Menander

Sayings from Byzantine Manuscripts

1
ἄνθρωπον ὄντα δεῖ φρονεῖν τἀνθρώπινα ἀναφαίρετον κτῆμ’ἐστὶ παιδεία βροτοῖς ἀεὶ τὸ λυποῦν ἐκδίωκε τοῦ βίου αὐτά σε διδάσκει τοῦ βίου τὰ πράγματα ἀθάνατον ἔχθραν μὴ φύλαττε θνητὸς ὤν ἅπαξ ἀκοῦσαι τοὺς ἐλευθέρους καλόν ἅπαν τὸ κέρδος ἄδικον ὂν φέρει βλάβην ἅπαντα καιρῷ χάριν ἔχει τρυγώμενα ἂν εὖ φρονῇς, τὰ πάντα γ’εὐδαίμων ἔσῃ ἀχάριστος ὅστις εὖ παθὼν ἀμνημονεῖ ἄγει δὲ πρὸς φῶς τὴν ἀλήθειαν χρόνος ἀμελοῦντα τοῦ ζῆν οὐκ ἔνεστ’εὐσχημονεῖν ἀγαθὸν μέγιστον ἡ φρόνησίς ἐστ’ἀεί ἀνδρὸς τὰ προσπίπτοντα γενναίως φέρειν ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην ἀβουλίᾳ τὰ πολλὰ βλάπτονται βροτοί ἄνθρωπον ὄντα σαυτὸν ἀναμίμνησκ’ἀεί ἀνεξέταστον μὴ κόλαζε μηδένα ἀφεὶς τὰ φανερὰ μὴ δίωκε τἀφανῆ ἀνὴρ πονηρὸς δυστυχεῖ, κἂν εὐτυχῇ ἄνθρωπος ὢν γίγνωσκε τῆς ὀργῆς κρατεῖν αἰσχρὸν δὲ μηδὲν πρᾶττε μη δὲ μάνθανε ἅπαντας ἡ παίδευσις ἡμέρους τελεῖ ἀνδρὸς πονηροῦ φεῦγε συνοδίαν ἀεί ἀνδρῶν δ’ἀπίστων ὅρκον εἰς ὕδωρ γράφε ἀρχῆς τετευχὼς ἴσθι ταύτης ἄξιος ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, ἀλλ’ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται ἅπαντ’ἀφανίζει γῆρας, ἰσχὺν σώματος ἄριστόν ἐστι πάντ’ἐπίστασθαι καλά ἄνευ προφάσεως οὐδὲν ἀνθρώποις κακόν ἀνὴρ ὁ φεύγων καὶ πάλιν μαχήσεται ἀνὴρ δὲ χρηστὸς χρηστὸν οὐ μισεῖ ποτε ἀνελεύθεροι γάρ εἰσιν οἱ φιλάργυροι ἆρ’ἐστὶ θυμοῦ φάρμακον χρηστὸς λόγος ἀνὴρ γὰρ ἄνδρα καὶ πόλις σώζει πόλιν ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος ἀνδρὸς πονηροῦ σπλάγχνον οὐ μαλάσσεται ἅπασιν εὖ πράττουσιν ἥδομαι φίλοις ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι αἱ δ’ἐλπίδες βόσκουσι τοὺς κενοὺς βροτῶν βέβαιον οὐδέν ἐστιν ἐν θνητῷ βίῳ βάδιζε τὴν εὐθεῖαν, ἵνα δίκαιος ᾖς βούλου δ’ἀρέσκειν πᾶσι, μὴ σαυτῷ μόνον βουλόμεθα πλουτεῖν πάντες, ἀλλ’οὐ δυνάμεθα βίος ἐστὶν ἄν τις τῷ βίῳ χαίρῃ βιῶν βίος κέκληται δ’ὃς βίᾳ πορίζεται βροτοῖς ἅπασιν ἡ συνείδησις θεός βίου δικαίου γίγνεται τέλος καλόν βέβαιος ἴσθι καὶ βεβαίως χρῶ φίλοις βουλῆς γὰρ ὀρθῆς οὐδὲν ἀσφαλέστερον βροτοῖς ἅπασιν ἀποθανεῖν ὀφείλεται βίος βίου δεόμενος οὐκ ἔστιν βίος βέλτιόν ἐστι σῶμα γ’ἢ ψυχὴν νοσεῖν βίου σπάνις πέφυκεν ἀνδράσιν γυνή βίον καλὸν ζῇς, ἂν γυναῖκα μὴ ἔχῃς γυναικὶ πάσῃ κόσμον ἡ σιγὴ φέρει γυναικὸς ἐσθλῆς ἐστι σώζειν οἰκίαν γέλως ἄκαιρος κλαυθμάτων παραίτιος γῆ πάντα τίκτει καὶ πάλιν κομίζεται γέρων ἐραστὴς ἐσχάτη κακὴ τύχη γαμεῖν ὁ μέλλων εἰς μετάνοιαν ἔρχεται γυνὴ δικαία τοῦ βίου σωτηρία γυναικὸς ἐσθλῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον γυναῖκα θάπτειν κρεῖσσόν ἐστιν ἢ γαμεῖν γυνὴ τὸ σύνολόν ἐστι δαπανηρὸν φύσει γάμει δὲ μὴ τὴν προῖκα, τὴν γυναῖκα δέ γυνὴ δὲ χρηστὴ πηδάλιόν ἐστ’οἰκίας γυναικὶ δ’ἄρχειν οὐ δίδωσιν ἡ φύσις γυνὴ γὰρ οἴκῳ πῆμα καὶ σωτηρία γαμεῖν δὲ μέλλων βλέψον εἰς τοὺς γείτονας γλώσσῃ ματαίᾳ ζημία προστρίβεται γυνὴ δ’ὅλως τι συμφέρον οὐ βουλεύεται γυνὴ γὰρ οὐδὲν οἶδε πλὴν ὃ βούλεται γνώμη γερόντων ἀσφαλεστέρα νέων γελᾷ δ’ὁ μῶρος, κἄν τι μὴ γέλοιον ᾖ γυνὴ δὲ κολακεύει σε τοῦ λαβεῖν χάριν δίκαιος ἴσθι ἵνα δικαίων τύχῃς δὶς ἐξαμαρτεῖν ταὐτὸν οὐκ ἀνδρὸς σοφοῦ δρυὸς πεσούσης πᾶς ἀνὴρ ξυλεύεται δεῖ τοὺς φιλοῦντας πίστιν οὐ λόγους ἔχειν δίκαιον εὖ πράττοντα μεμνῆσθαι θεοῦ δοὺς τῇ τύχῃ τὸ μικρὸν ἐκλήψῃ μέγα δίκαια δράσας σύμμαχον ἕξεις θεόν δειλοῦ γὰρ ἀνδρὸς δειλὰ καὶ φρονήματα δέσποινα γὰρ γαμοῦντι νυμφίῳ γυνή δίωκε δόξαν καὶ ἀρετήν, φεῦγε ψόγον δίκαιος ἂν ᾖς, τῷ τρόπῳ χρήσῃ νόμῳ δυσπαρακολούθητον δὲ πρᾶγμ’ἔσθ’ἡ τύχη δόλιον γὰρ ἄνδρα φεῦγε παρ’ὅλον τὸν βίον δούλου δὲ χεῖρον οὐδὲν οὐ δὲ τοῦ καλοῦ ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθ’ὁρᾷ ἐκ τῶν πόνων γὰρ τἀγάθ’αὔξεται βροτοῖς ἐν νυκτὶ βουλὴ τοῖς σοφοῖσι γίγνεται ἔνεγκε λύπην καὶ βλάβην ἐρρωμένως ἐχθροὺς ἀμύνου μὴ ’πὶ τῇ σαυτοῦ βλάβῃ εὔτολμος εἶναι κρῖνε, τολμηρὸς δὲ μή ἐφόδιον εἰς τὸ γῆρας αἰεὶ κατατίθου ἔρωτα παύει λιμὸς ἢ χαλκοῦ σπάνις ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶσι δ’οὔ ἐν γὰρ γυναιξὶ πίστιν οὐκ ἔνεστ’ἰδεῖν ἐλπὶς γὰρ ἡ βόσκουσα τοὺς πολλοὺς βροτῶν ἔστι κἀν κακοῖσιν ἡδονῆς τι μέτρον ἔνιοι κακῶς φρονοῦσι πράττοντες καλῶς ἐχθροῖς ἀπιστῶν οὔποτ’ἂν πάθοις βλάβην εὐχῆς δικαίας οὐκ ἀνήκοος θεός ἐὰν δ’ἔχωμεν χρήμαθ’, ἕξομεν φίλους ἐχθροῦ παρ’ἀνδρὸς οὐδέν ἐστι χρήσιμον ἐλεύθερον φύλαττε τὸν σαυτοῦ τρόπον εὐκαταφρόνητός ἐστι σιγηρὸς τρόπος εἷς ἐστι δοῦλος οἰκίας ὁ δεσπότης ἔνιοι δὲ καὶ μισοῦσι τοὺς εὐεργέτας εἰ μὴ φυλάσσεις μίκρ’, ἀπολεῖς τὰ μείζονα ἐν παντὶ δεῖ τρόπῳ τὸν ἄνδρα εὖ φρονεῖν ἐν μυρίοισι τὰ καλὰ γίγνεται πόνοις ζήσεις βίον κράτιστον, ἂν θυμοῦ κρατῇς ζωῆς πονηρᾶς θάνατος αἱρετώτερος ζῆν βουλόμενος μὴ πρᾶττε θανάτου γ’ἄξια ζῆλος γυναικὸς πάντα πυρπολεῖ δόμον ζήτει γυναῖκα σύμμαχον τῶν πραγμάτων ζῆν ἡδέως οὐκ ἔστιν ἀργὸν καὶ κακόν ζῆν οὐκ ἔδει γυναῖκα κατὰ πολλοὺς τρόπους ἡ κοιλία καὶ πολλὰ χωρεῖ κὠλίγα ἦθος πονηρὸν φεῦγε καὶ κέρδος κακόν ἥξει τὸ γῆρας πᾶσαν αἰτίαν φέρον ἡδύ γε πατὴρ φρόνησιν ἀντ’ὀργῆς ἔχων ἤθη πονηρὰ τὴν φύσιν διαστρέφει ἥδιστόν ἐστι τῶν ὑπαρχόντων ἐρᾶν ἢ μὴ γάμει τὸ σύνολον ἢ γαμῶν κράτει ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς ἡ γὰρ παράκαιρος ἡδονὴ τίκτει βλάβην ἡδύ γε δικαίους ἄνδρας εὐτυχεῖς ὁρᾶν ἢ μὴ ποίει τὸ κρυπτὸν ἢ μόνος ποίει ἤθους δὲ βάσανός ἐστιν ἀνθρώποις χρόνος ἡ γλῶσσα πολλῶν ἐστιν αἰτία κακῶν ἡδὺ σιωπᾶν ἢ λαλεῖν ἃ μὴ πρέπει ἡ μωρία δίδωσιν ἀνθρώποις κακά θνητὸς πεφυκὼς μὴ γέλα τεθνηκότα θέλομεν καλῶς ζῆν πάντες ἀλλ’οὐ δυνάμεθα θησαυρός ἐστι τοῦ βίου τὰ πράγματα θεοῦ πέφυκε δῶρον εὐγνώμων τρόπος θέλων καλῶς ζῆν μὴ τὰ τῶν φαύλων πρᾶσσε θεὸν προτίμα, δεύτερον δὲ τοὺς γονεῖς θεὸς πέφυκεν ὅστις οὐδὲν δρᾷ κακόν θεόν σέβου καὶ πάντα πράξεις ἐνθέως θεὸς συνεργὸς πάντα ποιεῖ ῥᾳδίως θεοὶ μέγιστοι τοῖς φρονοῦσιν οἱ γονεῖς θεράπευε τὸν δυνάμενον αἰεί σ’ὠφελεῖν θεῶν ὄνειδος τοὺς κακοὺς εὐδαιμονεῖν θυσία μεγίστη τῷ θεῷ τό γ’εὐσεβεῖν θεῷ μάχεσθαι δεινόν ἐστι καὶ τύχῃ θηρῶν ἁπάντων ἀγριωτέρα γυνή θάλασσα καὶ πῦρ καὶ γυνὴ κακὰ τρία θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις ἱερὸν ἀληθῶς ἐστιν ἡ συμβουλία ἰσχυρὸν ὁ νόμος ἐστὶν ἢν ἄρχοντ’ἔχῃ ἰσχυρὸν ὄχλος ἐστίν, οὐκ ἔχει δὲ νοῦν ἰατρὸς ἀδόλεσχος νοσοῦντι πάλιν νόσος καλὸν τὸ καιροῦ παντὸς εἰδέναι μέτρον κακοῖς ὁμιλῶν καὐτὸς ἐκβήσῃ κακός κάλλιστόν ἐστι κτῆμα παιδεία βροτοῖς κρίνει φίλους ὁ καιρὸς ὡς χρυσὸν τὸ πῦρ κακὸν μέγιστον ἐν βροτοῖς ἀπληστία κόλαζε τὸν πονηρόν, ἄνπερ δυνατὸς ᾖς καλὸν τὸ μηδὲν εἰς φίλους ἁμαρτάνειν καλῶς ἀκούειν μᾶλλον ἢ πλουτεῖν θέλε κενῆς δὲ δόξης οὐδὲν ἀθλιώτερον κρεῖττον σιωπᾶν ἐστιν ἢ λαλεῖν μάτην κέρδη πονηρὰ ζημίαν ἀεὶ φέρει καλὸν τὸ θνήσκειν, οἷς τὸ ζῆν ὕβριν φέρει καὶ ζῶν ὁ φαῦλος καὶ θανὼν κολάζεται κρεῖττον τὸ μὴ ζῆν ἐστιν ἢ ζῆν ἀθλίως λιμὴν εὐτυχίας ἐστὶν ἀνθρώποις τέχνη λῦπαι γὰρ ἀνθρώποισι τίκτουσιν νόσους λεπτῶς καλῶς ζῆν κρεῖσσον ἢ λαμπρῶς κακῶς λόγος εὐχάριστος χάριτός ἐστ’ἀνταπόδοσις λιμὴν πλοίου μέν, ἀλυπία δ’ὅρμος βίου λύπη παροῦσα πάντοτ’ἐστὶν ἡ γυνή λόγον παρ’ἐχθροῦ μήποθ’ἡγήσῃ φίλον λέοντι συζῆν ἢ γυναικὶ συμβιοῦν μοχθεῖν ἀνάγκη τοὺς θέλοντας εὐτυχεῖν μί’ἐστὶν ἀρετὴ τἄτοπον φεύγειν ἀεί μὴ φεῦγ’ἑταῖρον ἐν κακοῖσι κείμενον μακάριόν ἐστιν υἱὸν εὔτακτον τρέφειν μέγιστον ὀργῆς ἐστιν φάρμακον λόγος μέμνησο πλουτῶν τοὺς πένητας ὠφελεῖν μακάριος, ὅστις μακαρίοις ὑπηρετεῖ μή μοι γένοιθ’ἃ βούλομ’, ἀλλ’ἃ συμφέρει μακρὸς γὰρ αἰὼν συμφορὰς πολλὰς ἔχει μήποτε λάβῃς γυναῖκα εἰς συμβουλίαν μὴ λοιδόρει γυναῖκα μη δὲ νουθέτει νέος ὢν ἀκούειν τῶν γεραιτέρων θέλε νόμῳ τὰ πάντα γίγνεται καὶ κρίνεται νόμος γονεῦσιν ἰσοθέους τιμὰς νέμειν νόμιζε σαυτῷ τοὺς γονεῖς εἶναι θεούς νόμοις ἕπεσθαι πάντα δεῖ τὸν σώφρονα νίκησον ὀργὴν τῷ λογίζεσθαι καλῶς νόμιζε γήμας δοῦλος εἶναι διὰ βίου ξίφος τιτρώσκει σῶμα, τὸν δὲ νοῦν λόγος ξένος ὢν ἀκολούθει τοῖς ἐπιχωρίοις νόμοις ξένους πένητας μὴ παραδράμῃς ἰδών ξενία χαλεπὴ κατὰ πολλοὺς τρόπους ξένοις ἐπαρκῶν τῶν ἴσων τεύξῃ ποτέ ξενίας ἀεὶ φρόντιζε, μὴ καθυστέρει ξένοισι πιστοῖς πιστὸς ὢν γίγνου φίλος ξένον ἀδικήσῃς μηδέποτε καιρὸν λαβών ξένῳ μάλιστα συμφέρει τὸ σωφρονεῖν ξένος ὢν ἀπράγμων ἴσθι, καὶ πράξεις καλῶς ξένον προτιμᾶν μᾶλλον ἀνθρώποις ἔθος ξένῳ δὲ σιγᾶν κρεῖττον ἢ κεκραγέναι ξένος πεφυκὼς τοὺς ξενίζοντας σέβου ξένους ξένιζε, καὶ σὺ γὰρ ξένος γ’ἔσῃ ὀργῆς χάριν τὰ κρυπτὰ μὴ’κφάνῃς φίλων ὁ παρ’ἡλικίαν νοῦς μῖσος ἐξεργάζεται οὐδεὶς ὃ νοεῖς μὲν οἶδεν, ὃ δὲ ποιεῖς βλέπει οὐδεὶς μετ’ὀργῆς ἀσφαλῶς βουλεύεται ὅπλον μέγιστόν ἐστιν ἡ ἀρετὴ βροτοῖς ὁ μὴ γαμῶν ἄνθρωπος οὐκ ἔχει κακά οὐκ ἔστι πενίας οὐ δὲ ἓν μεῖζον κακόν ὅρκον δὲ φεῦγε, κἂν δικαίως ὀμνύῃς οὐ πανταχοῦ δ’ὁ φρόνιμος ἁρμόττειν δοκεῖ ὀργὴ φιλούντων ὀλίγον ἰσχύει χρόνον ὀξὺς θεῶν ὀφθαλμὸς εἰς τὰ πάνθ’ὁρᾶν οὐκ ἄξιον τὸ κλέμμα τῆς ἀγρυπνίας. ὅπου γυναῖκές εἰσι, πάντ’ἐκεῖ κακά πίστις γὰρ ἀνδρῶν τιμιωτέρα λόγου πενίαν φέρειν οὐ παντός, ἀλλ’ἀνδρὸς σοφοῦ πόλεις ὅλας ἠφάνισε διαβολὴ κακή πάντη γάρ ἐστι πάντατε βλέπει θεός πολλοὶ τραπεζῶν, οὐ φίλων εἰσὶν φίλοι πατρῷ’ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα πολλοὶ γυναικῶν δυστυχοῦσιν εἵνεκα πολλοὶ μὲν εὐτυχοῦσιν, οὐ φρονοῦσι δέ πατὴρ ὁ θρέφας, οὐχ ὁ γεννήσας πατήρ πολλοὺς κακῶς πράσσοντας ὤρθωσεν τύχη ποθητός ἐστι πᾶς τις εὐπροσήγορος ῥῆμα παράκαιρον τὸ ὅλον ἀνατρέπει βίον ῥέγχει παρούσης τῆς τύχης τὰ πράγματα ῥίψας λόγον τις οὐκ ἀναιρεῖται πάλιν ῥᾳθυμί’ἐστὶ τοῦ βίου παντὸς φθορά ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν ῥύου δὲ σαυτὸν παντὸς ἐκ φαύλου τρόπου ῥύπος γυνὴ πέφυκεν ἠργυρωμένος ῥᾷον βίον ζῇς, ἢν γυναικὸς ἀπέχῃ σοφία σοφῶν γὰρ γίγνεται συμβουλία σύμβουλος ἴσθι τῶν ἀγαθῶν, μὴ τῶν κακῶν σαυτὸν φύλαττε τοῖς τρόποις ἐλεύθερον σοφὸς γὰρ οὐδείς, ὃς τὰ πάντα προσκόπτει σοφῷ παρ’ἀνδρὶ πρῶτος εὑρέθη λόγος σύμβουλος οὐδείς ἐστι βελτίων χρόνου σοφία δὲ πλούτου κτῆμα τιμιώτερον σὺν τοῖς φίλοισιν εὐτυχεῖν ἀεὶ θέλε σοφοῦ παρ’ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες στερρῶς φέρειν χρὴ συμφορὰς τὸν εὐγενῆ τῶν δυστυχούντων εὐτυχὴς οὐδεὶς φίλος τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν τύχη τὰ θνητῶν πράγματ’, οὐκ εὐβουλία τὰ χρήματ’ἀνθρώποισιν εὑρίσκει φίλους τὸ πολλὰ πράττειν ἐστὶ πανταχοῦ σαπρόν τὸν εὐποροῦνθ’ἕκαστος ἡδέως ὁρᾷ τῷ γὰρ καλῶς πράσσοντι πᾶσα γῆ πατρίς τὸ γνῶθι σαυτὸν πανταχοῦ’στι χρήσιμον ταμιεῖόν ἐστιν ἀρετῆς ἡ σωφροσύνη τοὺς τῆς φύσεως οὐκ ἔστι μανθάνειν νόμους τὸν αὐτὸν αἰνεῖν καὶ ψέγειν οὐκ ἀνδρὸς σοφοῦ τέθνηκεν ἀνθρώποισιν ἅπασα χάρις τὸ ζῆν ἀλύπως ἐστὶν ἥδιστος βίος τὸ πολλὰ πράττειν πολλὰς καὶ λύπας ἔχει τῶν γὰρ πενήτων εἰσὶν οἱ λόγοι κενοί τιμώμενοι γὰρ πάντες ἥδονται βροτοί ὑφ’ἡδονῆς ὁ φρόνιμος οὐχ ἁλίσκεται ὑπὲρ σεαυτοῦ μὴ φράσῃς ἐγκώμιον ὑγίεια καὶ νοῦς ἀγαθὰ τῷ βίῳ δύο ὕπνος δὲ θανάτου τις προμελέτησις πέλει ὕπνος δὲ πᾶσίν ἐστιν ὑγίεια βίου ὑπερήφανον πρᾶγμ’ἐστὶν ὡραία γυνή ὕβριντε τίκτει πλοῦτος ἢ φειδὼ βίου ὑπὲρ γυναικὸς καὶ φίλου πονητέον ὕπνος πέφυκε σώματος σωτηρία ὕπνος δὲ πεῖναν τὴν κατέσχατον δαμᾷ φίλον δι’ὀργὴν ἐν κακοῖσι μὴ προδῷς φίλος φίλῳ γὰρ συμπονῶν αὑτῷ πονεῖ φίλος με βλάπτων οὐδὲν ἐχθροῦ διαφέρει φίλων ἔπαινον μᾶλλον ἢ σαυτοῦ λέγε φιλίας μέγιστος δεσμὸς αἱ τέκνων γοναί φίλους ἔχων νόμιζε θησαυροὺς ἔχειν φιλόπονος ἴσθι, καὶ βίον κτήσῃ καλόν χρόνῳ τὰ πάντα γίγνεται καὶ κρίνεται χειμὼν κατ’οἴκους ἐστὶν ἀνδράσιν γυνή χάριν λαβὼν εὔκαιρον · ἐν καιρῷ δίδου χάριν λαβὼν μέμνησο καὶ δοὺς ἐπιλαθοῦ χρόνος δ’ἀμαυροῖ πάντα κεἰς λήθην ἄγει χεὶρ χεῖρα νίπτει, δάκτυλόςτε δάκτυλον ψευδόμενος οὐδεὶς λανθάνει πολὺν χρόνον ψυχὴν ἔθιζε πρὸς τὰ χρηστὰ πράγματα · ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον ψυχῆς μέγας χαλινὸς ἀνθρώποις ὁ νοῦς ψυχῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι ψεῦδος δὲ μισεῖ πᾶς σοφὸς καὶ χρήσιμος ψευδὴς διαβολὴ τὸν βίον λυμαίνεται ὡς ἡδὺ τὸ ζῆν μὴ φθονούσης τῆς τύχης ὡς ἡδὺ κάλλος, ὅταν ἔχῃ νοῦν σώφρονα ὡς ἔστι τὸ γαμεῖν ἔσχατον τοῦ δυστυχεῖν ὡς χρηστὰ πράττειν κρεῖττόν ἐστ’ἐλευθέρως ὡς ἡδὺ τῷ σωθέντι μεμνῆσθαι πόνων ὡς μακάριον φρόνησις ἐν χρηστῷ τρόπῳ ὡς ἔργον εὖ ζῆν ἐν πονηροῖς ἤθεσιν ὡς πολλὰ διὰ τὰς ἡδονὰς λυπούμεθα