδάξαι. 10πάλαι δὲ γενναιότερον ἐπὶ ἀνθρώπων ἐδίδασκον τὰ τοιαῦτα. 11ἔστι δὲ τὰ μέγιστα μέρη τοῦ σώματος, κεφαλὴ, καὶ αὐχὴν, καὶ θώραξ, καὶ χεῖρες, καὶ σκέλη · θώρακα γὰρ οὐ μόνον τὰ ἀπὸ τῶν κλειδῶν μέχρι τῶν ὑποχονδρίων καλοῦμεν, ἀλλὰ καὶ τὸ σύμπαν ἀπὸ κλειδῶν μέχρι τῶν αἰδοίων. 12κεφαλὴ δὲ καὶ τὸ τετριχωμένον καλεῖται κατὰ ἑαυτὸ, καὶ σὺν τῷ προσώπῳ. 13τοῦ δὲ τετριχωμένου τὸ μὲν ἔμπροσθεν, βρέγμα · τὸ δὲ ὄπισθεν, ἰνίον · τὰ δὲ ἑκατέρωθεν τὸ μὲν ἔμπροσθεν, βρέγμα · τὸ δὲ ὄπισθεν, ἰνίον · τὰ δὲ ἑκατέρωθεν τοῦ βρέγματος, κόρσαι καὶ κρόταφοι · τὸ δὲ ἐν μέσῳ κατὰ ὃ δὴ μάλιστα εἰλοῦνται αἱ τρίχες, κορυφή · τὸ δὲ ὑπὸ τῷ βρέγματι, μέτωπον. 14αἱ δὲ παρὰ τοὺς κροτάφους τῶν τριχῶν ἐκφύσεις, ἴουλοι · χαῖται δὲ, αἱ ὄπισθεν κατὰ τὸ ἰνίον ἀφειμέναι τρίχες. 15αἱ δὲ ἔσχαται τοῦ μετώπου ῥυτίδες, ἐπισκύνιον, ὅπερ ἐπάγομεν τοῖς ὀφθαλμοῖς ἢν πρὸς ἑαυτούς τι φροντίζωμεν ἢ αἰδώμεθα. 16ἄλλοι δὲ τὸ ὑπὸ τὰς ὀφρύας σαρκῶδες, ἐπισκύνιον ὀνομάζουσιν. 18ὀφρύες δὲ τὰ τετριχωμένα τοῦ μετώπου πέρατα, ὧν τὸ μεταξὺ μεσόφρυον. 19ὑπὸ δὲ ταῖς ὀφρύσι, βλέφαρα, τὸ μὲν ἄνωθεν, τὸ δὲ κάτωθεν. τούτων δὲ αἱ μὲν ἐκπεφυκυῖαι τρίχες, ταρσοὶ, καὶ βλεφαρίδες. 20τὰ δὲ ψαύοντα ἀλλήλων πέρατα ἐν τῷ καθεύδειν ἡμᾶς, στεφάναι, καὶ χηλαί. τοῦ δὲ ἄνω βλεφάρου τὸ ἐπιπολῆς, κύλον. 21τὰ δὲ κοῖλα πέρατα τοῦτε ἄνω καὶ τοῦ κάτω βλεφάρου, κανθοί · 22ὁ μὲν μείζων, ὁ πρὸς τὴν ῥῖνα, ὁ δὲ ἐλάσσων, ὁ πρὸς τῷ κροτάφῳ. 23ὀφθαλμοῦ δὲ, τὸ μὲν ἐν μέσῳ βλεπόμενον, ὄψις καὶ κόρη. 24καὶ γλήνην τὸ εἴδωλον τὸ ἐν τῇ ὄψει φαινόμενον καλοῦσιν · 25τὸ δὲ συνεχὲς τῇ ὄψει μέχρι τοῦ λευκοῦ, ἶριν. τοῦτο δὲ ὡς ἔχει χρώματος, μέλαν, ἢ πυρρὸν, ἢ γλαυκὸν, ἢ χαροπὸν ὀνομάζουσιν. περιθεῖ δὲ στεφάνη τὸ μέλαν, καὶ ἀποκρίνει τοῦ λευκοῦ. κύκλος δὲ ἡ στεφάνη καὶ σύνδεσμος τῶν χιτώνων τοῦ ὀφθαλμοῦ, ὧν δὴ ὁ πρῶτος δύο ἔχων φύσεις, δύο ὀνόματα ἔχει · κερατοειδὴς μὲν κατὰ τὸ μέσον καὶ μέχρι τῆς ἴριδος · τοῦτο γὰρ καὶ ἔοικεν αὐτοῦ τοῖς ξυομένοις κέρασιν · λευκὸς δὲ τὸ ἄλλο μέρος πᾶν, οἱόσπερ καὶ βλέπεται, οὐδὲν ἐοικὼς τῷ μέσῳ, οὔτε τὴν φύσιν, οὔτε τὴν χροιάν. 28ἐπίκειται δὲ αὐτῷ ἄνωθεν ἡ καλουμένη ἐπιδερμὶς, ἥτις καὶ ἐν νέοις, καὶ ἐν πρεσβύταις, καὶ ἐν τῷ παθήματι τῇ χημώσει ἀφεσταμένητε καὶ ἐπαίρουσα τὸ πυρρὸν ὁρᾶται. 29τοὺς δὲ ἄλλους χιτῶνας ὅπως χρὴ ὀνομάζειν, εἰρήσεται ὀλίγον ὕστερον ἐν τῇ διαιρέσει τοῦ ζῴου. 30τὰ δὲ ὑπὸ τοῖς ὀφθαλμοῖς ἐπανεστηκότα ὀστᾶ, ὑποφθάλμια, οἱ δὲ ὑπώπια καλοῦσιν. 31ἀπὸ δὲ τοῦ μεσοφρύου τέταται ἡ ῥίς. 32ταύτης δὲ τὰ μὲν τρήματα, μυκτῆρες καὶ ῥώθωνες · 33Ἀθηναῖοι δὲ καὶ μύξας ὀνομάζουσιν. Ἱπποκράτης δὲ τὸ διὰ αὐτῶν φλεγματῶδες περίσσωμα ἰὸν μύξαν καλεῖ · Ἀθηναῖοι δὲ τὸ περίσσωμα τοῦτο κόρυζαν καλοῦσιν. 34τὸ δὲ μεταξὺ τῶν τρημάτων χονδρῶδες, ῥινὸς διάφραγμα. 35τὰ δὲ ἑκατέρωθεν ἐπὶ τὰ μῆλα νεύοντα ὀστώδη, ῥινὸς ῥάχις · 36τὸ δὲ πέρας τοῦ ὀστώδους ὑψώματος τὸ ἔνθεν καὶ ἔνθεν, πτερύγια. ταῦτα δὲ καὶ κινεῖται ἐν ταῖς σφοδραῖς δυσπνοίαις, καὶ ἄλλως βουληθέντων. 37τὸ δὲ πρὸ τοῦ διαφράγματος τῆς ῥινὸς σαρκῶδες ἐπὶ τὸ χεῖλος καθῆκον, κίων. 38τὸ δὲ ἄκρον τῆς ῥινὸς, σφαιρίον. 39τὸ δὲ ὑπὸ τῷ κίονι ἐν τῷ ἄνω χείλει κοῖλον, φίλτρον. 40τὸ δὲ ὅλον μετὰ τὸν ῥῖνα τοῦ ἄνω χείλους, ὑπορρίνιον. 41εἶτα χείλη δύο, ὧν τὰ μὲν ἄκρα, πρόχειλα · τὸ δὲ σύμβλητον τῶν χειλῶν, προστόμιον. 42τὸ δὲ ἐπὶ τῷ κάτω χείλει κοῖλον, νύμφη. 43τῶν δὲ ὤτων, ἀκοὴ μὲν, ὁ πόρος διὰ οὗ ἀκούομεν · λοβὸς δὲ, τὸ ἐκκρεμὲς, ὅπερ καὶ μόνον Ἀριστοτέλης φησὶ τοῦ ὠτὸς ὀνομάζεσθαι, τὰ δὲ ἄλλα ἀνώνυμα εἶναι. 44οἱ δὲ ἰατροὶ καὶ ταῦτα ὠνόμασαν, πτερύγιον μὲν τὸ ἀνωτάτω πλατὺ ἐπικλινές · ἕλικα δὲ, τὸ ἐντεῦθεν συμπληροῦν τὴν περιφέρειαν τῶν ὤτων · ἀνθέλικα δὲ τὸ ἐν μέσῳ ὑπεραῖρον τὴν κοιλότητα · κόγχην δὲ τὸ ἀπὸ τῆς ἀνθέλικος κοῖλον · τὸ δὲ ἀπεναντίον τῆς κόγχης ἔξαρμα παρὰ τὸ πέρας τοῦ κροτάφου, τράγον · τὸ δὲ τῆς ἕλικος τέλος τὸ ὑπότραχυ, ἀντιλοβίδα. 45πρόσωπον δὲ ὠνόμασται πᾶν τὸ ἔμπροσθεν τῆς κεφαλῆς. 46μῆλα δὲ τὰ ὑπὸ τοῖς ὀφθαλμοῖς ἐξάρματα τοῦ προσώπου, ἃ δὴ καὶ αἰδουμένων ἡμῶν ἐρυθραίνεται. 47ἀπὸ δὲ τῶν μήλων αἱ παρειαί · καλοῦνται καὶ σιαγόνες, καὶ γνάθοι · καὶ προσέτι γένυς ἡ μὲν κάτω, ἡ δὲ ἄνω · καὶ τὸ ἄποξυ τῆς κάτω γνάθου, γένειον καὶ ἀνθερεών. 48τὸ δὲ ὑπὸ τὴν κάτω γνάθον σαρκῶδες, λευκανίαν · οἱ δὲ ἀνθερεῶνα μὲν τοῦτο, λευκανίαν δὲ τὸ πρὸς τῇ κλειδὶ κοῖλον ὀνομάζουσιν. 49τοῦ δὲ πώγωνος, ἡ μὲν ὑπὸ τοῖς κροτάφοις πρώτη βλάστησις, ἴουλος · ἡ δὲ ἐπὶ τῷ ἄνω χείλει, προπωγώνιον · αὐξηθεῖσαι δὲ αὗται αἱ τρίχες, μύστακες · αἱ δὲ ἐπὶ ἄκρου γώνιον · αὐξηθεῖσαι δὲ αὗται αἱ τρίχες, μύστακες · αἱ δὲ ἐπὶ ἄκρου τοῦ γενείου, πάππος · αἱ δὲ κάτω τῆς γένυος, ὑπήνη. 50στόμα δὲ καὶ ἡ πρώτη τομὴ τῶν χειλῶν, καὶ ἡ ἐφεξῆς εὐρυχωρία μέχρι τῆς φάρυγγος. 51ἐν δὲ τῷ στόματι ἄλλατέ ἐστι, καὶ οἱ ὀδόντες · ἔνιοι δὲ κραντῆρας ὀνομάζουσιν · τούτων δὲ τομεῖς μὲν τοὺς ἔμπροσθεν τέσσαρας, κυνόδοντας δὲ τοὺς ἐφεξῆς, ἕνα ἑκατέρωθεν · μύλους δὲ καὶ γομφίους τοὺς μετὰ τοὺς κυνόδοντας, πέντε ἑκατέρωθεν · σωφρονιστῆρας δὲ, τοὺς ἐσωτάτω καὶ ἐσχάτους, ἡνίκα ἂν δὴ σωφρονεῖν ἄρχωνται, φυομένους ἕνα ἑκατέρωθεν. 52τοσοῦτοι μὲν οἱ τῆς ἄνω γνάθου · τοσοῦτοι δὲ καὶ οἱ τῆς κάτω καὶ ὡσαύτως ὠνομασμένοι. 53ἡ δὲ σύνδεσις τῶν γνάθων, χαλινός. 54τράπεζαι δὲ τὰ πλατέα τῶν γομφίων. 55ὁλμίσκοι δὲ καὶ φάτναι, αἱ τῶν γνάθων κοιλότητες, εἰς ἃς ἐμπεπήγασιν οἱ ὀδόντες. 56οὖλα δὲ αἱ περὶ τὰς ῥίζας σάρκες. 57τῆς δὲ γλώσσης, ῥίζα μὲν, ὅθεν ἐκπέφυκεν · τὸ δὲ ἐν τῷ στόματι μυῶδες γλῶσσα καλεῖται · αὐχὴν δὲ τὸ ἐφεξῆς · παράσειρα δὲ τὰ ἔνθεν καὶ ἔνθεν τῆς γλώσσης. 58ὑπογλωσσὶς δὲ, τὸ κάτωθεν · ἐπιγλωσσὶς δὲ τὸ ἔνδον ἐπὶ τοῦ βρόγχου πῶμά τι γινόμενον, ὅταν καταπίνωμεν, ὑπὲρ τοῦ μηδὲν εἰς τὸν πλεύμονα ἐμπίπτειν · ἀναπνεόντων δὲ μετέωρόν ἐστιν, ὡς μὴ κωλύῃ τὸ ἀναπνεῖν. 59οὐρανὸς δὲ καὶ ὑπερῴα τὸ περιφερὲς τῆς ἄνω γνάθου. 60κίων δὲ καὶ γαργαρεὼν ἡ ἐκ τῆς ὑπερῴας πρόσφυσις. 61Ἀριστοτέλης δὲ σταφυλοφόρον αὐτὸ καλεῖ, ὅτι φλεγμήναντος σταφυλῇ τι ὅμοιον ἐξ αὐτοῦ κρεμάννυται · σταφυλὴν γὰρ, οὐ τὸ μόριον, ἀλλὰ τὸ πάθημα χρὴ ὀνομάζειν. 62φάρυγξ δὲ ἢ φαρύγεθρον, ἡ πρὸς τῇ καταπόσει πᾶσα εὐρυχωρία. 63ταῦτα ἄρα καὶ Ὅμηρος ἐποίησεν · φάρυγος δ’ἐξέσσυτο οἶνος ψωμοίτ’ἀνδρόμεοι. οὐ γὰρ δὴ ἐκ τοῦ βρόγχου καὶ τοῦ πλεύμονος ἐπανήμει ὁ Κύκλωψ τὸ σιτίον καὶ πόμα · τοῦτο γὰρ δεινῶς ἀμαθὲς καὶ ἀνόητον. 64παρίσθμια δὲ καὶ ἀντιάδες καὶ μῆλα, τὰ ἑκατέρωθεν τοῦ φαρυγέθρου σαρκώδη καὶ ἀδενοειδῆ. 65τέσσαρες δέ εἰσιν αἱ ἀντιάδες, αἱ μὲν ἔνθεν καὶ ἔνθεν ἄκρου τοῦ βρόγχου · αἱ δὲ ἐφεξῆς καὶ κατωτέρω. 66μετὰ δὲ τὴν κεφαλὴν, τράχηλος · τὸ δὲ αὐτὸ καὶ δειρὴ καὶ αὐχήν ·ὑποδειρὶς δὲ τὸ ἐκ τῶν πρόσθεν τελευταῖον τῆς δειρῆς. 67τραχήλου δὲ τὸ μὲν ἔμπροσθεν, βρόγχος καὶ τραχεῖα ἀρτηρία, διὰ οὗ ἀναπνέομεν · καὶ ἡ ὑπεροχὴ τοῦ βρόγχου, λάρυγξ · τὸ δὲ ὄπισθεν αὐτοῦ, τένοντες. τὸ δὲ πρὸς ταῖς κλεισὶ κοῖλον Ὅμηρος μὲν καλεῖ λευκανίην, οἱ δὲ ἰατροὶ ἀντικάρδιον καὶ σφαγήν. 69Τὰδὲ ἀπὸ τῶν τενόντων ἐπὶ τοὺς ὤμους καθήκοντα, ἐπωμίδες. 70ὦμος δὲ, ἡ κεφαλὴ τοῦ βραχίονος, ἡ πρὸς τὴν ὠμοπλάτην, καὶ τὸ σύμπαν ἄρθρον · κοτύλη δὲ ὤμου τὸ κοῖλον τῆς ὠμοπλάτης. 71ὠμοπλάται δὲ τὰ ἐγκείμενα τῷ νώτῳ πλατέα ὀστᾶ, ὧν αἱ διὰ μέσου ὑπεροχαὶ, ῥάχεις ὠμοπλατῶν. 72ἀκρώμιον δὲ ὁ σύνδεσμος τῆς κλειδὸς καὶ τῆς ὠμοπλάτης. 73Εὔδημος δὲ ὀστάριον εἶναί φησι μικρὸν τὸ ἀκρώμιον. 74κλεῖδες δὲ τὰ ὑπὸ τῷ τραχήλῳ ὀστᾶ · αὗται πρὸς τὸ στῆθος ἠρθρωμέναι εἴργουσι τοὺς ὤμους καὶ τὰς ὠμοπλάτας μὴ συμπίπτειν, ὥσπερ τοῖς ἄλλοις ζῴοις · ἐκεῖνα γὰρ κλεῖδας οὐκ ἔχει · διὰ τοῦτο καὶ ἄνθρωπος πλατυστερνότατος. 75μασχάλη δέ ἐστι τὸ ὑπὸ τῷ ὤμῳ κοῖλον, εἰς ἣν τὰ πολλὰ ὀλισθαίνει ὁ ὦμος. 76μάλην δὲ οὐχ ἑλληνικὸν ὀνομάζειν · τὸ δὲ φέρειν τι κρύπτοντα ἐν τῇ μασχάλῃ, ὑπὸ μάλης ἔχειν λέγεται. 77βραχίων δὲ τὸ ἐφεξῆς τοῦ ὤμου · τούτου δὲ ἡ μὲν πρὸς τῷ ὤμῳ περιφέρεια, κεφαλὴ βραχίονος, καὶ ἡ ἔσω ὑπεροχὴ παρὰ τὸν ἀγκῶνα, ἣν δή φησιν Ἱπποκράτης ἐνίους ἀμαθῶς νομίζειν ἀπόφυσιν εἶναι τοῦ πήχεος, καὶ αὐτὴ κεφαλὴ βραχίονος. 78μετὰ δὲ τὸν βραχίονα, ἀγκὼν τὸ σύμπαν ἄρθρον, καὶ τὸ ὀξὺ ἐπὶ οὗ κλινόμενοι στηριζόμεθα. 79οἱ δὲ ὀλέκρανον καλοῦσιν · Δωριεῖς δὲ οἱ ἐν Σικελίᾳ κύβιτον · Ἐπίχαρμος δὲ καὶ τὸ παίειν τῷ ἀγκῶνι κυβιτίζειν ἔλεγεν. 80τῶν δὲ ὀστῶν τοῦ ἀγκῶνος, τὸ μὲν ὑποτεταγμένον, πῆχυς, τὸ δὲ ἐπικείμενον, κερκίς · περαίνει δὲ ταῦτα πρὸς τὸν καρπόν. 81τὸ δὲ ἐφεξῆς τοῦ καρποῦ πλατὺ καὶ συμφυὲς, μετακάρπιον, καὶ ταρσός · εἶτα δάκτυλοι. 82χεὶρ δὲ τὸ ὅλον ἀπὸ τοῦ ὤμου καὶ ᾧ κρατοῦμεν. 83δακτύλων δὲ ὁ μέν τις μέγας, ἀφεστηκὼς τῶν ἄλλων ·ὁ δὲ λιχανὸς, ὁ πρῶτος τῶν τεσσάρων · ὁ δὲ μέσος, ὁ δὲ παράμεσος, ὁ δὲ μικρός. 84τὰ δὲ ὀστᾶ αὐτῶν, σκυταλίδες καὶ φάλαγγες ·τὰ δὲ πρῶτα ἄρθρα προκόνδυλοι, τὰ δὲ ἐφεξῆς κόνδυλοι, τὰ δὲ τελευταῖα μετακόνδυλοι. 85αἱ δὲ τῶν ὀνύχων ἀρχαὶ, ῥιζωνύχια · τὰ δὲ ἔσωθεν πέρατα τῶν δακτύλων, ῥᾶγες, καὶ κορυφαί. 86στῆθος δὲ τὸ ὑπερέχον ἀπὸ τοῦ μεγάλου δακτύλου σαρκῶδες ὑπὸ τὸ κοῖλον τῆς χειρός. 87θέναρ δὲ τὸ μεταξὺ διάστημα τοῦ λιχανοῦ καὶ τοῦ μεγάλου δακτύλου σαρκῶδες, ὑπὸ ᾧ τὸ κοῖλον τῆς χειρός · ὑπόθεναρ δὲ τὸ ὑπὸ τοῖς τέσσαρσι δακτύλοις. 88δοκεῖ δέ μοι Ἱπποκράτης πᾶν τὸ πλατὺ τῆς χειρὸς θέναρ ὀνομάζειν. 89ἀπὸ δὲ τῶν κλειδῶν στῆθος μὲν τὸ ἔμπροσθεν τὸ μέσον · εἰς ὃ δὲ ἐμβάλλουσιν αἱ πλευραὶ, στέρνον. 90νῶτον δὲ τὸ ἐξόπισθεν ἀπὸ τοῦ αὐχένος μέχρι τοῦ μεταφρένου · μετάφρενον δὲ τὸ μεταξὺ τοῦ νώτου καὶ ὀσφύος κατὰ τὴν τῶν φρενῶν πρόσφυσιν · ὀσφὺς δὲ τὸ τελευταῖον τῆς ῥάχεως. 91αἱ δὲ ὑπὸ τῷ στήθει σαρκώδεις ὑπεροχαὶ, μαστοὶ, καὶ τιτθοί · μαστοῦ δὲ τὸ μὲν ἄκρον, θηλή. 92ἡ δὲ πρώτη ἐν τῷ ἡβάσκειν αὔξησις, κύαμος · ὁ δὲ ὅλος ὄγκος, ἄσκωμα · 93κυριώτερον δὲ ἐν γυναικί. 94πλευρὸν δὲ καλεῖται πᾶν τὸ ὑπὸ τῇ μασχάλῃ · τὰ δὲ ὀστᾶ, πλευραί · τὰ δὲ μεταξὺ αὐτῶν, μεσοπλεύρια. νόθαι δὲ πλευραὶ, αἱ μὴ περαίνουσαι πρὸς τὸ στέρνον. 95τὸ δὲ ὑπὸ τῷ στήθει κοῖλον, στόμα κοιλίας · οἱ δὲ προκάρδιον, οἱ δὲ καρδίαν ὀνομάζουσι, καὶ τοὺς πόνους τοὺς ἐνταῦθα, καρδιωγμοὺς καὶ καρδιαλγίας. 96χόνδροι δὲ τὰ πέρατα τῶν πλευρῶν τῶν νόθων · ὑποχόνδρια δὲ τὰ ὑπὸ τοῖς χόνδροις μυώδη. 97κοιλία δὲ καὶ γαστὴρ, τὸ ἐφεξῆς · ἐπιγάστριον δὲ τὸ ἐπὶ τῆς γαστρὸς δέρμα. 98ὀμφαλὸς δὲ τὸ ἐν μέσῳ κοῖλον, ἡ ἀποτομὴ τῶν φλεβῶν, διὰ ὧν τὸ ἔμβρυον τρέφεται · τούτου δὲ τὸ ἐν μέσῳ, ἀκρόμφαλον. 99τὸ δὲ ὑποκείμενον τῷ ὀμφαλῷ δέρμα, γραῖα, ὅτι ῥυτιδούμενον γῆρας σημαίνει. 100τὸ δὲ ὑποκάτω τοῦ ὀμφαλοῦ, ὑπογάστριον καὶ ἦτρον · τὸ δὲ συνεχὲς τούτῳ μέχρι τῶν αἰ δοίων ἐπίσειον, καὶ ἥβην, ἄλλοι δὲ ἐφήβαιον καλοῦσιν. 101τῶν δὲ αἰδοίων, τοῦ μὲν τοῦ ἄρρενος ἡ μὲν ἀποκρεμὴς φύσις, καυλὸς, καὶ στῆμα · τὸ δὲ μὴ ἐκκρεμὲς, ὑπόστημα, καὶ κύστεως τράχηλος · καὶ ἡ διὰ μέσου γραμμὴ, τραμίς · οἱ δὲ ὄρρον ὀνομάζουσιν. 102τὸ δὲ πέρας τοῦ καυλοῦ, βάλανος, καὶ τὸ δέρμα τὸ περὶ αὐτῇ, πόσθη, καὶ τὸ ἔσχατον τῆς ποσθῆς, ἀκροπόσθιον. 103καὶ τὸ κοίλωμα διὰ οὗ τὸ σπέρμα καὶ τὸ οὖρον ἀποκρίνεται, οὐρήθρα, καὶ πόρος οὐρητικός · οὐρητῆρα δὲ οὐ χρὴ καλεῖν · εἰσὶ γὰρ οὐρητῆρες ἄλλοι, διὰ ὧν τὸ οὖρον ἀπὸ νεφρῶν εἰς κύστιν ῥεῖ. 104ὄσχεος δέ ἐστιν ἐν ᾧ οἱ δίδυμοι · διδύμους δὲ ἢ ὄρχεις καλεῖν οὐδὲν διαφέρει. 105τῶν δὲ διδύμων τὸ μὲν ἐπάνω, κεφαλὴ, τὸ δὲ κάτω, πυθμήν. 107καὶ τὸ χαλώμενον τοῦ ὀσχέου λακκόπεδον. 108ᾯ δὲ ἀεὶ χαλαρὸν, λακκοσχέαν τοῦτον Ἀθηναῖοι καλοῦσιν. τὰ δὲ μεταξὺ ὀσχέου καὶ ὑποστήματος καὶ μηροῦ, πλιχάδες. 109τῆς δὲ γυναικὸς τὸ αἰδοῖον, κτεὶς μὲν τὸ τρίγωνον πέρας τοῦ ὑπογαστρίου · 110ἄλλοι δὲ ἐπίσειον καλοῦσιν. σχίσμα δὲ, ἡ τομὴ τοῦ αἰδοίου. 111τὸ δὲ μυῶδες ἐν μέσῳ σαρκίον, νύμφη, καὶ μύρτον · οἱ δὲ ὑποδερμίδα, οἱ δὲ κλειτορίδα ὀνομάζουσι, καὶ τὸ ἀκολάστως τούτου ἅπτεσθαι κλειτοριάζειν λέγουσιν. 112μυρτόχειλα δὲ τὰ ἑκατέρωθεν σαρκώδη · ταῦτα δὲ Εὐρυφῶν καὶ κρημνοὺς καλεῖ · οἱ δὲ νῦν τὰ μὲν μυρτόχειλα, πτερυγώματα, τὸ δὲ μύρτον, νύμφην. 113τῆς δὲ ῥάχεως τὰ ὀστᾶ σφόνδυλοι · Ὅμηρος δὲ καὶ ἀστραγάλους αὐτὰ καλεῖ · καὶ ἡ ἀπόφυσις τῶν σφονδύλων, ἄκανθα. 114τὸ δὲ τελευταῖον ὀστοῦν τῆς ὀσφύος, ἱερὸν ὀστοῦν · οἱ δὲ ὑποσφόνδυλον καλοῦσιν · τὸ δὲ ἄκρον αὐτοῦ, κόκκυγα. 115Τὰδὲ ὑπὸ ταῖς πλευραῖς, λαπάραι καὶ κενεῶνες · εἶτα λαγόνων ὀστᾶ, καὶ τούτων αἱ κοιλότητες, κοτύλαι. 116πυγαὶ δὲ τὰ μετὰ τὴν ὀσφὺν σαρκώδη, καὶ ἐφέδρανα, ἐπὶ ὧν καθίζομεν · ἄλλοι δὲ γλουτοὺς καλοῦσιν · τὰ δὲ ὑπὸ τοὺς γλουτοὺς, ὑπογλουτίδες. 117βουβῶνες δὲ τὰ ἔμπροσθεν τῶν μηρῶν τὰ παρὰ τὴν ἥβην. 118ἰσχίον δὲ καὶ τὸ νεῦρον τὸ πρὸς τὴν κοτύλην, καὶ ὅλον τὸ ἄρθρον. 119τῶν δὲ μηρῶν τὰ ἔσω, παραμήρια · τὰ δὲ μεταξὺ τῶν μηρῶν, μεσομήρια. 120οἱ δὲ πρὸς τοῖς γόνασι μύες, ἐπιγουνίδες, καὶ τὸ ὀστοῦν τὸ ἐπὶ τῷ γόνατι, ἐπιγονατίς · Ἱπποκράτης δὲ ἐπιμυλίδα ὀνομάζει. γόνυ δέ ἐστι τὸ ἄρθρον τοῦ μηροῦ τὸ πρὸς τὴν κνήμην, καὶ ἰγνύα τὸ ὄπισθεν, ἐν ᾧ κάμπτομεν τὸ γόνυ. 122γαστροκνημία δὲ, ὁ μέγας μῦς ὁ ὄπισθεν τῆς κνήμης, ἀπὸ οὗ τὸ πλατὺ νεῦρον τὸ πρὸς τῇ πτέρνῃ πέφυκεν. 123τῶν δὲ ὀστῶν τὸ μὲν ἔσω, κνήμη, καὶ τούτου τὸ ἔμπροσθεν, ἀντικνήμιον · τὸ δὲ ἔξω, κερκίς · Ἡρόφιλος δὲ καὶ τὴν κνήμην κερκίδα ὀνομάζει. 124τὰ δὲ ἄκρα ἀμφοῖν τοῖν ὀστοῖν τὰ πρὸς τῷ ποδὶ, σφυρὰ καλεῖται, ἀστράγαλοι δὲ οὐκ ὀρθῶς · ἔχει μὲν γὰρ καὶ ἀστράγαλον ὁ ποὺς τοῦ ἀνθρώπου ὑπὸ τῷ σφυρῷ, κα- κἂν οὐκ ἐμφανῆ. 125πτέρνα δὲ τὸ ὄπισθεν περιφερὲς τοῦ ποδός · πεδίον δὲ καὶ ταρσὸς τὸ ἔμπροσθεν πλατύ · στῆθος δὲ τὸ κάτωθεν μετὰ τὸ κοῖλον, ἀπὸ οὗ οἱ δάκτυλοι. 126καλεῖν δὲ τούτους ἀνάλογον τοῖς τῆς χειρὸς δακτύλοις, καὶ τὰ ἄλλα κοινὰ πρὸς τοὺς τῶν χειρῶν δακτύλους οὐδὲν κωλύει. 127τὰ μὲν οὖν ἐπιφανῆ, ὦ παῖ, σὺν τοῖς ὑποκειμένοις ὀστοῖς οὕτω χρὴ καλεῖν τὰ δὲ ἔνδον τουτονὶ τὸν πίθηκον ἀνατέμνοντες, ὀνομάζειν πειρασόμεθα · ἐγγυτάτω γὰρ τὴν φύσιν ἀνθρώπου καὶ τοῖς ὀστοῖς, καὶ τοῖς μυσὶ, καὶ τοῖς σπλάγχνοις, καὶ ταῖς ἀρτηρίαις, καὶ ταῖς φλεψὶ, καὶ τοῖς νεύροις · δεύτερα δὲ τὰ ἄλλα τὰ πολυσχιδῆ · τρίτα τὰ ἀμφώδοντα τῶν διχήλων · τὰ δὲ μὴ ἀμφώδοντα καὶ μώνυχα, προσωτάτω. 128εἰ δέ τι ἤδη εἴρηται μετὰ τῶν ἐπιφανῶν, οὐδὲν δεῖ ὑπὲρ τούτου δὶς λέγειν. 129ὅρα δὴ τοίνυν τὸν ὑπὸ τῷ δέρματι τοῦ κρανίου χιτῶνα · οὗτος περικράνιος καλεῖται · ὃν δὲ ἂν ἴδοις περὶ τοῖς ἄλλοις ὀστέοις, περιόστεος καλεῖται. 130Τὰςδὲ συμβολὰς τῶν ὀστῶν τοῦ κρανίου, ῥαφὰς καλοῦσιν · ἐοίκασι δὲ δυοῖν πριόνων συνθέσει · ὧν μία μὲν περιφερὴς ῥαφὴ τὸ βρέγμα περιτέμνεται · ἄλλη δὲ τὸ ἰνίον, ἄλλη δὲ μέσην τὴν κορυφήν. 131ἔστι δὲ οἷς αὕτη ὑπερβᾶσα τὴν διὰ τοῦ βρέγματος, τελευτᾷ εἰς τὸ μεσόφρυον. 132δύο δὲ ἄλλαι τοῖς ὀστοῖς τῶν κροτάφων, ὥσπερ λεπίδες ἐπιπεφύκασιν. 133ὀνόματα δὲ αὐτῶν παλαιὰ οὐκ ἔστιν, ἀλλὰ νῦν ἐτέθη ὑπό τινων Αἰγυπτίων ἰατρῶν φαύλως ἑλληνιζόντων · στεφανιαία μὲν τῇ πρὸς τὸ βρέγμα, λαμβδοειδὴς δὲ, τῇ περὶ τὸ ἰνίον, ἐπιζευγνύουσα δὲ, τῇ μέσῃ · λεπιδοειδεῖς δὲ, ταῖς τῶν κροτάφων. 134οὗτοι δὲ καὶ τῶν ἄλλων ὀστῶν μόρια ὀνομάζουσιν ἀνώνυμα τοῖς πάλαι, ἃ ἐγὼ οὐ παραλείψω διὰ τὴν εἰς τὰ νῦν τῶν ἰατρῶν δήλωσιν. 135διπλόη δὲ τὸ μεταξὺ τῶν ὀστῶν τοῦ κρανίου, ὅθεν δὴ ἡ ῥὶς ἄρχεται. 136τὰ πυκνὰ ταύτῃ τρήματα ἠθμοειδῆ καλεῖται, διὰ ὧν τὸ μὲν ἀληθὲς πταρμὸς καὶ μύξα ἀποκρίνεται · οἱ δὲ καὶ ἀναπνεῖν ἡμᾶς εἰς ἐγκέφαλον ταύτῃ λέγουσιν. 137τὰ δὲ πλησίον τῶν ὤτων ὀστᾶ, διὰ στερεότητα λιθοειδῆ ὠνόμασται. 138ἔστι δὲ ἑκατέρωθεν ἓν σκληρὸν καὶ ὑπόλευκον, ὅσον κεφαλὴ τοῦ μεγάλου τῆς χειρὸς δακτύλου, διὰ ὧν αἱ ἀκοαὶ τέτρηνται. 139ἄλλοι δὲ τὰς πρὸς τῷ ἰνίῳ καταφερεῖς ὑπεροχὰς λιθοειδεῖς καλοῦσιν · ἀλλὰ οὐκ ὀρθῶς · ὑπόκενοι γὰρ καὶ σηραγγώδεις, καὶ οὐ στερεαὶ κατὰ το- τοὔνομα. 140αἱ δὲ ἀπὸ τῶν ἀκοῶν τείνουσαι πρὸς τὰ μῆλα ἀποφύσεις, ζυγώματα. 141καὶ οἱ μύες, οἱ μὲν ἐν ταῖς κοιλότησι τῶν κροτάφων, κροταφῖται · 142οἱ δὲ περὶ τὴν κάτω γνάθον, μασητῆρες. αὐταὶ δὲ αἱ λεπταὶ καὶ ὑπομήκεις καὶ κάτω πρὸς τὸ φαρύγεθρον νεύουσαι ἀποφύσεις, στιλοειδεῖς καλοῦνται. 143Εὔδημος δὲ εἰκάζει μὲν αὐτὰς ἀλεκτρυόνων πλήκτροις, ἀνωνύμους δὲ ἐᾷ. 144τρήματα δὲ πολλὰ μὲν διατέτρηται διὰ τοῦ κρανίου · πάντα δὲ οὐκ ὠνόμασται χωρὶς δυοῖν τυφλὰ δὲ ταῦτα καλοῦσιν · καὶ οἱ ἰατροὶ διαφέρονται πρὸς ἀλλήλους, ὁπότερα χρὴ καλεῖν τυφλὰ, ἆρά γε τὰ πρὸς τῷ μεγίστῳ τρήματι τοῦ κρανίου, διὰ οὗ ὁ νωτιαῖος εἰς τοὺς σφονδύλους ἐμβάλλει, ἢ τὰ πρὸς ταῖς ἀκοαῖς, καὶ μικρὸν ἔμπροσθεν παρὰ τὰ ἄρθρα τῆς γένυος. 145ἔστι δὲ οὔτε ἐκεῖνα, οὔτε ταῦτα οὕτω τυφλὰ, ὥστε μὴ διατετρῆσθαι, τὰ μὲν εἰς τὸ μέγα κοίλωμα τοῦ νωτιαίου, τὰ δὲ ὑπὸ τὰ ἠθμοειδῆ, καὶ διὰ πάντων αὐτῶν νεῦρα διαπεφυκότα ὁρᾶται, ὑπὲρ ὧν ἐν ταῖς διαιρέσεσιν εἰρήσεται. 146ἐοίκασι δὲ τυφλὰ αὐτὰ ὀνομάζειν, ὅτι οὐκ εἰς εὐθὺ φαίνεται διατετρημένα. 147ἐν δὲ τῷ κρανίῳ ἔνεστιν ὁ ἐγκέφαλος · τοῦτον δὲ καλύπτουσιν αἱ μήνιγγες · ἡ μὲν παχυτέρα καὶ ῥωμαλεωτέρα, ἡ πρὸς τῷ ὀστῷ · ἡ δὲ λεπτοτέρα, καὶ εὔρωστος μὲν, ἀλλὰ ἧσσον, ἡ πρὸς τῷ ἐγκεφάλῳ. 148τὸ δὲ ἄνωθεν τοῦ ἐγκεφάλου, κιρσοειδές · τὸ δὲ κάτωθεν, καὶ ὀπίσω, βάσις · ἡ δὲ ἀπὸ τῆς βάσεως ἔκφυσις, παρεγκεφαλίς · αἱ δὲ κοιλότητες, κοιλίαι ἐγκεφάλου. 149ὁ δὲ καλύπτων τὰς κοιλίας ἔνδοθεν χιτὼν χοριοειδής · Ἡρόφιλος δὲ καὶ μήνιγγα χοριοειδῆ καλεῖ. 150τὰ δὲ ἀπὸ τοῦ ἐγκεφάλου βλαστήματα, νεῦρα αἰσθητικὰ, καὶ προαιρετικὰ, διὰ ὧν αἴσθησις καὶ προαιρετικὴ κίνησις, καὶ πᾶσα σώματος πρᾶξις συντελεῖται. 151τούτων δὲ τῶν νεύρων ἔνια καὶ ἀπὸ τοῦ νωτιαίου μυελοῦ πέφυκε καὶ τῆς μήνιγγος τῆς περὶ τοῦτον. 152νωτιαῖον δὲ καὶ ῥαχίτην ὡσαύτως καλοῖς ἂν πάντα τὸν διὰ τῶν σφονδύλων μυελόν. 153τῶν δὲ τοῦ ὀφθαλμοῦ χιτώνων, ὁ μὲν πρῶτος ἐν τοῖς ἐπιφανέσιν ὠνόμασται κερατοειδής · οἱ δὲ ἄλλοι, ὁ μὲν δεύτερος, ῥαγοειδὴς, καὶ χοριοειδής · τὸ μὲν ὑποκείμενον αὐτῷ τῷ κερατοειδεῖ, ῥαγοειδὴς, ὅτι ἔοικε ῥαγὶ τῇ ἔξωθεν λειότητι, καὶ τῇ ἔσωθεν δασύτητι · τὸ δὲ ὑπὸ τῷ λευκῷ, χοριοειδὴς, ὅτι κατάφλεβόν ἐστι τῷ περὶ τῷ ἐμβρύῳ περικειμένῳ χοριοειδεῖ ἐοικός · ὁ δὲ τρίτος περιέχει μὲν ὑαλοειδὲς ὑγρόν · καλεῖται δὲ ἀρχαῖον ὄνομα ἀραχνοειδὴς διὰ λεπτότητα · ἐπειδὴ δὲ Ἡρόφιλος εἰκάζει αὐτὸν ἀμφιβλήστρῳ ἀνασπωμένῳ, ἔνιοι καὶ ἀμφιβληστροειδῆ καλοῦσιν · ἄλλοι δὲ καὶ ὑαλοειδῆ ἀπὸ τοῦ ὑγροῦ · 154ὁ δὲ τέταρτος περιέχει μὲν τὸ κρυσταλλοειδὲς ὑγρὸν, ἀνώνυμος δὲ ὢν ἐξ ἀρχῆς, ὕστερον φακοειδὴς μὲν διὰ τὸ σχῆμα, κρυσταλλοειδὴς δὲ διὰ τὸ ὑγρὸν ὠνομάσθη. 155τὸν δὲ πρῶτον τοῦ τραχήλου σφόνδυλον, Ἱπποκράτης ὀδόντα δοκεῖ μοι καλεῖν. τὸ δὲ ὑπὸ ταῖς ἀντιάσιν ὀστοῦν, τὸ περιειληφὸς τὴν κεφαλὴν τοῦ βρόγχου, οἱ μὲν ὑοειδὲς διὰ τὸ σχῆμα ὀνομάζουσιν, ὅτι ἔοικεν τῷ γράμματι · Ἡρόφιλος δὲ παραστάτην καλεῖ, ὅτι παρέστηκε ταῖς ἀντιάσιν. 156ἡ δὲ τοῦ δευτέρου σφονδύλου εἰς τὸ ἄνω καὶ ἔμπροσθεν ἀπόφυσις, πυρηνοειδὴς καλεῖται. 157ᾯ δὲ τὰ σιτία καὶ τὰ ποτὰ εἰς τὴν κοιλίαν κάτεισι, στόμαχος, καὶ οἰσοφάγος. 158καὶ τὰ νεῦρα τὰ ἑκατέρωθεν αὐτοῦ, τόνοι · 159καὶ τὰ ἄλλα αἰσθητικὰ καὶ ἰνώδη, τόνοι ὡσαύτως. τῆς δὲ τραχείας ἀρτηρίας ὅλος ὁ πόρος καλεῖται βρόγχος · αἱ δὲ εἰς τὸν πλεύμονα ἀποφύσεις, βρογχίαι, καὶ σήραγγες, καὶ ἀορταί. 160ἡ δὲ ἀρχὴ τοῦ θερμοῦ, καὶ τοῦ ζῆν, καὶ τοῦ σφύζειν, καρδία · καὶ ταύτης τὸ μὲν ἄνω, κεφαλὴ, τὸ δὲ ἄκρον καὶ ὀξὺ, πυθμὴν, καὶ τὰ κοιλώματα, κοιλίαι. 161ἡ μὲν παχυτέρα καὶ ἐν ἀριστερᾷ, ἀρτηριώδης · ἡ δὲ λεπτοτέρα, καὶ ἐν δεξιᾷ, φλεβώδης · αὕτη δὲ καὶ εὐρυκοιλιωτέρα τῆς ἑτέρας. 162τὰ δὲ ἑκατέρωθεν τῆς κεφαλῆς ὥσπερ πτερύγια κοῖλα, καὶ μαλακὰ, καὶ κινητὰ, ἐν ᾧ πᾶσα σφύζει ἡ καρδία, ὦτα καρδίας. 163ὁ δὲ περὶ τὴν καρδίαν χιτὼν περικάρδιος. 164καὶ τὰ ὑπὸ τῶν ὑμένων διαπεφραγμένα τοῦ θώρακος ἐν οἷς ὁ πλεύμων, κενὰ θώρακος. 165καὶ οἱ ὑπὸ ταῖς πλευραῖς ὑμένες, ὑπεζωκότες. 166καὶ ὁ διαχωρίζων τὰ ἐν τῷ στήθει σπλάγχνα τῶν κάτω, διάφραγμα καὶ φρένες. 167ἐκ δὲ τοῦ γένους τῶν ἀδένων, πολλαὶ δέ εἰσιν, αἱ μὲν πρὸς τῷ τραχήλῳ, αἱ δὲ ὑπὸ ταῖς μασχάλαις, αἱ δὲ ἐν τοῖς βουβῶσιν, αἱ δὲ ἐν τῷ μεσαραίῳ, σάρκες τινὲς ἡσυχῇ ὑποπίμελοι καὶ ψαθυραί. 168ἐκ τούτων τῶν ἀδένων καὶ ὁ καλούμενος θύμος ἐστὶ, πεφυκὼς μὲν κατὰ τὴν κεφαλὴν τῆς καρδίας, ἐπιβάλλων δὲ τῷτε ἑβδόμῳ τοῦ τραχήλου σφονδύλῳ, καὶ τοῦ βρόγχου τῷ πρὸς πλεύμονι πέρατι, οὐκ ἐν πᾶσιν ἑωραμένος. 169ὑπὸ δὲ τῷ διαφράγματι, γαστήρ · τὸ δὲ αὐτὸ καὶ ἄνω κοιλία · εἶτα ἡ πρώτη τοῦ ἐντέρου ἔκφυσις, πυλωρός · εἶτα νῆστις · ἔντερον τροφῆς διὰ παντὸς κενὸν, ἀπὸ οὗ καὶ νῆστις ὠνόμασται. 170συνεχὲς δὲ τούτῳ τὸ λεπτὸν ἔντερον · ἐκ δὲ τοῦ λεπτοῦ δικραία ἔκφυσις · καλεῖται δὲ τὸ μὲν τυφλὸν, ὅτι ἀληθῶς τυφλόν ἐστιν · τὸ δὲ κόλον, καὶ κάτω κοιλία, ἣν καὶ νειαίρην Ὅμηρος καλεῖ. 171ἔστι δὲ ὁ σύνδεσμος τῶν ἐντέρων πᾶς, μεσεντέριον καὶ μεσάραιον · ἀραιὰν δὲ γαστέρα καὶ τὸ σύμπαν ἔντερον πάλαι ποτὲ ὠνόμαζον, ἀπὸ οὗ ἐμμεμένηκεν οὕτως ἔτι καὶ νῦν τὸ μεσάραιον καλεῖν. 172ἐπὶ δὲ τῷ κόλῳ τὸ ἀπευθυσμένον πρὸς τὴν ἕδραν καὶ τὸν ἀρχόν. 173τὸ δὲ ἐκπεφυκὸς μὲν ἐκ τοῦ περιφεροῦς τῆς γαστρὸς, καλύπτον δὲ αὐτήντε καὶ μέρος τι τοῦ ἄλλου ἐντέρου, ἐπίπλοον. 174καὶ ὁ ἀπὸ τῶν φρενῶν περὶ πάντα τὰ ἔντερα χιτὼν τείνων, περιτόναιον. 175ἡ δὲ παρὰ τὴν πρώτην τοῦ ἐντέρου ἔκφυσιν κειμένη σὰρξ διαπίμελος καὶ ἀδενώδης, πάγκρεας. 176ἐκ δὲ τῶν δεξιῶν τῆς κοιλίας, ἧπαρ. 177τοῦ δὲ ἥπατος, τὰ μὲν τῶν φρενῶν καὶ τοῦ περιτοναίου ψαύοντα, κυρτά · τὰ δὲ κάτωθεν καὶ τῆς γαστρὸς ψαύοντα, σιμά. 178καὶ ἐπὶ τοῦ μεγίστου λοβοῦ χολῆς ἀγγεῖον · τούτου δὲ τὸ μέσον στενὸν, αὐχήν · τὸ δὲ κάτω, πυθμήν. 179πύλη δὲ ἥπατος ἡ φλὲψ, διὰ ἧς ἡ τροφὴ εἰσέρχεται. 180ἃ δὲ ἐν ἱεροσκοπίᾳ, πύλας, καὶ τράπεζαν, καὶ μάχαιραν, καὶ ὄνυχα καλοῦσιν, ἔστι μὲν καὶ ἐν ἀνθρώπῳ, ἀσαφῆ δὲ καὶ οὐκ εὔδηλα, καὶ εἰς οὐδὲν ἰατρικὸν ἀναγκαίως ὀνομασθέντα. 181ἐκ δὲ τῶν ἀριστερῶν τῆς κοιλίας, σπλήν · καὶ τού του τὸ παχὺ καὶ ἀνωτάτω, κεφαλή. 182πρὸς δὲ ταῖς ἐσχάταις πλευραῖς νεφροὶ δύο · καὶ ἀπὸ τούτων οὐρητῆρες δύο, οἵ τινες εἰσβάλλουσιν εἰς τὴν κύστιν. 183ἔστι δὲ ἡ κύστις, εἰς ἣν τὸ οὖρον τὸ ἐκ τῶν νεφρῶν καὶ τῶν οὐρητήρων καταρρεῖ, καὶ ἀπὸ τῆς κύστεως ὁ τράχηλος, καὶ τὸ ὑπόστημα, καὶ ἡ τραμὶς, καὶ τὰ ἄλλα τὰ ἤδη εἰρημένα. 184τὰ δὲ σπερματικὰ ἀγγεῖα ἔστι μὲν τέσσαρα, δύο μὲν κιρσοειδῆ, δύο δὲ ἀδενοειδῆ · ἐκαλοῦντο δὲ καὶ γόνιμοι φλέβες. 185καὶ τῶν κιρσοειδῶν, τὰ πρὸς τοῖς διδύμοις, παραστάται · ἐνίοις δὲ καὶ πάντα παραστάτας καλεῖν διαφέρει οὐδέν. 186σκεπτέον δὲ καὶ εἰ τοῖς θήλεσι τὰ αὐτὰ πεποίηται, ὥσπερ καὶ τοῖς ἄρρεσιν · Ἡροφίλῳ μὲν γὰρ οὐ δοκεῖ τὸ θῆλυ κιρσοειδεῖς ἔχειν παραστάτας · ἐν δὲ προβάτου ὑστέρᾳ εἴδομεν ἐκ τῶν διδύμων πεφυκότα τὰ ἀγγεῖα κεκιρσωμένα ἑκατέρωθεν · συνετέτρητο δὲ ταῦτα εἰς τὸ κοίλωμα τῆς ὑστέρας, ἀπὸ ὧν ὑπόμυξον ὑγρὸν πιεζούντων ἀπεκρίνετο · καὶ ἦν πολλὴ δόκησις σπερματικὰ ταῦτα εἶναι, καὶ τοῦ γένους τῶν κιρσοειδῶν. 187τοῦτο μὲν δὴ οἷόν ἐστιν, αἱ ἀνατομαὶ τάχα δείξουσιν. 188οἱ δὲ μύες οἱ ἔνδοθεν τῆς ὀσφύος, ψόαι, οἵπερ καὶ μόνοι τῆς ἄλλης ῥάχεως τῇ ὀσφύι παραπεφύκασιν. 189ἄλλοι δὲ νευρομήτρας καλοῦσιν · 190ἄλλοι δὲ ἀλώπεκας. τοῦτο ἄρα ἦν καὶ τὸ ἐν ταῖς Κνιδίαις γνώμαις γεγραμμένον · ἐὰν δὲ νεφρῖτις ἔχῃ, σημεῖα τάδε · ἐὰν οὐρῇ παχὺ, πυῶδες, καὶ ὀδύναι ἔχωσιν ἔςτε τὴν ὀσφὺν καὶ τοὺς κενεῶνας, καὶ τοὺς βουβῶνας, καὶ τὸ ἐπίσειον, τοτὲ δὲ καὶ ἐς τὰς ἀλώπεκας. 191ᾯ καὶ δῆλον ὅτι χρήσιμον τὰ τοιαῦτα εἰδέναι εἰς διάγνωσιν τῶν οὕτως ὠνομασμένων. 192Κλείταρχος δὲ τοὺς ἔξω κατὰ τῆς ῥάχεως μύας, ψόας, καὶ νευρομήτρας, καὶ ἀλώπεκάς φησι καλεῖσθαι οὐκ ὀρθῶς. 193τῆς δὲ γυναικὸς τὸ γεννητικὸν μόριον, μήτρα, καὶ ὑστέρα · Ἱπποκράτης δὲ καὶ δελφὺν, καὶ γονὴν καλεῖ. 194καὶ αἱ ἐπὶ τὰ ἄνω ἔνθεν καὶ ἔνθεν ἐκφύσεις, κεραῖαι, καὶ πλεκτάναι, καὶ τὰ ἀνέχοντα αὐτὴν ἀγγεῖα ἐκτός. 195καὶ τὸ μέσον καὶ ἀνωτάτω, πυθμήν · καὶ τὰ ἑκατέρωθεν, ὦμοι · καὶ τὸ ἄκρον, αὐχὴν καὶ τράχηλος · τραχήλου δὲ τὸ στόμα, ὁ πρῶτος πόρος · Ἱπποκράτης δὲ καὶ ἀμφίδιον ὀνομάζει ἀπὸ τῶν κυκλοτερῶν σιδηρίων τῶν πρὸς τοῖς ἀρότροις. 196εἶτα τὸ κοίλωμα τὸ ἐφεξῆς, γυναικεῖος κόλπος, καὶ αἰδοῖον τὸ σύμπαν σὺν τοῖς ἐπιφανέσιν. 197περὶ δὲ τοὺς διδύμους εἰσὶ χιτῶνες ἐλυτροειδεῖς καὶ δαρτοὶ, καὶ νεῦρον εἰς τὸν δίδυμον καθῆκον κοῖλον, ὃ καὶ ἀορτὴρ καὶ κρεμαστὴρ καλεῖται, καὶ φλεβία διὰ ὧν τρέφονται οἱ δίδυμοι · καὶ ταῦτα τρέφοντα τὸν δίδυμον καλεῖται. 198τῶν δὲ ἄλλων φλεβῶν τὰ ὀνόματα, τὸ μὲν κατὰ παντὸς εἰπεῖν, τὰ λεπτὰ τῷ χιτῶνι ἀγγεῖα καὶ ἔναιμα φλέβες καλοῦνται, καὶ πᾶσαι αἱ μεγάλαι, κοῖλαι. 199ὕστερον δὲ διὰ ἔθους ἔσχον οἱ ἰατροὶ κοίλην ὀνομάζειν, τήντε ἀπὸ τοῦ ἥπατος ἐπὶ τοὺς νεφροὺς πέμπουσαν τὰς ἀποφύσεις, ἔνθα φησὶν ὁ Πραξαγόρας τὴν πρώτην ἀρχήν ·εἶναι τῶν πυρετῶν · καὶ οὗτος κοίλην μόνην ταύτην καλεῖ · ἄλλοι δὲ καὶ τὴν ἄνω διὰ τῶν φρενῶν ἐπὶ καρδίαν τείνουσαν · οἱ δὲ καὶ ταύτηντε καὶ τὴν προτέραν ἑνὶ ὀνόματι ἡπατῖτιν ὠνόμασαν · καὶ τὴν ἀπὸ τοῦ σπληνὸς, σπληνῖτιν. 200ἀλλὰ οὐκ ἔστιν ἀπὸ τοῦ σπληνὸς, ὥσπερ ἀπὸ τοῦ ἥπατος ἄνω καὶ κάτω διὰ τῶν ἀριστερῶν πεφυκυῖα φλὲψ, ἀλλὰ τοῦτο ψευδόμενοι λέγουσιν · τὰ δὲ ἐπὶ τὸν σπλῆνα τείνοντα φλεβία, λεπτάτέ ἐστι, καὶ αὐτὸν πρὸς τὸν σπλῆνα περαίνεται. 201Φιλιστίων δὲ ὁ ἐξ Ἰταλίας, κατὰ τὸ ἐπιχώριον τοῖς ἐκεῖ Δωριεῦσι, ἀετούς τινας ὀνομάζει φλέβας, τὰς διὰ κροτάφων ἐπὶ κεφαλὴν τεινούσας. 202Ἱπποκράτης δὲ τὰς ἀπὸ καρδίας εὐθεῖς δρακοντίδας ὀνομάζει. 203Ἡρόφιλος δὲ ἀρτηριώδη φλέβα τὴν παχυτάτην καὶ μεγίστην τὴν ἀπὸ τῆς καρδίας καλεῖ φερομένην ἐπὶ τὸν πλεύμονα ·ἔχει γὰρ ὑπεναντίως τῷ πλεύμονι πρὸς τὰ ἄλλα. 204αἱ μὲν φλέβες ἐνταῦθα ἐρρωμέναι καὶ ἐγγυτάτω τὴν φύσιν ἀρτηριῶν · αἱ δὲ ἀρτηρίαι ἀσθενεῖς, καὶ ἐγγυτάτω τὴν φύσιν φλεβῶν. 205ἐπανθισμοὺς δὲ πρῶτος μὲν ὧν οἶδα ὠνόμασε Διονύσιος ὁ τοῦ Ὀξυμάχου · καί φησιν ὁ Εὔδημος λέγεσθαι τὴν φλέβα, ἐπανθισμόν. 206ἐμοὶ δὲ δοκεῖ Διονύσιος ἐοικὸς μέν τι φλεβὶ τὸν ἐπανθισμὸν ὀνομάζειν, οὐ μὴν αὐτόφλεβα, ἀλλά τι ἄλλο ἐπίκτητον ἀγγεῖον αἵματος. 207δηλοῖ δὲ πολλάκις ἐν τῷ αὐτῷ φλέβα, καὶ ἐπανθισμὸν, καὶ ἀρτηρίαν ὀνομάζων · οὐ γὰρ ἂν, εἴπερ τα- ταὐτὸν ἦν φλεβὶ, οὕτως ὠνόμαζεν · εἴ γε μηδέν ἐστιν ἕτερον παρὰ τὴν φλέβα ἐπανθισμός, ἀλλὰ ἐκεῖνός γε ᾤετο, καὶ οὕτως ἐκάλει. 208τὰς δὲ ἀρτηρίας τὸ ἀρχαιότατον φλέβας ὠνόμαζον · καὶ σφύζειν ὁπότε λέγοιεν τὰς φλέβας, ἀρτηρίας ἐβούλοντο καλεῖν · ἀρτηριῶν γὰρ τὸ σφύζειν ἔργον · ἔλεγον δὲ καὶ ἀορτὰς καὶ πνευματικὰ ἀγγεῖα, καὶ σήραγγας, καὶ κενώματα, καὶ νεῦρα. 209ἀορτὴν δὲ Ἀριστοτέλης ἐξαιρέτως τὴν διὰ τῆς ῥάχεως ἀρτηρίαν ὀνομάζει, ἥ τις μεγίστη παρατέταται τῇ ῥάχει · ταύτην δὲ παχεῖαν Πραξαγόρας εἴθισται καλεῖν. 210καρωτίδας δὲ τὰς διὰ τοῦ τραχήλου κοίλας ὠνόμαζον πάλαι, ὅτι πιεζόντων καρώδεις καὶ ἄφωνοι ἐγίνοντο · ὤφθη δὲ νῦν τὸ πάθημα οὐ τῶν ἀρτηριῶν, ἀλλὰ νεύρων αἰσθητικῶν πεφυκότων πλησίον · ὥστε εἰ ἐθέλοις μεταθεῖναι το- τοὔνομα, οὐκ ἂν ἁμαρτάνοις. 211νεῦρα δὲ, τὰ μὲν ἀπὸ ἐγκεφάλου καὶ νωτιαίου, πρακτικὰ καὶ αἰσθητικὰ, καὶ προαιρετικὰ, καὶ τόνοι · τὰ δὲ περὶ τὰ ἄρθρα συνδετικά. 212αἱ δὲ παχεῖαι ἐκ τοῦ ἰνίου ἐκφύσεις, καὶ τὰ εἰς τὴν πτέρναν ἐκ τοῦ μυὸς ἐκφυόμενα, τένοντες. 213Χόνδροιδὲ τὰ ἐπὶ τοῖς πέρασι τῶν ὀστῶν ·σκληρότερα δὲ τῶν νεύρων. 214ὑμένες δὲ τὰ λεπτὰ καλύμματα ·χιτῶνες δὲ τὰ παχύτερα τῶν καλυμμάτων. 215πιμελὴ δὲ τὸ λιπαρώτατον πῆγμα τῆς τροφῆς. 216σὰρξ δὲ τὸ ἐν τοῖς σπλάγχνοις μεταξὺ τῶν ἀγγείων πεπηγὸς, ἅμα ὑφή τις καὶ πλήρωμα τοῦ πλέγματος τῶν ἀγγείων, ὡς μὴ κενὰ τὰ μεταξὺ ᾖ · καὶ ἡ τῶν μυῶν, ἰνώδης, καὶ στερεά · καὶ ἡ ἐπὶ τοῖς ἕλκεσι καὶ τοῖς κοιλώμασι τῶν ὀστῶν ἄρτι πηγνυμένη. 217μυελὸς δὲ ὁ μὲν ἐν τῇ ῥάχει, ῥαχίτης ·ὁ δὲ διὰ νώτου, νωτιαῖος, καὶ ἡ περὶ αὐτὸν μῆνιγξ, νωτιαία · ὁ δὲ ἐν τῷ κρανίῳ, ἐγκέφαλος · ὁ δὲ ἐν τοῖς ἄλλοις ὀστέοις, ὀστίτης, ἐάντε ἐν μεγάλοις ἐνῇ κοιλώμασιν ὥσπερ ἐν μηρῷ, καὶ ἐν βραχίονι, ἐάντε ἐν σήραγξιν, ὥσπερ ἐν πλευραῖς καὶ κλεισίν. 218αἷμα δὲ ὁ θερμότατος καὶ ξανθότατος χυμός. 219φλέγμα δὲ τὸ λευκὸν καὶ παχὺ, καὶ ἡσυχῇ ἁλυκὸν περίσσωμα. 221τοῦτο δὲ ὅταν αὐανθῇ, μέλαν φλέγμα. 222χολὴ δὲ, ξανθὴ μὲν, τὸ πικρὸν καὶ ξανθὸν περίσσωμα · πρασοειδὴς δὲ, ἡ ὀξεῖα καὶ ὑπόχλωρος · ἰώδης δὲ, ἡ ἰσχυρῶς κατακορὴς καὶ ἄκρατος · μέλαινα δὲ, ἡ ὑποστάθμη τοῦ αἵματος. 223ἄλλοι δὲ τὸ μέλαν αἷμα, μέλαιναν καλοῦσιν. — τὰ δὲ ὑπόλοιπα περισσώματα, σίελος μὲν ἡ τοῦ στόματος ὑγρότης · μύξα δὲ τὸ ἁλμυρὸν περίσσωμα τοῦ ἐγκεφάλου · ἱδρὼς δὲ ἡ κατὰ πᾶν τὸ σῶμα ὑγρότης · οὖρον δὲ τὸ ἐν κύστει νιτρῶδες ὑγρὸν κατιόν · φῦσα δὲ τὸ ἐν τοῖς ἐντέροις περισσὸν πνεῦμα · κυψελὶς δὲ ὁ ἐν τοῖς ὠσὶ ῥύπος · καταμήνιον δὲ αἱ ἐν ταῖς θήλεσιν ἐπὶ μηνὶ αἱματώδεις ἐκκρίσεις · ὅταν δὲ λευκὰ ἐπιφέρηται, καταμήνιον οὐ καλεῖται, ἀλλὰ ῥοῦς. 224γάλα δὲ ἡ ἐν τοῖς μαστοῖς πέψις τῆς τροφῆς. 225σπέρμα δὲ καὶ θορὴ καὶ γόνος τὸ αὐτὸ, ἡ ἐν παραστάταις γεννητικὴ πέψις ὁμοῦ πνεύματος καὶ τροφῆς. 226Πραξαγόρας δὲ ἴδιον τρόπον τοὺς χυμοὺς ὠνόμαζε, γλυκὺν, καὶ ἰσόκρατον, καὶ ὑαλοειδῆ · τούτους μὲν κατὰ τὴν ἰδέαν τοῦ φλέγματος · ἄλλους δὲ ὀξὺν καὶ νιτρώδη, καὶ ἁλυκὸν, καὶ πικρόν · τούτους δὲ ὡς γευσαμένῳ φαίνονται · ἄλλους δὲ, πρασοειδῆ μὲν τῇ χρόᾳ, λεκιθώδη δὲ τῇ παχύτητι · ἄλλους δὲ, ξυστικὸν μὲν, ὅτι ξύεσθαι παρασκευάζει · στάσιμον δὲ, ὅτι ἐν ταῖς φλεψὶν ἐνέστηκε, καὶ οὐ διαδίδωσιν εἰς τὴν σάρκα, διὰ τὸ λεπτοὺς καὶ φλεβώδεις εἶναι τοὺς στασίμους χυμούς. 227τὸ δὲ ὅλον, χυμὸν ὁ Πραξαγόρας πᾶν τὸ ὑγρὸν καλεῖ · ὁ δὲ Μνησίθεος, τοῦτον μὲν χυλὸν, τὴν δὲ γευστικὴν δύναμιν, ἐάντε ἐν ξηρῷ, ἐάντε ἐν ὑγρῷ ᾖ, χυμόν. 228θερμασίαν δὲ καὶ πνεῦμα Ζήνων μὲν τὸ αὐτὸ εἶναί φησιν οἱ δὲ ἰατροὶ διαιροῦσι, πνεῦμα μὲν τὸ ἀναπνεόμενον · θερμὸν δὲ τὴν ἔκτριψιν τοῦ πνεύματος · οἱ δὲ ἀρχήν τινα ζωῆς. 229τὸ δὲ βρέφος περιέχεται χιτῶσι, τῷ μὲν λεπτῷ καὶ μαλακῷ ·ἄμνιον αὐτὸν Ἐμπεδοκλῆς καλεῖ · ἐντεῦθεν, μοι δοκεῖ, καὶ ἡ Εἰλείθυια Ἀμνιὰς ἐπωνόμασται, μᾶλλόν περ ἢ ἀπὸ τοῦ ἐν Κρήτῃ λιμένος. 230ἑωρῶμεν δὲ ἀνατέμνοντες τοῦτον τὸν χιτῶνα περιέχοντα ὑγρὸν, πολὺ δὴ καθαρώτερον τοῦ ἐν τῷ χορίῳ · καὶ λογιζομένοις μὲν ἐφαίνετο ὥσπερ ἱδρὼς εἶναι τοῦ βρέφους, τὸ δὲ διὰ τοῦ οὐράχου ὥσπερ οὖρον εἰς τὸ χορίον ἐκδιδόναι. ἀλλὰ ὁ μὲν ἄμνιος ἔνδοθεν ἦν καὶ περὶ τῷ βρέφει · 231τὸ δὲ χορίον ἔξω καὶ περὶ τῇ ὑστέρᾳ τραχὺς καὶ φλεβώδης χιτών. 232ἐκ δὲ τοῦ χορίου ἐκπεφύκει ὁ ὀμφαλὸς, δύο φλέβες καὶ δύο ἀρτηρίαι, καὶ πέμπτος ὁ καλούμενος οὐραχὸς, ἀγγεῖον βραχὺ καὶ ἀμφίστομον ἀπὸ τοῦ πυθμένος τῆς κύστεως εἰς τὸ χορίον ἐμβάλλων. 233τὰ μὲν πλεῖστα τοῦ ἀνθρώπου οὕτω χρὴ καλεῖν · εἰ δέ τι ἐν τούτοις καὶ παραλέλειπται, οὐ μὴν δίκαιον τὰ πολλὰ ἀτιμάσαι διά τινα ὀλίγα παροφθέντα.