Hymn to Demeter
τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε γυναῖκες
2Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε “.
3τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι,
4μη δ’ἀπὸ τῶ τέγεος μη δ’ὑψόθεν αὐγάσσησθε
5μὴ παῖς μη δὲ γυνὰ μη δ’ἃ κατεχεύατο χαίταν,
6μη δ’ὅκ’ἀφ’αὑαλέων στομάτων πτύωμες ἄπαστοι.
7ἕσπερος ἐκ νεφέων ἐσκέψατο (πανίκα νεῖται;),
8ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,
9ἁρπαγίμας ὅκ’ἄπυστα μετέστιχεν ἴχνια κώρας.
10πότνια πῶς σε δύναντο πόδες φέρεν ἔστ’ἐπὶ δυθμάς,
11ἔστ’ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;
12οὐ πίες οὐ δ’ἄρ’ἔδες τῆνον χρόνον οὐ δὲ λοέσσα.
13τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,
14τοσσάκι δ’ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον,
15τρὶς δ’ἐπὶ Καλλιχόρωι χαμάδις ἐκαθίσσαο φρητί
16αὐσταλέα ἄποτόςτε καὶ οὐ φάγες οὐ δὲ λοέσσα.
17μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ ·
18κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε ·
19κάλλιον, ὡς καλάμαντε καὶ ἱερὰ δράγματα πράτα
20ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,
21ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν ·
22κάλλιον, ὡς (ἵνα καί τις ὑπερβασίας ἀλέηται)
23π […] ἰδέσθαι
24οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,
25τεῖ δ’αὐτᾶι καλὸν ἄλσος ἐποιήσαντο Πελασγοί
26δένδρεσιν ἀμφιλαφές · διά κεν μόλις ἦνθεν ὀιστός ·
27ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
28ἐν δὲ καλὰ γλυκύμαλα · τὸ δ’ὥστ’ἀλέκτρινον ὕδωρ
29ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δ’ἐπεμαίνετο χώρωι
30ὅσσον Ἐλευσῖνι, Τριόπαιθ’ὅσον ὁκκόσον Ἔνναι.
31ἀλλ’ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων,
32τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά ·
33σεύατ’ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾶι,
34πάντας δ’ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,
35ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας
36ἐς δὲ τὸ τᾶς Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
37ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,
38τῶι ἔπι ταὶ νύμφαι ποτὶ τω- τὤνδιον ἑψιόωντο,
39ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
40ἄισθετο Δαμάτηρ ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,
41εἶπε δὲ χωσαμένα” τίς μοι καλὰ δένδρεα κόπτει “;
42αὐτίκα Νικίππαι, τὰν οἱ πόλις ἀράτειραν
43δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρί
44στέμματα καὶ μάκωνα, κατωμαδίαν δ’ἔχε κλαῖδα.
45φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα
46” τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
47τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
48παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῆι
49πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις “.
50τὰν δ’ἄρ’ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν
51ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
52ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,
53” χάζευ “ἔφα” μή τοι πέλεκυν μέγαν ἐν χροῒ παξῶ.
54ταῦτα δ’ἐμὸν θησεῖ στεγανὸν δόμον, ὧι ἔνι δαῖτας
55αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ “.
56εἷπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
57Δαμάτηρ δ’ἄφατόν τι κοτέσσατο, εἴσατο δ’ἁ θεύς ·
58ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατ’Ὀλύμπω.
59οἳ μὲν ἄρ’ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,
60ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες.
61ἃ δ’ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντο
62δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δ’ἀπαμείψατ’ἄνακτα
63” ναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖτας
64ποιησεῖς · θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι “.
65ἃ μὲν τόσσ’εἰποῖσ’Ἐρυσίχθονι τεῦχε πονηρά.
66αὐτίκα οἱ χαλεπόντε καὶ ἄγριον ἔμβαλε λιμόν
67αἴθωνα κρατερόν, μεγάλαι δ’ἐστρεύγετο νούσωι.
68σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
69εἴκατι δαῖτα πένοντο, δυώδεκα δ’οἶνον ἄφυσσον ·
70τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει ·
71† καὶ γὰρ τᾶι Δάματρι συνωργίσθη Διόνυσος.
72οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
73αἰδόμενοι γονέες, προχανὰ δ’εὑρίσκετο πᾶσα.
74ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπ’ἄεθλα
75Ὀρμενίδαι καλέοντες · ἀπ’ὦν ἀρνήσατο μάτηρ
76” οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
77τέλθος ἀπαιτησῶν ἑκατὸν βόας “. ἦνθε Πολυξώ,
78μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
79ἀμφότερον Τριόπαντε καὶ υἱέα κικλήσκοισα.
80τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα
81” νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δ’ἤλασε κάπρος
82Πίνδον ἀν’εὐάγκειαν, δ δ’ἐννέα φάεα κεῖται “.
83δειλαία φιλότεκνε, τί δ’οὐκ ἐψεύσαο, μᾶτερ;
84δαίνυεν εἰλαπίναν τις ·” ἐν ἀλλοτρίοις Ἐρυσίχθων “.
85ἄγετό τις νύμφαν ·” Ἐρυσίχθονα δίσκος ἔτυψεν, “
86ἢ” ἔπεσ’ἐξ ἵππων “, ἢ” ἐν Ὄθρυϊ ποίμνι’ἀμιθρεῖ “.
87ἐνδόμυχος δη- δἤπειτα πανάμερος εἰλαπιναστάς
88ἤσθιε μυρία πάντα · κακὰ δ’ἐξάλλετο γαστήρ
89αἰεὶ μᾶλλον ἔδοντι, τὰ δ’ἐς βυθὸν οἷα θαλάσσας
90ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.
91ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίωι ἔνι πλαγγών,
92καὶ τούτων † ἔτι μεῖζον ἐτάκετο μέσφ’ἐπὶ νευράς ·
93δειλαίωι ἶνέςτε καὶ ὀστέα μῶνον ἔλειφθεν.
94κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δ’ἔστενον αἱ δύ’ἀδελφαί
95κα- χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.
96καὶ δ’αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,
97τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων ·
98” ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν
99σεῦτε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
100τοῦτο τὸ δείλαιον γένετο βρέφος · αἴθε γὰρ αὐτόν
101βλητὸν ὑπ’Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν ·
102νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
103ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτός
104βόσκε λαβών · ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
105χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη
106τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι “.
107ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν,
108καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίαι ἔτρεφε μάτηρ,
109καὶ τὸν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον,
110καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά.
111μέσφ’ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο,
112μῶνοι ἄρ’οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.
113ἀλλ’ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες,
114καὶ τόχ’ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο
115αἰτίζων ἀκόλωςτε καὶ ἔκβολα λύματα δαιτός.
116Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,
117εἴη μη δ’ὁμότοιχος · ἐμοὶ κακογείτονες ἐχθροί.
118ἄισατε παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι
119Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε”.
120κα- χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι
121τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα
122λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα
123ἡξεῖ καὶ φθινόπωρον, ἔτος δ’εἰς ἄλλο φυλαξεῖ.
124ὡς δ’ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
125ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
126ὡς δ’αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,
127ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
128μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
129τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν,
130αἵτινες ἑξήκοντα κατώτεραι · αἱ δὲ βαρεῖαι
131κα- χἄτις Ἐλειθυίαι τείνει χέρα κα- χἄτις ἐν ἄλγει,
132ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ · ταῖσι δὲ Δηώ
133δωσεῖ πάντ’ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.
134χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔνθ’ὁμονοίαι
135ἔντ’εὐηπελίαι, φέρε δ’ἀγρόθι νόστιμα πάντα ·
136φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν,
137φέρβε καὶ εἰράναν, ἵν’ὃς ἄροσε τῆνος ἀμάσηι.
138ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.