Menander

Sayings from Byzantine Manuscripts

1
ἀγαθὰ προθύμως καὶ λάλει καὶ μάνθανε. βούλου τὸ πρῶτον εὐσεβεῖν πρὸς τὸν θεόν. βουλὴ πονηρὰ χρηστὸν οὐκ ἔχει τέλος. γονεῖς δὲ τίμα καὶ γέροντας αἰσχύνου. γυναικὶ κόσμος ὁ τρόπος, οὐ τὰ χρυσία. διὰ πενίαν μηδενὸς καταφρόνει. δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας. ἄκουε πάντων, ἐκλέγου δ’ἃ συμφέρει. γλώσσης μάλιστα πανταχοῦ πειρῶ κρατεῖν. γέλως τὰ σεμνὰ τοῦ βίου τοῖς σώφροσιν. δίκαιος ἴσθι καὶ φίλοισι καὶ ξένοις. εἰ θνητὸς εἶ, βέλτιστε, θνητὰ καὶ φρόνει. ἐν ἀργύρῳ μάλιστα κρίνεται τρόπος. ζῶμεν ἀλογίστως προσδοκῶντες μὴ θανεῖν. ἦθος κακοῦργον μακρὸν ἀπῴκισται θεοῦ. ἤθη τὰ πάντων ἐν χρόνῳ πειράζεται. θυμὸν φυλάττου · τὸ φρονεῖν γὰρ οὐκ ἔχει. θυμοῦ κρατῆσαι κἀπιθυμίας καλόν. ἰδίας νόμιζε τῶν φίλων τὰς συμφοράς. ἴσος ἴσθι πᾶσι κἂν ὑπερβάλλῃς πλούτῳ. καλῶς πένεσθαι μᾶλλον ἢ πλουτεῖν κακῶς. λίαν φιλῶν σεαυτὸν οὐχ ἕξεις φίλον. λιμὴν πέφυκε πᾶσι παιδεία βροτοῖς. μηδέποτε δοῦλον ἡδονῆς σαυτὸν ποίει. νόμιζε πλουτεῖν ἂν φίλους πολλοὺς ἔχῃς. ἔλεγχε σαυτὸν ὅστις εἶ πράττων κακά. ζῆσον μετρήσας τὸν βίον πρὸς τὸν χρόνον. ἢ λέγε τι σιγῆς κρεῖττον ἢ σιγὴν ἔχε. ἴσος ἴσθι κρίνων καὶ φίλους καὶ μὴ φίλους. ἴσον ἐστὶν εἰς πῦρ καὶ γυναῖκας ἐμπεσεῖν. καλὸν φέρουσι καρπὸν οἱ σεμνοὶ τρόποι. κόλαζε κρίνων ἀλλὰ μὴ θυμούμενος. λύπης ἰατρός ἐστιν ὁ χρηστὸς φίλος. νοῦς ἐστι πάντων ἡγεμὼν τῶν χρησίμων. νέῳ δὲ σιγᾶν μᾶλλον ἢ λαλεῖν πρέπει. ξένους νόμιζε τοὺς ἀρετῆς ὄντας ξένους. οὐκ ἔστιν οὐδὲν κτῆμα κάλλιον φίλου. ὁ βίος ἀδήλους τὰς μεταπτώσεις ἔχει. πολλῶν ὁ καιρὸς γίνεται διδάσκαλος. πολυπραγμονεῖν ἀλλότρια μὴ βούλου κακά. ῥυπαρὸς ὑπάρχων χρηστὸν οὐχ ἕξεις φίλον. σοφοῦ παρ’ἀνδρὸς ἐκδέχου συμβουλίαν. τὸ γνῶθι σαυτὸν πᾶσίν ἐστι χρήσιμον. τὰ δ’αἰσχρὰ κέρδη συμφορὰς ἐργάζεται. ὕβριν χαλίνου καὶ μέγας ἔσῃ σοφός. ὕπουλος ἀνὴρ δίκτυον κεκρυμμένον. φῶς ἐστι τῷ νῷ πρὸς θεὸν βλέπειν ἀεί. φίλος φίλου δεόμενος οὐκ ἔστιν φίλος. ψυχῆς νοσούσης ἐστὶ φάρμακον λόγος. οὐδεὶς ποιῶν πονηρὰ λανθάνει θεόν. πονηρὸν ἄνδρα μηδέποτε ποιοῦ φίλον. πειρῶ βλάβην σὺ μᾶλλον ἢ δίκας ἔχειν. σιγᾶν ἄμεινον ἢ λαλεῖν ἃ μὴ πρέπει. σοφοῖς ὁμιλῶν καὐτὸς ἐκβήσῃ σοφός. τοῦτ’ἐστὶ τὸ ζῆν μὴ σεαυτῷ ζῆν μόνῳ. ὑπὲρ εὐσεβείας καὶ λάλει καὶ μάνθανε. ὕδωρ θαλάσσης ὁ τρόπος τῶν δυσκόλων. φεῦγ’ἡδονὴν φέρουσαν ὕστερον βλάβην. χαίρειν προσήκει τοῖς παθῶν ἐλευθέροις. χαίρειν ἐπ’αἰσχροῖς οὐδέποτε χρὴ πράγμασιν. ψυχῆς ὄλεθρός ἐστι σωμάτων ἔρως. ὧν ἦρξε γαστὴρ τὸ φρονεῖν ἀφῃρέθη. ὡς μέγα τὸ μικρόν ἐστιν ἐν καιρῷ δοθέν. ὦ γῆρας ἀνθρώποισιν εὐκταῖον κακόν.