Callimachus

On the Bath of Pallas

1
ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
2
ἔξιτε · τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
3
τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν ·
4
σοῦσθέ νυν, ὦ ξανθαί σοῦσθε Πελασγιάδες.
5
οὔποκ’Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις
6
πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
7
οὐ δ’ὅκα δὴ λύθρωι πεπαλαγμένα πάντα φέροισα
8
τεύχεα τῶν ἀδίκων ἦνθ’ἀπὸ γηγενέων,
9
ἀλλὰ πολὺ πράτιστον ὑφ’ἅρματος αὐχένας ἵππων
10
λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
11
ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
12
πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
13
ὦ ἴτ’Ἀχαιιάδες, καὶ μὴ μύρα μη δ’ἀλαβάστρως
14
(συρίγγων ἀίω φθόγγον ὑπαξονίων),
15
μὴ μύρα λωτροχόοι τᾶι Παλλάδι μη δ’ἀλαβάστρως
16
(οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ)
17
οἴσετε μη δὲ κάτοπτρον · ἀεὶ καλὸν ὄμμα τὸ τήνας
18
οὐ δ’ὅκα τὰν Ἴδαι Φρὺξ ἐδίκαζεν ἔριν,
19
οὔτ’ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος
20
ἔβλεψεν δίναν ἐς διαφαινομέναν ·
21
οὐ δ’Ἥρα · Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
22
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν ·
23
ἃ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
24
οἷα παρ’Εὐρώται τοὶ Λακεδαιμόνιοι
25
ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα
26
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς ·
27
ὦ κῶραι, τὸ δ’ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
28
ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
29
τῶι καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον,
30
ὧι Κάστωρ, ὧι καὶ χρίεται Ἡρακλέης ·
31
οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
32
πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
33
ἔξιθ’Ἀθαναία · πάρα τοι καταθύμιος ἴλα,
34
παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν ·
35
ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,
36
ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον ·
37
G_2L
38
Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς ·
39
ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον
40
δᾶμον ἑτοιμάζοντα φυγᾶι τεὸν ἱρὸν ἄγαλμα ὤιχετ’ἔχων, Κρεῖον δ’εἰς ὄρος ὠικίσατο ·
41
κρεῖον ὄρος · σὲ δὲ δαῖμον ἀπορρώγεσσιν ἔθηκεν
42
ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.
43
ἔξιθ’Ἀθαναία περσέπτολι χρυσεοπήληξ,
44
ἵππων καὶ σακέων ἁδομένα πατάγωι.
45
σάμερον ὑδροφόροι μὴ βάπτετε — σάμερον Ἄργος
46
πίνετ’ἀπὸ κρανᾶν μη δ’ἀπὸ τῶ ποταμῶ,
47
σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ’ς Φυσάδειαν
48
ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
49
καὶ γὰρ δὴ χρυσῶιτε καὶ ἄνθεσιν ὕδατα μείξας
50
ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
51
τἀθάναι τὸ λοετρὸν ἄγων καλόν. ἀλλὰ Πελασγέ
52
φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδηις.
53
ὅς κεν ἴδηι γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
54
τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
55
πότνι’Ἀθαναία τὺ μὲν ἔξιθι · μέσφα δ’ἐγώ τι
56
ταῖσδ’ἐρέω. μῦθος δ’οὐκ ἐμός, ἀλλ’ἑτέρων.
57
παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
58
πουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν,
59
ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο ·
60
ἀλλὰ καὶ ἀρχαίων εὖτ’ἐπὶ Θεσπιέων
61
–⏑⏑–⏑⏑–⏑ ἢ εἰς Ἁλίαρτον ἐλαύνοι
62
ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
63
ἢ’πὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος
64
καὶ βωμοὶ ποταμῶι κεῖντ’ἐπὶ Κουραλίωι ·
65
πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
66
οὐ δ’ὄαροι νυμφᾶν οὐ δὲ χοροστασίαι
67
ἁδεῖαι τελέθεσκον, ὅκ’οὐχ ἁγεῖτο Χαρικλώ ·
68
ἀλλ’ἔτι καὶ τήναν δάκρυα πόλλ’ἔμενεν,
69
καίπερ Ἀθαναίαι καταθύμιον ἔσσαν ἑταίραν.
70
δή ποκα γὰρ πέπλων λυσομένα περόνας
71
ἵππω ἐπὶ κράναι Ἑλικωνίδι καλὰ ῥεοίσαι
72
λῶντο · μεσαμβρινὰ δ’εἶχ’ὄρος ἁσυχία.
73
ἀμφότεραι λώοντο, μεσαμβριναὶ δ’ἔσαν ὧραι,
74
πολλὰ δ’ἁσυχία τῆνο κατεῖχεν ὄρος.
75
Τειρεσίας δ’ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια
76
περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο ·
77
διψάσας δ’ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας,
78
σχέτλιος · οὐκ ἐθέλων δ’εἶδε τὰ μὴ θεμιτά ·
79
τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα
80
“τίς σε, τὸν ὀφθαλμὼς οὐκέτ’ἀποισόμενον,
81
ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων”;
82
ἃ μὲν ἔφα, παιδὸς δ’ὄμματα νὺξ ἔλαβεν.
83
ἑστάκη δ’ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
84
γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.
85
ἁ νύμφα δ’ἐβόασε “τί μοι τὸν κῶρον ἔρεξας
86
πότνια; τοιαῦται δαίμονες ἐστὲ φίλαι;
87
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε
88
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
89
ἀλλ’οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,
90
ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,
91
ἦ μεγάλ’ἀντ’ὀλίγων ἐπράξαο · δόρκας ὀλέσσας
92
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις”.
93
† ἁ μὲν ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
94
† μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων
95
ἆγε βαρὺ κλαίοισα, θεὰ δ’ἐλέησεν ἑταίραν
96
καί νιν Ἀθαναία πρὸς τόδ’ἔλεξεν ἔπος
97
“δῖα γύναι μετὰ πάντα βαλεῦ πάλιν ὅσσα δι’ὀργάν
98
εἶπας · ἐγὼ δ’οὔ τοι τέκνον ἔθηκ’ἀλαόν.
99
οὐ γὰρ Ἀθαναίαι γλυκερὸν πέλει ὄμματα παίδων
100
ἁρπάζειν · Κρόνιοι δ’ὧδε λέγοντι νόμοι ·
101
ὅς κε τιν’ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
102
ἀθρήσηι, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
103
δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
104
ἔργον · ἐπεὶ μοιρᾶν ὧδ’ἐπένησε λίνα,
105
ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο · νῦν δὲ κομίζευ,
106
ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.
107
πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
108
πόσσα δ’Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
109
παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
110
καὶ τῆνος μεγάλας σύνδρομος Ἀτέμιδος
111
ἐσσεῖτ’· ἀλλ’οὐκ αὐτὸν ὅτε δρόμος αἵτ’ἐν ὄρεσσι
112
ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
113
ὁπ πόκα κοὐκ ἐθέλων περ ἴδηι χαρίεντα λοετρά
115
δαίμονος · ἀλλ’αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
116
τουτάκι δειπνησεῦντι · τὰ δ’υἱέος ὀστέα μάτηρ
117
λεξεῖται δρυμὼς πάντας ἐπερχομένα ·
118
ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,
119
ἐξ ὀρέων ἀλαὸν παῖδ’ἀποδεξαμέναν.
120
ὦ ἑτάρα, τῶι μή τι μινύρεο · τῶιδε γὰρ ἄλλα τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.
121
μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
122
ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον,
123
γνωσεῖται δ’ὄρνιχας, ὃς αἴσιος οἵτε πέτονται
124
ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
125
πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμωι
126
χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
127
δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,
128
δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.
129
καὶ μόνος, εὖτε θάνηι, πεπνυμένος ἐν νεκύεσσι
130
φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλαι.
131
ὣς φαμένα κατένευσε · τὸ δ’ἐντελές ὧι κ’ἔπι νεύσηι
132
Παλλάς, ἐπεὶ μώναι Ζεὺς τό γε θυγατέρων
133
δῶκεν Ἀθαναίαι, πατρώια πάντα φέρεσθαι,
134
λωτροχόοι, μάτηρ δ’οὔτις ἔτικτε θεάν,
135
ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει
136
ψεύδεα αι θυγάτηρ.
137
ἔρχετ’Ἀθαναία νῦν ἀτρεκές · ἀλλὰ δέχεσθε
138
τὰν θεόν, ὦ κῶραι, τὦργον ὅσαις μέλεται,
139
σύντ’εὐαγορίαι σύντ’εὔγμασι σύντ’ὀλολυγαῖς.
140
χαῖρε θεά, κάδευ δ’Ἄργεος Ἰναχίω.
141
χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις
142
ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.