Art of Rhetoric or Rhetoric to Alexander
0.1Ἀριστοτέλης Ἀλεξάνδρῳ εὖ πράττειν. ἐπέστειλάς μοι ὅτι πολλάκις πολλοὺς πέπομφας πρὸς ἡμᾶς τοὺς διαλεξομένους ὑπὲρ τοῦ γραφῆναί σοι τὰς μεθόδους τῶν πολιτικῶν λόγων · ἐγὼ δὲ οὐ διὰ ῥᾳθυμίαν ὑπερεβαλόμην ἐν τούτοις τοῖς χρόνοις, ἀλλὰ διὰ τὸ ζητεῖν οὕτως ὑπὲρ αὐτῶν γραφῆναί σοι διηκριβωμένως ὡς οὐδεὶς ἄλλος γέγραφε τῶν περὶ ταῦτα πραγματευομένων.
0.2ταύτην δὲ εἰκότως τὴν διάνοιαν εἶχον · ὥσπερ γὰρ ἐσθῆτα σπουδάζεις τὴν εὐπρεπεστάτην τῶν λοιπῶν ἀνθρώπων ἔχειν, οὕτω δύναμιν λόγων λαβεῖν ἐστί σοι πειρατέον τὴν εὐδοξοτάτην. πολὺ γὰρ κάλλιόν ἐστι καὶ βασιλικώτερον τὴν ψυχὴν ἔχειν εὐγνωμονοῦσαν ἢ τὴν ἕξιν τοῦ σώματος ὁρᾶν εὐειματοῦσαν.
0.3καὶ γὰρ ἄτοπόν ἐστι τὸν τοῖς ἔργοις πρωτεύοντα φαίνεσθαι τῶν τυχόντων τοῖς λόγοις ὑστερίζοντα, καὶ ταῦτα εἰδότα ὅτι τοῖς μὲν ἐν δημοκρατίᾳ πολιτευομένοις ἡ ἀναφορὰ περὶ πάντων τῶν πραγμάτων εἰς τὸν νόμον ἐστί, τοῖς δ’ὑπὸ τὴν τῆς βασιλείας ἡγεμονίαν τεταγμένοις πρὸς λόγον.
0.4ὥσπερ οὖν τὰς αὐτονόμους τῶν πόλεων διορθοῦν εἴωθεν ἐπὶ τὸ κάλλιστον ἄγων ὁ κοινὸς νόμος, οὕτω τοὺς ὑπὸ τὴν σὴν βασιλείαν καθεστῶτας ἄγειν δύναιτ’ἂν ἐπὶ τὸ συμφέρον ὁ σὸς λόγος. καὶ γὰρ ὁ νόμος ἐστὶν ὡς ἁπλῶς εἰπεῖν λόγος ὡρισμένος καθ’ὁμολογίαν κοινὴν πόλεως, μηνύων πῶς δεῖ πράττειν ἕκαστα.
0.5πρὸς δὲ τούτοις οὐκ ἄδηλον ὡς οἶμαί σοι τοῦτό ἐστιν ὅτι τοὺς μὲν λόγῳ χρωμένους καὶ μετὰ τούτου πάντα πράττειν προαιρουμένους ὡς ὄντας καλούςτε καὶ ἀγαθοὺς ἐπαινοῦμεν, τοὺς δὲ ἄνευ λόγου τι ποιοῦντας ὡς ὄντας ὠμοὺς καὶ θηριώδεις μισοῦμεν.
0.6διὰ τούτου καὶ τοὺς κακοὺς τὴν αὑτῶν κακίαν ἐμφανίσαντας ἐκολάσαμεν, καὶ τοὺς ἀγαθοὺς δηλώσαντας αὑτῶν τὴν ἀρετὴν ἐζηλώσαμεν. οὕτω καὶ τῶν μελλόντων κακῶν ἀποτροπὴν εὑρήκαμεν καὶ τῶν ὑπαρχόντων ἀγαθῶν ὄνησιν ἔσχομεν. καὶ διὰ τούτου καὶ τὰς ἐπιούσας δυσχερείας ἐφύγομεν καὶ τὰς μὴ προσούσας ἡμῖν ὠφελείας ἐπορισάμεθα. ὥσπερ γὰρ βίος ἄλυπος αἱρετός, οὕτω λόγος συνετὸς ἀγαπητός.
0.7εἰδέναι δέ σε δεήσει ὅτι παραδείγματά ἐστι τοῖς πλείστοις τῶν ἀνθρώπων τοῖς μὲν ὁ νόμος, τοῖς δὲ ὁ σὸς βίος καὶ λόγος. ὅπως οὖν διαφέρων ᾖς πάντων Ἑλλήνων καὶ βαρβάρων, πᾶσάν ἐστί σοι σπουδὴν ποιητέον ἵνα τὴν ἐκ τούτων ἀπομίμησιν οἱ περὶ ταῦτα διατρίβοντες τοῖς τῆς ἀρετῆς στοιχείοις καλλιγραφούμενοι μὴ πρὸς τὰ φαῦλα σφᾶς αὐτοὺς ἄγωσιν, ἀλλὰ τῆς αὐτῆς ἀρετῆς μετέχειν ἐπιθυμῶσιν.
0.8ἔτι δὲ τὸ βουλεύεσθαι τῶν περὶ τὸν ἄνθρωπον θειότατόν ἐστιν, ὥστε οὐκ εἰς τὰ πάρεργα καὶ μηδενὸς ἄξια τὴν σπουδήν ἐστί σοι καταναλωτέον, ἀλλὰ τὴν μητρόπολιν αὐτὴν τοῦ καλῶς βουλεύεσθαι μαθεῖν βουλητέον. τίς γὰρ δὴ τοῦτ’ἂν ἀμφισβητήσειε τῶν νοῦν ἐχόντων ὅτι τὸ μὲν πράττειν μὴ βουλευσάμενον σημεῖόν ἐστιν ἀνοίας, τὸ δὲ κατὰ τὴν ὑφήγησιν τοῦ λόγου συντελεῖν τι τῶν ὑπ’ἐκείνου παραγγελθέντων παιδείας;
0.9ἰδεῖν δέ ἐστι πάντας τοὺς ἄριστα τῶν Ἑλλήνων πολιτευομένους λόγῳ πρῶτον ἢ τοῖς ἔργοις συγγινομένους, πρὸς δὲ τούτοις καὶ τοὺς μέγιστον ἀξίωμα τῶν βαρβάρων ἔχοντας τούτῳ πρὸ τῶν πραγμάτων χρωμένους, εἰδότας καλῶς ὡς ἀκρόπολίς ἐστι σωτηρίας ἡ διὰ τοῦ λόγου γινομένη τοῦ συμφέροντος θεωρία. ταύτην ἀπόρθητον οἰητέον, οὐ τὴν ἐκ τῶν οἰκοδομημάτων ἀσφαλῆ πρὸς σωτηρίαν εἶναι νομιστέον.
0.10ἀλλὰ γὰρ ὀκνῶ ἔτι πλείω γράφειν, μή ποτε καλλωπίζεσθαι δόξω περὶ τῶν ἀκριβῶς γνωριζομένων ὡς οὐχ ὁμολογουμένων πίστεις ἐπιφέρων. διόπερ ἀφήσω, ἐκεῖνα μόνον εἰπών περὶ ὧν ἔνεστι λέγειν εἰς ἅπαντα τὸν βίον, ὅτι τοῦτό ἐστιν, ᾧ διαφέρομεν τῶν λοιπῶν ζῴων · τοῦτο οὖν καὶ ἡμεῖς διαφερόντως τῶν λοιπῶν ἕξομεν ἀνθρώπων οἱ μεγίστης τιμῆς ὑπὸ τοῦ δαιμονίου τετυχηκότες.
0.11ἐπιθυμίᾳ μὲν γὰρ καὶ θυμῷ καὶ τοῖς τοιούτοις χρῆται καὶ τὰ λοιπὰ ζῷα πάντα, λόγῳ δὲ οὐδὲν τῶν λοιπῶν χωρὶς ἀνθρώπων. ἀτοπώτατον οὖν ἂν εἴη πάντων εἰ τούτῳ μόνῳ τῶν λοιπῶν ζῴων εὐδαιμονέστερον βιοῦντες τὸ αἴτιον τοῦ καλῶς εἶναι διὰ ῥᾳθυμίαν ἀφεῖμεν κατολιγωρήσαντες.
0.12διακελεύομαι δή σοι πάλαι παρακεκλημένῳ τῆς τῶν λόγων ἀντέχεσθαι φιλοσοφίας. καθάπερ γάρ ἐστι φυλακτικὸν σώματος ὑγίεια, οὕτω ψυχῆς φυλακτικὸν καθέστηκε παιδεία. ταύτης γὰρ προηγουμένης οὐ πταίειν συμβήσεταί σοι περὶ τὰς πράξεις, ἀλλὰ σῴζειν ἁπάσας ὡς ἔπος εἰπεῖν τὰς ὑπαρχούσας σοι τῶν ἀγαθῶν κτήσεις.
0.13χωρὶς δὲ τῶν εἰρημένων, εἰ τὸ τοῖς ὀφθαλμοῖς βλέπειν ἡδύ, τὸ τοῖς τῆς ψυχῆς ὄμμασιν ὀξυδορκεῖν ἐστι θαυμαστόν. ἔτι δὲ ὥσπερ ὁ στρατηγός ἐστι σωτὴρ στρατοπέδου, οὕτω λόγος μετὰ παιδείας ἡγεμών ἐστι βίου. ταυτὶ μὲν οὖν καὶ τὰ τούτοις ὅμοια παραλιπεῖν νομίζω καλῶς ἡμῖν ἔχειν κατὰ τὸν ὑπάρχοντα καιρόν.
0.14ἔγραψας δέ μοι διακελευόμενος ὅπως μηδεὶς τῶν λοιπῶν ἀνθρώπων λήψεται τὸ βιβλίον τοῦτο, καὶ ταῦτα εἰδώς ὅτι, καθάπερ τοὺς ἐξ αὑτῶν γεννηθέντας οἱ γεννήσαντες τῶν ὑποβαλλομένων μᾶλλον φιλοῦσιν, οὕτως οἱ εὑρόντες τι τῶν μετεχόντων · ὥσπερ γὰρ ὑπὲρ τέκνων, οὕτω τῶν λόγων ὑπεραποτεθνήκασιν.
0.15οἱ μὲν γὰρ Πάριοι λεγόμενοι σοφισταὶ διὰ τὸ μὴ τεκεῖν αὐτοὶ διὰ ῥᾳθυμίαν ἄμουσον οὐ στέργουσιν, ἀλλὰ χρήματα λαβόντες ἀποκηρύττουσι. διὰ τοῦτο οὖν ἐγώ σοι παρακελεύομαι διαφυλάττειν οὕτω τοὺς λόγους τούτους ὅπως νέοι καθεστῶτες ὑπὸ μηδενὸς χρήμασι διαφθαρήσονται, κοσμίως δὲ μετὰ σοῦ συμβιώσαντες εἰς ἡλικίαν ἐλθόντες δόξης ἀκηράτου τεύξονται.
0.16παρειλήφαμεν δέ, καθάπερ ἡμῖν ἐδήλωσε Νικάνωρ, καὶ τῶν λοιπῶν τεχνογράφων εἴ τίς τι γλαφυρὸν ὑπὲρ τῶν αὐτῶν τούτων γέγραφεν ἐν ταῖς τέχναις. περιτεύξῃ δὲ δυσὶ τούτοις βιβλίοις, ὧν τὸ μέν ἐστιν ἐμὸν ἐν ταῖς ὑπ’ἐμοῦ τέχναις Θεοδέκτῃ γραφείσαις, τὸ δὲ ἕτερον Κόρακος.
0.17τὰ δὲ λοιπὰ τούτοις ἰδίᾳ πάντα γέγραπται περίτε τῶν πολιτικῶν καὶ τῶν δικανικῶν παραγγελμάτων · ὅθεν πρὸς ἑκάτερον αὐτῶν εὐπορήσεις ἐκ τῶνδε τῶν ὑπομνημάτων σοι γεγραμμένων. ἔρρωσο.
1.1τρία γένη τῶν πολιτικῶν εἰσι λόγων, τὸ μὲν δημηγορικόν, τὸ δὲ ἐπιδεικτικόν, τὸ δὲ δικανικόν. εἴδη δὲ τούτων ἑπτά, προτρεπτικόν, ἀποτρεπτικόν, ἐγκωμιαστικόν, ψεκτικόν, κατηγορικόν, ἀπολογητικόν, καὶ ἐξεταστικὸν, ἢ αὐτὸ καθ’ἑαυτὸ ἢ πρὸς ἄλλο.
1.2τὰ μὲν οὖν εἴδη τῶν λόγων τοσαῦτα ἀριθμῷ ἐστι, χρησόμεθα δὲ αὐτοῖς ἔντε ταῖς κοιναῖς δημηγορίαις καὶ ταῖς περὶ τὰ συμβόλαια δικαιολογίαις καὶ ταῖς ἰδίαις ὁμιλίαις. οὕτω δ’ἂν ἑτοιμότατον λέγειν περὶ αὐτῶν δυνηθείημεν, εἰ καὶ καθ’ἓν ἕκαστον εἶδος ἀπολαβόντες ἀπαριθμησαίμεθα τὰς δυνάμεις αὐτῶν καὶ τὰς χρήσεις καὶ τὰς πράξεις. καὶ πρῶτον μὲν τὰς προτροπὰς καὶ ἀποτροπάς, ἐπείπερ ἐν ταῖς ἰδίαις ὁμιλίαις καὶ ταῖς κοιναῖς δημηγορίαις ἐν τοῖς μάλιστα αὐτῶν χρῆσίς ἐστι, διέλθοιμεν ἄν.
1.3καθόλου μὲν οὖν εἰπεῖν, προτροπὴ μέν ἐστιν ἐπὶ προαιρέσεις ἢ λόγους ἢ πράξεις παράκλησις, ἀποτροπὴ δὲ ἀπὸ προαιρέσεων ἢ λόγων ἢ πράξεων διακώλυσις.
1.4οὕτω δὲ τούτων διωρισμένων, τὸν μὲν προτρέποντα χρὴ δεικνύειν ταῦτα ἐφ’ἃ παρακαλεῖ δίκαια ὄντα καὶ νόμιμα καὶ συμφέροντα καὶ καλὰ καὶ ἡδέα καὶ ῥᾴδια πραχθῆναι · εἰ δὲ μή, δυνατάτε δεικτέον, ὅταν ἐπὶ δυσχερῆ παρακαλῇ, καὶ ὡς ἀναγκαῖα ταῦτα ποιεῖν ἐστι.
1.5τὸν δὲ ἀποτρέποντα δεῖ διὰ τῶν ἐναντίων κώλυσιν ἐπιφέρειν, ὡς οὐ δίκαιον οὐ δὲ νόμιμόν ἐστιν οὐ δὲ συμφέρον οὐ δὲ καλὸν οὐ δὲ ἡδὺ οὐ δὲ δυνατὸν πράττειν τοῦτο, εἰ δὲ μή, ὡς ἐργῶδες καὶ οὐκ ἀναγκαῖον. ἅπασαι δὲ αἱ πράξεις μετέχουσι τούτων ἀμφοτέρων, ὥστε μηδένα τὴν ἑτέραν τῶν ὑποθέσεων ἔχοντα λόγων ἀπορεῖν.
1.6ὧν μὲν οὖν ὀρέγεσθαι δεῖ τοὺς προτρέποντας καὶ ἀποτρέποντας ταῦτά ἐστιν · ὁρίσασθαι δὲ πειράσομαι τούτων ἕκαστον τί ἐστι καὶ δεῖξαι πόθεν αὐτῶν εἰς τοὺς λόγους εὐπορήσομεν.
1.7δίκαιον μὲν οὖν ἐστι τὸ τῶν ἁπάντων ἢ τὸ τῶν πλείστων ἔθος ἄγραφον, διορίζον τὰ καλὰ καὶ τὰ αἰσχρά. τοῦτο δ’ἐστι τὸ γονέας τιμᾶν καὶ φίλους εὖ ποιεῖν καὶ τοῖς εὐεργέταις χάριν ἀποδιδόναι · ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια οὐ προστάττουσι τοῖς ἀνθρώποις οἱ γεγραμμένοι νόμοι ποιεῖν, ἀλλ’ἔθει ἀγράφῳ καὶ κοινῷ νόμῳ νομίζεται. τὰ μὲν οὖν δίκαια ταῦτά ἐστιν.
1.8νόμος δ’ἐστιν ὁμολόγημα πόλεως κοινὸν διὰ γραμμάτων προστάττον πῶς χρὴ πράττειν ἕκαστα.
1.9συμφέρον δ’ἐστὶ τῶν ὑπαρχόντων ἀγαθῶν φυλακὴ ἢ τῶν μὴ προσόντων κτῆσις ἢ τῶν ὑπαρχόντων κακῶν ἀποβολὴ ἢ τῶν προσδοκωμένων γενήσεσθαι βλαβερῶν διακώλυσις.
1.10διαιρήσεις δὲ τοῦτο τοῖς μὲν ἰδιώταις εἰς σῶμα καὶ ψυχὴν καὶ τὰ ἐπίκτητα. σώματι μὲν οὖν ἐστι συμφέρον ῥώμη, κάλλος, ὑγίεια, ψυχῇ δὲ ἀνδρεία, σοφία, δικαιοσύνη · τὰ δὲ ἐπίκτητα φίλοι, χρήματα, κτήματα · τὰ δ’ἐναντία τούτοις ἀσύμφορα.
1.11πόλει δὲ συμφέροντα τὰ τοιαῦτά ἐστιν · ὁμόνοια, δυνάμεις πρὸς πόλεμον, χρήματα καὶ προσόδων εὐπορία, συμμάχων ἀρετὴ καὶ πλῆθος · καὶ συλλήβδην ἅπαντα τὰ τούτοις ὁμοιότροπα συμφέροντα νομίζομεν, τὰ δὲ τούτοις ἐναντία ἀσύμφορα.
1.12καλὰ δ’ἐστὶν ἀφ’ὧν εὐδοξία τις καὶ τιμή τις ἔνδοξος γενήσεται τοῖς πράξασιν. ἡδέα δὲ τὰ χαρὰν ἐργαζόμενα. ῥᾴδια δὲ τὰ μετὰ ἐλαχίστου χρόνου καὶ πόνου καὶ δαπάνης ἐπιτελούμενα. δυνατὰ δὲ πάντα τὰ ἐνδεχόμενα γίνεσθαι. ἀναγκαῖα δὲ τὰ μὴ ἐφ’ἡμῖν ὄντα πράττειν, ἀλλ’ὡς ἐξ ἀνάγκης θείας ἢ ἀνθρωπίνης οὕτως ὄντα.
1.13τὰ μὲν οὖν δίκαια καὶ τὰ νόμιμα καὶ τὰ συμφέροντα καὶ τὰ καλὰ καὶ τὰ ἡδέα καὶ τὰ ῥᾴδια καὶ τὰ δυνατὰ καὶ τὰ ἀναγκαῖα ταῦτά ἐστιν · εὐπορήσομεν δὲ περὶ τούτων λέγειν ἐξ αὐτῶντε τῶν προειρημένων καὶ τῶν ὁμοίων τούτοις καὶ τῶν ἐναντίων αὐτοῖς καὶ τῶν ἤδη κεκριμένων ἢ ὑπὸ θεῶν ἢ ἀνθρώπων ἐνδόξων ἢ ὑπὸ κριτῶν ἢ ὑπὸ τῶν ἀνταγωνιστῶν ἡμῖν.
1.14τὸ μὲν οὖν δίκαιον οἷόν ἄν ᾖ πρότερον ἡμῖν δεδήλωται · τὸ δὲ ὅμοιον τῷ δικαίῳ τοιόνδε ἐστίν · “ὥσπερ γὰρ δίκαιον νομίζομεν τὸ τοῖς γονεῦσι πείθεσθαι, τὸν αὐτὸν τρόπον προσήκει τοὺς υἱεῖς μιμεῖσθαι τὰς τῶν πατέρων πράξεις” · καὶ “καθάπερ τοὺς εὖ ποιήσαντας ἀντευεργετεῖν δίκαιόν ἐστιν, οὕτω τοὺς μηδὲν ἡμᾶς κακὸν ἐργασαμένους δίκαιόν ἐστι μὴ βλάπτειν”.
1.15τὸ μὲν οὖν ὅμοιον τῷ δικαίῳ τὸν τρόπον τοῦτον δεῖ λαμβάνειν · ἐκ δὲ τῶν ἐναντίων ὧδε χρὴ καταφανὲς ποιεῖν αὐτὸ τὸ παράδειγμα · “καθάπερ γὰρ τοὺς κακόν τι ποιήσαντας δίκαιόν ἐστι τιμωρεῖσθαι, οὕτω καὶ τοὺς εὐεργετήσαντας προσήκει ἀντευεργετεῖν”.
1.16τὸ δὲ κεκριμένον ὑπό τινων ἐνδόξων δίκαιον οὕτω λήψῃ · “ἀλλ’οὐχ ἡμεῖς μόνοι μισοῦμεν καὶ κακῶς ποιοῦμεν τοὺς ἐχθρούς, ἀλλὰ καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι δίκαιον εἶναι κρίνουσι τοὺς ἐχθροὺς τιμωρεῖσθαι”.
1.17τὸ μὲν οὖν δίκαιον οὕτω μετιὼν πολλαχῶς λήψῃ · τὸ δὲ νόμιμον αὐτὸ μὲν οἷόν ἐστιν ὥρισται ἡμῖν πρότερον, δεῖ δέ, ὅπου ἂν ᾖ χρήσιμον, αὐτόντε τὸν ἀγορεύοντα καὶ τὸν νόμον λαμβάνειν, εἶτα τὸ ὅμοιον τῷ γεγραμμένῳ νόμῳ. εἴη δ’ἂν τοιόνδε · “ὥσπερ γὰρ ὁ νομοθέτης μεγίσταις ζημίαις τοὺς κλέπτας ἐκόλασεν, οὕτω δεῖ καὶ τοὺς ἐξαπατῶντας μάλιστα τιμωρεῖσθαι · καὶ γὰρ οὗτοι κλέπτουσι τὴν διάνοιαν” · καὶ “καθάπερ ὁ νομοθέτης κληρονόμους πεποίηκε τοὺς ἐγγυτάτω γένους ὄντας τοῖς ἄπαισιν ἀποθνῄσκουσιν, οὕτω καὶ τῶν τοῦ ἀπελευθέρου χρημάτων ἐμὲ νῦν προσήκει κύριον γενέσθαι · τῶν γὰρ ἀπελευθερωσάντων αὐτὸν τετελευτηκότων ἐγγυτάτω γένους αὐτὸς ὢν καὶ τῶν ἀπελευθέρων δίκαιος ἂν εἴην ἄρχειν”.
1.18τὸ μὲν οὖν ὅμοιον τῷ νομίμῳ τοῦτον τὸν τρόπον λαμβάνεται, τὸ δὲ ἐναντίον ὧδε · “εἰ γὰρ ὁ νόμος ἀπαγορεύει τὰ δημόσια διανέμεσθαι, δῆλον ὅτι τοὺς διαιρουμένους αὐτὰ πάντας ἀδικεῖν ὁ νομοθέτης ἔκρινεν” · “εἰ γὰρ τιμᾶσθαι οἱ νόμοι προστάττουσι τοὺς καλῶς καὶ δικαίως τῶν κοινῶν ἐπιστατήσαντας, δῆλον ὡς καὶ τοὺς τὰ δημόσια διαφθείροντας τιμωρίας ἀξίους νομίζουσιν”.
1.19ἐκ μὲν οὖν τῶν ἐναντίων καταφανὲς οὕτω γίνεται τὸ νόμιμον, ἐκ δὲ τῶν κεκριμένων ὧδε · “καὶ οὐ μόνον ἐγὼ τὸν νόμον τοῦτον ἕνεκα τούτων φημὶ τὸν νομοθέτην θεῖναι, ἀλλὰ καὶ πρότερον οἱ δικασταὶ διεξιόντος Λυσιθείδου παραπλήσια τοῖς νῦν ὑπ’ἐμοῦ λεγομένοις ἐψηφίσαντο τα- ταὐτὰ περὶ τοῦ νόμου τούτου”.
1.20τὸ μὲν οὖν νόμιμον οὕτω μετιόντες πολλαχῶς δείξομεν · τὸ δὲ συμφέρον αὐτὸ μὲν οἷόν ἐστιν ἐν τοῖς πρότερον ὥρισται, δεῖ δὲ λαμβάνειν εἰς τοὺς λόγους ὡς ἐκ τῶν προειρημένων καὶ ἐκ τοῦ συμφέροντος, ἂν ὑπάρχῃ τι, καὶ μετιόντας τὸν αὐτὸν τρόπον ὅνπερ ὑπὲρ τοῦ νομίμου καὶ τοῦ δικαίου διήλθομεν, οὕτω καὶ τὸ συμφέρον πολλαχῶς ἐμφανίζειν.
1.21εἴη δ’ἂν τὸ μὲν ὅμοιον τῷ συμφέροντι τοιόνδε · “ὥσπερ γὰρ ἐν τοῖς πολέμοις συμφέρει τοὺς εὐψυχοτάτους πρώτους τάττειν, οὕτως ἐν ταῖς πολιτείαις λυσιτελεῖ τοὺς φρονιμωτάτους καὶ δικαιοτάτους προεστάναι τοῦ πλήθους” · καὶ “καθάπερ τοῖς ἀνθρώποις ὑγιαίνουσι συμφέρει φυλάττεσθαι μὴ νοσήσωσιν, οὕτω καὶ ταῖς πόλεσιν ὁμονοούσαις συμφέρον ἐστὶ προσκοπεῖν μὴ στασιάσωσι”.
1.22τὰ μὲν οὖν ὅμοια τῷ συμφέροντι τοῦτον τὸν τρόπον μετιὼν πολλὰ ποιήσεις · ἐκ δὲ τῶν ἐναντίων ὧδε σοι τὸ συμφέρον ἔσται καταφανές · “εἰ γὰρ λυσιτελεῖ τοὺς ἐπιεικεῖς τῶν πολιτῶν τιμᾶν, συμφέρον ἂν εἴη καὶ τοὺς πονηροὺς κολάζειν” · “εἰ γὰρ οἴεσθε οὐ συμφέρον εἶναι τὸ μόνους ἡμᾶς πρὸς Θηβαίους πολεμεῖν, συμφέρον ἂν εἴη τὸ Λακεδαιμονίους συμμάχους ποιησαμένους ἡμᾶς οὕτω Θηβαίοις πολεμεῖν”.
1.23ἐκ μὲν δὴ τῶν ἐναντίων οὕτω τὸ συμφέρον καταφανὲς ποιήσεις · τὸ δὲ κεκριμένον ὑπ’ἐνδόξων συμφέρον ὧδε χρὴ λαμβάνειν · “Λακεδαιμόνιοίτε γὰρ Ἀθηναίους καταπολεμήσαντες συμφέρειν αὑτοῖς ᾠήθησαν μὴ τὴν πόλιν αὐτῶν ἀνδραποδίσασθαι, καὶ πάλιν Ἀθηναῖοι μετὰ Θηβαίων ἐξὸν αὐτοῖς ἀνοικίσαι τὴν Σπάρτην συμφέρειν σφίσιν ᾠήθησαν περιποιῆσαι Λακεδαιμονίους”.
1.24περὶ μὲν οὖν τοῦ δικαίου καὶ τοῦ νομίμου καὶ τοῦ συμφέροντος οὕτω μετιὼν εὐπορήσεις · τὸ δὲ καλὸν καὶ τὸ ῥᾴδιον καὶ τὸ ἡδὺ καὶ τὸ δυνατὸν καὶ τὸ ἀναγκαῖον ὁμοιοτρόπως τούτοις μέτιθι. καὶ περὶ μὲν τούτων ἐντεῦθεν εὐπορήσομεν.
2.1πάλιν δὲ διορισώμεθα καὶ περὶ πόσων καὶ περὶ ποίων καὶ ἐκ τίνων ἔντε τοῖς βουλευτηρίοις καὶ ταῖς ἐκκλησίαις συμβουλεύομεν. ἂν γὰρ τούτων ἕκαστα σαφῶς ἐπιστώμεθα, τοὺς μὲν ἰδίους λόγους αὐτὰ τὰ πράγματα καθ’ἑκάστην ἡμῖν συμβουλίαν παραδώσει, τὰς δὲ κοινὰς ἰδέας ἐκ πολλοῦ προειδότες ἐπιφέρειν ἐφ’ἑκάσταις τῶν πράξεων ῥᾳδίως δυνησόμεθα. τούτων οὖν ἕνεκα διαιρετέον ἡμῖν περὶ ὧν κοινῇ βουλεύονται πάντες.
2.2ἐν κεφαλαίῳ μὲν οὖν εἰπεῖν, εἰσὶν ἑπτὰ τὸν ἀριθμὸν προθέσεις περὶ ὧν δημηγορήσομεν · ἀνάγκη γάρ ἐστι καὶ βουλεύεσθαι καὶ λέγειν ἡμᾶς ἐν βουλῇ καὶ δήμῳ ἢ περὶ ἱερῶν, ἢ περὶ νόμων, ἢ περὶ τῆς πολιτικῆς κατασκευῆς, ἢ περὶ τῶν πρὸς τὰς ἄλλας πόλεις συμμαχιῶν καὶ συμβολαίων, ἢ περὶ πολέμων ἢ περὶ εἰρήνης, ἢ περὶ πόρου χρημάτων. αἱ μὲν οὖν προθέσεις αὗται τυγχάνουσιν οὖσαι περὶ ὧν βουλευσόμεθα καὶ δημηγορήσομεν · ἑκάστην δὲ πρόθεσιν διελώμεθα καὶ σκοπῶμεν ἐν οἷς τρόποις περὶ τούτων ἐνδέχεται λόγῳ χρήσασθαι.
2.3περὶ μὲν οὖν ἱερῶν τριττῶς ἀναγκαῖον λέγειν · ἢ γὰρ ἐροῦμεν ὡς τὰ καθεστῶτα διαφυλακτέον ἢ ὡς ἐπὶ τὸ μεγαλοπρεπέστερον πως μεταστατέον ἢ ὡς ἐπὶ τὸ ταπεινότερον. ὅταν μὲν οὖν λέγωμεν ὡς δεῖ τὰ καθεστῶτα διαφυλάττειν, εὑρήσομεν ἀφορμὰς ἐκ μὲν τοῦ δικαίου λέγοντες · “τὰ πάτρια ἔθη παρὰ πᾶσι παραβαίνειν ἄδικόν ἐστι,” καὶ διότι “τὰ μαντεῖα πάντα τοῖς ἀνθρώποις προστάττει κατὰ τὰ πάτρια ποιεῖσθαι τὰς θυσίας,” καὶ ὅτι “τῶν πρώτων οἰκιζόντων τὰς πόλεις καὶ τοῖς θεοῖς ἱδρυσαμένων τὰ ἱερὰ μάλιστα δεῖ διαμένειν τὰς περὶ τοὺς θεοὺς ἐπιμελείας”.
2.4ἐκ δὲ τοῦ συμφέροντος, ὅτι “πρὸς χρημάτων συντέλειαν ἢ τοῖς ἰδιώταις ἢ τῷ κοινῷ τῆς πόλεως συμφέρον ἔσται κατὰ τὰ πάτρια τῶν ἱερῶν θυομένων,” καὶ ὅτι πρὸς εὐτολμίαν “λυσιτελεῖ τοῖς πολίταις, ἐπεὶ συμπομπευόντων ὁπλιτῶν ἱππέων ψιλῶν εὐτολμότεροι γένοιντ’ἂν οἱ πολῖται φιλοτιμούμενοι περὶ ταῦτα”.
2.5ἐκ δὲ τοῦ καλοῦ, εἰ οὕτω λαμπρὰς τὰς ἑορτὰς πρὸς τὸ θεωρεῖσθαι συμβέβηκεν εἶναι. ἐκ δὲ τῆς ἡδονῆς, “εἰ καὶ πρὸς τὸ θεωρεῖσθαι ποικιλία τις περὶ τὰς τῶν θεῶν θυσίας”. ἐκ δὲ τοῦ δυνατοῦ, “εἰ μήτε ἔνδεια γεγένηται μήτε ὑπερβολὴ περὶ ταύτας”.
2.6ὅταν μὲν οὖν τοῖς καθεστῶσι συνηγορῶμεν, οὕτω μετιοῦσι σκεπτέον ἐπὶ τῶν προειρημένων ἢ τῶν τούτοις ὁμοιοτρόπων, καὶ ὧν ἐνδέχεται διδάσκειν περὶ τῶν λεγομένων · ὅταν δὲ ἐπὶ τὸ μεγαλοπρεπέστερον συμβουλεύωμεν μεθιστάναι τὰς ἱεροποιίας, περὶ μὲν τοῦ τὰ πάτρια κινεῖν ἀφορμὰς ἕξομεν εὐπρεπεῖς λέγοντες ·
2.7“τὸ προστιθέναι τοῖς ὑπάρχουσιν οὐ καταλύειν ἐστίν, ἀλλ’αὔξειν τὰ καθεστῶτα” · ἔπειθ’ὡς “καὶ τοὺς θεοὺς εἰκὸς εὐνουστέρους εἶναι τοῖς μᾶλλον αὐτοὺς τιμῶσιν” · ἔπειθ’ὡς “οὐ δὲ οἱ πατέρες ἀεὶ κατὰ τὰ αὐτὰ τὰς θυσίας ἦγον, ἀλλὰ πρὸς τοὺς καιροὺς καὶ τὰς εὐπραγίας ὁρῶντες καὶ ἰδίᾳ καὶ κοινῇ τὴν πρὸς τοὺς θεοὺς θεραπείαν ἐνομοθέτουν” · ἔπειθ’ὡς “καὶ ἐπὶ τῶν λοιπῶν ἁπάντων οὕτω καὶ τὰς πόλεις καὶ τοὺς ἰδίους οἴκους διοικοῦμεν”.
2.8λέγε δὲ καὶ εἰ τούτων κατασκευασθέντων ὠφέλειά τις ἔσται τῇ πόλει ἢ λαμπρότης ἢ ἡδονή, μετιὼν ὥσπερ ἐπὶ τῶν προτέρων εἴρηται.
2.9ὅταν δὲ ἐπὶ τὸ ταπεινότερον συστέλλωμεν, πρῶτον μὲν ἐπὶ τοὺς καιροὺς τὸν λόγον ἀνακτέον · ὅτι “πράττοντες χεῖρον οἱ πολῖται τυγχάνουσι νῦν ἢ πρότερον” · ἔπειθ’ὡς “οὐκ εἰκὸς τοὺς θεοὺς χαίρειν ταῖς δαπάναις τῶν θυομένων, ἀλλὰ ταῖς εὐσεβείαις τῶν θυόντων” · εἶθ’ὡς “πολλὴν ἄνοιαν τούτων καὶ οἱ θεοὶ καὶ οἱ ἄνθρωποι κατακρίνουσιν, ὅσοι παρὰ δύναμίν τι ποιοῦσιν” · ἔπειθ’ὅτι “οὐκ ἐπὶ τοῖς ἀνθρώποις μόνοις, ἀλλὰ καὶ ἐπὶ ταῖς εὐπραγίαις καὶ κακοπραγίαις ἐστὶ τὰ περὶ τὰς πολιτικὰς δαπάνας”.
2.10ἀφορμὰς μὲν οὖν ταύτας καὶ τὰς ὁμοιοτρόπους ταύταις ὑπὲρ τῶν περὶ τὰς θυσίας προθέσεων ἕξομεν · ἵνα δὲ καὶ τὰ κατὰ τὴν κρατίστην θυσίαν εἰδῶμεν εἰσηγεῖσθαι καὶ νομοθετεῖν, ὁριοῦμαι καὶ ταύτην. ἔστι γὰρ κρατίστη θυσία πασῶν ἥτις ἂν ἔχῃ πρὸς μὲν τοὺς θεοὺς ὁσίως καὶ θείως, πρὸς δὲ τὰς δαπάνας μετρίως, πρὸς δὲ πόλεμον ὠφελίμως, πρὸς δὲ τὰς θεωρίας λαμπρῶς.
2.11ἕξει δὲ πρὸς μὲν τοὺς θεοὺς ὁσίως, ἂν τὰ πάτρια μὴ καταλύηται · πρὸς δὲ τὰς δαπάνας μετρίως, ἂν μὴ πάντα τὰ πεμπόμενα καταναλίσκηται · πρὸς δὲ τὰς θεωρίας λαμπρῶς, ἐὰν χρυσῷ καὶ τοῖς τοιούτοις, ἃ μὴ συναναλίσκεται, δαψιλῶς τις χρήσηται · πρὸς δὲ τοὺς πολέμους ὠφελίμως, ἐὰν ἱππεῖς καὶ ὁπλῖται διεσκευασμένοι συμπομπεύωσιν.
2.12τὰ μὲν δὴ περὶ τοὺς θεοὺς ἐκ τούτων κάλλιστα κατασκευάσομεν, ἐκ δὲ τῶν πρότερον εἰρημένων καθ’οὓς ἐνδέχεται τρόπους δημηγορεῖν περὶ ἑκάστης ἱεροποιίας εἰσόμεθα.
2.13περὶ δὲ νόμων πάλιν καὶ τῆς πολιτικῆς κατασκευῆς ὁμοιοτρόπως διέλθωμεν. εἰσὶ δὲ νόμοι συλλήβδην μὲν εἰπεῖν ὁμολογήματα κοινὰ πόλεως, ἃ διὰ γραμμάτων ὁρίζει καὶ προστάττει πῶς χρὴ πράττειν ἕκαστα.
2.14δεῖ δὲ αὐτῶν τὴν θέσιν ἐν μὲν ταῖς δημοκρατίαις τὰς μικρὰς ἀρχὰς καὶ τὰς πολλὰς κληρωτὰς ποιεῖν (ἀστασίαστον γὰρ τοῦτο), τὰς δὲ μεγίστας χειροτονητὰς ἀπὸ τοῦ πλήθους. οὕτω γὰρ ὁ μὲν δῆμος, κύριος ὢν διδόναι τὰς τιμάς οἷς ἂν ἐθέλοι, τοῖς λαμβάνουσιν αὐτὰς οὐ φθονήσει, οἱ δ’ἐπιφανέστεροι μᾶλλον τὴν καλοκαγαθίαν ἀσκήσουσιν, εἰδότες ὅτι τὸ παρὰ τοῖς πολίταις εὐδοκιμεῖν οὐκ ἀλυσιτελὲς αὐτοῖς ἔσται.
2.15περὶ μὲν οὖν τὰς ἀρχαιρεσίας ἐν τῇ δημοκρατίᾳ οὕτω δεῖ νομοθετεῖν · περὶ δὲ τὴν ἄλλην διοίκησιν καθ’ἓν μὲν ἕκαστον διελθεῖν πολὺ ἂν ἔργον εἴη, συλλήβδην δὲ δεῖ παραφυλάττειν ὅπως οἱ νόμοι τὸ μὲν πλῆθος ἀποτρέψωσι τοῖς τὰς οὐσίας ἔχουσιν ἐπιβουλεύειν, τοῖς δὲ πλουτοῦσιν εἰς τὰς κοινὰς λειτουργίας ἑκουσίως δαπανᾶν φιλοτιμίαν ἐμποιήσωσιν.
2.16τοῦτο δὲ οὕτως ἄν τις κατασκευάσειεν, εἰ τοῖς μὲν τὰς οὐσίας ἔχουσιν ἀντὶ τῶν εἰς τὸ κοινὸν δαπανωμένων τιμαί τινες ἀπὸ τῶν νόμων ἀφωρισμέναι τυγχάνοιεν, τῶν δὲ πενομένων τοὺς τὴν χώραν ἐργαζομένους καὶ ναυκληροῦντας τῶν ἀγοραίων μᾶλλον προτιμῷεν, ὅπως οἱ μὲν πλουτοῦντες ἑκόντες τῇ πόλει λειτουργήσουσι, τὸ δὲ πλῆθος οὐ συκοφαντίας, ἀλλ’ἐργασίας ἐπιθυμήσῃ.
2.17δεῖ δὲ πρὸς τούτοις καὶ περὶ τοῦ μήτε χώραν ποιεῖν ἀνάδαστον μήτε δημεύειν τὰς οὐσίας τῶν τῇ πόλει λειτουργησάντων ἰσχυροὺς κεῖσθαι νόμους καὶ μεγάλας ἐπικεῖσθαι τιμωρίας τοῖς παραβαίνουσι ταῦτα. χρὴ δὲ τοῖς ἐν πολέμῳ τελευτώσιν εἰς ταφήν τι χωρίον δημόσιον ἐν καλῷ πρὸ τῆς πόλεως ἀφωρίσθαι καὶ τοῖς παισὶν αὐτῶν ἕως ἥβης δημοσίαν τροφὴν δίδοσθαι.
2.18τῶν μὲν οὖν ἐν τῇ δημοκρατίᾳ νόμων τὴν θέσιν τοιαύτην δεῖ ποιεῖσθαι. περὶ δὲ τὰς ὀλιγαρχίας, τὰς μὲν ἀρχὰς δεῖ τοὺς νόμους ἀπονέμειν ἐξ ἴσου πᾶσι τοῖς τῆς πολιτείας μετέχουσι, τούτων δὲ εἶναι τὰς μὲν πλείστας κληρωτάς, τὰς δὲ μεγίστας κρυπτῇ ψήφῳ μεθ’ὅρκων καὶ πλείστης ἀκριβείας διαψηφιστάς.
2.19δεῖ δὲ τὰς ζημίας ἐν τῇ ὀλιγαρχίᾳ μεγίστας ἐπικεῖσθαι τοῖς ὑβρίζειν τινὰς τῶν πολιτῶν ἐπιχειροῦσι · τὸ γὰρ πλῆθος οὐχ οὕτω τῶν ἀρχῶν ἀγανακτεῖ στερόμενον ὡς ἔχει βαρέως ὑβριζόμενον. χρὴ δὲ καὶ τὰς διαφορὰς τῶν πολιτῶν ὅτι τάχιστα διαλύειν καὶ μὴ χρονίζεσθαι, μη δὲ συνάγειν ἐκ τῆς χώρας ἐπὶ τὴν πόλιν τὸν ὄχλον · ἐκ γὰρ τῶν τοιούτων συνόδων συστρέφεται τὰ πλήθη καὶ καταλύει τὰς ὀλιγαρχίας.
2.20καθόλου δὲ εἰπεῖν δεῖ τοὺς νόμους ἐν μὲν ταῖς δημοκρατίαις κωλύειν τοὺς πολλοὺς ταῖς τῶν πλουσίων οὐσίαις ἐπιβουλεύειν, ἐν δὲ ταῖς ὀλιγαρχίαις ἀποτρέπειν τοὺς τῆς πολιτείας μετέχοντας ὑβρίζειν τοὺς ἀσθενεστέρους καὶ συκοφαντεῖν τοὺς πολίτας.
2.21ὧν μὲν οὖν ὀρέγεσθαι δεῖ τοὺς νόμους καὶ τὴν πολιτικὴν κατασκευήν, ἐκ τούτων οὐκ ἀγνοήσεις. δεῖ δὲ τὸν συναγορεύειν ἐθέλοντα νόμῳ δεικνύειν τοῦτον ἴσον ὄντα τοῖς πολίταις ὁμολογούμενόντε τοῖς ἄλλοις νόμοις καὶ συμφέροντα τῇ πόλει μάλιστα μὲν πρὸς ὁμόνοιαν, εἰ δὲ μή, πρὸς τὴν τῶν πολιτῶν καλοκαγαθίαν ἢ πρὸς τὰς κοινὰς προσόδους ἢ πρὸς εὐδοξίαν τῷ κοινῷ τῆς πόλεως ἢ πρὸς τὴν πολιτικὴν δύναμιν ἢ πρὸς ἄλλο τι τῶν τοιούτων.
2.22ἀντιλέγοντα δὲ δεῖ σκοπεῖν πρῶτον μὲν εἰ μὴ κοινὸς ὁ νόμος, ἔπειτα εἰ μὴ τοῖς ἄλλοις ὁμολογῶν, ἀλλ’ὑπεναντίος ἔσται, ἐπὶ τούτοις εἰ μὴ πρὸς μηδὲν τῶν εἰρημένων συμφέρων, ἀλλὰ το- τοὐναντίον βλαβερός. περὶ μὲν οὖν νόμων καὶ τῆς κοινῆς κατασκευῆς ἐντεῦθεν καὶ τιθέναι καὶ λέγειν εὐπορήσομεν.
2.23περὶ δὲ συμμαχιῶν καὶ τῶν πρὸς τὰς ἄλλας πόλεις συμβολαίων διελθεῖν ἐπιχειρήσομεν. τὰ μὲν οὖν συμβόλαια καὶ τὰς τάξεις ἀναγκαῖον κατὰ συνθήκας κοινὰς γίνεσθαι, συμμάχους δὲ ποιεῖσθαι κατὰ τοὺς καιροὺς τούτους ὅταν τινὲς καθ’ἑαυτοὺς ὦσιν ἀσθενεῖς ἢ πόλεμός ᾖ τις προσδόκιμος, ἢ διὰ τοῦτο ποιήσασθαι συμμαχίαν πρός τινας ὅτι πολέμου ἀποστήσειν τινὰς νομίζουσιν.
2.24αἰτίαι μὲν οὖν αὗται καὶ παραπλήσιαι ταύταις ἄλλαι πλείους τοῦ ποιεῖσθαι συμμάχους εἰσί. δεῖ δέ, ὅταν συναγορεύειν βούλῃ τῇ γινομένῃ συμμαχίᾳ, τῶν καιρῶν τούτων τοὺς ὑπάρχοντας ἐμφανίζειν καὶ δεικνύναι τοὺς τὴν συμμαχίαν ποιουμένους μάλιστα μὲν δικαίους ὄντας καὶ πρότερόν τι τῇ πόλει ἀγαθὸν πεποιηκότας καὶ δύναμιν μεγάλην ἔχοντας καὶ πλησίον τοῖς τόποις κατοικοῦντας, εἰ δὲ μή, τούτων ἅπερ ἂν ὑπάρχῃ, ταῦτα συνάγειν.
2.25ὅταν δὲ διακωλύῃς τὴν συμμαχίαν, ἐμφανίζειν ἐνδέχεται πρῶτον μὲν ὡς οὐκ ἀνάγκη ποιεῖσθαι νῦν αὐτήν, ἔπειθ’ὡς οὐ δίκαιοι τυγχάνουσιν ὄντες, εἶθ’ὡς πρότερον ἡμᾶς κακῶς πεποιηκότες, ... . εἰ δὲ μή, ὡς μακρὰν τοῖς τόποις ἀπέχοντες καὶ οὐχ ὑπάρχοντες δύνατοι κατὰ τοὺς προσήκοντας παραγενέσθαι καιρούς. ταῖς μὲν οὖν ἀντιλογίαις καὶ ταῖς συνηγορίαις ταῖς περὶ τῶν συμμάχων ἐκ τούτων καὶ τῶν τούτοις ὁμοιοτρόπων εὐπορήσομεν χρῆσθαι.
2.26περὶ εἰρήνης δὲ πάλιν καὶ πολέμου, τὸν αὐτὸν τρόπον τὰς μεγίστας ἰδέας ἐκλάβωμεν. προφάσεις μὲν οὖν εἰσι τοῦ πόλεμον ἐκφέρειν πρός τινας αὗται · “δεῖ πρότερον ἀδικηθέντας νῦν καιρῶν παραπεπτωκότων ἀμύνασθαι τοὺς ἀδικήσαντας,” ἢ “νῦν ἀδικουμένους ὑπὲρ αὑτῶν πολεμεῖν ἢ ὑπὲρ συγγενῶν ἢ ὑπὲρ εὐεργετῶν,” ἢ “συμμάχοις ἀδικουμένοις βοηθεῖν,” ἢ “τοῦ τῇ πόλει συμφέροντος ἕνεκεν ἢ εἰς εὐδοξίαν ἢ εἰς εὐπορίαν ἢ εἰς δύναμιν ἢ εἰς ἄλλο τι τῶν τοιούτων”.
2.27ὅταν μὲν οὖν ἐπὶ τὸ πολεμεῖν παρακαλῶμεν, τούτωντε τῶν προφάσεων ὅτι πλείστας συνακτέον καὶ μετὰ ταῦτα δεικτέον ὡς ἐξ ὧν ἔστι περιγενέσθαι τῷ πολέμῳ τούτων ὅτι πλεῖστα τοῖς παρακαλουμένοις ὑπάρχοντά ἐστιν.
2.28περιγίνονται δὲ πάντες πολεμοῦντες ἢ διὰ τὴν τῶν θεῶν εὔνοιαν, ἣν εὐτυχίαν προσαγορεύομεν, ἢ διὰ σωμάτων πλῆθος καὶ ῥώμην ἢ διὰ χρημάτων εὐπορίαν ἢ διὰ στρατηγοῦ φρόνησιν ἢ διὰ συμμάχων ἀρετὴν ἢ διὰ τόπων εὐφυΐαν. τούτων οὖν καὶ τῶν τούτοις ὁμοιοτρόπων τὰ τοῖς πράγμασιν οἰκειότατα λαμβάνοντες ἐμφανιοῦμεν ὅταν ἐπὶ τὸ πολεμεῖν παρακαλῶμεν, τὰ μὲν τῶν ἐναντίων ταπεινοῦντες, τὰ δ’ἡμέτερα ταῖς αὐξήσεσι μεγάλα καθιστῶντες.
2.29ἐὰν δὲ πόλεμον μέλλοντα γίνεσθαι διακωλύειν ἐπιχειρῶμεν, πρῶτον μὲν διὰ προφάσεων δεικτέον ἢ παντελῶς οὐδεμίαν ὑπάρχουσαν ἢ μικρὰς καὶ ταπεινὰς οὔσας τὰς δυσχερείας, ἔπειθ’ὡς οὐ συμφέρει πολεμεῖν, διεξιόντας τὰ κατὰ τὸν πόλεμον ἀτυχήματα τοῖς ἀνθρώποις · πρὸς δὲ τούτοις τὰ πρὸς νίκας συντείνοντα τοῦ πολέμου τοῖς ἐναντίοις ὑπάρχοντα μᾶλλον δεικτέον · ταῦτα δ’ἐστιν, ἅπερ ἀρτίως κατηρίθμηται.
2.30γίνεσθαι μὲν οὖν πόλεμον μέλλοντα ἐκ τούτων ἀποτρεπτέον · ἤδη δ’ἐνεστῶτα παύειν ἐπιχειροῦντας, ἐὰν μὲν κρατῶσιν οἱ συμβουλευόμενοι, αὐτὸ τοῦτο πρῶτον λεκτέον ὅτι δεῖ τοὺς νοῦν ἔχοντας μὴ περιμένειν ἕως ἂν πταίσωσιν, ἀλλ’ἐν τῷ κρατεῖν ποιεῖσθαι τὴν εἰρήνην · ἔπειτα διότι πέφυκεν ὁ πόλεμος καὶ τῶν εὐτυχούντων ἐν αὐτῷ πολλοὺς ἀπολλύναι, ἡ δ’εἰρήνη τοὺς μὲν ἡττωμένους σῴζειν, τοὺς δὲ νικῶντας ὧν ἕνεκεν ἐπολέμησαν παρέχειν ἀπολαύειν. διεξιτέον δὲ τὰς μεταβολὰς τὰς ἐν τῷ πολέμῳ ὡς πολλαὶ καὶ παράλογοι γίνονται.
2.31τοὺς μὲν οὖν ἐν τῷ πολέμῳ κρατοῦντας ἐκ τῶν τοιούτων ἐπὶ τὴν εἰρήνην παρακλητέον, τοὺς δὲ ἐπταικότας ἐξ αὐτῶντε τῶν συμβάντων καὶ ἐκ τοῦ μὴ παροξύνεσθαι τοῖς προαδικήσασι ταῖς συμφοραῖς πειθομένους καὶ ἐκ τῶν κινδύνων τῶν γεγενημένων τῷ μὴ ποιήσασθαι τὴν εἰρήνην καὶ ἐκ τοῦ κρεῖττον εἶναι τοῖς κρείττοσι μέρος τι τῶν ὑπαρχόντων προέσθαι ἢ πολέμῳ κρατηθέντας αὐτοὺς αὐτοῖς κτήμασιν ἀπολέσθαι.
2.32συλλήβδην δὲ τοῦθ’ἡμᾶς εἰδέναι δεῖ ὅτι τότε πάντες οἱ ἄνθρωποι τοὺς πολέμους εἰώθασι διαλύεσθαι πρὸς ἀλλήλους ὅταν ἤτοι δίκαια ἀξιοῦν τοὺς ἐναντίους ὑπολαμβάνωσιν ἢ διενεχθῶσι τοῖς συμμάχοις ἢ τῷ πολέμῳ κάμνωσιν ἢ φοβηθῶσι τοὺς ἐναντίους ἢ στασιάσωσι πρὸς σφᾶς αὐτούς · ὥστε τούτωντε πάντων καὶ τῶν τούτοις ὁμοιοτρόπων τὰ τοῖς πράγμασιν οἰκειότατα συνάγων οὐκ ἀπορήσεις ὅθεν χρὴ περὶ πολέμου δημηγορεῖν καὶ εἰρήνης.
2.33λείπεται δ’ἡμᾶς ἔτι περὶ πόρου χρημάτων διελθεῖν. πρῶτον μὲν οὖν σκεπτέον εἴ τι τῶν τῆς πόλεως κτημάτων ἠμελημένον ἐστὶ καὶ μήτε πρόσοδον ποιεῖ μήτε τοῖς θεοῖς ἐξαίρετόν ἐστιν. λέγω δ’οἷον τόπους τινὰς δημοσίους ἠμελουμένους, ἐξ ὧν τοῖς ἰδιώταις ἢ πραθέντων ἢ μισθωθέντων πρόσοδος ἄν τις τῇ πόλει γίνοιτο · κοινότατος γὰρ ὁ τοιοῦτος πόρος ἐστίν.
2.34ἂν δὲ μηδὲν ᾖ τοιοῦτον, ἀπὸ τιμημάτων ἀναγκαῖον ποιήσασθαι τὰς εἰσφοράς, ἢ τοῖς μὲν πένησι τὰ σώματα παρέχειν εἶναι προστεταγμένον εἰς τοὺς κινδύνους, τοῖς δὲ πλουτοῦσι τὰ χρήματα, τοῖς δὲ τεχνίταις ὅπλα.
2.35συλλήβδην δὲ δεῖ περὶ πόρων εἰσηγούμενον φάναι αὐτοὺς ἴσους τοῖς πολίταις καὶ πολυχρονίους καὶ μεγάλους ὄντας, τοὺς δὲ τῶν ἐναντίων τὰ ἐναντία τούτοις ἔχοντας. τὰς μὲν οὖν προθέσεις περὶ ὧν δημηγορήσομεν καὶ τὰ μέρη τούτων ἐξ ὧν τοὺς λόγους συστήσομεν καὶ προτρέποντες καὶ ἀποτρέποντες, ἐκ τῶν εἰρημένων ἴσμεν. προθέμενοι δὲ πάλιν ἐφεξῆς τότε ἐγκωμιαστικὸν εἶδος καὶ τὸ ψεκτικὸν περιλάβωμεν.
3.1συλλήβδην μὲν οὖν ἐστιν ἐγκωμιαστικὸν εἶδος προαιρέσεων καὶ πράξεων καὶ λόγων ἐνδόξων αὔξησις καὶ μὴ προσόντων συνοικείωσις, ψεκτικὸν δὲ τὸ ἐναντίον τούτῳ, τῶν μὲν ἐνδόξων ταπείνωσις, τῶν δὲ ἀδόξων αὔξησις. ἐπαινετὰ μὲν οὖν ἐστι πράγματα τὰ δίκαια καὶ τὰ νόμιμα καὶ τὰ συμφέροντα καὶ τὰ καλὰ καὶ τὰ ἡδέα καὶ τὰ ῥᾴδια πραχθῆναι. ταῦτα δὲ αὐτάτε οἷά ἐστι καὶ ὅθεν αὐτὰ πολλὰ ποιήσομεν, ἐν τοῖς πρὸ τούτων εἴρηται.
3.2δεῖ δὲ τὸν εὐλογοῦντα δεικνύειν τοῖς λόγοις, ὡς τούτῳ τῷ ἀνθρώπῳ ἢ τοῖς πράγμασιν ὑπάρχει τι τούτων ὑπ’αὐτοῦ κατεργασθὲν ἢ δι’αὐτοῦ πορισθὲν ἢ ἐκ τούτου ἐπισυμβαῖνον ἢ ἕνεκα τούτου γινόμενον ἢ οὐκ ἄνευ τούτου ἐπιτελούμενον · ὁμοιοτρόπως δὲ καὶ τῷ ψέγοντι τὰ ἐναντία τούτοις δεικτέον προσόντα τῷ ψεγομένῳ.
3.3τὸ μὲν ἐκ τούτου · οἷον ἐκ τοῦ φιλογυμναστεῖν τὸ σῶμα ὑγιαίνειν, καὶ ἐκ τοῦ μὴ φιλοπονεῖν ἐπ’ἀρρωστίαν ἐμπίπτειν, καὶ ἐκ τοῦ φιλοσοφεῖν δεινότερον εἶναι περὶ φρόνησιν, καὶ ἐκ τοῦ ἀμελεῖν ἐνδεᾶ τῶν ἀναγκαίων εἶναι.
3.4τὸ δ’ἕνεκα τούτου · οἷον ἕνεκα τοῦ στεφανωθῆναι ὑπὸ τῶν πολιτῶν πολλοὺς πόνους καὶ κινδύνους ὑπομένουσι · καὶ ἕνεκα τοῦ χαρίσασθαι τοῖς ἐρωμένοις τῶν ἄλλων οὐδὲν φροντίζουσιν.
3.5τὸ δὲ μὴ ἄνευ τούτου · οἷον οὐκ ἄνευ τῶν ναυτῶν ναυμαχιῶν νῖκαι, καὶ οὐκ ἄνευ τοῦ πίνειν αἱ παροινίαι. τὰ τοιαῦτα δὲ τοῖς προειρημένοις ὁμοιοτρόπως μετιὼν ἐγκωμίων καὶ ψόγων πολλῶν εὐπορήσεις.
3.6αὐξήσεις δὲ καὶ ταπεινώσεις καὶ συλλήβδην ἅπαντα τὰ τοιαῦτα τόνδε τὸν τρόπον μετιών, πρῶτον μὲν ἀποφαίνων, ὥσπερ ἀρτίως μετῆλθον, ὑπὸ τουτουὶ πολλὰ γεγενῆσθαι ἢ κακὰ ἢ ἀγαθά.
3.7εἷς μὲν οὖν τρόπος τῆς αὐξήσεως οὗτος, δεύτερος δὲ κεκριμένον μέγα φέρειν, ἂν μὲν ἐπαινῇς, ἀγαθόν, ἂν δὲ ψέγῃς, κακόν, εἶτα παριστάναι τὸ ὑπὸ σοῦ λεγόμενον καὶ παραβάλλειν πρὸς ἄλληλα, τοῦ μὲν ὑπὸ σαυτοῦ λεγομένου τὰ μέγιστα διεξιόντα, τοῦ δὲ ἑτέρου τὰ ἐλάχιστα, καὶ οὕτω μέγα φανεῖται.
3.8τρίτος δὲ πρὸς τὸ ὑπὸ σαυτοῦ λεγόμενον ἀντιπαραβάλλειν το- τοὐλάχιστον τῶν ὑπὸ τὴν αὐτὴν ἰδέαν πιπτόντων · φανεῖται γὰρ οὕτω τὸ ὑπὸ σοῦ λεγόμενον μεῖζον, ὥσπερ οἱ μέτριοι τὰ μεγέθη φαίνονται μείζους ὅταν πρὸς βραχυτέρους παραστῶσιν.
3.9ἔσται δὲ ὧδε πάντως αὔξειν · εἰ κέκριται μέγα ἀγαθὸν τοῦτο, τούτῳ τὸ ἐναντίον ἐὰν λέγῃς, μέγα κακὸν φανεῖται. ὡσαύτως δὲ εἰ νομίζεται μέγα κακόν, ἐὰν τούτῳ τὸ ἐναντίον λέγῃς, μέγα ἀγαθὸν φανεῖται.
3.10ἔστι δὲ καὶ ὧδε μεγάλα ποιεῖν τὰ ἀγαθὰ ἢ τὰ κακά ἐὰν ἀποφαίνῃς αὐτὸν πράξαντα ἐκ διανοίας, συμβιβάζων ὡς ἐκ πολλοῦ προενόησεν, ὡς πολλὰ πράττειν ἐπεβάλλετο, ὡς πολὺν χρόνον ἔπραττεν, ὡς οὐδεὶς ἄλλος πρότερον τούτοις ἐνεχείρησεν, ὡς μετὰ τούτων ἔπραξε μεθ’ὧν οὐδεὶς ἄλλος, ὡς ἐπὶ τούτοις ἐφ’οἷς οὐδεὶς ἕτερος, ὡς ἑκών, ὡς ἐκ προνοίας, ὡς εἰ πάντες τούτῳ ἴσως ποιοῖμεν, εὐδαιμονοῖμεν ἂν ἢ φαύλως πράττοιμεν.
3.11χρὴ δὲ καὶ εἰκάζοντα συμβιβάζειν καὶ ἐποικοδομοῦντα τὸ ἕτερον ὡς ἐπὶ τὸ ἕτερον αὔξειν τρόπῳ τοιῷδε · “ὅστις δὲ τῶν φίλων κήδεται, τοῦτον εἰκὸς καὶ τοὺς αὑτοῦ γονέας τιμᾶν” · “ὅστις δὲ τοὺς γονέας τιμᾷ, οὗτος καὶ τὴν πατρίδα τὴν ἑαυτοῦ εὖ ποιεῖν βουλήσεται”. συλλήβδην δέ, ἐὰν πολλῶν αἴτιον ἀποφαίνῃς, ἐάντε ἀγαθῶν ἐάντε κακῶν, μεγάλα φανεῖται.
3.12δεῖ δὲ καὶ σκοπεῖν τὸ πρᾶγμα ὁποῖον φανεῖται κατὰ μέρη διαιρούμενον ἢ καθόλου λεγόμενον, ὁποτέρως ἂν μεῖζον ᾖ, τόνδε τὸν τρόπον αὐτὸ λέγειν.
3.13τὰς μὲν οὖν αὐξήσεις οὕτω μετιὼν πλείστας ποιήσεις καὶ μεγίστας. ταπεινώσεις δὲ τοῖς λόγοις καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ τὸν ἐναντίον τρόπον μετιών, ὡς εἰρήκαμεν ἐπὶ τῶν μεγάλων, καὶ μάλιστα μὲν ἂν μηδενὸς αἴτιον ἐπιδεικνύῃς, εἰ δὲ μή, ὡς ἐλαχίστων καὶ μικροτάτων.
3.14ὡς μὲν οὖν ἐγκωμιάζοντες καὶ ψέγοντες αὐξήσομεν καὶ ταπεινώσομεν ἅπερ ἂν ἐθέλωμεν, ἐκ τούτων ἴσμεν. χρήσιμοι δὲ αἱ τῶν αὐξήσεων ἀφορμαὶ εἰσὶν καὶ ἐν τοῖς ἄλλοις εἴδεσιν, ἀλλ’ἡ πλείστη δύναμις αὐτῶν ἐστιν ἐν τοῖς ἐγκωμίοις καὶ ἐν τοῖς ψόγοις. περὶ μὲν οὖν τούτων ἐντεῦθεν εὐπορήσομεν.
4.1διέλθωμεν δὲ πάλιν ὁμοιοτρόπως τούτοις τότε κατηγορικὸν καὶ τὸ ἀπολογητικὸν εἶδος ὅ περὶ τὴν δικανικήν ἐστι πραγματείαν αὐτάτε ἐξ ὧν συνέστηκε καὶ ὡς δεῖ αὐτοῖς χρῆσθαι. ἔστι δὲ τὸ μὲν κατηγορικὸν συλλήβδην εἰπεῖν ἀδικημάτων καὶ ἁμαρτημάτων ἐξήγησις, τὸ δ’ἀπολογικὸν ἁμαρτημάτων καὶ ἀδικημάτων κατηγορηθέντων ἢ ὑποπτευθέντων διάλυσις.
4.2ἑκατέρου δὲ τῶν εἰδῶν τὰς δυνάμεις ταύτας ἔχοντος, τὸν κατηγοροῦντα ταῦτα ἀναγκαῖον λέγειν, ὅταν μὲν εἰς πονηρίαν κατηγορῇ, ὡς αἱ τῶν ἐναντίων πράξεις ἄδικοι καὶ παράνομοι καὶ τῷ πλήθει τῶν πολιτῶν ἀσύμφοροι τυγχάνουσιν οὖσαι, ὅταν δὲ εἰς ἀβελτερίαν, ὡς αὐτῷτε τῷ πράττοντι ἀσύμφοροι καὶ αἰσχραὶ καὶ ἀηδεῖς καὶ ἀδύνατοι ἐπιτελεσθῆναι. ταῦτα μὲν καὶ τὰ τούτοις ὅμοια κατάτε τῶν πονηρῶν καὶ τῶν ἀβελτέρων ἐπιχειρήματά ἐστιν.
4.3δεῖ δὲ καὶ τοῦτο παρατηρεῖν τοὺς κατηγοροῦντας ἐπὶ ποίοις τῶν ἀδικημάτων οἱ νόμοι τὰς τιμωρίας τάττουσι καὶ περὶ ἃ τῶν ἀδικημάτων οἱ δικασταὶ τὰς ζημίας ὁρίζουσιν. ὅταν μὲν οὖν ὁ νόμος διωρικὼς ᾖ, τοῦτο δεῖ μόνον σκοπεῖν τὸν κατήγορον ὅπως ἐπιδείξῃ τὸ πρᾶγμα γεγενημένον.
4.4ὅταν δὲ οἱ δικασταὶ τὸ κατηγορούμενον ἴσασιν, αὐξητέον ἐστὶ τὰ τοῦ ἐναντίου ἀδικήματα. καὶ μάλιστα μὲν δεικτέον ὡς ἑκὼν καὶ ἐκ προνοίας οὐ τῆς τυχούσης, ἀλλὰ μετὰ παρασκευῆς πλείστης ἠδίκησεν.
4.5ἐὰν δὲ μὴ δυνατὸν ᾖ τοῦτο ποιεῖν, ἀλλὰ νομίζῃς δείξειν τὸν ἐναντίον ὡς ἥμαρτε τρόπον τινά, ἢ ὅτι ταῦτα πρᾶξαι διανοηθεὶς καλῶς ἠτύχησε, περιαιρετέον τὴν συγγνώμην λέγοντα τοῖς ἀκούουσιν ὡς “οὐ δεῖ πράξαντας ἡμαρτηκέναι φάσκειν, ἀλλὰ πρὶν πράττειν εὐλαβεῖσθαι” · ἔπειθ’ὡς “εἰ καὶ ἐξήμαρτεν ἢ ἠτύχησεν ἐκεῖνος, δεῖ διὰ τὰς ἀτυχίας καὶ τὰς ἁμαρτίας ζημιωθῆναι μᾶλλον αὐτὸν ἢ τὸν μηδέτερον τούτων ποιήσαντα” · πρὸς δὲ τούτοις, “καὶ ὁ νομοθέτης οὐκ ἀφῆκε τοὺς ἐξαμαρτάνοντας, ἀλλ’ὑποδίκους ἐποίησεν, ἵνα μὴ πάλιν ἐξαμαρτάνωσι”.
4.6λέγε δὲ καὶ ὡς “εἰ τὸν τὰ τοιαῦτα ἀπολογούμενον ἀποδέξονται, πολλοὺς τοὺς ἀδικεῖν προαιρουμένους ἕξουσι · κατορθώσαντες μὲν γὰρ ἅπερ ἂν ἐθέλωσι πράξουσιν, ἀποτυχόντες δὲ φάσκοντες ἠτυχηκέναι τιμωρίαν οὐχ ὑφέξουσι”. τοῖς μὲν οὖν κατηγοροῦσιν ἐκ τῶν τοιούτων ἡ συγγνώμη περιαιρετέα καί, ὡς πρότερον εἴρηται, διὰ τῶν αὐξήσεων πολλῶν αἴτια κακῶν τὰ τῶν ἐναντίων ἔργα ἀποδεικτέον.
4.7τὸ μὲν οὖν κατηγορικὸν εἶδος διὰ τῶν μερῶν ἀποτελεῖται τούτων · τὸ δὲ ἀπολογικὸν διὰ τριῶν μεθόδων συνίσταται πόθεν ἄν τις ἀπολογήσαιτο · ἢ γὰρ ἀποδεικτέον τῷ ἀπολογουμένῳ ὡς οὐδὲν τῶν κατηγορουμένων ἔπραξεν · ἢ ἐὰν ἀναγκάζηται ὁμολογεῖν, πειρατέον δεικνύναι ἔννομον καὶ δίκαιον καὶ καλὸν καὶ συμφέρον τῇ πόλει τὸ πεπραγμένον · ἐὰν δὲ μὴ τοῦτο δύνηται ἀποδεῖξαι, εἰς ἁμάρτημα ἢ εἰς ἀτύχημα ἄγοντα τὰς πράξεις καὶ μικρὰς τὰς βλάβας ἀπ’αὐτῶν γεγενημένας ἀποφαίνοντα, συγγνώμης τυχεῖν πειρατέον.
4.8ἀδικίαν δὲ καὶ ἁμάρτημα καὶ ἀτυχίαν ὧδε ὅρισαι · τὸ μὲν ἐκ προνοίας κακόν τι ποιεῖν ἀδικίαν τίθει, καὶ φάθι δεῖν τιμωρίαν ἐπὶ τοῖς τοιούτοις τὴν μεγίστην λαμβάνειν · τὸ δὲ δι’ἄγνοιαν βλαβερόν τι πράττειν ἁμαρτίαν εἶναι φατέον.
4.9τὸ δὲ μὴ δι’ἑαυτόν, ἀλλὰ δι’ἑτέρους τινὰς ἢ διὰ τύχην μηδὲν ἐπιτελεῖν τῶν βουλευθέντων καλῶς ἀτυχίαν τίθει, καὶ φάθι τὸ μὲν ἀδικεῖν εἶναι τῶν πονηρῶν ἀνθρώπων ἴδιον, τὸ δ’ἐξαμαρτεῖν καὶ περὶ τὰς πράξεις ἀτυχεῖν οὐ μόνου εἶναι ἑαυτοῦ ἴδιον, ἀλλὰ καὶ κοινὸν καὶ τῶν δικαζόντων καὶ τῶν ἄλλων ἀνθρώπων. ἀξίου δὲ συγγνώμην ἔχειν ἀναγκασθείς τι ὁμολογεῖν τῶν τοιούτων αἰτιῶν, κοινὸν τοῖς ἀκούουσι ποιῶν τὸ ἁμαρτάνειν καὶ τὸ ἀτυχεῖν.
4.10δεῖ δὲ τὸν ἀπολογούμενον πάλιν θεωρεῖν ἐφ’οἷς τῶν ἀδικημάτων οἵτε νόμοι τὰς τιμωρίας ἔταξαν καὶ οἱ δικασταὶ ζημίας τιμῶσι · καὶ ὅταν ὁ νόμος ὁρίζῃ τὰς τιμωρίας, δεικτέον ὡς οὐκ ἐποίησε ταῦτα τὸ παράπαν, ἢ ὡς ἔννομα καὶ δίκαια ἐποίησεν ·
4.11ὅτε δὲ οἱ δικασταὶ καθεστήκασι τιμηταὶ τῆς ζημίας, ὁμοίως πάλιν οὐ φατέον ὅτι ταῦτα οὐκ ἐποίησεν, ἀλλὰ μικρὰ βεβλαμμένον τὸν ἐναντίον καὶ ἀκούσια ἀποφαίνειν πειρατέον. ἐκ τούτων μὲν οὖν καὶ ἐκ τῶν τούτοις ὁμοιοτρόπων ἐν ταῖς κατηγορίαις καὶ ταῖς ἀπολογίαις εὐπορήσομεν · λείπεται δ’ἡμῖν ἔτι διεξελθεῖν τὸ ἐξεταστικὸν εἶδος.
5.1ἐν κεφαλαίῳ μὲν οὖν εἰπεῖν, ἡ ἐξέτασίς ἐστι προαιρέσεων ἢ πράξεων ἢ λόγων πρὸς ἄλληλα ἢ πρὸς τὸν ἄλλον βίον ἐναντιουμένων ἐμφάνισις. δεῖ δὲ τὸν ἐξετάζοντα ζητεῖν εἴ που ἢ ὁ λόγος ὃν ἐξετάζει ἢ αἱ πράξεις τοῦ ἐξεταζομένου ἢ αἱ προαιρέσεις ἐναντιοῦνται ἀλλήλαις.
5.2ἡ δὲ μέθοδος ἥδε · σκοπεῖν ἐν τῷ παροιχομένῳ χρόνῳ, εἴ τῳ πρῶτόν τις φίλος γενόμενος πάλιν ἐχθρὸς ἐγένετο καὶ πάλιν φίλος τῷ αὐτῷ τούτῳ, ἤ τι ἄλλο ἐναντίον ἢ εἰς μοχθηρίαν φέρον ἔπραξεν ἢ ἔτι πράξει, εἰ καιροὶ παραπέσοιεν αὐτῷ, ἐναντίον τοῖς πρότερον ὑπ’αὐτοῦ πεπραγμένοις.
5.3ὡσαύτως δὲ ὅρα καὶ εἴ τι εἰπὼν νῦν λέγει ἐναντίον τοῖς πρότερον αὐτῷ εἰρημένοις, ἢ εἴ τι εἴποι ἂν ἐναντίον τοῖς λεγομένοις ἢ τοῖς πρότερον εἰρημένοις.
5.4ὡσαύτως δὲ καὶ εἴ τι προείλετο ἐναντίον τοῖς πρότερον ὑπ’αὐτοῦ προῃρημένοις, ἢ προέλοιτ’ἂν καιρῶν παραπεσόντων. ὁμοιοτρόπως δὲ τούτοις λαμβάνειν καὶ πρὸς τὰ ἄλλα ἔνδοξα ἐπιτηδεύματα τὰς ἐν τῷ τοῦ ἐξεταζομένου βίῳ ἐναντιώσεις. τὸ μὲν οὖν ἐξεταστικὸν εἶδος οὕτω μετιὼν οὐδένα παραλείψεις τρόπον τῆς ἐξετάσεως.
5.5ἁπάντων δὲ τῶν εἰδῶν ἤδη διῃρημένων δεῖ καὶ χωρὶς τούτων ἑκάστῳ, ὅταν ἁρμόττῃ, χρῆσθαι καὶ κοινῇ, συμμιγνύντα τὰς δυνάμεις αὐτῶν. ταῦτα γὰρ ἔχει μὲν διαφορὰς εὐμεγέθεις, ... ἐπικοινωνοῦσι μέντοι κατὰ τὰς χρήσεις ἀλλήλοις, καὶ τα- ταὐτὸ πεπόνθασι τοῖς τῶν ἀνθρώπων εἴδεσιν · καὶ γὰρ οὗτοι τῇ μὲν ὅμοιοι, τῇ δὲ ἀνόμοιοι τὰς ὄψεις καὶ τὰς αἰσθήσεις εἰσίν. οὕτω δὲ τῶν εἰδῶν διωρισμένων καὶ ὧν προσδέονται κοινῇ πάλιν ἐξαριθμήσωμεν καὶ διεξέλθωμεν ὡς αὐτοῖς δεῖ χρῆσθαι.
6.1πρῶτον μὲν οὖν καὶ τὸ δίκαιον καὶ τὸ νόμιμον καὶ τὸ συμφέρον καὶ τὸ καλὸν καὶ τὸ ἡδὺ καὶ τὰ τούτοις ἀκόλουθα, καθάπερ ἐν ἀρχῇ διειλόμην, κοινὰ πᾶσι τοῖς εἴδεσίν ἐστι, μάλιστα δ’αὐτοῖς τὸ προτρέπειν προσχρῆται.
6.2δεύτερον δὲ τὰς αὐξήσεις καὶ ταπεινώσεις χρησίμους ἀναγκαῖον εἶναι παρὰ πάντα τὰ λοιπά, μάλιστα δ’αὐτῶν ἐν τοῖς ἐγκωμίοις καὶ τοῖς ψόγοις αἱ χρήσεις.
6.3τρίτον δὲ πίστεις, αἷς ἀνάγκη μὲν πρὸς πάντα τὰ μέρη τῶν λόγων χρῆσθαι, χρησιμώταται δ’εἰσιν ἐν ταῖς κατηγορίαις καὶ ταῖς ἀπολογίαις · ταῦτα γὰρ πλείστης ἀντιλογίας δέονται. πρὸς δὲ τούτοις προκαταλήψεις καὶ αἰτήματα καὶ παλιλλογίαι καὶ μῆκος λόγου καὶ μετριότης μήκους καὶ βραχυλογία καὶ ἑρμηνεία · ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια κοινὰς ἔχει πᾶσι τοῖς εἴδεσι τὰς χρήσεις.
7.1περὶ μὲν οὖν τῶν δικαίων καὶ τῶν νομίμων καὶ τῶν τούτοις ὁμοιοτρόπων πρότερον διωρισάμην καὶ τὴν χρῆσιν αὐτῶν διεξῆλθον καὶ περὶ μὲν τῶν αὐξήσεων καὶ ταπεινώσεων εἶπον. νῦν δὲ περὶ τῶν ἄλλων δηλώσω, πρῶτον ἀπὸ τῶν πίστεων ἀρξάμενος.
7.2εἰσὶ δὲ δύο τρόποι τῶν πίστεων · γίνονται γὰρ αἱ μὲν ἐξ αὐτῶν τῶν λόγων καὶ τῶν πράξεων καὶ τῶν ἀνθρώπων, αἱ δ’ἐπίθετοι τοῖς λεγομένοις καὶ τοῖς πραττομένοις. τὰ μὲν γὰρ εἰκότα καὶ παραδείγματα καὶ τεκμήρια καὶ ἐνθυμήματα καὶ γνῶμαι καὶ τὰ σημεῖα καὶ οἱ ἔλεγχοι καὶ πίστεις ἐξ αὐτῶν τῶν λόγων καὶ τῶν ἀνθρώπων καὶ τῶν πραγμάτων εἰσίν, ἐπίθετοι δὲ δόξα, μάρτυρες, ὅρκοι, βάσανοι.
7.3δεῖ δὲ τούτων ἑκάστην αὐτήντε συνιέναι ποία τίς ἐστι, καὶ πόθεν αὐτῶν εἰς τοὺς λόγους εὐπορήσομεν, καὶ τί ἀλλήλων διαφέρουσιν.
7.4εἰκὸς μὲν οὖν ἐστιν οὗ λεγομένου παραδείγματα ἐν ταῖς διανοίαις ἔχουσιν οἱ ἀκούοντες. λέγω δ’οἷον εἴ τις φαίη τὴν πατρίδα βούλεσθαι μεγάλην εἶναι καὶ τοὺς οἰκείους εὖ πράττειν καὶ τοὺς ἐχθροὺς ἀτυχεῖν καὶ τὰ τούτοις ὅμοια, τοιαῦτα συλλήβδην εἰκότα δόξειεν ἂν. ἕκαστος γὰρ τῶν ἀκουόντων σύνοιδεν αὐτὸς αὑτῷ περὶ τούτων καὶ τῶν τούτοις ὁμοιοτρόπων ἔχοντι τοιαύτας ἐπιθυμίας. ὥστε τοῦτο δεῖ παρατηρεῖν ἡμᾶς ἐν τοῖς λόγοις ἀεὶ εἰ τοὺς ἀκούοντας συνειδότας ληψόμεθα περὶ τοῦ πράγματος οὗ λέγομεν · τούτοις γὰρ αὐτοὺς εἰκός ἐστι μάλιστα πιστεύειν.
7.5τὸ μὲν οὖν εἰκὸς τοιαύτην ἔχει φύσιν, διαιροῦμεν δὲ αὐτὸ εἰς τρεῖς ἰδέας. μία μὲν οὖν ἐστι τὸ τὰ πάθη τὰ κατὰ φύσιν ἀκολουθοῦντα τοῖς ἀνθρώποις ἐν τοῖς λόγοις συμπαραλαμβάνειν ἐν τῷ κατηγορεῖν ἢ ἀπολογεῖσθαι, οἷον ἐὰν τύχωσί τινες καταφρονήσαντές τινος ἢ δείσαντες, εἰ καὶ αὐτοὶ τοῦτο τὸ πρᾶγμα πολλάκις πεποιηκότες, ἢ πάλιν ἡσθέντες ἢ λυπηθέντες ἢ ἐπιθυμοῦντες ἢ πεπαυμένοι τῶν ἐπιθυμιῶν ἤ τι τοιοῦτον ἕτερον πεπονθότες πάθος ταῖς ψυχαῖς ἢ τοῖς σώμασιν ἤ τινι τῶν ἄλλων αἰσθήσεων οἷς συμπάσχομεν · ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια κοινὰ τῆς ἀνθρωπείας φύσεως ὄντα πάθη γνώριμα τοῖς ἀκούουσίν ἐστιν.
7.6τὰ μὲν οὖν κατὰ φύσιν τοῖς ἀνθρώποις εἰθισμένα γίνεσθαι τοιαῦτά ἐστιν, ἅ φαμεν δεῖν συμπαραλαμβάνειν ἐν τοῖς λόγοις. ἕτερον δὲ μέρος ἐστὶ τῶν εἰκότων ἔθος, ὃ κατὰ συνήθειαν ἕκαστοι ποιοῦμεν. τρίτον δὲ κέρδος · πολλάκις γὰρ διὰ τοῦτο τὴν φύσιν βιασάμενοι καὶ τὰ ἤθη προειλόμεθα πράττειν.
7.7οὕτω δὲ τούτων διωρισμένων, ἐν μὲν ταῖς προτροπαῖς καὶ ταῖς ἀποτροπαῖς δεικτέον ὑπὲρ τῶν ζητουμένων ὅτι τοῦτο τὸ πρᾶγμα, ἐφ’ὃ ἡμεῖς παρακαλοῦμεν ἢ ᾧ ἀντιλέγομεν οὕτως ὡς ἡμεῖς φαμεν γίνεται, εἰ δὲ μή, ὅτι τὰ τούτῳ τῷ πράγματι ὅμοια τοῦτον τὸν τρόπον γίνεται ὃν ἡμεῖς φαμεν ἢ τὰ πλεῖστα ἢ τὰ πάντα.
7.8κατὰ μὲν οὖν τῶν πραγμάτων οὕτω τὸ εἰκὸς ληπτέον. κατὰ δὲ τῶν ἀνθρώπων ἐν μὲν ταῖς κατηγορίαις, ἐὰν ἔχῃς, ἐπιδείκνυε αὐτὸν τοῦτο τὸ πρᾶγμα πολλάκις πεποιηκότα πρότερον, εἰ δὲ μή, ὅμοια τούτῳ. πειρῶ δὲ ἀποφαίνειν καὶ ὡς λυσιτελὲς ἦν αὐτῷ ταῦτα ποιεῖν · οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων αὐτοὶ τὸ λυσιτελὲς μάλιστα προτιμῶντες καὶ τοὺς ἄλλους νομίζουσιν ἕνεκα τούτου πάντα πράττειν.
7.9ἂν μὲν οὖν ἔχῃς ἀπὸ τῶν ἀντιδίκων αὐτῶν τὸ εἰκὸς λαμβάνειν, οὕτως αὐτὸ σύναγε, εἰ δὲ μή, ἀπὸ τῶν ὁμοίων τὰ εἰθισμένα φέρε. λέγω δ’οἷον εἰ νέος ἐστὶν οὗ κατηγορεῖς, ἃ οἱ περὶ τὴν ἡλικίαν ταύτην ὄντες πράττουσι, ταῦτα λέγε πεποιηκέναι αὐτόν · πιστευθήσεται γὰρ κατὰ τὴν ὁμοιότητα καὶ τὰ κατὰ τούτου λεγόμενα. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐὰν τοὺς ἑταίρους αὐτοῦ δεικνύῃς τοιούτους ὄντας οἷον σὺ τοῦτον φῄς · καὶ γὰρ διὰ τὴν πρὸς ἐκείνους συνήθειαν δόξει τὰ αὐτὰ τοῖς φίλοις ἐπιτηδεύειν.
7.10τοὺς μὲν οὖν κατηγοροῦντας οὕτω χρὴ μετιέναι τὸ εἰκός. τοῖς δὲ ἀπολογουμένοις μάλιστα δεικτέον ὡς οὐδεπώποτε τῶν κατηγορουμένων τι πρότερον οὔτε αὐτοὶ οὔτε τῶν φίλων οὐδεὶς οὔτε τῶν ὁμοίων αὐτοῖς ἔπραξέ τις, οὐ δ’ἐλυσιτέλησεν ἂν τοιαῦτα πράττειν.
7.11ἂν δὲ φανερὸς ᾖς τα- ταὐτὸ τοῦτο πρότερον πεποιηκώς, αἰτιατέον τὴν ἡλικίαν ἤ τινα πρόφασιν ἄλλην οἰστέον, δι’ἣν εἰκότως ἐξήμαρτες τότε. λέγε δὲ καὶ ὡς οὔτε ταῦτα τότε σοὶ πράξαντι συνήνεγκεν οὔτε νῦν ἐλυσιτέλησεν ἄν.
7.12ἂν δὲ σοὶ μηδὲν ᾖ πεπραγμένον τοιοῦτον, τῶν δὲ φίλων σού τινες τυγχάνωσι τοιαῦτα πεποιηκότες, χρὴ λέγειν ὡς οὐ δίκαιόν ἐστι δι’ἐκείνους αὑτὸν διαβάλλεσθαι, καὶ δεικνύναι τῶν αὑτῷ συνήθων ἑτέρους ἐπιεικεῖς ὄντας · οὕτω γὰρ ἀμφίβολον ποιήσεις τὸ κατηγορούμενον. ἂν δὲ τῶν ὁμοίων δεικνύωσί τινας τὰ αὐτὰ πεποιηκότας, ἄτοπον εἶναι φάσκε, εἰ, διότι ἕτεροί τινες ἐξαμαρτάνοντες φαίνονται, πίστιν εἶναι, ὅτι τῶν ἐγκαλουμένων τι καὶ σὺ πεποίηκας.
7.13ἂν μὲν οὖν ἔξαρνος ᾖς μὴ πεποιηκέναι τὴν κατηγορουμένην πρᾶξιν, οὕτως ἐκ τῶν εἰκότων χρή σε ἀπολογεῖσθαι · ἀπίθανον γὰρ ποιήσεις τὴν κατηγορίαν. ἂν δὲ ὁμολογεῖν ἀναγκάζῃ, τοῖς τῶν πολλῶν ἤθεσιν ἀφομοίου τὰς σαυτοῦ πράξεις ὅτι μάλιστα λέγων ὡς οἱ πλεῖστοι ἢ οἱ πάντες τοῦτο καὶ τὰ τοιαῦτα πράττουσιν οὕτως ὡς σοὶ τυγχάνει πεποιημένον.
7.14ἂν δὲ μὴ δυνατὸν ᾖ τοῦτο δεῖξαι, καταφευκτέον ἐπὶ τὰς ἀτυχίας ἢ τὰς ἁμαρτίας καὶ συγγνώμης πειρατέον τυγχάνειν συμπαραλαμβάνοντα τὰ κοινὰ τῶν ἀνθρώπων γινόμενα πάθη δι’ὧν ἐξιστάμεθα τοῦ λογισμοῦ · ταῦτα δ’ἐστὶν ἔρως, ὀργὴ, μέθη, φιλοτιμία καὶ τὰ τούτοις ὁμοιότροπα. τὸ μὲν οὖν εἰκὸς διὰ ταύτης τῆς μεθόδου τεχνικώτατα μέτιμεν.
8.1παραδείγματα δ’ἐστὶ πράξεις ὅμοιαι γεγενημέναι καὶ ἐναντίαι ταῖς νῦν ὑφ’ἡμῶν λεγομέναις. τότε δὲ χρηστέον αὐτοῖς ἐστιν ὅταν ἄπιστον ὂν τὸ ὑπὸ σοῦ λεγόμενον εἶναι φανερὸν ποιῆσαι θέλῃς, ἐὰν διὰ τοῦ εἰκότος μὴ πιστεύηται, ὅπως πρᾶξιν ὁμοίαν ἑτέραν τῇ ὑπὸ σοῦ λεγομένῃ καταμαθόντες οὕτω πεπραγμένην, ὡς σὺ φῂς πεπρᾶχθαι, μᾶλλον πιστεύσωσι τοῖς ὑπὸ σοῦ λεγομένοις.
8.2εἰσὶ δὲ τῶν παραδειγμάτων δύο τρόποι · τὰ μὲν γὰρ τῶν πραγμάτων γίνεται κατὰ λόγον, τὰ δὲ παρὰ λόγον. ποιεῖ δὲ τὰ μὲν κατὰ λόγον γινόμενα πιστεύεσθαι, τὰ δὲ μὴ κατὰ λόγον ἀπιστεῖσθαι.
8.3λέγω δ’οἷον εἴ τις φάσκοι τοὺς πλουσίους δικαιοτέρους εἶναι τῶν πενομένων καὶ φέροι τινὰς πράξεις πλουσίων ἀνδρῶν δικαίας. τὰ μὲν οὖν τοιαῦτα τῶν παραδειγμάτων κατὰ λόγον εἶναι δοκεῖ · τοὺς γὰρ πλείστους ἔστιν ἰδεῖν νομίζοντας τοὺς πλουτοῦντας δικαιοτέρους εἶναι τῶν πενομένων.
8.4εἰ δέ τις πάλιν ἀποφαίνοι τινὰς τῶν πλουσίων ἐπὶ χρήμασιν ἀδικήσαντας, τῷ παρὰ τὸ εἰκὸς γενομένῳ παραδείγματι χρώμενος ἀπίστους ἂν ποιοῖ τοὺς πλουτοῦντας.
8.5ὡσαύτως δὲ καὶ εἴ τις φέροι παράδειγμα τῶν κατὰ λόγον εἶναι δοκούντων διότι Λακεδαιμόνιοί ποτε ἢ Ἀθηναῖοι πολλῷ πλήθει χρώμενοι συμμάχων κατεπολέμησαν τοὺς ἐναντίους, καὶ προτρέποι τοὺς ἀκούοντας πολλοὺς συμμάχους ποιεῖσθαι · τὰ μὲν δὴ τοιαῦτα παραδείγματα κατὰ λόγον ἐστίν · ἅπαντες γὰρ νομίζουσιν ἐν τοῖς πολέμοις τὸ πλῆθος οὐ μετρίαν ῥοπὴν ἔχειν πρὸς τὴν νίκην.
8.6εἰ δέ τις ἀποφαίνειν ἐθέλοι μὴ τοῦτ’αἴτιον τοῦ νικᾶν, τοῖς παρὰ τὸ εἰκὸς γενομένοις πράγμασι χρήσαιτ’ἂν παραδείγμασι, λέγων ὡς οἱ μὲν Ἀθήνησι φυγάδες τὸ πρῶτον μετὰ πεντήκοντα ἀνδρῶν Φυλήντε καταλαβόντες καὶ πρὸς τοὺς ἐν ἄστει πολλῷ πλείους ὄντας καὶ συμμάχοις Λακεδαιμονίοις χρωμένους πολεμήσαντες κατῆλθον εἰς τὴν ἰδίαν πόλιν ·
8.7Θηβαῖοι δὲ Λακεδαιμονίων καὶ σχεδὸν ἁπάντων Πελοποννησίων εἰς τὴν Βοιωτίαν ἐμβαλόντων μόνοι περὶ τὰ Λεῦκτρα παραταξάμενοι τὴν Λακεδαιμονίων δύναμιν ἐνίκησαν · δίων δὲ ὁ Συρακούσιος μετὰ τρισχιλίων ὁπλιτῶν εἰς Συρακούσας πλεύσας Διονύσιον πολλαπλάσιον ἔχοντα δύναμιν κατεπολέμησεν ·
8.8ὡσαύτως δὲ Κορίνθιοι Συρακουσίοις ἐννέα τριήρεσι βοηθήσαντες Καρχηδονίους ἑκατὸν μὲν καὶ πεντήκοντα ναυσὶν ἐπὶ τοῖς λιμέσι τῶν Συρακουσίων ἐφορμοῦντας, τὴν δὲ πόλιν ἅπασαν πλὴν τῆς ἀκροπόλεως ἔχοντας οὐδὲν ἧττον κατεπολέμησαν. συλλήβδην δὲ ταῦτα καὶ τὰ τούτοις ὅμοια παρὰ λόγον πραχθέντα τὰς κατὰ τὸ εἰκὸς γινομένας συμβουλὰς ἀπίστους ποιεῖν εἴωθεν.
8.9τῶν μὲν οὖν παραδειγμάτων τοιαύτη τις ἡ φύσις ἐστί · χρηστέον δ’αὐτῶν ἑκατέρῳ τρόπῳ, ὅταν μὲν ἡμεῖς λέγωμεν τὰ κατὰ λόγον γινόμενα, δεικνύντας ὡς ἐπὶ τὸ πολὺ τοῦτον τὸν τρόπον ἐπιτελουμένας τὰς πράξεις, ὅταν δὲ τὰ παρὰ λόγον γινόμενα, φέροντας ὅσα παρὰ λόγον δοκοῦντα γενέσθαι τῶν πραγμάτων εὐλόγως ἀποβέβηκεν.
8.10ὅταν δ’οἱ ἐναντίοι λέγωσι τοῦτο, χρὴ δεικνύειν ὡς εὐτυχήματα ταῦτα συνέβη, καὶ λέγειν ὅτι αἱ τοιαῦται πράξεις ἐν τῷ σπανίῳ γεγόνασιν, οἵας δὲ σὺ λέγεις, πολλάκις. τοῖς μὲν οὖν παραδείγμασιν οὕτω χρηστέον.
8.11ὅταν γε μὴν τὰ παρὰ λόγον γινόμενα φέρωμεν, χρὴ συνάγειν αὐτῶν ὅτι πλεῖστα καὶ λέγειν ὡς οὐδὲν μᾶλλον ἐκεῖνα τούτων εἴωθε γίνεσθαι.
8.12δεῖ δὲ χρῆσθαι τοῖς παραδείγμασιν οὐ μόνον ἐκ τούτων, ἀλλὰ καὶ ἐκ τῶν ἐναντίων. λέγω δ’οἷον ἐὰν ἀποφαίνῃς τινὰς πλεονεκτικῶς τοῖς συμμάχοις χρωμένους καὶ διὰ τοῦτο λυθεῖσαν αὐτῶν τὴν φιλίαν καὶ λέγῃς · “ἡμεῖς δέ, ἂν ἴσως καὶ κοινῶς πρὸς αὐτοὺς προσφερώμεθα, πολὺν χρόνον τὴν συμμαχίαν φυλάξομεν” ·
8.13καὶ πάλιν, ἄν τινας ἑτέρους ἀπαρασκευάστως πολεμήσαντας καὶ διὰ τοῦτο καταπολεμηθέντας ἀποφαίνῃς, εἶτα λέγῃς · “ἂν παρασκευασάμενοι πολεμῶμεν, βελτίους ἂν περὶ τῆς νίκης τὰς ἐλπίδας ἔχοιμεν”.
8.14πολλὰ δὲ λήψῃ παραδείγματα διὰ τῶν προγεγενημένων πράξεων καὶ διὰ τῶν νῦν γινομένων · τὰ γὰρ πλεῖστα τῶν ἔργων τῇ μὲν ὅμοια, τῇ δὲ ἀνόμοια ἀλλήλοις ἐστίν, ὥστε διὰ τὴν αἰτίαν ταύτην καὶ παραδειγμάτων εὐπορήσομεν καὶ τοῖς ὑπὸ τῶν ἄλλων λεγομένοις οὐ χαλεπῶς ἀντεροῦμεν. τῶν μὲν οὖν παραδειγμάτων τούςτε τρόπους ἴσμεν, καὶ ὡς αὐτοῖς χρησόμεθα, καὶ ὅθεν πολλὰ ληψόμεθα.
9.1τεκμήρια δ’ἐστιν ὅσ’ἂν ἐναντίως ᾖ πεπραγμένα τῷ περὶ οὗ ὁ λόγος καὶ ὅσα ὁ λόγος αὐτὸς ἑαυτῷ ἐναντιοῦται · τῶν γὰρ ἀκουόντων οἱ πλεῖστοι τοῖς συμβαίνουσι περὶ τὸν λόγον ἢ τὴν πρᾶξιν ἐναντιώμασι τεκμαίρονται μηδὲν ὑγιὲς εἶναι μήτε τῶν λεγομένων μήτε τῶν πραττομένων.
9.2πολλὰ δὲ λήψῃ τεκμήρια σκοπῶν εἴτε ὁ λόγος τοῦ ἐναντίου αὐτὸς αὑτῷ τῷ πράγματι ἐναντιοῦται, εἴτε ἡ πρᾶξις αὐτοῦ ἐναντία τῷ λόγῳ ἐστίν. τὰ μὲν οὖν τεκμήρια τοιαῦτά ἐστι, καὶ οὕτως αὐτὰ πλεῖστα ποιήσεις.
10.1ἐνθυμήματα δ’ἐστὶν οὐ μόνον τὰ τῷ λόγῳ καὶ τῇ πράξει ἐναντιούμενα, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν. λήψῃ δὲ πολλὰ μετιών ὡς ἐν τῷ ἐξεταστικῷ εἴδει εἴρηται, καὶ σκοπῶν, εἴ πῃ ὁ λόγος ἑαυτῷ ἐναντιοῦται ἢ τὰ πεπραγμένα τοῖς δικαίοις ἢ τῷ νόμῳ ἢ τῷ συμφέροντι ἢ τῷ καλῷ ἢ τῷ δυνατῷ ἢ τῷ ῥᾳδίῳ ἢ τῷ εἰκότι ἢ τῷ ἤθει τοῦ λέγοντος ἢ τῷ ἔθει τῶν πραγμάτων.
10.2τὰ μὲν οὖν τοιαῦτα τῶν ἐνθυμημάτων κατὰ τῶν ἐναντίων ἐκληπτέον · τὰ δ’ἐναντία τούτοις ὑπὲρ ἡμῶν αὐτῶν δεῖ λέγειν, ἀποφαίνοντας τὰς πράξεις τὰς ἡμετέρας καὶ τοὺς λόγους ἐναντιουμένους τοῖς ἀδίκοις καὶ τοῖς ἀνόμοις καὶ τοῖς ἀσυμφόροις καὶ τοῖς τῶν ἀνθρώπων τῶν πονηρῶν ἤθεσι, καὶ συλλήβδην τοῖς μοχθηροῖς νομιζομένοις εἶναι.
10.3δεῖ δὲ τούτων ἕκαστα συνάγειν ὡς εἰς βραχύτατα καὶ φράζειν ὅτι μάλιστα ἐν ὀλίγοις τοῖς ὀνόμασιν. τὰ μὲν οὖν ἐνθυμήματα τοῦτον τὸν τρόπον πολλὰ ποιήσομεν, καὶ οὕτως αὐτοῖς ἄριστα χρησόμεθα.
11.1γνώμη δ’ἐστὶ μὲν ὡς ἐν κεφαλαίῳ καθ’ὅλων τῶν πραγμάτων δόγματος ἰδίου δήλωσις. δύο δὲ τρόποι τῶν γνωμῶν εἰσιν, ὁ μὲν ἔνδοξος, ὁ δὲ παράδοξος.
11.2ὅταν μὲν οὖν ἔνδοξον λέγῃς, οὐδὲν δεῖ τὰς αἰτίας φέρειν · οὔτε γὰρ ἀγνοεῖται τὸ λεγόμενον οὔτ’ἀπιστεῖται · ὅταν δὲ παράδοξον λέγῃς, χρὴ φράζειν τὰς αἰτίας συντόμως, ἵνα τὴν ἀδολεσχίαν καὶ τὴν ἀπιστίαν διαφύγῃς. δεῖ δ’ἀεὶ τὰς γνώμας οἰκείας φέρειν τῶν πραγμάτων, ἵνα μὴ σκαιὸν καὶ ἀπηρτημένον φαίνηται τὸ λεγόμενον.
11.3πολλὰς δὲ ποιήσομεν αὐτὰς ἢ ἐκ τῆς ἰδίας φύσεως ἢ ἐξ ὑπερβολῆς ἢ ἐκ παρομοιώσεως. αἱ μὲν οὖν ἐκ τῆς ἰδίας φύσεως τοιαίδε τινές εἰσιν · “οὐκ εἶναί μοι δοκεῖ δεινὸν γενέσθαι στρατηγὸν πραγμάτων ἄπειρον ὄντα”. ἑτέρα δ’ἐστὶν ἥδε · “νοῦν ἐχόντων ἀνδρῶν ἐστι τοῖς τῶν προγεγενημένων παραδείγμασι χρωμένους πειρᾶσθαι διαφυγεῖν τὰς ἐκ τῆς ἀβουλίας ἁμαρτίας”.
11.4ἐκ μὲν οὖν τῆς ἰδίας φύσεως τοιαύτας ποιήσομεν γνώμας, ἐξ ὑπερβολῆς δὲ τοιάσδε · “δεινότερά μοι δοκοῦσιν οἱ κλέπτοντες τῶν ληϊζομένων ποιεῖν · οἱ μὲν γὰρ λαθραίως, οἱ δὲ φανερῶς τὰ χρήματα περιαιροῦνται”.
11.5τὰς μὲν οὖν ἐξ ὑπερβολῆς γνώμας τὸν τρόπον τοῦτον πολλὰς ποιήσομεν. αἱ δ’ἐκ παρομοιώσεως τοιαίδε εἰσίν · “ὁμοιότατόν μοι δοκοῦσιν οἱ τὰ χρήματα ἀποστεροῦντες τοῖς τὰς πόλεις προδιδοῦσι ποιεῖν · πιστευθέντες γὰρ ἀμφότεροι τοὺς πιστεύσαντας ἀδικοῦσιν”.
11.6ἑτέρα δέ · “παραπλήσιόν μοι δοκοῦσι ποιεῖν οἱ ἀντίδικοι τοῖς τυράννοις · ἐκεῖνοίτε γὰρ ὧν μὲν αὐτοὶ ἀδικοῦσιν, οὐκ ἀξιοῦσι διδόναι δίκας, ὧν δὲ τοῖς ἄλλοις ἐγκαλοῦσιν, ἀνυπερβλήτως τιμωροῦνται, οὗτοίτε εἰ μέν τι αὐτοὶ τῶν ἐμῶν ἔχουσιν, οὐκ ἀποδιδόασιν, εἰ δέ τι ἐγὼ τούτων ἔλαβον, καὶ αὐτὸ καὶ τοὺς τόκους οἴονται δεῖν κομίσασθαι”. γνώμας μὲν οὖν τοῦτον τὸν τρόπον μετιόντες πολλὰς ποιήσομεν.
12.1σημεῖον δ’ἐστὶν ἄλλο ἄλλου, οὐ τὸ τυχὸν τοῦ τυχόντος οὐ δ’ἅπαν παντός, ἀλλὰ τό γε εἰθισμένον γίνεσθαι πρὸ τοῦ πράγματος ἢ ἅμα τῷ πράγματι ἢ μετὰ τὸ πρᾶγμα.
12.2ἔστι δὲ σημεῖον τότε γενόμενον οὐ μόνου τοῦ γενομένου, ἀλλὰ καὶ τοῦ μὴ γενομένου, ὡσαύτως δὲ καὶ τὸ μὴ γεγονὸς οὐ μόνον τοῦ μὴ ὄντος, ἀλλὰ καὶ τοῦ ὄντος. ποιεῖ δὲ τῶν σημείων τὸ μὲν οἴεσθαι, τὸ δ’εἰδέναι, κάλλιστον δὲ τὸ εἰδέναι ποιοῦν · δεύτερον δὲ τὸ δόξαν πιθανωτάτην ἐργαζόμενον.
12.3πολλὰ δὲ ποιήσομεν σημεῖα συλλήβδην εἰπεῖν ἐξ ἑκάστου τῶν πεπραγμένων καὶ λεγομένων καὶ ὁρωμένων, καθ’ἓν ἕκαστον λαμβάνοντες, ἔκτε τοῦ μεγέθους καὶ τῆς μικρότητος τῶν ἀποβαινόντων κακῶν ἢ ἀγαθῶν, ἔτι δὲ καὶ ἐκ τῶν μαρτύρων καὶ ἐκ τῶν μαρτυρουμένων καὶ ἐκ τῶν συμπαρόντων ἡμῖν ἢ τοῖς ἐναντίοις καὶ ἐξ αὐτῶν ἐκείνων καὶ ἐκ τῶν προκλήσεων καὶ ἐκ τῶν χρόνων καὶ ἐξ ἄλλων πολλῶν. τῶν μὲν οὖν σημείων ἐντεῦθεν εὐπορήσομεν.
13.1ἔλεγχος δ’ἐστὶ μέν ὃ μὴ δυνατὸν ἄλλως ἔχειν ἀλλ’οὕτως ὡς ἡμεῖς λέγομεν · λαμβάνεται δὲ ἐκ τῶν φύσει ἀναγκαίων ἢ ἀναγκαίων ὡς ἡμεῖς λέγομεν ἢ ὁ ἀντιλέγων καὶ ἐκ τῶν κατὰ φύσιν ἀδυνάτων ἢ ἀδυνάτων ὡς οἱ ἐναντίοι λέγουσιν.
13.2κατὰ φύσιν μὲν οὖν ἀναγκαῖόν ἐστιν οἷον τοὺς ζῶντας σιτίων δεῖσθαι καὶ τὰ τούτοις ὅμοια · ὡς δ’ἡμεῖς λέγομέν ἐστιν ἀναγκαῖον τοὺς μεμαστιγωμένους ὁμολογεῖν ἅπερ οἱ μαστιγοῦντες κελεύουσιν.
13.3κατὰ φύσιν δὲ πάλιν ἀδύνατόν ἐστι παιδάριον μικρὸν κλέψαι τοσοῦτον ἀργύριον ὅσον μὴ δυνατὸν φέρειν, καὶ οἴχεσθαι τοῦτο φέρον · ὡς δ’ἂν ὁ ἐναντίος λέγοι, ἔσται ἀδύνατον ἂν φάσκῃ μὲν ἐν χρόνοις τισὶν Ἀθήνησι ποιήσασθαι τὸ συμβόλαιον, ἡμεῖς δ’ἔχωμεν ἐπιδεῖξαι τοῖς ἀκούουσιν ὡς κατὰ τοὺς τότε καιροὺς ἀπεδημοῦμεν ἐν ἑτέρᾳ πόλει τινί.
13.4τοὺς μὲν οὖν ἐλέγχους ἐκ τούτων καὶ ἐκ τῶν τούτοις ὁμοιοτρόπων πολλοὺς ποιησόμεθα. συλλήβδην δὲ τὰς ἐξ αὐτοῦ τοῦ λόγου καὶ τῶν πράξεων καὶ τῶν ἀνθρώπων πίστεις ἁπάσας διεληλύθαμεν. σκεψώμεθα δὲ καὶ τί ἀλλήλων διαφέρουσιν.
14.1τὸ μὲν τοίνυν εἰκὸς τοῦ παραδείγματος ταύτῃ διαφέρει διότι τοῦ μὲν εἰκότος ἔχουσιν αὐτοὶ οἱ ἀκούοντες ἔννοιαν, τὰ δὲ παραδείγματα καὶ ἐκ τῶν ἐναντίων καὶ ἐκ τῶν ὁμοίων φέρειν ἔστι.
14.2τὰ δὲ τεκμήρια μόνον ἐκ τῶν περὶ τὸν λόγον καὶ τὴν πρᾶξιν ἐναντίων συντίθεται.
14.3καὶ μὴν ἐνθύμημα τεκμηρίου ταύτην τὴν διαφορὰν ἔσχηκεν ὅτι τὸ μὲν τεκμήριον περὶ τὸν λόγον καὶ τὴν πρᾶξιν ἐναντίωσίς ἐστι, τὸ δ’ἐνθύμημα καὶ τὰς περὶ τὰς ἄλλας ἰδέας ἐναντιώσεις ἐξείληφεν · ἢ καὶ διότι τὸ μὲν τεκμήριον οὐκ ἐφ’ἡμῖν ἐστι λαμβάνειν, ἂν μὴ περὶ τὰ πράγματα καὶ τοὺς λόγους ἐναντίωσίς τις ὑπάρχῃ, τὸ δ’ἐνθύμημα πολλαχόθεν οἷόντε πορίζεσθαι τοῖς λέγουσιν.
14.4γνῶμαι δ’ἐνθυμημάτων διαφέρουσιν ᾗ τὰ μὲν ἐνθυμήματα μόνον ἐκ τῶν ἐναντιώσεων σύγκειται, τὰς δὲ γνώμας καὶ μετὰ τῶν ἐναντιώσεων καὶ ἁπλῶς αὐτὰς καθ’αὑτὰς δυνατόν ἐστιν ἐμφανίζειν.
14.5τὰ δὲ σημεῖα τῶν γνωμῶν καὶ τῶν προειρημένων ἁπάντων ταύτῃ διαφέρουσιν ᾗ τὰ μὲν ἄλλα πάντα οἴησιν ἐμποιεῖ τοῖς ἀκούουσι, τῶν δὲ σημείων ἔνια καὶ σαφῶς εἰδέναι ποιήσει τοὺς κρίνοντας · καὶ διότι τῶν μὲν ἑτέρων οὐκ ἔστιν αὐτοὺς πορίσασθαι τὰ πλεῖστα, τῶν δὲ σημείων πολλὰ ῥᾳδίως ἔστι ποιήσασθαι.
14.6καὶ μὴν ἔλεγχος σημείου ταύτῃ διαφέρει διότι τῶν μὲν σημείων ἔνια μόνον οἴεσθαι ποιεῖ τοὺς ἀκούοντας, ἔλεγχος δὲ πᾶς τὴν ἀλήθειαν διδάσκει τοὺς κρίνοντας.
14.7ὥστε τὰς μὲν τῶν λόγων καὶ τῶν πράξεων πίστεις, οἷαίτέ εἰσι καὶ ὅθεν αὐτῶν εὐπορήσομεν καὶ τίνι ἀλλήλων διαφέρουσιν, ἐκ τῶν προειρημένων ἴσμεν · τῶν δ’ἐπιθέτων ἑκάστην πάλιν διέλθωμεν.
14.8ἡ μὲν οὖν δόξα τοῦ λέγοντός ἐστι τὸ τὴν αὑτοῦ διάνοιαν ἐμφανίζειν κατὰ τῶν πραγμάτων. δεῖ δ’ἔμπειρον ἀποφαίνειν ἑαυτὸν περὶ ὧν ἂν λέγῃς, καὶ ἐπιδεικνύναι ὡς συμφέρει σοι τα- τἀληθῆ λέγειν περὶ τούτων, τὸν δ’ἀντιλέγοντα μάλιστα δεικνύναι μηδεμίαν ἐμπειρίαν ἔχοντα τὸν ἐναντίον περὶ ὧν ἂν λέγῃ ἀποφαίνεσθαιτε τήν δόξαν ὁμοίως.
14.9ἂν δὲ τοῦτο μὴ δυνατὸν ᾖ, δεικτέον ὡς καὶ οἱ ἔμπειροι πολλάκις ἐξαμαρτάνουσιν, ἂν δὲ τοῦτο μὴ ἐνδέχηται, λέγειν ὡς ἀσύμφορόν ἐστι τοῖς ἐναντίοις τα- τἀληθῆ περὶ τούτων εἰπεῖν. ταῖς μὲν οὖν δόξαις τοῦ λέγοντος οὕτω χρησόμεθα καὶ αὐτοὶ ἀποφαινόμενοι καὶ ἑτέροις ἀντιλέγοντες.
15.1μαρτυρία δ’ἐστὶν ὁμολογία συνειδότος ἑκόντος. ἀναγκαῖον δ’εἶναι τὸ μαρτυρούμενον ἢ πιθανὸν ἢ ἀπίθανον ἢ ἀμφίβολον πρὸς πίστιν, ὡσαύτως δὲ καὶ τὸν μάρτυρα πιστὸν ἢ ἄπιστον ἢ ἀμφίδοξον.
15.2ὅταν μὲν οὖν τὸ μαρτυρούμενον ᾖ πιθανὸν καὶ ὁ μάρτυς ἀληθινός, οὐδὲν δέονται αἱ μαρτυρίαι ἐπιλόγων, ἐὰν μὴ βούλῃ γνώμην ἢ ἐνθύμημα συντόμως εἰπεῖν τοῦ ἀστείου ἕνεκεν · ὅταν δὲ ὑποπτεύηται ὁ μάρτυς, ἀποδεικνύειν δεῖ ὡς οὔτε χάριτος ἕνεκεν οὔτε τιμωρίας οὔτε κέρδους ὁ τοιοῦτος ἂν τὰ ψευδῆ μαρτυρήσειε.
15.3δεῖ δὲ καὶ διδάσκειν ὅτι οὐ συμφέρει τὸ ψεῦδος μαρτυρεῖν · αἱ μὲν γὰρ ὠφέλειαι μικραί, τὸ δ’ἐξελεγχθῆναι χαλεπόν, γνωσθέντα δ’οὐ μόνον εἰς ἀργύριον οἱ νόμοι ζημιοῦσιν, ἀλλὰ καὶ εἰς δόξαν καὶ εἰς ἀπιστίαν.
15.4τοὺς μὲν οὖν μάρτυρας οὕτω πιστοὺς ποιήσομεν · ἀντιλέγοντας δὲ μαρτυρίᾳ δεῖ τὸν τρόπον τοῦ μάρτυρος διαβάλλειν, ἂν ᾖ πονηρός, ἢ τὸ μαρτυρούμενον ἐξετάζειν, ἂν ἀπίθανον ὂν τυγχάνῃ, ἢ καὶ συναμφοτέροις τούτοις ἀντιλέγειν, συνάγοντας τὰ φαυλότατα τῶν ἐναντίων εἰς τα- ταὐτό.
15.5σκεπτέον δὲ καὶ εἰ φίλος ἐστὶν ὁ μάρτυς ᾧ μαρτυρεῖ, ἢ εἰ μέτεστιν ποθεν αὐτῷ τοῦ πράγματος, ἢ ἐχθρός ἐστιν οὗ καταμαρτυρεῖ, ἢ πένης · τούτων γὰρ οἱ μὲν διὰ χάριν, οἱ δὲ διὰ τιμωρίαν, οἱ δὲ διὰ κέρδος ὑποπτεύονται τὰ ψευδῆ μαρτυρεῖν.
15.6καὶ τὸν τῶν ψευδομαρτυριῶν νόμον ἐπὶ τούτοις τεθεικέναι φήσομεν τὸν νομοθέτην · ἄτοπον οὖν εἶναι τοῦ νομοθέτου τοῖς μάρτυσι μὴ πιστεύσαντος τοὺς κρίνοντας πιστεύειν αὐτοῖς, κατὰ τοὺς νόμους κρινεῖν ὀμωμοκότας. τοὺς μὲν οὖν μάρτυρας οὕτως ἀπιθάνους ποιήσομεν.
15.7ἔστι δὲ καὶ κλέπτειν τὴν μαρτυρίαν τρόπῳ τοιῷδε · “μαρτύρησόν μοι, ὦ Λυσικλῆς” · “μὰ τοὺς θεοὺς οὔκουν ἔγωγε · κωλύοντος γὰρ ἐμοῦ ταῦτα ἔπραξεν οὗτος”. καὶ διὰ τούτου ἐν ἀποφάσει ψευδομαρτυρήσας ψευδομαρτυρίου δίκην οὐχ ὑφέξει.
15.8τοιγαροῦν ὅταν μὲν ἡμῖν συμφέρῃ κλέπτειν τὴν μαρτυρίαν, οὕτως αὐτῇ χρησόμεθα · ἐὰν δὲ οἱ ἐναντίοι τοιοῦτόν τι ποιήσωσιν, ἐμφανιοῦμεν τὴν κακοποιίαν αὐτῶν καὶ συγγραψαμένους μαρτυρεῖν κελεύσομεν. μάρτυσι μὲν οὖν καὶ μαρτυρίαις ἐκ τούτων ἴσμεν ὡς δεῖ χρήσασθαι.
16.1βάσανος δ’ἐστὶ μὲν ὁμολογία παρὰ συνειδότος, ἄκοντος δέ. ὅταν μὲν οὖν συμφέρῃ ἡμῖν αὐτὴν ποιεῖν ἰσχυράν, λεκτέον ὡς οἵτε ἰδιῶται περὶ τῶν σπουδαιοτάτων καὶ αἱ πόλεις περὶ τῶν μεγίστων ἐκ βασάνων τὰς πίστεις λαμβάνουσι, καὶ διότι πιστότερόν ἐστι βάσανος μαρτύρων · τοῖς μὲν γὰρ μάρτυσι συμφέρει πολλάκις ψεύσασθαι, τοῖς δὲ βασανιζομένοις λυσιτελεῖ τα- τἀληθῆ λέγειν · οὕτω γὰρ παύσονται τάχιστα τῆς κακοπαθείας.
16.2ὅταν δὲ βούλῃ τὰς βασάνους ἀπίστους ποιεῖν, πρῶτον μὲν λεκτέον ὡς οἱ βασανιζόμενοι τοῖς ἐκδιδοῦσι πολέμιοι γίνονται καὶ διὰ τοῦτο πολλὰ τῶν δεσποτῶν καταψεύδονται · ἔπειθ’ὅτι πολλάκις τοῖς βασανίζουσιν ὁμολογοῦσιν οὐ τὰς ἀληθείας, ἵν’ὡς τάχιστα τῶν κακῶν παύσωνται.
16.3δεικτέον δ’ὅτι καὶ τῶν ἐλευθέρων πολλοὶ ἤδη βασανιζόμενοι καθ’ἑαυτῶν ἐψεύσαντο βουλόμενοι τὴν παραυτίκα κακοπάθειαν ἐκφυγεῖν, ὥστε πολὺ μᾶλλον εὔλογον τοὺς δούλους ψευσαμένους κατὰ τῶν δεσποτῶν βούλεσθαι τὴν αὑτῶν τιμωρίαν ἐκφυγεῖν ἢ πολλὰς κακοπαθείας τοῖς σώμασι καὶ ταῖς ψυχαῖς ὑπομείναντας, ἵν’ἕτεροι μηδὲν πάθωσιν, αὐτοὺς βούλεσθαι μὴ ψεῦδος εἰπεῖν. τὰς μὲν οὖν βασάνους ἐκ τῶν τοιούτων καὶ τῶν τούτοις ὁμοιοτρόπων πιθανὰς καὶ ἀπιθάνους καταστήσομεν.
17.1ὅρκος δ’ἐστὶ μετὰ θείας παραλήψεως φάσις ἀναπόδεικτος. δεῖ δ’αὐτὸν ὅταν μὲν αὔξειν θέλωμεν, λέγειν οὕτως · “οὐδεὶς ἂν ἐπιορκεῖν βούλοιτο φοβούμενος τήντε παρὰ τῶν θεῶν τιμωρίαν καὶ τὴν παρὰ τοῖς ἀνθρώποις αἰσχύνην,” καὶ διεξιέναι ὅτι τοὺς μὲν ἀνθρώπους λαθεῖν ἔστι, τοὺς δὲ θεοὺς οὐκ ἔστιν.
17.2ὅταν δὲ οἱ ἐναντίοι καταφύγωσιν εἰς ὅρκον καὶ βουλώμεθα ταπεινοῦν αὐτόν, δεικτέον ὡς τῶν αὐτῶν ἐστιν ἀνθρώπων τὰ πονηρὰ πράττειν καὶ μὴ φροντίζειν ἐπιορκοῦντας · ὅστις γὰρ κακουργῶν οἴεται λανθάνειν τοὺς θεούς, οὗτος οὐ δὲ ἐπιορκῶν τιμωρίας οἴεται τεύξεσθαι. καὶ περὶ μὲν τῶν ὅρκων ὁμοιοτρόπως τοῖς προειρημένοις μετιόντες λέγειν εὐπορήσομεν ὑπὲρ αὐτῶν.
17.3συλλήβδην δὲ τὰς πάσας πίστεις ἤδη, καθάπερ ὑπεθέμεθα, διεξεληλύθαμεν καὶ δεδηλώκαμεν οὐ μόνον ἣν ἑκάστη αὐτῶν δύναμιν ἔσχηκεν, ἀλλὰ καὶ τί ἀλλήλων διαφέρουσι καὶ πῶς αὐταῖς χρηστέον. νῦν δ’ὑπὲρ τῶν ὑπολοίπων, ἃ τῶν ἑπτὰ εἰδῶν ἐστι καὶ περὶ πάντας τοὺς λόγους χρήσιμα γίνεται, διδάσκειν ἐπιχειρήσομεν.
18.1προκατάληψις μὲν οὖν ἐστι δι’ἧς τάτε τῶν ἀκουόντων ἐπιτιμήματα καὶ τοὺς τῶν ἀντιλέγειν μελλόντων λόγους προκαταλαμβάνοντες ὑπεξαιρήσομεν τὰς ἐπιφερομένας δυσχερείας.
18.2καὶ τὰς μὲν τῶν ἀκουόντων ἐπιτιμήσεις ὧδε χρὴ προκαταλαμβάνειν · “ἴσως δέ τινες ὑμῶν θαυμάζουσιν ὅτι νέος ὢν οὕτω περὶ μεγάλων πραγμάτων ἐπεχείρησα δημηγορεῖν” · καὶ πάλιν · “μηδεὶς ἀπαντήσῃ μοι δύσκολος ὅτι μέλλω συμβουλεύειν ὑμῖν περὶ ὧν ὀκνοῦσί τινες ἄλλοι παρρησιάζεσθαι πρὸς ὑμᾶς”.
18.3περὶ μὲν οὖν τῶν μελλόντων δυσχεραίνεσθαι τοῖς ἀκούουσιν, οὕτω δεῖ προκαταλαμβάνοντα φέρειν αἰτίας παρ’ἃς ὀρθῶς ποιεῖν δόξεις συμβουλεύων, δεικνύντα τὴν ἐρημίαν τῶν λεγόντων ἢ τὸ μέγεθος τῶν κινδύνων ἢ τὸ τῷ κοινῷ συμφέρον ἢ ἄλλην τοιαύτην αἰτίαν δι’ἧς λύσεις τὴν ἐπιφερομένην δυσχέρειαν.
18.4ἂν δὲ μηδὲν ἧττον θορυβῶσιν οἱ ἀκούοντες, χρὴ λέγειν συντόμως ἢ ὡς ἐν γνώμης ἢ ὡς ἐν ἐνθυμήματος σχήματι, διότι “πάντων ἀτοπώτατόν ἐστιν ἥκειν μὲν ὡς περὶ τῶν πραγμάτων βουλευσομένους τὰ κράτιστα, νῦν δὲ μὴ βουλομένους ἀκούειν τῶν λεγόντων οἴεσθαι καλῶς ἂν βουλεύσασθαι” · καὶ πάλιν, ὅτι “καλόν ἐστιν ἢ αὐτοὺς ἀνισταμένους συμβουλεύειν ἢ τῶν συμβουλευόντων ἀκούσαντας, ἅπερ ἂν αὐτοῖς δοκῇ χειροτονεῖν”.
18.5ἐν μὲν οὖν ταῖς δημηγορίαις οὕτω καὶ ταῖς προκαταλήψεσι χρηστέον καὶ τοῖς θορύβοις ἀπαντητέον. ἐν δὲ ταῖς δικαιολογίαις προκαταληψόμεθα μὲν ὁμοιοτρόπως τοῖς προειρημένοις, ἀπαντήσομεν δὲ τοῖς θορύβοις, ἐὰν μὲν ἐν ἀρχαῖς γίνωνται τῶν λόγων, ὧδε ·
18.6“πῶς οὐκ ἄλογον οὖν ἐστι τὸν μὲν νομοθέτην προστάξαι δύο λόγους ἑκάστῳ τῶν ἀντιδίκων ἀποδοῦναι, τοὺς δὲ δικάζοντας ὑμᾶς ὀμωμοκέναι κατὰ τὸν νόμον κρινεῖν, εἶτα μη δὲ τὸν ἕνα λόγον ἀκοῦσαι βούλεσθαι; καὶ ἐκεῖνον μὲν ὑμῶν τοσαύτην πρόνοιαν ἔχειν, ὅπως ἀκούσαντες πάντων τῶν λεγομένων εὐόρκως θῆσθε τὴν ψῆφον, ὑμᾶς δὲ περὶ τούτων οὕτως ὀλιγώρως ἔχειν ὥστε μη δὲ τὰς ἀρχὰς αὐτὰς ὑπομείναντας τῶν λόγων ἤδη νομίζειν ἀκριβῶς ἅπαντα γινώσκειν”;
18.7καὶ ἄλλως · “πῶς οὐκ ἄλογόν ἐστι τὸν μὲν νομοθέτην τάξαι τῶν ψήφων ἴσων γινομένων τὸν φεύγοντα νικᾶν, ὑμᾶς δὲ οὕτως ἐναντίως γινώσκειν περὶ τούτων ὡς μη δὲ ἀπολογουμένων τῶν διαβεβλημένων ἀκούειν; κα- κἀκεῖνον μὲν διὰ τὸ μᾶλλον κινδυνεύειν τοὺς φεύγοντας ἀπονεῖμαι ταύτην τὴν πλεονεξίαν αὐτοῖς ἐν ταῖς ψήφοις, ὑμᾶς δὲ τοῖς μὲν ἀκινδύνως κατηγοροῦσι μὴ φιλονεικεῖν, τοὺς δὲ μετὰ φόβων καὶ κινδύνων περὶ τῶν κατηγορουμένων ἀπολογουμένους θορυβοῦντας ἐκπλήττειν”;
18.8ἐὰν μὲν οὖν ἐν ἀρχαῖς οἱ θόρυβοι γίνωνται, τοῦτον τὸν τρόπον αὐτοῖς ἀπαντητέον · ἐὰν δὲ προεληλυθότος τοῦ λόγου θορυβῶσιν, ἐὰν μὲν ὀλίγοι τινὲς τοῦτο ποιῶσιν, ἐπιτιμητέον τοῖς θορυβοῦσι καὶ πρὸς αὐτοὺς λεκτέον ὅτι δίκαιον νῦν μὲν αὐτοὺς ἀκούειν ἐστίν, ἵνα μὴ κωλύωσι τοὺς ἄλλους ὀρθῶς δικάζειν, ἐπὰν δὲ ἀκούσωσι, τότε ποιεῖν ὅ τι ἂν ἐθέλωσιν ·
18.9ἐὰν δὲ τὸ πλῆθος θορυβῇ, μὴ τοῖς κρίνουσιν, ἀλλὰ ἑαυτῷ ἐπίπληξον · τὸ μὲν γὰρ ἐκείνοις ἐπιτιμᾶν ὀργὴν ἐργάζεται, τὸ δ’ἑαυτῷ ἐπιπλῆξαι καὶ λέγειν ἐν τῷ λέγειν ἡμαρτηκέναι συγγνώμης ποιήσει τυχεῖν. δεῖ δὲ καὶ δεῖσθαι τῶν κρινόντων εὐμενῶς αὐτοὺς ἀκοῦσαι τοῦ λόγου, καὶ μὴ περὶ ὧν μέλλουσι κρύβδην τὴν ψῆφον φέρειν, ἤδη τὴν διάνοιαν φανερὰν τίθεσθαι.
18.10συλλήβδην δὲ τοῖς θορύβοις ἀπαντήσομεν κεφαλαιωδῶς ἢ γνώμαις ἢ ἐνθυμήμασι, δεικνύντες τοὺς θορυβοῦντας ἢ τοῖς δικαίοις ἢ τοῖς νόμοις ἢ τῷ συμφέροντι τῆς πόλεως ἢ τῷ καλῷ ἐναντιουμένους · ἐκ γὰρ τῶν τοιούτων ἔστιν ὅτι μάλιστα παῦσαι τοὺς ἀκούοντας θορυβοῦντας.
18.11ταῖς μὲν οὖν πρὸς τοὺς ἀκροατὰς προκαταλήψεσιν ὡς δεῖ χρῆσθαι καὶ ὅπως τοῖς θορύβοις ἀπαντητέον, ἐκ τῶν προειρημένων ἴσμεν · τὰ δὲ ὑπὸ τῶν ἀνταγωνιστῶν ἐπίδοξα λέγεσθαι πάλιν ὡς δεῖ προκαταλαμβάνειν ὑποδείξω · “ἴσως οὖν ὀδυρεῖται αὑτοῦ πενίαν, ἧς οὐκ ἐγώ, ἀλλ’ὁ τούτου τρόπος ὑπαίτιός ἐστι · καὶ πάλιν · ” πυνθάνομαι αὐτὸν τὸ καὶ τὸ μέλλειν λέγειν “.
18.12ἐν μὲν οὖν τοῖς προτέροις λόγοις, οὕτω δεῖ τὰ ἐπίδοξα λέγεσθαι ὑπὸ τῶν ἐναντίων προκαταλαμβάνοντα διαλύειν καὶ ἀσθενῆ ποιεῖν · καὶ γὰρ κα- κἂν πάνυ ἰσχυρὰ ᾖ τὰ προδιαβεβλημένα, οὐχ ὁμοίως φαίνεται μεγάλα τοῖς ἤδη προακηκοόσιν.
18.13ἐὰν δὲ τοὺς ὑστέρους λόγους ἔχωμεν καὶ οἱ ἐναντίοι προκατειληφότες ὦσιν ἃ μέλλομεν λέγειν, ἀντιπροκαταληπτέον ἐστὶν αὐτὰ λύοντας τόνδε τὸν τρόπον ·
18.14” οὗτος δ’οὐ μόνον μου κατέψευσται πολλὰ πρὸς ὑμᾶς, ἀλλὰ καὶ σαφῶς εἰδὼς ὅτι ἐξελέγξω αὐτόν, προκατέλαβέ μου τὸν λόγον καὶ προδιέβαλεν, ἵν’ὑμεῖς μὴ ὁμοίως αὐτῷ προσέχητε ἢ ἐγὼ μὴ εἴπω πρὸς ὑμᾶς αὐτὸν διὰ τὸ διασεσύρθαι πρότερον ὑπὸ τούτου · ἐγὼ δ’οἶμαι δεῖν τοὺς ἐμοὺς λόγους παρ’ἐμοῦ πυνθάνεσθαι ὑμᾶς, ἀλλὰ μὴ παρὰ τούτου, εἰ δὲ καὶ ταῦθ’οὗτος προδιέσυρε λέγων ἅ φημι, οὐ μικρὰ σημεῖα εἶναι τοῦ μηδὲν ὑγιὲς τοῦτον λέγειν “.
18.15κέχρηται δὲ καὶ Εὐριπίδης ἐν Φιλοκτήτῃ τεχνικῶς τούτῳ τῷ εἴδει διὰ τοῦδε · λέξω δ’ἐγώ, κα- κἄν μου διαφθείρας δοκῇ λόγους ὑποφθάς, αὐτὸς ἠδικηκέναι · ἀλλ’ἐξ ἐμοῦ γὰρτ’ἀμὰ † μαθήσῃ κλύων, ὁ δ’αὐτὸς αὑτὸν † ἐμφανιεῖ σοι λέγων. ταῖς μὲν οὖν προκαταλήψεσιν ὡς δεῖ χρῆσθαι καὶ πρὸς τοὺς κριτὰς καὶ πρὸς τοὺς ἐναντίους, ἴσμεν διὰ τούτων.
19.1αἰτήματα δ’ἐστὶν ἐν τοῖς λόγοις, ἃ παρὰ τῶν ἀκουόντων οἱ λέγοντες αἰτοῦνται. τούτων δ’ἐστὶ τὰ μὲν ἄδικα, τὰ δὲ δίκαια. δίκαιον μὲν οὖν ἐστι τότε προσέχειν τοῖς λεγομένοις αἰτεῖσθαι καὶ μετ’εὐνοίας ἀκούειν, δίκαιον δὲ καὶ τὸ κατὰ τοὺς νόμους αὐτῷ βοηθῆσαι καὶ τὸ μηδὲν παρὰ τοὺς νόμους ψηφίσασθαι καὶ τὸ τοῖς ἀτυχήμασι συγγνώμην ἔχειν. † ἐὰν δὲ ᾖ παρὰ τοὺς νόμους, ἄδικον, ἐὰν δὲ μή, δίκαιον †.
19.2τὰ μὲν οὖν αἰτήματα ταῦτά ἐστι, διειλόμεθα δ’αὐτῶν τὰς διαφοράς, ἵν’εἰδότες τότε δίκαιον καὶ τὸ ἄδικον χρώμεθα κατὰ τὸν καιρὸν καὶ μὴ λανθάνωσιν ἡμᾶς οἱ ἐναντίοι ἄδικόν τι αἰτοῦντες τοὺς δικάζοντας. καὶ περὶ μὲν τούτων ἐκ τῶν εἰρημένων οὐκ ἀγνοήσομεν.
20.1παλιλλογία δ’ἐστὶ μὲν σύντομος ἀνάμνησις, δεῖ δ’αὐτῇ χρῆσθαι καὶ περὶ τῶν μερῶν καὶ περὶ τῶν ὅλων λόγων τὰς τελευτάς. παλιλλογήσομεν δ’ἐν κεφαλαίοις ἢ διαλογιζόμενοι ἢ ἀπολογιζόμενοι ἢ ἐκ προαιρέσεως ἢ προσερωτῶντες.
20.2δείξω δ’αὐτῶν οἷον ἕκαστόν ἐστιν. τὸ μὲν οὖν διαλογίζεσθαι τοιόνδε τί ἐστιν · ” ἀπορῶ δ’ἔγωγε τί ἂν ἐποίησαν οὗτοι, εἰ μὴ φανεροὶ μὲν ἦσαν ἡμᾶς πρότερον ἐγκαταλελοιπότες, ἐξηλέγχοντο δὲ ἐπὶ τὴν πόλιν ἡμῶν στρατεύσαντες, οὐδὲν δὲ πώποτε ὧν ὡμολογήκασι ποιήσαντες “.
20.3τὸ μὲν οὖν διαλογίζεσθαι τοιοῦτόν ἐστι, τὸ δὲ ἀπολογίζεσθαι τοιόνδε · ” ἀπέδειξα δ’αὐτοὺς διαλύσαντας προτέρους τὴν συμμαχίαν καὶ πρῶτον ἐπιθεμένους ἡμῖν, ὅτε πρὸς Λακεδαιμονίους ἐπολεμοῦμεν, καὶ μάλιστα σπουδάσαντας ἐξανδραποδίσασθαι τὴν πόλιν ἡμῶν “.
20.4τὸ μὲν οὖν ἀπολογίζεσθαι τοιοῦτόν ἐστι, τὸ δ’ἐκ προαιρέσεως ἀναμιμνῄσκειν τοιόνδε · ” ἐνθυμεῖσθαι δὲ δεῖ ὅτι συμβέβηκεν ἡμῖν, ἐξ ὅτου τὴν φιλίαν πρὸς τούτους ἐποιησάμεθα, μηδέποτε κακὸν ὑπὸ τῶν πολεμίων παθεῖν · βοηθήσαντες γὰρ ἡμῖν πολλάκις ἐκώλυσαν Λακεδαιμονίους τὴν χώραν ἡμῶν διαφθεῖραι, χρήματα δὲ πολλὰ καὶ νῦν φέροντες διατελοῦσιν “.
20.5ἐκ προαιρέσεως μὲν οὕτως ἀναμνήσομεν, ἐξ ἐπερωτήσεως δὲ τόνδε τὸν τρόπον · ” ἡδέως δ’ἂν αὐτῶν πυθοίμην διὰ τί τὰς συντάξεις ἡμῖν οὐκ ἀποδιδόασιν · οὐ γὰρ ὡς ἀποροῦσιν εἰπεῖν ἂν τολμήσαιεν, οἳ τοσαῦτα χρήματα καθ’ἕκαστον ἐνιαυτὸν ἐκ τῆς χώρας ἐπιδεικνύονται λαμβάνοντες, οὐ δ’αὖ φήσουσιν εἰς τὴν τῆς πόλεως διοίκησιν πολλὰ δαπανᾶν · παντελῶς γὰρ ἐλάχιστα τῶν νησιωτῶν ἀναλίσκοντες φαίνονται “. ἐκ μὲν οὖν ἐπερωτήσεως οὕτω παλιλλογήσομεν.
21.1εἰρωνεία δ’ἐστὶ λέγειν τι μὴ λέγειν προσποιούμενον ἢ ἐν τοῖς ἐναντίοις ὀνόμασι τὰ πράγματα προσαγορεύειν. εἴη δ’ἂν αὐτῆς τὸ σχῆμα τοιοῦτον ἐν τῷ περὶ τῶν εἰρημένων συντόμως ἀναμιμνῄσκειν · ” οὐδὲν δ’οἶμαι δεῖν λέγειν ὅτι οὗτοι μὲν οἱ φάσκοντες πολλὰ ἀγαθὰ πεποιηκέναι πλεῖστα φαίνονται τὴν πόλιν κεκακουργηκότες, ἡμεῖς δ’οὓς οὗτοί φασιν ἀχαρίστους εἶναι, τούτοιςτε πολλάκις βοηθήσαντες καὶ τοὺς ἄλλους οὐδὲν ἀδικοῦντες “.
21.2τὸ μὲν οὖν ἐν προσποιήσει παραλείψεως λέγοντα συντόμως ἀναμιμνῄσκειν τοιοῦτόν ἐστι, τὸ δὲ τοῖς ἐναντίοις ὀνόμασι προσαγορεύειν τὰ πράγματα πάλιν τοιόνδε · ” οὗτοι μὲν οἱ χρηστοὶ πολλὰ φαίνονται τοὺς συμμάχους κακὰ πεποιηκότες, ἡμεῖς δ’οἱ φαῦλοι πολλῶν ἀγαθῶν αὐτοῖς αἴτιοι καταστάντες “. διὰ τούτων μὲν οὖν συντόμως ἀναμιμνῄσκοντες ταῖς παλιλλογίαις χρησόμεθα καὶ περὶ τῶν μερῶν καὶ περὶ τῶν ὅλων λόγων τὰς τελευτάς.
22.1ὅθεν δ’ἐστὶν ἀστεῖα λέγειν καὶ τὰ μήκη τῶν λόγων ποιεῖν ὅπως ἄν τις θέλῃ, τοῦτο διέξιμεν πάλιν. ἀστεῖα μὲν οὖν λέγειν ἐκ τούτου τοῦ τρόπου ἔστιν οἷον τὰ ἐνθυμήματα λέγοντας ὅλα ἢ ἡμίση, ὥστε τὸ ἥμισυ αὐτοὺς ὑπολαμβάνειν τοὺς ἀκούοντας.
22.2δεῖ δὲ καὶ γνώμας συμπαραλαμβάνειν. χρὴ δὲ τούτων τινὰ κατὰ πάντα τὰ μέρη συγκαταλέγειν, διαλλάττοντα τοὺς λόγους καὶ μηδέποτε ὅμοια εἰς τὸ αὐτὸ πολλὰ τιθέντα, καὶ οὕτως ὁ λόγος ἀστεῖος φανεῖται.
22.3μηκύνειν τοὺς λόγους βουλόμενον δεῖ μερίζειν τὸ πρᾶγμα καὶ ἐν ἑκάστῳ μέρει τὰ ἐνόντα οἷάτέ ἐστι τὴν φύσιν διδάσκειν, καὶ τὴν χρῆσιν καὶ ἰδίᾳ καὶ κοινῇ καὶ τὰς προφάσεις αὐτῶν ἐκδιηγεῖσθαι. ἂν δὲ καὶ ἔτι μακρότερον θελήσωμεν τὸν λόγον ποιεῖν, δεῖ πολλοῖς ὀνόμασι περὶ ἑκάστου χρῆσθαι.
22.4χρὴ δὲ καὶ παρὰ μέρος ἕκαστον τοῦ λόγου παλιλλογεῖν καὶ τὴν παλιλλογίαν σύντομον ποιεῖσθαι, ἐν δὲ τῇ τελευτῇ τοῦ λόγου ταῦτα περὶ ὧν καθ’ἓν ἕκαστον εἴρηκας, ἀθρόα συντιθέναι καὶ περὶ ὅλων τῶν πραγμάτων λέγειν. τοῦτον μὲν οὖν τὸν τρόπον μῆκος ἕξουσιν οἱ λόγοι.
22.5βραχυλογεῖν δὲ βουλόμενον δεῖ ὅλον τὸ πρᾶγμα ἑνὶ ὀνόματι περιλαμβάνειν, καὶ τούτῳ ὃ ἂν ὑπάρχῃ βραχύτατον τῷ πράγματι. χρὴ δὲ καὶ συνδέσμους ὀλίγους ποιεῖν, τὰ πλεῖστα δὲ ζευγνύναι. ὀνομάζειν μὲν οὕτω, τῇ δὲ λέξει εἰς δύο χρῆσθαι, καὶ παλιλλογίαν τὴν σύντομον ἐκ τῶν μερῶν ἀφαιρεῖν, ἐν δὲ ταῖς τελευταῖς μόνον παλιλλογεῖν. καὶ τοῦτον μὲν τὸν τρόπον βραχεῖς τοὺς λόγους ποιήσομεν.
22.6ἐὰν δὲ βούλῃ μέσως λέγειν, δεῖ τὰ μέγιστα τῶν μερῶν ἐκλέγοντα περὶ τούτων ποιεῖσθαι τοὺς λόγους. χρὴ δὲ καὶ τοῖς ὀνόμασι τοῖς μέσοις χρῆσθαι καὶ μήτε τοῖς μακροτάτοις μήτε τοῖς βραχυτάτοις μήτε πολλοῖς περί γε ἑνός, ἀλλὰ μετρίοις.
22.7χρὴ δὲ καὶ τοὺς ἐπιλόγους ἐκ τῶν ἀνὰ μέσον μερῶν μήτε παντελῶς ἐξαιρεῖν μήτε πᾶσι τοῖς μέρεσιν ἐπιφέρειν, ἀλλ’ἅπερ ἂν μάλιστα βούλῃ κατανοῆσαι τοὺς ἀκούοντας, ἐπὶ τούτων μάλιστα παλιλλογεῖν ἐπὶ τῇ τελευτῇ.
22.8τὰ μὲν οὖν μήκη τῶν λόγων ἐκ τούτων ποιήσομεν ἡνίκα ἂν θέλωμεν · ἂν δὲ ἀστεῖον γράφειν θέλῃς λόγον, παραφύλαττε ὡς μάλιστα ὅπως τὰ ἤθη τῶν λόγων ὁμοιοῦν τοῖς ἀνθρώποις δυνήσῃ. τοῦτο δὲ ποιήσεις, ἂν ἐπιθεωρῇς τὰ μεγάλα τῶν ἠθῶν καὶ τὰ ἀκριβῆ καὶ τὰ μέτρια. περὶ μὲν οὖν τούτων ἐντεῦθεν οὐκ ἀγνοήσεις, περὶ δὲ ὀνομάτων συνθέσεως δηλώσομεν · καὶ γὰρ τοῦτο τῶν ἀναγκαίων ἐστί.
23.1πρῶτον μὲν οὖν τρόποι ὀνομάτων εἰσὶ τρεῖς, ἁπλοῦς ἢ σύνθετος ἢ μεταφέρων. ὡσαύτως δὲ καὶ θέσεις τρεῖς · μία μὲν εἰς φωνῆεν τελευτᾶν ἐν ταῖς συμβολαῖς καὶ ἀπὸ φωνήεντος ἄρχεσθαι, δευτέρα δὲ ἀπὸ ἀφώνου ἀρξάμενον εἰς ἄφωνον τελευτᾶν, τρίτη δὲ τὰ ἄφωνα πρὸς τὰ φωνήεντα συνδεῖν.
23.2τάξεις δὲ τέτταρες · μία μὲν τὰ ὅμοια τῶν ὀνομάτων ἢ παράλληλα τιθέναι ἢ διασπείρειν, ἄλλη δὲ τοῖς αὐτοῖς ὀνόμασι χρῆσθαι ἢ μεταβάλλειν εἰς ἕτερα, τρίτη δὲ ἑνὶ ἢ πολλοῖς ὀνόμασι τὸ πρᾶγμα προσαγορεύειν, τετάρτη δὲ ἑξῆς τὰ πραχθέντα ὀνομάζειν ἢ ὑπερβιβάζειν. ὅπως δὲ καλλίστην ποιήσεις τὴν ἑρμηνείαν, νῦν δηλώσομεν.
24.1πρῶτον μὲν οὖν εἰς δύο ἑρμηνεύειν, εἶτα σαφῶς δεῖ λέγειν. σχήματα δ’ἐστὶ τοῦ εἰς δύο λέγειν τάδε · ἓν μὲν ὅτι αὐτὸς δύναται καὶ τοῦτο καὶ ἕτερον, δεύτερον δὲ ὅτι οὗτος μὲν οὐ δύναται, ἕτερος δὲ δύναται, τρίτον δὲ ὅτι οὗτος καὶ τοῦτο καὶ ἕτερον δύναται, τέταρτον δὲ ὅτι οὔτ’αὐτὸς οὔθ’ἕτερος δύναται, πέμπτον δὲ ὅτι ἐκεῖνος μὲν δύναται, αὐτὸς δὲ οὐ δύναται, ἕκτον δὲ ὅτι αὐτὸς μὲν ἕτερον δύναται, ἐκεῖνος δὲ οὐ δύναται ἕτερον.
24.2ἕκαστον δὲ τούτων ἐπὶ τῶνδε θεωρήσεις. ὅτι μὲν γὰρ αὐτὸς δύναται καὶ τοῦτο καὶ ἕτερον, τοιόνδε ἐστίν · ” ἐγὼ δὲ οὐ μόνον τούτων αἴτιος ὑμῖν ἐγενόμην, ἀλλὰ καὶ Τιμόθεον μέλλοντα στρατεύειν ἐφ’ὑμᾶς διεκώλυσα “.
24.3ὅτι δὲ οὗτος μὲν οὐ δύναται, ἕτερος δὲ δύναται, τοιόνδε · ” αὐτὸς μὲν οὖν ἀδυνάτως ἔχει πρεσβεύειν ὑπὲρ ἡμῶν, οὗτος δὲ φίλος ἐστὶ τῇ πόλει τῶν Σπαρτιατῶν καὶ μάλιστ’ἂν δυνηθείη πρᾶξαι ἃ βούλεσθε “.
24.4τὸ δὲ ὅτι οὗτος καὶ τοῦτο καὶ ἕτερον δύναται, τοιόνδε · ” οὐ μόνον δὲ ἐν τοῖς πολέμοις εὔρωστον αὑτὸν παρέσχεν, ἀλλὰ καὶ βουλεύσασθαι τῶν πολιτῶν οὐχ ἥκιστα δύναται “.
24.5τὸ δὲ ὅτι οὔτ’αὐτὸς οὔθ’ἕτερος δύναται, τοιόνδε · ” οὔτ’ἂν αὐτὸς δυνηθείην ὀλίγην δύναμιν ἔχων καταπολεμῆσαι τοὺς ἐναντίους οὔτ’ἄλλος οὐδεὶς τῶν πολιτῶν “.
24.6τὸ δὲ ὅτι ἐκεῖνος μὲν δύναται, αὐτὸς δὲ οὐ δύναται, τοιόνδε · ” οὗτος μὲν γὰρ ἔρρωται τῷ σώματι, ἐγὼ δ’ἀρρωστῶν τυγχάνω “.
24.7τὸ δὲ ὅτι αὐτὸς μὲν ἕτερον δύναται, ἐκεῖνος δὲ οὐ δύναται ἕτερον, τοιόνδε · ” ἐγὼ μὲν γὰρ κυβερνῆσαι δυνατός εἰμι, οὗτος δὲ οὐ δὲ κωπηλατῆσαι δύναται “. σχήματα μὲν οὖν τοῦ εἰς δύο ἑρμηνεύειν ὧδε ποιήσεις, ἐπὶ τῶν πραγμάτων ἁπάντων τὸν αὐτὸν τρόπον μετιών. σαφῶς δὲ ὅθεν δηλώσεις, τοῦτο πάλιν σκεπτέον.
25.1πρῶτον μὲν οὖν ὀνόμαζε τοῖς οἰκείοις ὀνόμασιν ὅ τι ἂν λέγῃς, διαφεύγων τὸ ἀμφίβολον. εὐλαβοῦ δὲ περὶ τὰ φωνήεντα τῶν γραμμάτων ὅπως μὴ ἑξῆς τεθήσονται. πρόσεχε δὲ καὶ τοῖς καλουμένοις ἄρθροις ὅπως ἐν τῷ δέοντι προστιθῆται. σκόπει δὲ καὶ τὴν σύνθεσιν τῶν ὀνομάτων ὅπως μήτε συγκεχυμένη μήθ’ὑπερβατὴ ἔσται · τὰ γὰρ οὕτω λεγόμενα δύσγνωστα συμβαίνει. μετὰ δὲ συνδέσμους, οὓς ἂν προείπῃς, ἀποδίδου τοὺς ἀκολουθοῦντας.
25.2τὸ μὲν οὖν συνδέσμους ἀποδιδόναι τοὺς ἀκολουθοῦντας τοιόνδε ἐστίν · ” ἐγὼ μὲν παρεγενόμην οὗ ἔφην, σὺ δὲ φάσκων ἥξειν οὐκ ἦλθες “· πάλιν ὅταν ὁ αὐτὸς σύνδεσμος ἀκόλουθος ᾖ, οἷον · ” σὺ γὰρ κα- κἀκείνων αἴτιος ἐγένου, καὶ τούτων αἴτιος σύ “.
25.3περὶ μὲν οὖν τῶν συνδέσμων εἴρηται, καὶ ἀπὸ τούτων τεκμαίρεσθαι δεῖ καὶ περὶ τῶν ἄλλων. δεῖ δὲ καὶ τὴν σύνθεσιν τῶν ὀνομάτων μήτε συγκεχυμένην μήτε ὑπερβατὴν ποιεῖν. τὸ μὲν γὰρ συγκεχυμένον τοιόνδε ἐστίν ὡς ὅταν εἴπῃς · ” δεινόν ἐστι τοῦτον τύπτειν τοῦτον “· ἄδηλον γάρ ἦν ὁπότερος ἂν ἦν ὁ τύπτων. ἐὰν δὲ εἴπῃς οὕτως, δῆλον ποιήσεις · ” δεινόν ἐστι τοῦτον ὑπὸ τούτου τύπτεσθαι “.
25.4τὸ μὲν οὖν συγχεῖν τὴν σύνθεσιν τῶν ὀνομάτων τοιοῦτόν ἐστι. τὸ δὲ προσέχειν τοῖς ἄρθροις ὅπως ἐν τῷ δέοντι προστιθῆται, ἐπὶ τῶνδε ὅρα · ” οὗτος ὁ ἄνθρωπος τοῦτον τὸν ἄνθρωπον ἀδικεῖ “. νῦν μὲν οὖν ἐγγενόμενα τὰ ἄρθρα σαφῆ ποιεῖ τὴν λέξιν, ἐξαιρεθέντα δὲ ἀσαφῆ ποιήσει. ἔσθ’ὅτε δὲ συμβαίνει καὶ τὸ ἀνάπαλιν.
25.5τὰ μὲν οὖν ἐν τοῖς ἄρθροις τοιαῦτά ἐστιν. τὰ δὲ φωνήεντα μὴ τίθει παράλληλα, ἂν μή ποτε ἄλλως ἀδύνατον ᾖ δηλῶσαι, ἢ ἀνάπτυξις ᾖ τις ἢ ἄλλη διαίρεσις.
25.6τὸ δὲ τὰ ἀμφίβολα διαφεύγειν τοιόνδε ἐστίν · ἔνια τῶν ὀνομάτων τα- ταὐτὰ ἐπὶ πλείοσι πράγμασι κεῖται, οἷον ὀδὸς τῶν θυρῶν καὶ ὁδὸς ἣν βαδίζουσιν. δεῖ δ’ἐπὶ τοῖς τοιούτοις τὸ ἴδιον ἀεὶ συμπαραλαμβάνειν. καὶ σαφῶς μὲν ἐν τοῖς ὀνόμασιν, ἂν ταῦτα ποιῶμεν, διαλεξόμεθα, εἰς δύο δ’ἑρμηνεύσομεν διὰ τῆς προτέρας μεθόδου.
26.1περὶ δὲ ἀντιθέτων καὶ παρισώσεων καὶ ὁμοιοτήτων λέγωμεν ἤδη · δεησόμεθα γὰρ καὶ τούτων. ἀντίθετον μὲν οὖν ἐστι τὸ ἐναντίαν τὴν ὀνομασίαν ἅμα καὶ τὴν δύναμιν ἐν τοῖς ἀντικειμένοις ἔχον, ἢ τὸ ἕτερον τούτων.
26.2τοῖς μὲν οὖν ὀνόμασιν εἴη ἂν ἐναντίον ἅμα καὶ τῇ δυνάμει τόδε · ” οὐ γὰρ δίκαιον τοῦτον μὲν τὰ ἐμὰ ἔχοντα πλουτεῖν, ἐμὲ δὲ τὰ ὄντα προϊέμενον οὕτω πτωχεύειν “.
26.3τοῖς δ’ὀνόμασι μόνοις · ” διδότω γὰρ ὁ πλούσιος καὶ εὐδαίμων τῷ πένητι καὶ ἐνδεεῖ “. τῇ δὲ δυνάμει · ” ἐγὼ μὲν τοῦτον νοσοῦντα ἐθεράπευσα, οὗτος δ’ἐμοὶ μεγίστων κακῶν αἴτιος γέγονεν “. ἐνταῦθα μὲν γὰρ τὰ ὀνόματα οὐκ ἐναντία, αἱ δὲ πράξεις ἐναντίαι. κάλλιστον μὲν οὖν εἴη ἂν τὸ κατ’ἀμφότερα ἀντίθετον, καὶ κατὰ τὴν δύναμιν καὶ κατὰ τὴν ὀνομασίαν. ἔστι δὲ καὶ τὰ λοιπὰ δύο ἀντίθετα.
27.1παρίσωσις δ’ἐστὶ μέν ὅταν δύο ἴσα λέγηται κῶλα · εἴη δ’ἂν ἴσα καὶ πολλὰ μικρὰ ὀλίγοις μεγάλοις, καὶ ἴσα τὸ μέγεθος καὶ ἴσα τὸν ἀριθμόν. ἔχει δὲ τοιόνδε τὸ σχῆμα ἡ παρίσωσις · ” ἢ διὰ χρημάτων ἀπορίαν ἢ διὰ πολέμου μέγεθος “. ταῦτα γὰρ οὔτε ὅμοια οὔτε ἐναντία, ἀλλ’ἴσα μόνον ἀλλήλοις.
28.1παρομοίωσις δ’ἐστὶν ἡ μείζων τῆς παρισώσεως · οὐ γὰρ μόνον ἴσα τὰ κῶλα ποιεῖ, ἀλλὰ καὶ ὅμοια ἐξ ὁμοίων ὀνομάτων, οἷον · ” † δεῖ σε † λόγου μίμημα, φέρε πόθου τέχνασμα “. μάλιστα δὲ δεῖ ποιεῖν ὅμοια τὰ τελευταῖα τῶν ὀνομάτων · ταῦτα γὰρ μάλιστα ποιεῖ τὴν ὁμοίωσιν. ὅμοια δ’ἐστὶν ὀνόματα τὰ ἐξ ὁμοίων συλλαβῶν, ἐν αἷς πλεῖστα γράμματα τὰ αὐτά ἐστιν, οἷον · ” πλήθει μὲν ἐνδεῶς, δυνάμει δὲ ἐντελῶς “.
28.2ὅσα δὲ ἔξω τέχνης κεῖται, τὸ αὐτόματον αὐτὸ δείξει. περὶ μὲν οὖν τούτων ἀπόχρη · καὶ γὰρ τὸ δίκαιον καὶ τὸ νόμιμον καὶ τὸ καλὸν καὶ τὸ συμφέρον καὶ τὰ λοιπὰ αὐτάτε ἴσμεν οἷά ἐστι καὶ ὅθεν αὐτὰ πολλὰ ποιήσομεν. ὡσαύτως δὲ καὶ τὰς αὐξήσεις καὶ τὰς ταπεινώσεις ... γινώσκομεν αἵ τινέςτ’εἰσι καὶ ὅθεν αὐτῶν εἰς τοὺς λόγους εὐπορήσομεν.
28.3ὁμοιοτρόπως δὲ τούτοις τάςτε προκαταλήψεις καὶ τὰ παρὰ τῶν ἀκουόντων αἰτήματα καὶ τὰς παλιλλογίας καὶ τὰς ἀστειολογίας καὶ τὰ μήκη τῶν λόγων καὶ τῆς ἑρμηνείας τὴν σύνθεσιν ἅπασαν ἴσμεν.
28.4ὥστε τὰς κοινὰς δυνάμεις ἁπάντων τῶν εἰδῶν καὶ τὰς διαφορὰς καὶ τὰς χρήσεις αὐτῶν ἐκ τῶν προειρημένων εἰδότες, ἂν ἐθίσωμεν ἡμᾶς αὐτοὺς καὶ γυμνάσωμεν ἀναλαμβάνειν αὐτὰς κατὰ τὰ προγυμνάσματα, πολλὴν εὐπορίαν καὶ γράφοντες καὶ λέγοντες ἐξ αὐτῶν ἕξομεν.
28.5κατὰ μέρη μὲν οὖν οὕτως ἀκριβέστατα ἂν διέλοις τὰς τῶν λόγων μεθόδους. ὡς δ’ἐπὶ τοῖς εἴδεσι χρὴ τάττειν τοὺς λόγους σωματοειδῶς, τίσιτε πρώτοις τῶν μερῶν χρῆσθαι καὶ πῶς τούτοις αὐτοῖς, ταῦτα πάλιν δηλώσω. προοίμιον μὲν οὖν προτάττω · κοινὸν γάρ ἐστι τῶν ἑπτὰ εἰδῶν καὶ ἐπὶ πᾶσι τοῖς πράγμασιν ἁρμόσει λεγόμενον.
29.1ἔστι δὲ προοίμιον καθόλου μὲν εἰπεῖν ἀκροατῶν παρασκευὴ καὶ τοῦ πράγματος ἐν κεφαλαίῳ μὴ εἰδόσι δήλωσις, ἵνα γινώσκωσι περὶ ὧν ὁ λόγος παρακολουθῶσίτε τῇ ὑποθέσει, καὶ ἔτι προσέχειν παρακαλέσαι καὶ καθ’ὅσον τῷ λόγῳ δυνατὸν εὔνους ἡμῖν αὐτοὺς ποιῆσαι. τούτων μὲν οὖν εἶναι δεῖ τὸ προοίμιον παρασκευαστικόν. ὡς δὲ αὐτῷ χρησόμεθα, πρῶτον μὲν ἐπὶ τῶν δημηγορικῶν καὶ προτρεπτικῶν, τοῦτο δείξω.
29.2τὸ μὲν οὖν προεκτιθέναι τὸ πρᾶγμα τοῖς ἀκούουσι καὶ φανερὸν ποιεῖν τοιόνδε ἐστίν · ” ἀνέστην συμβουλεύσων βουλεύσων ὡς χρὴ πολεμεῖν ἡμᾶς ὑπὲρ Συρακουσίων “· ” ἀνέστην ἀποφανούμενος ὡς οὐ χρὴ βοηθεῖν ἡμᾶς Συρακουσίοις “.
29.3τὸ μὲν οὖν φράζειν ἐν κεφαλαίῳ τὸ πρᾶγμα τοιοῦτόν ἐστιν. προσέχειν δὲ παρακαλεῖν ἐκ τούτων ἂν εἰδείημεν, εἰ κατανοήσαιμεν αὐτοί ποίοις μάλιστα καὶ λόγοις καὶ πράγμασι βουλευόμενοι προσέχομεν.
29.4ἆρ’οὖν οὐ τούτοις ὅταν ἢ ὑπὲρ μεγάλων ἢ φοβερῶν ἢ τῶν ἡμῖν οἰκείων βουλευώμεθα; ἢ φάσκωσιν ἐπιδείξειν οἱ λέγοντες ὡς δίκαια καὶ καλὰ καὶ συμφέροντα καὶ ῥᾴδια καὶ ἡδέα ἐπιδείξουσιν ἡμῖν ἐφ’ἃ πράττειν παρακαλοῦσιν; ἢ δεηθῶσιν ἡμῶν ἀκοῦσαι αὐτῶν προσέχοντας τὸν νοῦν;
29.5ὥσπερ οὖν αὐτοὶ τοῖς ἄλλοις, οὕτω καὶ ἡμεῖς τὰ οἰκειότατα τῶν προειρημένων τοῖς ὑφ’ἡμῶν πράγμασι λεγομένοις λαμβάνοντες καὶ τοῖς ἀκούουσιν ἐνδεικνύμενοι προσέχειν αὐτοὺς ποιήσομεν.
29.6ἐπὶ μὲν οὖν τὸ προσέχειν διὰ τούτων παρακαλοῦμεν. τὴν εὔνοιαν δὲ παρασκευασόμεθα διασκεψάμενοι πρῶτον πῶς πρὸς ἡμᾶς αὐτοὺς τυγχάνουσιν ἔχοντες, εὐνοϊκῶς ἢ δυσμενῶς ἢ μήτε εὖ μήτε κακῶς.
29.7ἐὰν μὲν οὖν εὖνοι τυγχάνωσιν ὄντες, περίεργον λέγειν περὶ εὐνοίας · ἂν δὲ πάντως βουλώμεθα, χρὴ συντόμως μετ’εἰρωνείας εἰπεῖν τοῦτον τὸν τρόπον · ” ὅτι μὲν οὖν “εὔνους εἰμὶ τῇ πόλει καὶ πολλάκις μοι πεισθέντες συμφερόντως ἐπράξατε, καὶ διότι πρὸς τὰ κοινὰ δίκαιον ἐμαυτὸν παρέχω καὶ μᾶλλόν τι τῶν ἰδίων προϊέμενον ἢ ἀπὸ τῶν δημοσίων ὠφελούμενον, περίεργον εἶναι νομίζω πρὸς ὑμᾶς τοῦτό γε σαφῶς εἰδότας λέγειν · ὡς δὲ εἰ καὶ νῦν μοι πεισθεῖτε, καλῶς βουλεύσεσθε, τοῦτο πειράσομαι διδάσκειν”.
29.8τοῦτον μὲν οὖν τὸν τρόπον τοῖς εὖ διακειμένοις ἐν ταῖς δημηγορίαις τῆς εὐμενείας ὑπομνηστέον. τοῖς δὲ μήτε διαβεβλημένοις μήτε εὖ διακειμένοις ῥητέον ὡς δίκαιόν ἐστι καὶ συμφέρον τοῖς πεῖραν μὴ δεδωκόσι τῶν πολιτῶν εὔνους ἀκροατὰς γενέσθαι.
29.9ἔπειτα τοὺς ἀκούοντας ἐπαίνῳ θεραπευτέον, δικαίως καὶ νουνεχῶς τοὺς λόγους, “ὡς εἰώθασι,” δοκιμάζειν. ἔτι δὲ τὰς ἐλαττώσεις οἰστέον λέγοντας ὡς “οὐ δεινότητι πιστεύων ἀνέστην, ἀλλὰ νομίζων τῷ κοινῷ τὸ συμφέρον εἰσηγήσεσθαι”.
29.10καὶ τοῖς μὲν μήτε εὖ μήτε κακῶς διακειμένοις ἐκ τῶν τοιούτων τὴν εὔνοιαν ποριστέον. τοὺς δὲ διαβεβλημένους ἀναγκαῖον τὰς διαβολὰς ἢ αὐτοὺς ἔχειν, ἢ τὰ πράγματα ὑπὲρ ὧν λέγουσιν, ἢ τὸν λόγον. αὗται δὲ αἱ διαβολαὶ γίνονται ἢ ἐκ τοῦ παρόντος ἢ ἐκ τοῦ παροιχομένου χρόνου.
29.11ἐκ μὲν οὖν τοῦ παροιχομένου χρόνου ἐάν τις ὑποπτεύηται εἰς πονηρίαν τινά, πρῶτον μὲν τῇ πρὸς τοὺς ἀκροατὰς προκαταλήψει χρῆσθαι καὶ λέγειν ὡς “οὐ δ’αὐτὸς ἀγνοῶ διαβεβλημένος, ἀλλ’ἐπιδείξω ψευδεῖς οὔσας τὰς διαβολάς”.
29.12ἔπειτα κεφαλαιωδῶς ἐν τοῖς προοιμίοις ἀπολογητέον, ἂν ἔχῃς τι λέγειν ὑπὲρ ἑαυτοῦ, καὶ τὰς κρίσεις ψεκτέον. ἀναγκαῖον γάρ, ἄντε πρὸς τὸ δημόσιον ᾖ τις διαβεβλημένος, ἄντε πρὸς τοὺς ἰδιώτας, ἢ γεγενῆσθαι κρίσιν ἢ μέλλειν γενήσεσθαι ἢ μὴ βούλεσθαι τοὺς τὴν αἰτίαν ἐπενεγκόντας λαβεῖν κρίσιν.
29.13καὶ ῥητέον ὡς ἀδίκως ἡ κρίσις ἐγένετο, καὶ ὡς ὑπὸ τῶν ἐχθρῶν κατεστασιάσθημεν · ἢ ἐὰν τοῦτο μὴ ἐνδέχηται, λέγειν ὡς ἱκανὸν ἡμῖν ἀτυχήσασι τότε, καὶ ὡς δίκαιόν ἐστιν τῶν πραγμάτων ἤδη κεκριμένων μὴ περὶ τῶν αὐτῶν ἔτι διαβολὴν ἔχειν.
29.14ἂν δ’ἐπίδοξος ἡ κρίσις ᾖ γενέσθαι, λεκτέον ὡς ἕτοιμος εἶ περὶ τῶν διαβολῶν ἐν τοῖς καθημένοις ἤδη κρίνεσθαι, κα- κἂν ἐλεγχθῇς τι τὴν πόλιν ἀδικῶν, ἀποθνῄσκειν ὑποτιμᾷ.
29.15ἐὰν δὲ οἱ ἐγκαλέσαντες μὴ ἐπεξίωσιν, αὐτὸ τοῦτο χρὴ σημεῖον ποιεῖσθαι διότι τὴν διαβολὴν ψευδῶς ἡμῶν κατήνεγκαν · οὐ γὰρ εἰκὸς εἶναι δόξει τοὺς ἀληθῶς ἐγκαλοῦντας μὴ βούλεσθαι κρίσιν λαβεῖν.
29.16ἀεὶ δὲ κατηγορεῖν χρὴ διαβολῆς καὶ λέγειν ὡς δεινὸν καὶ κοινὸν καὶ πολλῶν κακῶν αἴτιον. ἐμφανιστέον δ’ὅτι καὶ πολλοὶ ἤδη διεφθάρησαν ἀδίκως διαβληθέντες. χρὴ δὲ καὶ διδάσκειν ὡς εὔηθές ἐστιν ὑπὲρ τῶν κοινῶν βουλευομένους μὴ παρὰ πάντων τοὺς λόγους ἀκούοντας τὸ συμφέρον σκοπεῖν, ἀλλὰ ταῖς ἐνίων διαβολαῖς δυσχεραίνειν. δεῖ δὲ καὶ ἐπαγγέλλεσθαι καὶ ὑποσχνεῖσθαι δίκαια καὶ συμφέροντα καὶ καλὰ ἐπιδείξειν ἃ ὑπέσχου συμβουλεύειν.
29.17τοὺς μὲν οὖν ἐκ τοῦ παροιχομένου χρόνου διαβεβλημένους τοῦτον τὸν τρόπον ἐν ταῖς δημηγορίαις τὰς διαβολὰς λυτέον · ἐκ δὲ τοῦ παρόντος χρόνου διαβάλλει τοὺς λέγοντας πρῶτον μὲν ἡλικία. ἐάντε γὰρ νέος παντελῶς ἐάντε πρεσβύτης δημηγορῇ, δυσχεραίνεται · τῷ μὲν γὰρ οὔπω ἦρχθαι, τῷ δὲ ἤδη πεπαῦσθαι προσήκειν οἴονται.
29.18ἔπειτα ἐὰν συνεχῶς εἰώθῃ λέγειν · πολυπράγμων γὰρ εἶναι δοκεῖ οὗτος. καὶ ἐὰν μηδέποτε πρότερον εἰρήκῃ · καὶ γὰρ οὗτος κέρδους ἕνεκά τινος ἰδίου δοκεῖ παρὰ τὸ ἔθος δημηγορεῖν.
29.19ἐκ μὲν οὖν τοῦ παρόντος χρόνου διαβολαὶ περὶ τὸν δημηγοροῦντα τοιαῦται γενήσονται. προφασίζεσθαι δὲ ὑπὲρ αὐτῶν δεῖ τὸν μὲν νεώτερον ἐκ τῆς ἐρημίας τῶν συμβουλευόντων καὶ ἐκ τοῦ προσήκοντος αὐτῷ, λέγω δ’οἷον ὑπὲρ λαμπαδαρχίας ἢ ὑπὲρ γυμνασίας ἢ ὑπὲρ ὅπλων ἢ ἵππων ἢ περὶ πολέμου · τούτων γὰρ οὐκ ἐλάχιστον μέρος τῷ νέῳ μέτεστιν.
29.20ῥητέον δὲ καὶ ὡς εἰ μήπω καθ’ἡλικίαν τὸ φρονεῖν, ἀλλὰ κατὰ φύσιν καὶ ἐπιμέλειαν. ἐμφανιστέον δὲ καὶ ὡς ἁμαρτόντι μὲν ἴδιον τὸ ἀτύχημα, κατορθώσαντι δὲ κοινὴ ἡ ὠφέλεια.
29.21τῷ μὲν οὖν νέῳ ἐκ τῶν τοιούτων προφασιστέον, τῷ δὲ γέροντι ἔκτε τῆς ἐρημίας τῶν συμβουλευόντων καὶ ἐκ τῆς ἐμπειρίας αὐτοῦ, πρὸς δὲ τούτοις καὶ ἐκ τοῦ μεγέθους καὶ ἐκ τῆς καινότητος τῶν κινδύνων καὶ ἐκ τῶν ἄλλων τῶν τοιούτων ·
29.22τῷ δὲ λίαν εἰθισμένῳ ἐκ τῆς ἐμπειρίας καὶ ἐκ τοῦ αἰσχρὸν εἶναι πρότερον ἀεὶ λέγοντα νῦν μὴ ἀποφαίνεσθαι γνώμας · τῷ δὲ μὴ εἰθισμένῳ ἔκτε τοῦ μεγέθους τῶν κινδύνων καὶ ἐκ τοῦ ἀναγκαῖον εἶναι πάντα τινά ᾧ τῆς πόλεως μέτεστιν ὑπὲρ τῶν νῦν προκειμένων ἀποφαίνεσθαι γνώμην.
29.23τὰς μὲν οὖν περὶ αὐτὸν τὸν ἄνθρωπον διαβολὰς ἐν ταῖς δημηγορίαις ἐκ τῶν τοιούτων λύειν ἐπιχειρήσομεν. αἱ δὲ περὶ τὸ πρᾶγμα γίνονται μὲν ὅταν τις ἡσυχίαν πρὸς τοὺς μηδὲν ἀδικοῦντας ἢ πρὸς τοὺς κρείττονας συμβουλεύῃ λύειν ἢ εἰρήνην ποιεῖσθαι αἰσχράν, ἢ παραινῇ περὶ τὰς θυσίας μικρὰ συντελεῖν, ἤ τι τοιοῦτον εἰσηγῆται.
29.24δεῖ δὲ περὶ τῶν τοιούτων πρότερον μὲν πρὸς τοὺς ἀκροατὰς προκαταλήψει χρῆσθαι, ἔπειτα τὴν αἰτίαν εἰς τὴν ἀνάγκην καὶ τὴν τύχην καὶ τοὺς καιροὺς καὶ τὸ συμφέρον ἀναφέρειν καὶ λέγειν ὡς οὐχ οἱ συμβουλεύοντες τῶν τοιούτων, ἀλλὰ τὰ πράγματά ἐστιν αἴτια.
29.25καὶ τὰς μὲν περὶ τὸ πρᾶγμα διαβολὰς ἐκ τῶν τοιούτων ἀπὸ τῶν συμβουλευόντων ἀπάξομεν. ὁ δὲ λόγος ἐν ταῖς δημηγορίαις διαβάλλεται ὅταν ἢ μακρὸς ἢ ἀρχαῖος ἢ ἄπιστος λέγηται.
29.26ἐὰν μὲν οὖν μακρὸς ᾖ, τὸ πλῆθος αἰτιατέον τῶν πραγμάτων, ἐὰν δὲ ἀρχαῖος, διδακτέον ὅτι νῦν καιρὸς αὐτοῦ, ἐὰν δὲ ἀπίθανος, ὑπισχνεῖσθαι δεῖ ὡς ἀληθῆ ἐπιδείξεις ἐπὶ τοῦ λόγου.
29.27τὰς μὲν οὖν δημηγορίας ἐκ τούτων καταστησόμεθα. τάξομεν δὲ πῶς; ἐὰν μὲν μηδεμίαν διαβολὴν ἔχωμεν μήτε αὐτοὶ μήτε ὁ λόγος μήτε τὸ πρᾶγμα, τὴν πρόθεσιν ἐν ἀρχῇ εὐθέως ἐκθήσομεν, ἐπὶ δὲ τὸ προσέχειν καὶ τοῦ λόγου εὐμενῶς ἀκούειν ὕστερον παρακαλέσομεν.
29.28ἐὰν δὲ διαβολή τις ᾖ τῶν προειρημένων περὶ ἡμᾶς, προκαταλαβόντες τοὺς ἀκροατὰς καὶ περὶ τῶν διαβολῶν τὰς ἀπολογίας καὶ τὰς προφάσεις συντόμως ἐνεγκόντες, οὕτω προθήσομεν καὶ τοὺς ἀκροατὰς ἐπὶ τὸ προσέχειν παρακαλέσομεν. τοῦτον μὲν οὖν τὸν τρόπον τὰς καταστάσεις τῶν δημηγοριῶν ποιητέον.
30.1μετὰ δὲ τοῦτο ἀναγκαῖον ἡμᾶς ἐστιν ἢ τὰς προγεγενημένας πράξεις ἀπαγγέλλειν ἢ ἀναμιμνῄσκειν, ἢ τὰς νῦν οὔσας μερίζοντας δηλοῦν, ἢ τὰς μελλούσας γενήσεσθαι προλέγειν.
30.2ὅταν μὲν οὖν πρεσβείαν ἀπαγγέλλωμεν, πάντα δεῖ τὰ ῥηθέντα καθαρῶς διεξελθεῖν, ἵνα πρῶτον μὲν μέγεθος ὁ λόγος ἔχῃ (ἀπαγγελία γὰρ μόνον ἔσται ἡ τοιαύτη καὶ οὐδὲν ἄλλο λόγου σχῆμα παρεμπεσεῖται), ἔπειθ’ὅπως, ἂν μὲν ἀποτετυχηκότες ὦμεν, μὴ διὰ τὴν ἡμετέραν ῥᾳθυμίαν οἱ ἀκούοντες οἴωνται διαμαρτάνειν τῆς πράξεως, ἀλλὰ δι’ἄλλην τινὰ αἰτίαν ·
30.3ἂν δὲ ἐπιτύχωμεν, μὴ διὰ τύχην ὑπολάβωσι τοῦτο γεγενῆσθαι, ἀλλὰ διὰ τὴν ἡμετέραν προθυμίαν. ταῦτα δὲ πιστεύσουσιν, ἐπειδὴ τοῖς πράγμασιν οὐ παρεγένοντο πραττομένοις, ἐὰν ἐπὶ τοῦ λόγου τὴν προθυμίαν ἡμῶν θεωρῶσι μηδὲν παραλειπόντων ἀλλ’ἀκριβῶς ἕκαστα ἀπαγγελλόντων.
30.4ὅταν μὲν οὖν πρεσβείαν ἀπαγγέλλωμεν, διὰ τὰς αἰτίας ταύτας ἕκαστα ὃν τρόπον ἐγένετο ἀπαγγελτέον. ὅταν δὲ αὐτοὶ δημηγοροῦντες τῶν παρεληλυθότων τι διεξίωμεν ἢ καὶ τὰ παρόντα δηλῶμεν ἢ τὰ μέλλοντα προλέγωμεν, δεῖ τούτων ἕκαστον ποιεῖν βραχέως καὶ σαφῶς καὶ μὴ ἀπίστως ·
30.5σαφῶς μέν, ὅπως καταμάθωσι τὰ λεγόμενα πράγματα, συντόμως δέ, ἵνα μνημονεύσωσι τὰ ῥηθέντα, πιστῶς δέ, ὅπως μὴ πρὸ τοῦ ταῖς πίστεσι καὶ ταῖς δικαιολογίαις βεβαιῶσαι τὸν λόγον ἡμᾶς τὰς ἐξηγήσεις ἡμῶν οἱ ἀκούοντες ἀποδοκιμάσωσιν.
30.6σαφῶς μὲν οὖν δηλώσομεν ἀπὸ τῶν ὀνομάτων ἢ ἀπὸ τῶν πραγμάτων. ἀπὸ μὲν οὖν τῶν πραγμάτων ἐὰν μὴ ὑπερβατῶς αὐτὰ δηλῶμεν, ἀλλὰ τὰ πρῶτα πραχθέντα ἢ πραττόμενα ἢ πραχθησόμενα πρῶτα λέγωμεν, τὰ δὲ λοιπὰ ἐφεξῆς τάττωμεν, καὶ ἐὰν μὴ προαπολιπόντες τὴν πρᾶξιν περὶ ἧς ἂν ἐγχειρήσωμεν λέγειν, πάλιν ἑτέραν ἐξαγγείλωμεν.
30.7ἀπὸ μὲν οὖν τῶν πραγμάτων σαφῶς οὕτως ἐροῦμεν · ἀπὸ δὲ τῶν ὀνομάτων, ἐὰν ὅτι μάλιστα τοῖς οἰκείοις τῶν πραγμάτων ὀνόμασι τὰς πράξεις προσαγορεύωμεν καὶ τοῖς κοινοῖς, καὶ ἐὰν μὴ ὑπερβατῶς αὐτὰ τιθῶμεν, ἀλλ’ἀεὶ τὰ ἐχόμενα ἑξῆς τάττωμεν.
30.8σαφῶς μὲν οὖν δηλώσομεν ταῦτα διαφυλάττοντες, συντόμως δέ, ἐὰν ἀπὸ τῶν πραγμάτων καὶ τῶν ὀνομάτων περιαιρῶμεν τὰ μὴ ἀναγκαῖα ῥηθῆναι, ταῦτα μόνα καταλείποντες ὧν ἀφαιρεθέντων ἀσαφὴς ἔσται ὁ λόγος.
30.9καὶ συντόμως μὲν τοῦτον τὸν τρόπον δηλώσομεν, οὐκ ἀπίστως δέ, ἂν περὶ τὰς ἀπιθάνους πράξεις αἰτίας φέρωμεν παρ’ἃς εἰκότως τὰ λεγόμενα δόξει πραχθῆναι. ὅσα δ’ἂν λίαν ἄπιστα συμβαίνῃ, δεῖ παραλείπειν.
30.10ἐὰν δὲ ἀναγκαῖον ᾖ λέγειν, εἰδότα δεῖ φαίνεσθαι καὶ ἐπιπλέξαντα αὐτὰ τῷ τῆς παραλείψεως σχήματι ὑπερβάλλεσθαι καὶ προϊόντος τοῦ λόγου ἐπιδείξειν ἀληθῆ ὑπισχνεῖσθαι, προφασισάμενον ὅτι τὰ προειρημένα πρῶτον βούλει ἀποδεῖξαι ἀληθῆ ὄντα ἢ δίκαια ἤ τι τῶν τοιούτων.
30.11καὶ τοῦτον μὲν τὸν τρόπον τὰς ἀπιστίας ἰασόμεθα. συλλήβδην δὲ τὰς ἀπαγγελίας καὶ τὰς δηλώσεις καὶ τὰς προρρήσεις ἐξ ἁπάντων τῶν εἰρημένων σαφεῖς καὶ βραχείας καὶ οὐκ ἀπίστους ποιήσομεν.
31.1τάξομεν δὲ αὐτὰς διὰ τριῶν τρόπων. ὅταν μὲν γὰρ ὦσιν ὀλίγα τὰ πράγματα περὶ ὧν λέγομεν καὶ γνώριμα τοῖς ἀκούουσι, τῷ προοιμίῳ συνάψομεν, ἵνα μὴ βραχὺ τοῦτο τὸ μέρος καθ’ἑαυτὸ τεθὲν γένηται.
31.2ὅταν δὲ λίαν ὦσιν αἱ πράξεις πολλαὶ καὶ μὴ γνώριμοι, παρ’ἕκαστον συναπτὰς ποιήσομεν καὶ δικαίας καὶ συμφερούσας καὶ καλὰς ἀποφανοῦμεν, ἵνα μὴ μόνον πραγματολογοῦντες ἁπλοῦν τὸν λόγον καὶ μὴ ποικίλον ποιῶμεν, ἀλλὰ καὶ τῶν ἀκουόντων τὰς διανοίας ἀναλαμβάνωμεν.
31.3ἂν δ’ὦσιν αἱ πράξεις μέτριαι καὶ ἀγνοούμεναι, τὴν ἀπαγγελίαν ἢ τὴν δήλωσιν ἢ τὴν πρόρρησιν ἐπὶ τῷ φροιμίῳ δεῖ σωματοειδῆ τάττειν. τοῦτο δὲ ποιήσομεν, ἐὰν ἀπὸ τῆς ἀρχῆς τῶν πραγμάτων ἐπὶ τὸ τέλος διέλθωμεν, μηδὲν ἄλλο συμπαραλαμβάνοντες, ἀλλὰ τὰς πράξεις αὐτὰς ψιλὰς φράζοντες. καὶ τὰς μὲν διηγήσεις ἐπὶ τοῖς προοιμίοις ὡς δεῖ τάττειν, οὕτως εἰσόμεθα.
32.1μετὰ δὲ ταύτας ἐστὶ βεβαίωσις δι’ἧς τὰς προειρημένας πράξεις ἐκ τῶν πίστεων καὶ τῶν δικαίων καὶ τῶν συμφερόντων, οἵας ὑπεθέμεθα δείξειν βεβαιώσομεν. ὅταν μὲν οὖν ... συναπτὰς δεῖ ποιεῖν. οἰκειόταται δὲ ταῖς δημηγορίαις εἰσὶ πίστεις τάτε τῶν πραγμάτων ἔθη καὶ τὰ παραδείγματα καὶ τὰ ἐνθυμήματα καὶ ἡ δόξα τοῦ λέγοντος. χρηστέον δὲ καὶ ἄν τις τῶν ἄλλων πίστεων παρεμπέσῃ.
32.2τάττειν δὲ αὐτὰς ὧδε δεῖ · πρῶτον μὲν τὴν τοῦ λέγοντος δόξαν, εἰ δὲ μή, τὰ τῶν πραγμάτων ἔθη, δεικνύντας ὅτι ταῦθ’ἃ λέγομεν ἢ τὰ τούτοις ὅμοια οὕτως εἴθισται γίνεσθαι.
32.3ἐπὶ δὲ τούτοις παραδείγματα οἰστέον, καὶ εἰ ὁμοιότης τίς ἐστι πρὸς τὰ ὑφ’ἡμῶν λεγόμενα προσακτέον. λαμβάνειν δὲ δεῖ τὰ παραδείγματα τὰ οἰκεῖα τῷ πράγματι καὶ τὰ ἐγγύτατα τοῖς ἀκούουσι χρόνῳ ἢ τόπῳ, ἐὰν δὲ μὴ ὑπάρχῃ τοιαῦτα, τῶν ἄλλων τὰ μέγιστα καὶ γνωριμώτατα · μετὰ δὲ ταῦτα γνωμολογητέον. δεῖ δὲ καὶ περὶ τὰ μέρη τῶν εἰκότων καὶ τῶν παραδειγμάτων ἐπὶ τελευτῆς ἐνθυμηματώδεις καὶ γνωμολογικὰς τὰς τελευτὰς ποιεῖσθαι.
32.4καὶ τὰς μὲν πίστεις οὕτως ἐπὶ ταῖς πράξεσι προσακτέον · ἐὰν δὲ πιστεύηται τὰ πράγματα εὐθέως ῥηθέντα, τὰς μὲν πίστεις παραλειπτέον, τῷ δὲ δικαίῳ καὶ τῷ νομίμῳ καὶ τῷ συμφέροντι καὶ τῷ καλῷ καὶ τῷ ἡδεῖ καὶ τῷ ῥᾳδίῳ καὶ τῷ δυνατῷ καὶ τῷ ἀναγκαίῳ τὰς προειρημένας πράξεις βεβαιωτέον.
32.5καὶ εἰ μὲν ὑπάρχει, πρῶτον τὸ δίκαιον τακτέον, διεξιόντας δι’αὐτοῦτε τοῦ δικαίου καὶ τοῦ ὁμοίου τῷ δικαίῳ καὶ τοῦ ἐναντίου καὶ τοῦ κεκριμένου δικαίου. δεῖ δὲ καὶ τὰ παραδείγματα τὰ τοῖς ὑπὸ σοῦ λεγομένοις δικαίοις ὅμοια φέρειν. πολλὰ δὲ ἕξεις λέγειν ἔκτε τῶν ἰδίᾳ παρ’ἑκάστοις δικαίων ὑπολαμβανομένων καὶ ἐκ τῶν ἐν αὐτῇ τῇ πόλει ἐν ᾗ λέγεις, καὶ ἐκ τῶν ἐν ταῖς ἄλλαις πόλεσιν.
32.6ὅταν δὲ ἅπαντα τοῦτον τὸν τρόπον μετιόντες διέλθωμεν, ἐπὶ τελευτῆς αὐτοῦ γνώμας καὶ ἐνθυμήματα μέτρια καὶ ἀλλήλοις ἀνόμοια ἐνεγκόντες, ἂν μὲν μακρὸν ᾖ τὸ μέρος καὶ βουλώμεθα μνημονεύεσθαι, συντόμως παλιλλογήσομεν · ἐὰν δὲ μέτριον ᾖ καὶ μνημονεύηται, αὐτὸ τὸ μέρος ὁρισάμενοι πάλιν ἕτερον προθησόμεθα. ἔστι δὲ ὃ λέγω τοιόνδε · “ὡς μὲν δίκαιόν ἐστιν ἡμᾶς βοηθεῖν Συρακουσίοις, ἐκ τῶν εἰρημένων ἱκανῶς ἐπιδεδεῖχθαι νομίζω · ὡς δὲ καὶ συμφέρει ταῦτα πράττειν, ἐπιχειρήσω διδάσκειν”.
32.7πάλιν δὲ περὶ τοῦ συμφέροντος ὁμοιοτρόπως τοῖς προειρημένοις ἐπὶ τοῦ δικαίου μετιὼν καὶ ἐπὶ τῇ τελευτῇ τούτου τοῦ μέρους ἢ παλιλλογίαν ἢ ὁρισμὸν ἐπιθεὶς, πάλιν ἕτερον ὅ τι ἂν ὑπάρχῃ σοι προτίθει. τοῦτον δὲ δεῖ τὸν τρόπον ἄλλο ἄλλῳ συνάπτειν μέρει καὶ συνυφαίνειν τὸν λόγον.
32.8ὅταν δὲ πάντα διέλθῃς ἐξ ὧν ἐνδέχεταί σοι βεβαιῶσαι τὴν προτροπήν, ἐπὶ τούτοις ἅπασι κεφαλαιωδῶς μετὰ ἐνθυμημάτων καὶ γνωμῶν ἢ σχημάτων δείκνυε ὡς ἄδικον καὶ ἀσύμφορον καὶ αἰσχρὸν καὶ ἀηδὲς μὴ ποιεῖν ταῦτα, καὶ ἀντιτίθει κεφαλαιωδῶς ὡς δίκαιον καὶ συμφέρον καὶ καλὸν καὶ ἡδὺ πράττειν ἐφ’ἃ παρακαλεῖς.
32.9ὅταν δὲ ἱκανῶς ἤδη ᾖς ἐγνωμολογηκώς, τὴν προτροπὴν πέρατι ὅρισαι. καὶ τοῦτον μὲν τὸν τρόπον βεβαιώσομεν τὰ προτεθέντα, μετὰ δὲ τοῦτο τὸ μέρος λέξομεν τὴν προκατάληψιν.
33.1αὕτη δ’ἐστὶ δι’ἧς τὰς ἐνδεχομένας ἀντιλογίας ῥηθῆναι τοῖς ὑπὸ σοῦ εἰρημένοις προκαταλαμβάνων διασύρεις. δεῖ δὲ τὰ μὲν ἐκείνων μικρὰ ποιεῖν, τὰ δὲ σαυτοῦ αὔξειν, ὡς ἐν ταῖς αὐξήσεσι προακήκοας.
33.2χρὴ δὲ παρατιθέναι καὶ ἓν πρὸς ἕν, ὅταν τὸ σὸν μεῖζον ᾖ, καὶ πρὸς πλείω πλείω καὶ ἓν πρὸς πολλὰ καὶ πολλὰ πρὸς ἕν, διαλλάττοντα κατὰ πάντας τοὺς τρόπους καὶ τὰ μὲν σαυτοῦ αὔξοντα, τὰ δὲ τῶν ἐναντίων ἀσθενῆ καὶ μικρὰ ποιοῦντα.
33.3καὶ τοῦτον μὲν τὸν τρόπον ταῖς προκαταλήψεσι χρησόμεθα. ταῦτα δὲ διελθόντες ἐπὶ τελευτῇ παλιλλογήσομεν τὰ προειρημένα, σχήματα διαλογισμοῦ λαβόντες ἢ ἀπολογισμοῦ ἢ προαιρέσεως ἢ ἐξ ἐπερωτήσεως ἢ εἰρωνείας.
34.1ἐὰν δὲ ἐπὶ τὸ βοηθεῖν τισι προτρέπωμεν ἢ ἰδιώταις ἢ πόλεσιν, ἁρμόσει συντόμως εἰπεῖν καὶ εἴ τις προϋπάρχει τούτοις πρὸς τοὺς ἐκκλησιάζοντας φιλία ἢ χάρις ἢ ἔλεος · μάλιστα γὰρ τοῖς οὕτω διακειμένοις ἐθέλουσιν ἐπαμύνειν.
34.2φιλοῦσι μὲν οὖν πάντες τούτους ὑφ’ὧν οἴονται κατὰ τὸ προσῆκον εὖ πεπονθέναι ἢ πάσχειν ἢ πείσεσθαι ἢ ὑπ’αὐτῶν ἢ τῶν φίλων, ἢ αὐτοὶ ἢ ὧν κηδόμενοι τυγχάνουσι.
34.3χάριν δ’ἔχουσι τούτοις ὑφ’ὧν οἴονται παρὰ τὸ προσῆκον ἀγαθόν τι πεπονθέναι ἢ πάσχειν ἢ πείσεσθαι, ἢ ὑπ’αὐτῶν ἢ τῶν φίλων, ἢ αὐτοὶ ἢ ὧν κηδόμενοι τυγχάνουσιν.
34.4τούτων μὲν οὖν ἄν τι ἐνῇ, χρὴ συντόμως διδάσκειν, καὶ ἐπὶ τὸν ἔλεον ἄγειν. εὐπορήσομεν δὲ ἐλεεινὰ ποιεῖν ἅπερ ἂν ἐθέλωμεν, ἐὰν συνειδῶμεν ὅτι πάντες ἐλεοῦσι τούτους οὓς οἰκείως ἔχειν αὑτοῖς ὑπειλήφασιν καὶ οἴονται ἀναξίους εἶναι δυστυχεῖν.
34.5δεῖ δὲ ταῦτα ἀποφαίνειν ἔχοντας οὓς ἐθέλεις ἐλεεινοὺς ποιεῖν, καὶ ἐπιδεικνύειν αὐτοὺς ἢ κακῶς πεπονθότας ἢ πάσχοντας ἢ πεισομένους, ἐὰν μὴ οἱ ἀκούοντες αὐτοῖς βοηθῶσιν.
34.6ἐὰν δὲ ταῦτα μὴ ἐνῇ, δεικτέον ὑπὲρ ὧν λέγεις ἀγαθῶν ἐστερημένους ὧν τοῖς ἄλλοις ἅπασιν ἢ τοῖς πλείστοις μέτεστιν, ἢ ἀγαθοῦ μηδέποτε τετυχηκότας ἢ μὴ τυγχάνοντας ἢ μὴ τευξομένους, ἐὰν μὴ νῦν οἱ ἀκούοντες οἰκτείρωσιν. ἐκ τούτων μὲν οὖν ἐπὶ τὸν ἔλεον ἄξομεν.
34.7τὰς δὲ ἀποτροπὰς ἐκ τῶν ἐναντίων ποιήσομεν, τὸν αὐτὸν τρόπον φροιμιαζόμενοι καὶ τὰ πράγματα διεξιόντες, ταῖςτε πίστεσι χρώμενοι καὶ τοῖς ἀκούουσι δεικνύντες ὡς ἔστιν ἃ πράττειν ἐπιχειροῦσιν ἄνομα καὶ ἄδικα καὶ ἀσύμφορα καὶ αἰσχρὰ καὶ ἀηδῆ καὶ ἀδύνατα καὶ ἐργώδη καὶ οὐκ ἀναγκαῖα. ἡ δὲ τάξις ὁμοιότροπος ἔσται οἵα καὶ τῷ προτρέποντι.
34.8τοῖς μὲν οὖν καθ’αὑτοὺς ἀποτρέπουσιν οὕτω τὰς τάξεις ποιητέον. τοὺς δὲ πρὸς τὰς ὑφ’ἑτέρων εἰρημένας προτροπὰς ἀντιλέγοντας πρῶτον μὲν ἐν τῷ προοιμίῳ δεῖ οἷς μέλλουσιν ἀντιλέγειν προθέσθαι, τὰ δ’ἄλλα καθ’αὑτὰ προοιμιάζεσθαι, μετὰ δὲ τὰ προοίμια μάλιστα μὲν ἕκαστα τῶν προειρημένων καθ’ἓν ἕκαστον προτιθέμενον ἐπιδεικνύειν ὡς οὐκ ἔστι δίκαια οὐ δὲ νόμιμα οὐ δὲ συμφέροντα οὐ δὲ τούτοις ἀκόλουθα ἐφ’ἃ παρακαλεῖ ὁ ἐναντίος.
34.9τοῦτο δὲ ποιήσεις ἀποφαίνων ἢ ἄδικα ὄντα ἃ λέγει, ἢ ἀσύμφορα ἢ τούτοις ὅμοια ἢ ἐναντία τοῖς δικαίοις καὶ τοῖς συμφέρουσι καὶ τοῖς κεκριμένοις εἶναι τοιούτοις. ὁμοιοτρόπως δὲ καὶ τῶν ἄλλων τὰ ὑπάρχοντα μέτιθι.
34.10κράτιστος μὲν οὖν ὁ τρόπος τῆς ἀποτροπῆς οὗτός ἐστιν · ἐὰν δὲ μὴ ἐνδέχηται τοῦτο ποιεῖν, ἐκ τοῦ παραλελειμμένου τόπου ἀπότρεπε λέγων οἷον ἐὰν ὁ ἐναντίος δίκαιον ἀποφήνῃ, σὺ ἐπιχείρει δεικνύναι ὡς ἔστιν αἰσχρὸν ἢ ἀσύμφορον ἢ ἐργῶδες ἢ ἀδύνατον ἢ ὅ τι ἂν ἔχῃς τοιοῦτον. ἐὰν δὲ ἐκεῖνος ἔχῃ τὸ συμφέρον, σὺ ἐπιδείκνυε ὡς ἄδικον κα- κἄν τι ἄλλο ἔχῃς πρὸς τούτῳ.
34.11δεῖ δὲ καὶ τὰ μὲν αὑτοῦ αὔξειν, τὰ δὲ τοῦ ἐναντίου ταπεινοῦν, ποιοῦντα ὡς ἐν τῷ προτρεπτικῷ εἴρηται. χρὴ δὲ καὶ γνώμας φέρειν καὶ ἐνθυμήματα καθάπερ ἐκεῖσε, καὶ τὰς προκαταλήψεις λύειν καὶ ἐπὶ τελευτῇ παλιλλογεῖν.
34.12πρὸς δὲ τούτοις ἐν μὲν ταῖς προτροπαῖς ἀποφαίνειν ἢ φιλίαν ὑπάρχειν οἷς βοηθεῖν προτρέπομεν πρὸς τοὺς προτρεπομένους ἢ χάριν τοὺς προτρεπομένους ὀφείλοντας ἔχειν τοῖς δεομένοις, οἷς δ’οὐκ ἐῶμεν βοηθεῖν ἢ ὀργῆς ἢ φθόνου ἢ ἔχθρας ἀξίους ὑπάρχοντας.
34.13ἔχθραν μὲν οὖν ἐμποιήσομεν ὑπ’ἐκείνων οὐ προσηκόντως τοὺς ἀποτρεπομένους ἀποφαίνοντες κακῶς πεπονθότας ἢ ὑπ’αὐτῶν ἢ τῶν φίλων, ἢ αὐτοὺς ἢ ὧν κηδόμενοι τυγχάνουσιν ·
34.14ὀργὴν δέ, ἐὰν ἐπιδεικνύωμεν παρὰ τὸ προσῆκον ὠλιγωρημένους ἢ ἠδικημένους ὑπ’ἐκείνων ἢ τῶν φίλων, ἢ αὐτοὺς ἢ ὧν κηδόμενοι τυγχάνουσιν αὐτοί.
34.15φθόνον δὲ παρασκευάσομεν συλλήβδην πρὸς τούτους οὓς ἀποφαίνομεν ἀναξίως εὖ πεπραχότας ἢ πράττοντας ἢ πράξοντας, ἢ ἀγαθοῦ μηδέποτε ἐστερημένους ἢ μὴ στερομένους ἢ μὴ στερησομένους, ἢ κακοῦ μηδέποτε τετυχηκότας ἢ μὴ τυγχάνοντας ἢ μὴ τευξομένους.
34.16φθόνον μὲν οὖν καὶ ἔχθραν καὶ ὀργὴν τοῦτον τὸν τρόπον ἐμποιήσομεν, φιλίαν δὲ καὶ χάριν καὶ ἔλεον ἐκ τῶν ἐν ταῖς προτροπαῖς · συνθήσομεν δὲ καὶ τάξομεν ἐξ ἁπάντων τῶν προειρημένων αὐτὰς τόνδε τὸν τρόπον. τὸ μὲν οὖν προτρεπτικὸν εἶδος αὐτότε ἴσμεν, οἷόν ἐστι καὶ ἐξ ὧν συνέστηκε καὶ ὡς αὐτῷ χρηστέον.
35.1τὸ δὲ ἐγκωμιαστικὸν καὶ τὸ κακολογικὸν πάλιν προθέμενοι σκοπῶμεν. φροιμιαστέον οὖν καὶ περὶ τούτων πρῶτον προθέμενοι τὰς προθέσεις · καὶ τὰς διαβολὰς ἀπολύομεν ὁμοίως ὥσπερ ἐν τοῖς προτρεπτικοῖς.
35.2ἐπὶ τὸ προσέχειν δὲ παρακαλοῦμεν ἔκτε τῶν ἄλλων τῶν ἐν ταῖς δημηγορίαις εἰρημένων καὶ ἐκ τοῦ θαυμαστὰ καὶ περιφανῆ φάσκειν καὶ αὐτὸν ἴσα καὶ τοὺς ἐγκωμιαζομένους καὶ τοὺς ψεγομένους ἀποφανεῖν πεπραγότας · ὡς γὰρ ἐπὶ τὸ πολὺ τῶν τοιούτων εἰδῶν οὐκ ἀγῶνος, ἀλλ’ἐπιδείξεως ἕνεκα λέγομεν.
35.3τάξομεν δὲ πρῶτον τὰ προοίμια τὸν αὐτὸν τρόπον ὅνπερ ἐπὶ τῶν προτροπῶν καὶ ἀποτροπῶν. μετὰ δὲ τὸ προοίμιον δεῖ διελόμενον τὰ ἔξω τῆς ἀρετῆς ἀγαθὰ καὶ τὰ ἐν αὐτῇ τῇ ἀρετῇ ὄντα ποιεῖν οὕτως · τὰ μὲν οὖν ἔξω τῆς ἀρετῆς εἰς εὐσθένειαν καὶ ῥώμην καὶ κάλλος καὶ πλοῦτον, τὴν δ’ἀρετὴν εἰς σοφίαν καὶ δικαιοσύνην καὶ ἀνδρείαν καὶ ἐπιτηδεύματα ἔνδοξα.
35.4τούτων δὲ τὰ μὲν τῆς ἀρετῆς δικαίως ἐγκωμιάζεται, τὰ δ’ἔξω κλέπτεται · τοὺς γὰρ ἰσχυροὺς καὶ τοὺς καλοὺς καὶ τοὺς εὐγενεῖς καὶ τοὺς πλουσίους οὐκ ἐπαινεῖν, ἀλλὰ μακαρίζειν προσήκει.
35.5ταῦτα δὴ διαλογισάμενοι μετὰ τὰ προοίμια πρώτην τὴν γενεαλογίαν τάξομεν · πρῶτον γὰρ τοῖς ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις τοῦθ’ὑπάρχει ἔνδοξον ἢ ἄδοξον. τοιγαροῦν ὅταν μὲν ἄνθρωπον ἤ τι ἄλλο τοιοῦτον ζῷον ἐγκωμιάζωμεν εὐλόγως γενεαλογήσομεν. ὅταν δὲ πάθος ἢ πρᾶγμα ἢ λόγον ἢ κτῆμα, ἀπ’αὐτῶν εὐθὺς τῶν προσόντων ἐνδόξων ἐπαινέσομεν.
35.6γενεαλογεῖν δὲ δεῖ ὧδε · ἐὰν μὲν ὦσιν οἱ πρόγονοι σπουδαῖοι, πάντας ἐξ ἀρχῆς ἀναλαβόντα μέχρι πρὸς τὸν ἐγκωμιαζόμενον ἐφ’ἑκάστῳ τῶν προγόνων κεφαλαιωδῶς ἔνδοξόν τι περιτιθέναι ·
35.7ἐὰν δὲ οἱ πρῶτοι μὲν ὦσι σπουδαῖοι, τοὺς δὲ λοιποὺς συμβεβήκῃ μηδὲν ἀξιόλογον πρᾶξαι, τοὺς μὲν πρώτους τὸν αὐτὸν τρόπον διελθεῖν, τοὺς δὲ φαύλους παραλιπεῖν, προφασισάμενον ὅτι διὰ πλῆθος τῶν προγόνων οὐ θέλεις λέγων αὐτοὺς μακρολογεῖν, ἔτι δὲ οὐκ ἄδηλον εἶναι πᾶσιν ὅτι τοὺς ἐξ ἀγαθῶν γενομένους εἰκός ἐστι τοῖς προγόνοις ὁμοιοῦσθαι.
35.8ἐὰν δὲ οἱ παλαιοὶ πρόγονοι φαῦλοι τυγχάνωσιν ὄντες, οἱ δὲ πρὸς αὐτὸν ἔνδοξοι, τούτοις δεῖ γενεαλογεῖν καὶ λέγειν ὅτι περὶ μὲν ἐκείνων περίεργον ἂν εἴη μακρολογεῖν, τοὺς δὲ πλησίον γεγονότας τῶν ἐπαινουμένων τούτους ὄντας ἀγαθοὺς ἐπιδείξειν · καὶ δῆλον ὡς οἵ γε τούτων πρόγονοι σπουδαῖοί τινες ἦσαν · οὐ γὰρ εἰκὸς φανῆναι τοὺς τοιούτους καλοὺς ἢ ἀγαθοὺς εἶναι ἐκ μοχθηρῶν προγόνων γεγονότας.
35.9ἐὰν δὲ μηδὲν ἀπὸ τῶν προγόνων ἔνδοξον ὑπάρχῃ, λέγε ὡς αὐτός ἐστι γενναῖος, συμβιβάζων ὡς εὖ γεγόνασι πάντες οἱ πρὸς τὴν ἀρετὴν εὖ πεφυκότες. ἐπιτίμα δὲ καὶ τοῖς ἄλλοις ὅσοι τοὺς προγόνους ἐπαινοῦσι, λέγων ὅτι πολλοὶ προγόνων ἐνδόξων τυχόντες ἀνάξιοι γεγόνασι. λέγε δὲ καὶ ὅτι τοῦτον, οὐ τοὺς προγόνους πρόκειται νῦν ἐγκωμιάζειν.
35.10ὁμοιοτρόπως δὲ καὶ κακολογοῦντα ἐπὶ τῶν μοχθηρῶν προγόνων ποιητέον τὴν γενεαλογίαν. καὶ τοῦτον μὲν τὸν τρόπον ἐν τοῖς ἐπαίνοις καὶ ταῖς κακολογίαις τὰς γενεαλογίας τακτέον, εἴ τι δὲ ἔνδοξον αὐτῷ διὰ τὴν τύχην ὑπῆρξε, τοῦτο μόνον διαφυλάττοντα πῶς τὰ πρέποντα ταῖς ἡλικίαις ἐρεῖς καὶ μὴ μακρά.
35.11τοὺς γὰρ παῖδας οὐχ οὕτω δι’αὑτοὺς ὡς διὰ τοὺς ἐφεστῶτας οἴονται κοσμίους εἶναι καὶ σώφρονας · διὸ βραχυλογητέον περὶ αὐτῶν.
35.12ὅταν δὲ τοῦτον τὸν τρόπον διέλθῃς, ἐπὶ τῇ τελευτῇ τοῦ μέρους ἐνθύμημα καὶ γνώμην εἰπὼν ὅρισαι τοῦτο τὸ μέρος. καὶ ἐπὶ τῇ τοῦ νεανίσκου ἡλικίᾳ τὴν πρόθεσιν ποιήσας καὶ προτιθέμενος ἢ τὰ ἔργα τοῦ ἐπαινουμένου ἢ τὸν τρόπον ἢ τὰ ἐπιτηδεύματα αὖξε, καθάπερ εἴπομεν πρότερον ἐν ἀρχαῖς ἐπὶ τοῦ ἐγκωμιαστικοῦ εἴδους, διεξιὼν ὅτι ὑπὸ τούτου τοῦ ἐπαινουμένου ἐν ταύτῃ τῇ ἡλικίᾳ ὄντος τὸ καὶ τὸ γέγονεν ἔνδοξον ἢ ὅτι διὰ τούτου ἢ ὅτι διὰ τοῦ ἐπιτηδεύματος ἢ ἐκ τούτου ἢ ἕνεκα τούτου.
35.13δεῖ δὲ καὶ ἑτέρων νέων ἐνδόξους πράξεις παριστάναι καὶ ὑπερβάλλειν ταύτας ἐκείνων, τοῦ μὲν ἑτέρου τα- τἀλάχιστα τῶν ὑπαρχόντων λέγοντα, τοῦ δ’ὑπὸ σοῦ ἐπαινουμένου τὰ μέγιστα. χρὴ δὲ καὶ παρ’ἄλλα σμικρὰ ἔνδοξα πράγματα παριστάναι τὰ ὑπὸ σοῦ λεγόμενα, καὶ οὕτω μεγάλα φανεῖται.
35.14δεῖ δὲ καὶ εἰκάζοντα τὰς πράξεις αὔξειν ὧδε · “καίτοι ὅστις νέος οὕτω φιλόσοφος ἐγένετο, οὗτος πρεσβύτερος γενόμενος μεγάλην ἂν ἐπίδοσιν ἔσχεν” · “καίτοι ὅστις ἐρρωμένως τοὺς ἐν τοῖς γυμνασίοις ὑπομένει πόνους, σφόδρα τὴν ἐν τῇ φιλοσοφίᾳ φιλοπονίαν ἀγαπήσει”. τοῦτον μὲν οὖν τὸν τρόπον εἰκάζοντες αὐξήσομεν.
35.15ὅταν δὲ καὶ περὶ τῆς ἡλικίας τοῦ νεανίσκου διέλθωμεν, καὶ ἐπὶ τῇ τελευτῇ τούτου τοῦ μέρους γνώμας καὶ ἐνθυμήματα τάξομεν · καὶ παλιλλογήσαντες συντόμως τὰ προειρημένα ἢ πέρατι τὸ μέρος τελευταῖον ὁρισάμενοι, πάλιν διέξιμεν ἃ διεπράξατο ὁ ὑφ’ἡμῶν ἐγκωμιαζόμενος ἀνήρ ·
35.16καὶ προθέμενοι τὴν δικαιοσύνην πρῶτον καὶ ὁμοιοτρόπως τοῖς προειρημένοις αὐξήσαντες ἥξομεν ἐπὶ τὴν σοφίαν, ἐὰν ὑπάρχῃ · καὶ ταύτην τὸν αὐτὸν τρόπον διελθόντες, προθέμενοι τὴν ἀνδρείαν, ἐὰν ᾖ, καὶ τὴν αὔξησιν ταύτης πάλιν διαδραμόντες, ὅταν ἐπὶ τῇ τελευτῇ τοῦ μέρους γενώμεθα καὶ πάντα τὰ εἴδη διεξεληλυθότες ὦμεν, παλιλλογήσαντες ἐν κεφαλαίῳ τὰ προειρημένα ἐπὶ τελευτῇ ἤτοι γνώμην ἢ ἐνθύμημα παντὶ τῷ λόγῳ ἐπιθήσομεν. ἁρμόσει δὲ ἐν τοῖς ἐπαίνοις καὶ πολλοῖς ὀνόμασι περὶ ἕκαστον χρησάμενον μεγαλοπρεπῆ τὴν λέξιν ποιῆσαι.
35.17τὸν δ’αὐτὸν τρόπον ἐπὶ τῶν μοχθηρῶν πραγματολογοῦντες τὰς κατηγορίας συστήσομεν. δεῖ δὲ μὴ σκώπτειν ὃν ἂν κακολογῶμεν, ἀλλὰ διεξιέναι τὸν βίον αὐτοῦ · μᾶλλον γὰρ οἱ λόγοι τῶν σκωμμάτων καὶ τοὺς ἀκούοντας πείθουσι καὶ τοὺς κακολογουμένους λυποῦσιν. τὰ μὲν γὰρ σκώμματα στοχάζεται τῆς ἰδέας ἢ τῆς οὐσίας · οἱ δὲ λόγοι τῶν ἠθῶν καὶ τῶν τρόπων εἰσὶν οἷον εἰκόνες.
35.18φυλάττου δὲ καὶ τὰς αἰσχρὰς πράξεις μὴ αἰσχροῖς ὀνόμασι λέγειν, ἵνα μὴ διαβάλῃς τὸ ἦθος, ἀλλὰ τὰ τοιαῦτα αἰνιγματωδῶς ἑρμηνεύειν καὶ ἑτέρων πραγμάτων ὀνόμασι χρώμενος δηλοῦν τὸ πρᾶγμα.
35.19χρὴ δὲ καὶ ἐν ταῖς κακολογίαις εἰρωνεύεσθαι καὶ καταγελᾶν τοῦ ἐναντίου ἐφ’οἷς σεμνύνεται καὶ ἰδίᾳ μὲν καὶ ὀλίγων παρόντων ἀτιμάζειν αὐτόν, ἐν δὲ τοῖς ὄχλοις κοινὰς μάλιστα κατηγορίας λοιδορεῖν · αὔξειν δὲ καὶ ταπεινοῦν τὸν αὐτὸν τρόπον τὰς κακολογίας ὅνπερ καὶ τὰ ἐγκώμια. περὶ μὲν οὖν τούτων τῶν εἰδῶν ἐντεῦθεν εἰδήσομεν τὴν χρῆσιν.
36.1λοιπὸν δ’ἐστὶν ἡμῖν εἶδος τότε κατηγορικὸν καὶ τὸ ἐξεταστικόν. ταῦτα πάλιν ὡς ἐν τῷ δικανικῷ γένει συνθήσομεν καὶ τάξομεν διέλθωμεν.
36.2πρῶτον μὲν οὖν ἐν τοῖς προοιμίοις προθήσομεν τὸ πρᾶγμα περὶ οὗ κατηγορήσομεν ἢ ἀπολογησόμεθα, ὥσπερ ἐπὶ τῶν ἄλλων εἰδῶν. προσέχειν δὲ παρακαλέσομεν ἐκ τῶν αὐτῶν ὧν ἐν τῷ προτρεπτικῷ καὶ ἐν τῷ ἀποτρεπτικῷ.
36.3ἔτι δὲ καὶ περὶ τῆς εὐμενείας τῷ μὲν εὖ διακειμένῳ ἐκ τοῦ παροιχομένου χρόνου ἢ τοῦ παρόντος καὶ μήτε διαβεβλημένῳ τῷ πρὸς αὐτὸν ἢ πρὸς τὸ πρᾶγμα ἢ πρὸς τὸν λόγον τοὺς ἀκούοντας δυσχεραίνειν τὸν αὐτὸν τρόπον, ὡς περὶ ἐκείνων εἴρηται, τὴν εὐμένειαν ποριστέον ·
36.4τῷ δὲ μήτε εὖ μήτε κακῶς διακειμένῳ ἢ ἐκ τοῦ παροιχομένου χρόνου ἢ ἐκ τοῦ παρόντος ἢ δι’ἑαυτὸν ἢ τὸ πρᾶγμα ἢ τὸν λόγον διαβεβλημένῳ, ἔνια μὲν μεμιγμένως, ἔνια δ’ἰδίως, οὗτος μὲν οὖν ὁ τρόπος ἔσται δι’οὗ τὴν εὐμένειαν ποριστέον ·
36.5τοὺς μὲν γὰρ μήτε εὖ μήτε κακῶς διακειμένους αὑτοὺς μὲν συντόμως ἐπαινετέον καὶ τοὺς ἐναντίους κακολογητέον. δεῖ δὲ αὑτοὺς ἐκ τούτων ἐπαινεῖν ὧν μάλιστα μέτεστι τοῖς ἀκούουσι, λέγω δὲ φιλόπολιν, φιλέταιρον, εὐχάριστον, ἐλεήμονα καὶ τὰ τοιαῦτα, τὸν δ’ἐναντίον κακολογεῖν ἐκ τούτων ἐφ’οἷς οἱ ἀκούοντες ὀργιοῦνται, ταῦτα δ’ἐστὶ μισόπολιν, μισόφιλον, ἀχάριστον, ἀνελεήμονα καὶ τὰ τοιαῦτα.
36.6χρὴ δὲ καὶ τοὺς δικαστὰς ἐπαίνῳ θεραπεῦσαι ὡς δικασταὶ δίκαιοι καὶ δεινοί εἰσιν. συμπαραληπτέον δὲ καὶ τὰς ἐλαττώσεις, εἴ που τῶν ἀντιδίκων καταδεεστέρως ἔχει πρὸς τὸ λέγειν ἢ πράττειν ἢ ἄλλο τι τῶν περὶ τὸν ἀγῶνα. πρὸς δὲ τούτοις ἐμβλητέον τότε δίκαιον καὶ τὸ νόμιμον καὶ τὸ συμφέρον καὶ τὰ τούτοις ἀκόλουθα.
36.7τῷ μὲν οὖν μήτε εὖ μήτε κακῶς διακειμένῳ ἐκ τούτων ἐν τοῖς δικασταῖς τὴν εὔνοιαν ποριστέον. τῷ δὲ διαβεβλημένῳ, ἐὰν μὲν ἐκ τοῦ παροιχομένου χρόνου αἱ διαβολαὶ ὦσιν περὶ τὸν λόγον, ἴσμεν ὡς δεῖ τὰ τοιαῦτα λύειν ἐκ τῶν προτέρων, ἐὰν δὲ ἐκ τοῦ παρόντος χρόνου περὶ αὐτὸν τὸν ἄνθρωπον, ἀναγκαῖον διαβεβλῆσθαι ἐὰν ἀπρεπὴς ᾖ τῷ παρόντι ἀγῶνι ἢ ὑπεναντίος τοῖς ἐγκλήμασιν ἢ ὁμολογούμενος τῇ κατηγορίᾳ.
36.8ἀπρεπὴς μὲν οὖν γένοιτ’ἄν, ἐὰν ἀγωνίζηται νεώτερος ἢ πρεσβύτερος ὑπὲρ ἄλλου, ὑπεναντίος δέ, ἐάν τις ἰσχυρὸς ὢν ἀσθενεῖ δικάζηται αἰκίας, ἢ ἐάν τις ὑβριστὴς ὢν ὕβριν ἐγκαλῇ σώφρονι, ἢ ἐάν τις πάνυ πλουσίῳ δικάζηται πάνυ πένης χρημάτων ἐγκαλῶν.
36.9οἱ μὲν οὖν τοιοῦτοι ὑπεναντίοι εἰσὶ τοῖς ἐγκλήμασιν · ὁμολογούμενος δ’ἔσται, ἐάν τις ἰσχυρὸς ὢν ὑπὸ ἀσθενοῦς αἰκίας διώκηται, ἢ ἐάν τις κλέπτης δοκῶν εἶναι κλοπῆς δίκην φεύγῃ. ὅλως δὲ οἱ τὰς περὶ αὑτῶν δόξας ὁμοιοτρόπους αὑτοῖς ἔχοντες ὁμολογούμενοι τοῖς ἐγκλήμασι δόξουσιν εἶναι.
36.10περὶ μὲν οὖν αὐτὸν τὸν ἄνθρωπον ἐκ τοῦ παρόντος χρόνου τοιαῦται γενήσονται διαβολαί. αἱ δὲ περὶ τὸ πρᾶγμα συμβαίνουσιν, ἐάν τις πραγματεύηται πρὸς οἰκείους, φίλους ἢ ξένους ἢ ἰδίους, ἢ περὶ μικρῶν ἢ αἰσχρῶν · ταῦτα γὰρ ἀδοξίαν τοῖς δικαζομένοις ποιεῖ.
36.11πῶς οὖν τὰς διαβολὰς τὰς προειρημένας ἀπολύσομεν, τοῦτο δηλώσω. δύο μὲν δὴ στοιχεῖα λέγω κοινὰ κατὰ πάντων · τὸ μέν, οἷς ἂν νομίζῃς τοὺς κριτὰς ἐπιπλήξειν, προκαταλάμβανε αὐτοὺς καὶ ἐπίπληττε, τὸ δὲ ἕτερον, εἰ τὰς πράξεις μάλιστα μὲν εἰς τοὺς ἀντιδίκους ἀποτρέψεις, εἰ δὲ μή, εἰς ἄλλους τινάς, προφάσει χρώμενος ὅτι οὐχ ἑκών, ἀλλ’ὑπὸ τῶν ἀνταγωνιστῶν ἀναγκαζόμενος εἰς τὸν ἀγῶνα κατέστης.
36.12καθ’ἑκάστην δὲ τὴν διαβολὴν τάδε χρὴ προφασίζεσθαι · τὸν μὲν νεώτερον πρεσβυτέρων φίλων ἀπορίαν τῶν ἀγωνιουμένων ὑπὲρ αὑτοῦ ἢ μέγεθος ἀδικημάτων ἢ πλῆθος ἢ προθεσμίαν χρόνου ἢ ἄλλο τι τοιοῦτον.
36.13ἐὰν δὲ ὑπὲρ ἄλλου λέγῃς, ῥητέον ὡς διὰ φιλίαν συνηγορεῖς ἢ δι’ἔχθραν τοῦ ἀντιδίκου ἢ διὰ τὸ τοῖς πράγμασι παραγενέσθαι ἢ διὰ τὸ τῷ κοινῷ συμφέρον ἢ διὰ τὸ ἔρημον εἶναι καὶ ἀδικεῖσθαι ᾧ συνηγορεῖς.
36.14ἐὰν δὲ ὁμολογούμενος τῷ ἐγκλήματι ἢ ὑπεναντίος τῇ κατηγορίᾳ γένηται, τῇτε προκαταλήψει χρῆσθαι καὶ λέγειν ὡς οὐ δίκαιον καὶ νόμιμον οὐ δὲ συμφέρον ἐκ τῆς ὑπολήψεως ἢ τῆς ὑποψίας προκατακρίνειν πρὶν τοῦ πράγματος ἀκοῦσαι.
36.15τὰς μὲν οὖν περὶ τὸν ἄνθρωπον αὐτὸν διαβολὰς οὕτω λύσομεν · τὰς δὲ περὶ τὸ πρᾶγμα οὕτως ἀπωσόμεθα, τὴν αἰτίαν εἰς τοὺς ἐναντίους τρέποντες ἢ λοιδορίαν ἐγκαλοῦντες αὐτοῖς ἢ ἀδικίαν ἢ πλεονεξίαν ἢ φιλονεικίαν ἢ ὀργήν, προφασιζόμενοι ὅτι τοῦ δικαίου δι’ἄλλου τρόπου τυχεῖν ἀδύνατον. τὰς μὲν οὖν ἰδίας διαβολὰς ἐπὶ τῶν δικαστηρίων οὕτω λύσομεν, τὰς δὲ κοινὰς πᾶσι τοῖς εἴδεσιν ὡς ἐπὶ τῶν προτέρων εἰδῶν εἴρηται.
36.16τάξομεν δὲ τὰ δικανικὰ προοίμια τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τὰ δημηγορικά. κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ τὰς ἀπαγγελίας συνάψομεν τῷ προοιμίῳ καὶ ἢ παρὰ τὰ μέρη πιστὰς καὶ δικαίας ἀποφανοῦμεν ἢ αὐτὰς ἐφ’ἑαυτῶν σωματοειδεῖς ποιήσομεθα.
36.17τὰ δὲ μετὰ ταῦτα ἔσται βεβαίωσις, ἂν μὲν ἀντιλέγηται τὰ πράγματα ὑπὸ τῶν ἀντιδίκων, ἐκ τῶν πίστεων, ἂν δὲ ὁμολογῆται, ἐκ τῶν δικαίων καὶ ἐκ τῶν συμφερόντων καὶ ἐκ τῶν τούτοις ἀκολούθων.
36.18τάττειν δὲ δεῖ τῶν μὲν πίστεων πρώτας τὰς μαρτυρίας καὶ τὰ ἐκ τῶν βασάνων ἡμῖν ὁμολογηθέντα, ἂν ὑπάρχῃ · ἔπειτα βεβαιοῦν, ἂν μὲν πιθανὰ ᾖ, γνώμαις καὶ ἐνθυμήμασιν, ἐὰν δὲ μὴ παντελῶς πιθανὰ ᾖ, τῷ εἰκότι, ἔπειτα τοῖς παραδείγμασι καὶ τοῖς τεκμηρίοις καὶ τοῖς σημείοις καὶ τοῖς ἐλέγχοις, τελευταῖον δὲ τοῖς ἐνθυμήμασι καὶ ταῖς γνωμολογίαις. ἐὰν δὲ ὁμολογῆται τὰ πράγματα, τὰς μὲν πίστεις ἐατέον, τῇ δὲ δικαιολογίᾳ ὥσπερ ἐν τοῖς ἔμπροσθεν χρηστέον. καὶ τοῦτον μὲν τὸν τρόπον βεβαιώσομεν.
36.19μετὰ δὲ τὴν βεβαίωσιν τὰ πρὸς τοὺς ἀντιδίκους τάττοντες προκαταληψόμεθα αὐτῶν τὰ ἐπίδοξα λέγεσθαι. ἐὰν μὲν οὖν ἐξαρνῶνται τὸ πρᾶγμα, τὰς μὲν ὑφ’ἡμῶν πίστεις εἰρημένας αὐξητέον, τὰς δ’ὑπ’ἐκείνων μελλούσας λέγεσθαι διασυρτέον καὶ ταπεινωτέον.
36.20ἐὰν δὲ ὁμολογοῦντες ἀξίωσιν ἔννομα καὶ δίκαια, ἀποφαίνειν χρὴ τοὺς γεγραμμένους νόμους οὓς ἡμεῖς παρεχόμεθα καὶ τοὺς ὁμοίους τούτοις δικαίους καὶ καλοὺς καὶ συμφέροντας τῷ κοινῷ τῆς πόλεως καὶ κεκριμένους ὑπὸ πολλῶν τοιούτους εἶναι πειρατέον ἐπιδεικνύειν, τοὺς δὲ τῶν ἀντιδίκων τὰ ἐναντία.
36.21ἐὰν δὲ μὴ ἐνδέχηται ταῦτα λέγειν, ὑπομίμνῃσκε τοὺς δικαστάς ὅτι οὐχ ὑπὲρ τοῦ νόμου ἀλλὰ τοῦ πράγματος δικάζουσιν, ὀμόσαντες κατὰ τοὺς νόμους τοὺς κειμένους τὴν ψῆφον οἴσειν, καὶ δίδασκε ὅτι οὐ νῦν νομοθετεῖν προσήκει, ἀλλ’ἐν ταῖς περὶ τούτων κυρίαις ἡμέραις.
36.22ἂν δ’ἡμῖν συμβαίνῃ τὸ παρὰ μοχθηροῖς δοκοῦσιν εἶναι νόμοις τὸ πρᾶγμα πεπρᾶχθαι, ῥητέον ὡς οὐ νόμος, ἀλλ’ἀνομία τὸ τοιοῦτόν ἐστιν · ὁ μὲν γὰρ νόμος ἐπὶ τῷ ὠφελεῖν τίθεται, οὗτος δὲ βλάπτει τὴν πόλιν.
36.23ῥητέον δὲ καὶ ὡς οὐ παρανομήσουσιν, ἂν τούτῳ τῷ νόμῳ ἐναντίαν ψῆφον θῶνται, ἀλλὰ νομοθετήσουσιν, ὥστε μὴ χρῆσθαι δόγμασι πονηροῖς καὶ παρανόμοις. δεῖ δὲ καὶ τοῦτο συμβιβάζειν ὡς οὐδεὶς νόμος κωλύει τὸ κοινὸν εὖ ποιεῖν, τοὺς δὲ φαύλους νόμους ἀκύρους ποιεῖν εὐεργετεῖν τὴν πόλιν ἐστίν.
36.24περὶ μὲν οὖν τῶν σαφῶς εἰρημένων νόμων ὁποίους ἂν αὐτῶν ἔχωμεν, ἐκ τῶν τοιούτων προκαταλαμβάνοντες ἀντιλέγειν εὐπορήσομεν · περὶ δὲ τῶν ἀμφιβόλων ἐὰν οὕτως ὑπολαμβάνωσιν ὡς σοὶ συμφέρει, δεῖ ταῦτα ὑποδεικνύειν, ἂν δ’ὡς ὁ ἐναντίος λέγει, χρὴ διδάσκειν ὡς ὁ νομοθέτης οὐ τοῦτο διενοεῖτο ἀλλ’ὃ σὺ λέγεις, καὶ ὅτι συμφέρει αὐτοῖς οὕτω λέγειν τὸν νόμον.
36.25ἐὰν δὲ μὴ δυνατὸς ᾖς ἐπὶ τὸ ἐναντίον μεθιστάναι, δείκνυε ὡς οὐδὲν ἄλλο λέγειν ὁ ἐναντίος δύναται νόμος ἢ ὃ σύ. καὶ περὶ μὲν νόμων ὡς δεῖ χρῆσθαι, τοῦτον τὸν τρόπον μετιὼν εὐπορήσεις. καθόλου δὲ ἂν ὁμολογήσαντες ἐκ τῶν δικαίων καὶ τῶν νομίμων τὴν ἀπολογίαν ποιεῖσθαι μέλλωσιν, ἐκ τούτων τὰ ἐπίδοξα ῥηθήσεσθαι προκαταληπτέον.
36.26ἐὰν δὲ ὁμολογήσαντες συγγνώμης ἀξιῶσι τυχεῖν, ὧδε χρὴ περιαιρεῖσθαι τὰ τοιαῦτα τῶν ἀντιδίκων. πρῶτον μὲν λεκτέον ὡς κακοηθέστερον ἦν καὶ ὡς τὰ τοιαῦτα ἐξαμαρτάνειν φασίν ὅταν γνωσθῶσιν, ὥστε “εἰ τούτῳ συγγνώμην ἔχετε, καὶ τοὺς ἄλλους πάντας τῶν τιμωριῶν ἀφήσετε”.
36.27ἔτι δὲ λέγε ὡς · “εἰ τῶν ὁμολογούντων ἐξαμαρτάνειν ἀποψηφιεῖσθε, πῶς τῶν μὴ ὁμολογούντων καταψηφιεῖσθε”; λεκτέον δὲ ὅτι · “εἰ καὶ ἐξήμαρτεν, οὐκ ἐμὲ δεῖ διὰ τὴν τούτου ἁμαρτίαν ζημιοῦσθαι”. πρὸς δὲ τούτοις ῥητέον ὡς “οὐ δὲ ὁ νομοθέτης τοῖς ἁμαρτάνουσι συγγνώμην ἔχει · οὐκοῦν δίκαιον οὐ δὲ τοὺς δικαστὰς κατὰ τοὺς νόμους κρίνοντας”.
36.28ἐκ μὲν οὖν τῶν τοιούτων τὰς συγγνώμας περιαιρησόμεθα, καθάπερ ἐν ἀρχαῖς δεδηλώκαμεν. συλλήβδην δὲ τὰ ὑπὸ τῶν ἀντιδίκων μέλλοντα λέγεσθαι καὶ πρὸς πίστιν καὶ δικαιολογίαν καὶ συγγνώμην ἐκ τῶν προειρημένων προκαταληψόμεθα.
36.29μετὰ δὲ ταύτην τὴν αἰτίαν, ἀναλογιστέον ἐν κεφαλαίῳ τὸν λόγον ὅλον, καὶ συντόμως, ἐὰν ἐνδέχηται, πρὸς μὲν τοὺς ἐναντίους ἔχθραν ἢ ὀργὴν ἢ φθόνον τοῖς δικασταῖς ἐμποιητέον, πρὸς δὲ ἡμᾶς φιλίαν ἢ χάριν ἢ ἔλεον. ὅθεν δὲ ταῦτα γίνεται, ἐν τῷ δημηγορικῷ καὶ ἐπὶ τῶν προτροπῶν καὶ ἀποτροπῶν εἰρήκαμεν καὶ ἐν τῷ ἀπολογικῷ εἴδει πάλιν ἐπὶ τελευτῆς διέξιμεν.
36.30τὸν μὲν οὖν πρῶτον λόγον, ἐὰν κατηγορῶμεν, ἐν τοῖς δικανικοῖς οὕτω συνθήσομεν καὶ τάξομεν. ἐὰν δὲ ἀπολογώμεθα, τὸ μὲν προοίμιον ὁμοιοτρόπως τῷ κατηγοροῦντι συστήσομεν.
36.31τῶν δὲ κατηγορουμένων ἃ μὲν εἰδέναι τοὺς ἀκούοντας ἐποίησε παραλείψομεν, ἃ δὲ δοξάζειν ταῦτα προθέμενοι μετὰ τὸ προοίμιον διαλύσομεν, τούςτε μάρτυρας καὶ τὰς βασάνους καὶ τοὺς ὅρκους ἀπίστους ποιήσομεν, ὡς προακήκοας · εἰ μὲν τὰ πράγματα πιστὰ εἴη, τὴν ὑπὲρ αὐτῶν ἀπολογίαν ἐπὶ τὸν ἐκ τοῦ παραλειπομένου τόπον μεταβιβάζωμεν, εἰ δ’εἶεν οἱ μάρτυρες ἢ οἱ βασανισθέντες πιστοί, ἐπὶ τὸν λόγον ἢ τὴν πρᾶξιν ἢ ὅ τι ἂν ἄλλο ἔχῃς ἐπὶ τῶν ἐναντίων πιστότατον.
36.32ἂν δὲ τὸ λυσιτελὲς ἢ τὸ ἔθος ἐπιφέρων σοῦ κατηγορήσῃ, ἀπολογοῦ μάλιστα μέν ὡς οὐ λυσιτελές ἐστι τὸ κατηγορούμενον, εἰ δὲ μή, ὅτι οὐκ εἴθισαι τὰ τοιαῦτα πράττειν οὔτε σὺ οὔτε οἱ σοὶ ὅμοιοι, ἢ ὅτι οὐ τοῦτον τὸν τρόπον.
36.33τὸ μὲν οὖν εἰκὸς οὕτω λύσεις. τὸ δὲ παράδειγμα πρῶτον μέν, ἂν δύνῃ, δείκνυε ὡς οὐχ ὅμοιόν ἐστι τῷ ἐγκαλουμένῳ, εἰ δὲ μή, ἕτερον φέρε αὐτὸς παράδειγμα ἐκ τῶν ἐναντίων παρὰ τὸ εἰκὸς γενόμενον. τὸ δὲ τεκμήριον λύε φράζων παρ’ἃς αἰτίας ἐναντιωθῆναι συνέβη.
36.34τὰς δὲ γνώμας καὶ τὰ ἐνθυμήματα ἢ παράδοξα ἀπόφαινε ἢ ἀμφίβολα. τὰ δὲ σημεῖα πλειόνων ὄντα ἀπόφαινε σημεῖα καὶ μὴ μόνου τοῦ σοὶ ἐγκαλουμένου. καὶ τὰ μὲν τῶν ἐναντίων ἐπὶ τὸ ἐναντίον ἄγοντες ἢ ἐπὶ τὸ ἀμφίβολον ἀπίθανα τοῦτον τὸν τρόπον καταστήσομεν.
36.35ἂν δὲ ὁμολογῶμεν τὰ ἐγκαλούμενα πεποιηκέναι, ἐκ τῶν δικαίων καὶ νομίμων μετιόντες ἐννομώτερα καὶ δικαιότερα τὰ ἡμέτερα ἀποδεικνύναι πειρασόμεθα · ἐὰν δὲ μὴ τοῦτο ἐνδέχηται, εἰς ἁμάρτημα ἢ ἀτύχημα καταφεύγοντας καὶ σμικρὰς τὰς βλάβας ἀποφαίνοντας συγγνώμης τυγχάνειν πειρατέον, τὸ μὲν ἁμαρτάνειν κοινὸν πάντων ἀνθρώπων ἐπιδεικνύοντας, τὸ δ’ἀδικεῖν ἴδιον τῶν πονηρῶν.
36.36λέγε δέ καὶ ὅτι ἐπιεικὲς καὶ δίκαιον καὶ συμφέρον ἐστὶ συγγνώμην ἔχειν ταῖς ἁμαρτίαις · οὐδεὶς γὰρ οἶδεν ἀνθρώπων εἴ τι τοιοῦτον αὐτῷ συνεμπέσοι. ἀπόφαινε καὶ τὸν ἐναντίον, εἴ τι ἐξήμαρτε, συγγνώμης τυχεῖν ἀξιώσαντα.
36.37μετὰ δὲ ταῦτα αἱ προκαταλήψεις αἱ ὑπὸ τῶν ἐναντίων εἰρημέναι. τὰς μὲν οὖν ἄλλας ἐξ αὐτῶν τῶν πραγμάτων εὐπορήσομεν λύειν · ἐὰν δὲ διαβάλλωσιν ἡμᾶς ὡς γεγραμμένους λόγους λέγομεν ἢ λέγειν μελετῶμεν ἢ ὡς ἐπὶ μισθῷ τινι συνηγοροῦμεν, χρὴ πρὸς τὰ τοιαῦτα ὁμόσε βαδίζοντας εἰρωνεύεσθαι, καὶ περὶ μὲν τῆς γραφῆς, λέγειν μὴ κωλύειν τὸν νόμον ἢ αὐτὸν γεγραμμένα λέγειν ἢ ἐκεῖνον ἄγραφα · τὸν γὰρ νόμον οὐκ ἐᾶν τοιαῦτα πράττειν, λέγειν δὲ ὅπως ἄν τις βούληται συγχωρεῖν.
36.38ῥητέον δὲ καὶ ὅτι · “οὕτως ὁ ἐναντίος οἴεται μεγάλα ἠδικηκέναι ὥστ’οὐ νομίζει με κατ’ἀξίαν ἂν κατηγορῆσαι, εἰ μὴ γράφοιμι καὶ πολὺν χρόνον σκεψαίμην”. περὶ μὲν οὖν τὰς τῶν γεγραμμένων λόγων διαβολὰς οὕτως ἀπαντητέον ·
36.39ἂν δὲ φάσκωσιν ἡμᾶς λέγειν μανθάνειν καὶ μελετᾶν, ὁμολογήσαντες ἐροῦμεν · “ἡμεῖς μὲν οἱ μανθάνοντες, ὡς φῄς, οὐ φιλόδικοί ἐσμεν, σὺ δὲ ὁ λέγειν μὴ ἐπιστάμενος, καὶ νῦν ἡμᾶς καὶ πρότερον ἑάλως συκοφαντῶν” · ὥστε λυσιτελὲς φανεῖται τοῖς πολίταις κα- κἀκεῖνον μανθάνειν ῥητορεύειν · οὐ γὰρ οὕτω πονηρὸν οὐ δὲ συκοφάντην αὐτὸν εἶναι.
36.40τὸν αὐτὸν δὲ τρόπον κα- κἂν ἡμᾶς ἐπὶ μισθῷ συνηγορεῖν λέγῃ τις, ὁμολογήσαντες εἰρωνευσόμεθα καὶ τὸν αἰτιώμενον ἡμᾶς ἐπιδείξομεν τοῦτο ποιοῦντα καὶ τοὺς ἄλλους ἅπαντας.
36.41τῶν δὲ μισθῶν διαιροῦ τὰ εἴδη, καὶ λέγε ὡς οἱ μὲν ἐπὶ χρήμασιν, οἱ δὲ ἐπὶ χάρισιν, οἱ δὲ ἐπὶ τιμωρίαις, οἱ δὲ ἐπὶ τιμαῖς συνηγοροῦσιν · αὑτὸν μὲν οὖν ἀπόφαινε διὰ χάριν συνηγοροῦντα, τὸν δ’ἐναντίον λέγε οὐ δ’ἐπὶ μικρῷ μισθῷ συνηγορεῖν · ὅπως γὰρ λάβῃ ἀργύριον ἀδίκως, οὐχ ὅπως μὴ ἐκτίσῃ, δικάζεται.
36.42τῷ αὐτῷ δὲ τρόπῳ καὶ ἐάν τις ἡμᾶς δικάζεσθαί τινας λέγῃ διδάσκειν ἢ λόγους δικανικοὺς συγγράφειν · ἀπόφαινε γὰρ καὶ τοὺς ἄλλους ἅπαντας, καθ’ὅσον δύνανται, τοὺς φίλους ὠφελεῖν καὶ διδάσκοντας καὶ συμβουλεύοντας. καὶ οὕτως ἐντέχνως περὶ τῶν τοιούτων ἀπαντήσεις.
36.43χρὴ δὲ καὶ περὶ τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις ὁπόσαι πίπτουσιν εἰς τὰ τοιαῦτα εἴδη μὴ ῥᾳθύμως ἔχειν, ἀλλὰ διακρίνειν τὰς ὁμολογίας καὶ τὰς ἀρνήσεις ἐν ταῖς ἀποκρίσεσιν. ὁμολογίαι μὲν οὖν εἰσιν αἱ τοιαίδε · “ἀπέκτεινάς μου τὸν υἱόν · — ἀπέκτεινα πρότερον ἐπ’ἐμὲ σίδηρον αἰρόμενον”. “συνέκοψάς μου τὸν υἱόν · — ἔγωγε ἀδίκων χειρῶν ἄρχοντα”. “κατέαξάς μου τὴν κεφαλήν · — ἐγὼ βιαζομένου σου νύκτωρ εἰς τὴν ἐμὴν οἰκίαν εἰσιέναι”.
36.44αἱ μὲν οὖν τοιαῦται ὁμολογίαι τῷ νόμῳ πιστεύουσαι ὁμολογοῦνται. αἱ δὲ τοιαίδε ἀρνήσεις παρακλίνουσι τὸν νόμον · “ἀπέκτεινάς μου τὸν υἱόν · — οὐκ ἔγωγε, ἀλλ’ὁ νόμος”. τὰ δὲ τοιαῦτα πάντα οὕτω δεῖ ἀποκρίνεσθαι, ὅταν τῶν νόμων ὁ μὲν κελεύῃ τοῦτο ποιεῖν, ὁ δὲ κωλύῃ. τὰ μὲν οὖν πρὸς τοὺς ἀντιδίκους ἐκ τούτων ἁπάντων συνάξεις.
36.45μετὰ δὲ ταῦτα παλιλλογία τῶν εἰρημένων ἤδη σύντομος ἀνάμνησις. χρήσιμος δ’ἐστὶ παρὰ πάντας τοὺς καιρούς, ὥστε καὶ παρὰ μέρος καὶ παρὰ εἶδος τῇ παλιλλογίᾳ χρηστέον, μάλιστα δ’ἁρμόττει πρὸς τὰς κατηγορίας καὶ τὰς ἀπολογίας, ἔτι δὲ πρὸς τὰς προτροπὰς καὶ ἀποτροπάς · οὐ γὰρ μόνον ἀναμνῆσαι δεῖν φαμεν περὶ τῶν εἰρημένων ἐνταῦθα, καθάπερ καὶ ἐπὶ τῶν ἐγκωμίων καὶ τῶν κακολογιῶν, ἀλλὰ καὶ πρὸς ἡμᾶς τοὺς κριτὰς εὖ διαθεῖναι καὶ πρὸς τοὺς ἐναντίους κακῶς.
36.46τελευταῖον δὲ τοῦτο τῶν ἐν τῷ λόγῳ μερῶν τάττομεν. ἔστι δὲ μνημονικὸν ποιεῖν ἐν κεφαλαίῳ ἀπολογιζόμενον περὶ τῶν εἰρημένων ἢ διαλογιζόμενον ἢ προσερωτῶντα τῶν μὲν σαυτοῦ τὰ βέλτιστα, τῶν δ’ἐναντίων τὰ φαυλότατα, εἰ δὲ βούλει, ἐπερωτήσεως σχῆμα ποιησάμενον. οἷον δὲ τούτων ἕκαστόν ἐστιν, ἐκ τῶν προτέρων ἴσμεν.
36.47εὖ δὲ διαθήσομεν ἡμᾶς καὶ τοὺς ἐναντίους κακῶς ὥσπερ ἐπὶ τῶν προτροπῶν καὶ ἀποτροπῶν, ὑποφαίνοντες κεφαλαιωδῶς ἐφ’οἷς εὖ πεποιήκαμεν τοὺς ἀδικοῦντας ἢ ποιοῦμεν ἢ ποιήσομεν, ἢ αὐτοὶ ἢ ἡμέτεροι φίλοι, ἢ αὐτοὺς ἢ ὧν κηδόμενοι τυγχάνουσιν, ἢ πάλιν τοὺς κρίνοντας αὐτοὺς ἢ ὧν κηδόμενοι τυγχάνουσι, καὶ διεξιόντες αὐτοῖς ὡς νῦν καιρὸς χάριτας ἡμῖν τῶν ὑπηργμένων ἀποδοῦναι, καὶ πρὸς τούτοις ἐλεεινοὺς ἡμᾶς αὐτοὺς καθιστάντες, ἐὰν ἐνδέχηται.
36.48τοῦτο δὲ ποιήσομεν ἐπιδεικνύντες ὡς πρὸς τοὺς ἀκούοντας οἰκείως ἔχομεν καὶ ἀναξίως δυστυχοῦμεν κακῶς πρότερον πεπονθότες ἢ νῦν πάσχοντες, ἢ πεισόμενοι ἐὰν μὴ βοηθῶσιν ἡμῖν οὗτοι · ἐὰν δὲ μὴ τοιαῦτα ὑπάρχῃ, διεξιόντες τίνων ἀγαθῶν ἐστερήμεθα ἢ στερισκόμεθα, ἢ στερησόμεθα ὀλιγωρηθέντες ὑπὸ τῶν κρινόντων, ἢ ὡς ἀγαθοῦ μηδέποτε ἐπετύχομεν ἢ μὴ ἐπιτυγχάνομεν ἢ μὴ ἐπιτευξόμεθα μὴ τούτων ἡμῖν συμβοηθησάντων. ἐκ γὰρ τούτων ἐλεεινοὺς καταστήσομεν ἡμᾶς αὐτοὺς καὶ πρὸς τοὺς ἀκούοντας εὖ διαθήσομεν.
36.49διαβαλοῦμεν δὲ τοὺς ἀντιδίκους καὶ φθονεῖσθαι ποιήσομεν ἐκ τῶν ἐναντίων τούτοις, ἀποφαίνοντες ὑπὸ τούτων ἢ τῶν τούτοις φίλων τοὺς ἀκούοντας ἢ ὧν αὐτοὶ κήδονται, κακῶς πεπονθότας ἢ πάσχοντας ἢ πεισομένους παρὰ τὸ προσῆκον. ἐκ γὰρ τῶν τοιούτων καὶ μῖσος καὶ ὀργὴν πρὸς αὐτοὺς ἕξουσιν. ἂν δὲ μὴ ταῦτα ἐνδέχηται, συνάξομεν ἐξ ὧν φθόνον τοῖς ἀκούουσι κατὰ τῶν ἐναντίων ἐργασόμεθα · τὸ γὰρ φθονεῖν πλησίον τοῦ μισεῖν ἐστιν.
36.50φθονήσονται δὲ συλλήβδην, ἐὰν ἀναξίως αὐτοὺς εὖ πράττοντας ἀποφαίνωμεν καὶ πρὸς τοὺς ἀκούοντας ἀλλοτρίως ἔχοντας, διεξιόντες ὡς ἀγαθὰ πολλὰ πεπόνθασιν ἀδίκως ἢ πάσχουσιν ἢ μέλλουσι πείσεσθαι, ἢ ἀγαθοῦ οὐδέποτε πρότερον ἐστερήθησαν ἢ νῦν οὐ στερίσκονται ἢ οὐ στερήσονται, ἢ κακοῦ οὐδέποτε τετυχηκότες ἢ νῦν οὐ τυγχάνοντες, ἢ οὐ τευξόμενοι ἐὰν μὴ νῦν αὐτοὺς οἱ κριταὶ κολάσωσιν.
36.51ἐκ τούτων μὲν οὖν ἐν τοῖς ἐπιλόγοις εὐμενῶς μὲν αὑτούς, κακῶς δὲ τοὺς ἐναντίους διαθήσομεν · ἐκ δὲ τῶν προειρημένων ἁπάντων ἐντέχνως καὶ τὰς κατηγορίας καὶ τὰς ἀπολογίας τάξομεν.
37.1τὸ δ’ἐξεταστικὸν εἶδος αὐτὸ μὲν καθ’ἑαυτὸ οὐ πολλάκις συνίσταται, τοῖς δὲ ἄλλοις εἴδεσι μίγνυται καὶ μάλιστα πρὸς τὰς ἀντιλογίας χρήσιμόν ἐστιν. οὐ μὴν ἀλλ’ὅπως μη δὲ τούτου τὴν τάξιν ἀγνοῶμεν, ἄν ποθ’ἡμῖν λόγον ἢ βίον ἢ πρᾶξιν ἀνθρώπων ἢ διοίκησιν πόλεως ἐξετάζειν συμβῇ, διέξειμι καὶ περὶ τούτου κεφαλαιωδῶς.
37.2φροιμιαστέον μὲν οὖν σχεδὸν ὁμοιοτρόπως τοῖς διαβεβλημένοις καὶ τοῖς ἐξετάζουσι ταῦτα, ὥστε προφάσεις ἐν ἀρχαῖς εὐλόγους ἐνεγκόντες δι’ἃς δόξομεν εἰκότως τοῦτο ποιεῖν, οὕτως ἐπὶ τὴν ἐξέτασιν ἥξομεν.
37.3αἱ τοιαίδε δὲ ἁρμόσουσιν · ἐν μὲν τοῖς πολιτικοῖς συλλόγοις, ὡς “οὐ φιλονεικίᾳ τὸ τοιοῦτον ποιοῦμεν, ἀλλ’ὅπως μὴ λάθῃ τοὺς ἀκούοντας,” εἶτα ὅτι “ἡμᾶς οὗτοι πρότερον ἠνώχλησαν” · ἐν δὲ τοῖς ἰδίοις ἢ ἔχθραν ἢ τὰ ἤθη τῶν ἐξεταζομένων φαῦλα ὄντα ἢ φιλία πρὸς τοὺς ἐξεταζομένους, ἢ ὅπως συνέντες ἃ πράττουσι, μηκέτι ταῦτα ποιήσωσιν · ἐν δὲ τοῖς δημοσίοις, τὸ νόμιμον καὶ τὸ δίκαιον καὶ τὸ τῷ κοινῷ συμφέρον.
37.4φροιμιασάμενοι δ’ἐκ τούτων καὶ τῶν τούτοις ὁμοιοτρόπων ἐφεξῆς ἕκαστον προτιθέμενοι τῶν ῥηθέντων ἢ πραχθέντων ἢ διανοηθέντων ἐξετάσομεν, ἐνδεικνύντες αὐτὰ καὶ τοῖς δικαίοις καὶ τοῖς νομίμοις καὶ τοῖς ἰδίᾳ καὶ κοινῇ συμφέρουσιν ἐναντιούμενα, καὶ πάντα σκοποῦντες εἴ που αὐτὰ αὑτοῖς ἐστιν ἐναντία ἢ τοῖς ἤθεσι τῶν χρηστῶν ἀνθρώπων ἢ τοῖς εἰκόσιν.
37.5ἵνα δὲ μὴ μηκύνωμεν καθ’ἓν ἕκαστον λέγοντες, ὅσῳ ἂν πλείοσι τῶν ἐνδόξων ἐπιτηδευμάτων ἢ πραγμάτων ἢ λόγων ἢ ἐθῶν ἐναντιούμενα τὰ τῶν ἐξεταζομένων ἀποφαίνωμεν τοῖς ἀκούουσι, τοσούτῳ μᾶλλον οἱ ἐξεταζόμενοι ἀδοξήσουσι.
37.6δεῖ δὲ πικρῷ τῷ ἤθει μὴ ἐξετάζειν, ἀλλὰ πρᾳεῖ · τοῦτον γὰρ τὸν τρόπον οἱ λόγοι γινόμενοι πιθανώτεροι φανήσονται τοῖς ἀκούουσιν, οἱ δὲ λέγοντες αὑτοὺς ἥκιστα διαβαλοῦσιν.
37.7ὅταν δὲ πάντα ἀκριβῶς ἐξητακὼς αὐξήσῃς αὐτά, παλιλλογίαν ἐπὶ τῇ τελευτῇ σύντομον ποίησαι καὶ τοὺς ἀκροατὰς περὶ τῶν εἰρημένων ἀνάμνησον. τὰ μὲν οὖν εἴδη πάντα τοῦτον τὸν τρόπον τάττοντες ἐντέχνως αὐτοῖς χρησόμεθα.
38.1δεῖ δὲ καὶ λέγοντας καὶ γράφοντας ὅτι μάλιστα πειρᾶσθαι κατὰ τὰ προειρημένα τοὺς λόγους ἀποδιδόναι καὶ συνεθίζειν αὑτοὺς τούτοις ἅπασιν ἐξ ἑτοίμου χρῆσθαι. καὶ περὶ μὲν τοῦ λέγειν ἐντέχνως καὶ ἐν τοῖς ἰδίοις καὶ ἐν τοῖς κοινοῖς ἀγῶσι καὶ ἐν ταῖς πρὸς τοὺς ἄλλους ὁμιλίαις ἐντεῦθεν πλείστας καὶ τεχνικωτάτας ἀφορμὰς ἕξομεν ·
38.2χρὴ δὲ καὶ τὴν ἐπιμέλειαν ποιεῖσθαι μὴ μόνον περὶ τοὺς λόγους, ἀλλὰ καὶ περὶ τὸν βίον τὸν αὑτοῦ, διακοσμοῦντα ταῖς ἰδέαις ταῖς εἰρημέναις · συμβάλλεται γὰρ ἡ περὶ τὸν βίον παρασκευὴ καὶ πρὸς τὸ πείθειν καὶ πρὸς τὸ δόξης ἐπιεικοῦς τυγχάνειν.
38.3πρῶτον μὲν οὖν διελέσθαι χρὴ τὰ πράγματα κατὰ τὴν ὅλην τοῦ παιδεύματος διαίρεσιν, ὅ τι πρῶτον ἢ δεύτερον ἢ τρίτον ἢ τέταρτον μεταχειριστέον, εἶτα σαυτοῦ ποιεῖσθαι παρασκευήν, ὥσπερ ἐν τοῖς προοιμίοις διήλθομεν τὰ περὶ τῶν ἀκροατῶν.
38.4εὐμενῆ μὲν οὖν τὰ περὶ σεαυτὸν ποιήσεις, ἐὰν οἷς ὁμολογεῖς ἐμμένῃς καὶ διαφυλάττῃς φίλους τοὺς αὐτοὺς διὰ παντὸς τοῦ βίου καὶ περὶ τῶν ἄλλων ἐπιτηδευμάτων φαίνῃ μὴ μεθιστάμενος, ἀλλ’ἀεὶ τοῖς αὐτοῖς χρώμενος. προσέξουσι δέ σοι, ἐὰν μεγάλας καὶ καλὰς μεταχειρίζῃ τὰς πράξεις καὶ τοῖς πολλοῖς συμφερούσας.
38.5εὐμενεῖς δὲ γενόμενοι, ὅταν ἐπὶ τῶν πράξεων γένῃ, ὅσαι τῶν κακῶν ἀποτροπὴν ἔχουσι τῶν δ’ἀγαθῶν παρουσίαν, ταύτας μὲν ὡς συμφερούσας αὑτοῖς ἀποδέξονται, ὅσαι δὲ τα- τἀναντία παρασκευάζουσιν αὐτοῖς, ταύτας ἀποδοκιμάσουσιν.
38.6ἀντὶ δὲ τοῦ ταχεῖαν καὶ σαφῆ καὶ μὴ ἄπιστον τὴν διήγησιν λέγεσθαι τὰς πράξεις δεῖ τοιαύτας ποιεῖσθαι. ταχέως μὲν οὖν ἐπιτελέσεις, ἂν μὴ πάντα πράττειν ἅμα βούλῃ, ἀλλὰ πρότερον τὸ πρῶτον, ἔπειτα τὸ ἑξῆς ·
38.7καθαρῶς δέ, ἂν μὴ ταχὺ τῆς πράξεως παυόμενος ἄλλα πράγματα μεταχειρίζῃ πρὶν ταύτην ἐπιτελέσαι · μὴ ἀπίστως δέ, ἂν μὴ παρὰ τὸ ἦθος τὸ σαυτοῦ πράττῃς, πρὸς δὲ τούτοις, ἂν μὴ προσποιῇ τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους εἶναί σοι.
38.8ἐκ δὲ τῶν πίστεων ληψόμεθα, περὶ ὧν μὲν ἐπιστήμην ἔχομεν, κατὰ τὴν ταύτης ἐξήγησιν τὰς πράξεις ἐπιτελεῖν, περὶ ὧν δὲ τυγχάνομεν ἀγνοοῦντες, κατὰ τὸ ὡς ἐπὶ τὸ πολὺ συμβαῖνον · ἀσφαλέστατον γὰρ πράττειν περὶ τῶν οὕτως ἐχόντων πρὸς τὸ εἰωθὸς ἀποβλέποντας.
38.9εἰς δὲ τὸν πρὸς τοὺς ἀντιδίκους ἀγῶνα ἐν μὲν τοῖς λόγοις ἐκ τῶν λελεγμένων ποιήσομεν βεβαιότητα παρ’ἡμῶν · ἐν δὲ τοῖς συμβολαίοις τοῦτο ποιήσομεν, ἐὰν κατὰ τοὺς νόμους αὐτὰ μεταχειριζώμεθα τοὺς ἀγράφους καὶ τοὺς γεγραμμένους μετὰ μαρτύρων ὡς βελτίστων ὁριζόμενοι χρόνους.
38.10ἐκ δὲ τοῦ ἐπιλόγου περὶ μὲν τῶν λελεγμένων μνημονικοὺς ποιήσομεν ἐκ τοῦ πάλιν λέγειν κεφαλαιωδῶς · περὶ δὲ τῶν πεπραγμένων ἐξ ὧν δὲ πράττομεν ἀναμνήσομεν οὕτως, ἐπειδὰν τὰς αὐτὰς πράξεις ἢ τὰς ὁμοίας μεταχειριζώμεθα ταῖς προτέραις.
38.11φιλικῶς δὲ διακείσονται πρὸς ἡμᾶς, ἐὰν πράττωμεν ἐξ ὧν εὖ πεπονθέναι δόξουσιν ἢ πάσχειν ἢ πείσεσθαι. μεγάλα δὲ πράξομεν, ἐὰν πολλῶν αἰτίας καλῶν τὰς πράξεις μεταχειριζώμεθα. καὶ τοῦτον μὲν τὸν τρόπον χρὴ τὰ κατὰ τὸν βίον παρασκευάζειν, ἐκ δὲ τῆς προτέρας συντάξεως περὶ τοὺς λόγους γυμνάζεσθαι.
38.12τὰς δὲ θυσίας δεῖ ποιεῖν, ὡς προείρηται, πρὸς μὲν τοὺς θεοὺς ὁσίως, πρὸς δὲ τὰς δαπάνας μετρίως, πρὸς δὲ τὰς θεωρίας λαμπρῶς, πρὸς δὲ τοῦς πολέμους ὠφελίμως. καὶ πρὸς μὲν τοὺς θεοὺς ὁσίως ἕξουσιν, ἐὰν κατὰ τὰ πάτρια θύωμεν · πρὸς δὲ τὰς δαπάνας μετρίως, ἐὰν μὴ τὰ πεμπόμενα πάντα τοῖς δαπανωμένοις συναναλίσκηται · πρὸς δὲ τὰς θεωρίας λαμπρῶς, ἐὰν μεγαλοπρεπῶς ὦσι κατεσκευασμένα · πρὸς δὲ τοὺς πολέμους ὠφελίμως, ἐὰν ἱππεῖς καὶ ὁπλῖται διεσκευασμένοι συμπομπεύωσιν.
38.13τὰ μὲν δὴ πρὸς τοὺς θεοὺς οὕτω ἂν γινόμενα ὁσίως ἂν ἔχοι. φιλίαν δὲ συστησόμεθα πρὸς τοὺς ὁμοιοτρόπους ἡμῖν καὶ οἷς τα- ταὐτὰ συμφέρει καὶ οἷς περὶ τὰ μέγιστα ἀναγκαῖόν ἐστιν ἡμῖν κοινωνεῖν · ἡ γὰρ τοιαύτη μάλιστα συμμένει φιλία.
38.14συμμάχους δὲ δεῖ ποιεῖσθαι τοὺς δικαιοτάτους καὶ τοὺς δύναμιν πολλὴν ἔχοντας καὶ τοὺς πλησίον κατοικοῦντας, ἐχθροὺς δὲ τοὺς ἐναντίους τούτοις.
38.15πόλεμον δὲ δεῖ αἱρεῖσθαι πρὸς τοὺς ἀδικεῖν ἐπιχειροῦντας τὴν πόλιν ἢ τοὺς φίλους ἢ τοὺς συμμάχους αὐτῆς.
38.16τὰς δὲ φυλακὰς ἀναγκαῖον ἔχειν ἢ δι’ἑαυτῶν ἢ διὰ τῶν συμμάχων ἢ διὰ ξένων, καὶ κράτιστον μὲν δι’ἑαυτῶν, δεύτερον δὲ διὰ τῶν συμμάχων, τρίτον δὲ διὰ ξένων.
38.17περὶ πόρου δὲ χρημάτων κράτιστον μὲν ἀπὸ τῶν ἰδίων προσόδων ἢ κτημάτων, δεύτερον δὲ ἀπὸ τῶν τιμημάτων, τρίτον δὲ τῶν πενήτων τὰ σώματα παρεχόντων λειτουργεῖν, τῶν δὲ τεχνιτῶν ὅπλα, τῶν δὲ πλουσίων χρήματα.
38.18περὶ πολιτείας δὲ δημοκρατία μὲν ἀρίστη ἐν ᾗ οἱ νόμοι τοῖς ἀρίστοις τὰς τιμὰς ἀπονέμουσι, τὸ δὲ πλῆθος μήτε χειροτονίας μήτε ψηφοφορίας ἐστέρηται, κακίστη δέ, ἐν ᾗ τῷ πλήθει παραδιδόασιν οἱ νόμοι τοὺς πλουτοῦντας ὑβρίζειν. ὀλιγαρχιῶν δ’εἰσὶ δύο τρόποι · ἢ γὰρ ἐξ ἑταιρείας ἢ ἀπὸ τιμημάτων.
38.19ποιεῖσθαι δὲ συμμάχους ἀναγκαῖόν ἐστιν, ὅταν οἱ πολῖται μὴ τυγχάνωσι δι’ἑαυτῶν δυνατοὶ τὴν χώραν καὶ τὰ φρούρια φυλάττειν ἢ τοὺς πολεμίους ἀμύνεσθαι · παρίεσθαι δὲ δεῖ συμμαχίαν, ὅταν μὴ ἀνάγκη τις ᾖ ποιεῖσθαι αὐτὴν ἢ μακρὰν τοῖς τόποις ἀπέχωσι καὶ ἀδύνατοι ὦσι κατὰ τοὺς προσήκοντας παραγίνεσθαι καιρούς.
38.20πολίτης δὲ ἀγαθός ἐστιν ὅστις φίλους μὲν χρησιμωτάτους τῇ πόλει παρασκευάζει, ἐχθροὺς δὲ ἐλαχίστους καὶ ἀσθενεστάτους, καὶ ὅστις πλείστας προσόδους παρασκευάζει τῶν ἰδιωτῶν μηδένα δημεύων, καὶ ὅστις ἑαυτὸν δίκαιον παρέχων τοὺς ἀδικοῦντάς τι τῶν κοινῶν ἐξετάζει.
38.21δωροῦνται δὲ πάντες ἐλπίζοντες ὠφεληθήσεσθαι ἢ τῶν προτέρων εὐεργεσιῶν χάριν ἀποδιδόντες. ὑπηρετοῦσι δὲ πάντες κέρδους ἕνεκεν ἢ τιμῆς ἢ ἡδονῆς ἢ φόβου. συναλλάττουσι δὲ πάντες ἢ κατὰ προαίρεσιν ἢ ἀκουσίως · αἱ γὰρ πράξεις ἐπιτελοῦνται πᾶσαι ἢ διὰ βίας ἢ διὰ πειθοῦς ἢ δι’ἀπάτης ἢ διὰ προφάσεως.
38.22ἐν δὲ πολέμῳ περιγίνονται πολεμοῦντες ἢ διὰ τύχην ἢ διὰ σωμάτων πλῆθος ἢ ῥώμην ἢ διὰ χρημάτων εὐπορίαν ἢ διὰ τόπων εὐφυΐαν ἢ δι’ἀρετὴν συμμάχων ἢ διὰ στρατηγοῦ γνώμην. G?ἐγκαταλιπεῖν δὲ τοὺς συμμάχους ὑπολαμβάνουσι δεῖν ἢ διὰ τὸ μᾶλλον συμφέρειν τοῦτο ἢ διὰ τὸ καταλύσασθαι τὸν πόλεμον.
38.24δίκαια δὲ πράττειν ἐστὶ τὸ τοῖς κοινοῖς τῆς πόλεως ἔθεσιν ἕπεσθαι, τοῖς νόμοις πείθεσθαι καὶ ταῖς ἰδίαις ὁμολογίαις ἐμμένειν.
38.25συμφέρει δὲ σώματι μὲν εὐεξία καὶ κάλλος καὶ ῥώμη καὶ ὑγίεια, ψυχῇ δὲ σοφία, φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, συναμφοτέροις δὲ τούτοις χρήματα φίλοι · ἀσύμφορα δὲ τα- τἀναντία τούτων. πόλει δὲ συμφέρον πλῆθος πολιτῶν ἀγαθῶν.