Hymn to Delos
τὴν ἱερήν, ὦ θυμέ, τίνα χρόνον ἢ πότ’ἀείσεις
2δῆλον, Ἀπόλλωνος κουροτρόφον; ἦ μὲν ἅπασαι
3Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται,
4εὔυμνοι · δῆλος δ’ἐθέλει τὰ πρῶτα φέρεσθαι
5ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα
6λοῦσέτε καὶ σπείρωσε καὶ ὡς θεὸν ἤινεσε πρώτη.
7ὡς Μοῦσαι τὸν ἀοιδὸν ὃ μὴ Πίμπλειαν ἀείσηι
8ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται.
9Δήλωι νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων
10Κύνθιος αἰνήσηι με φίλης ἀλέγοντα τιθήνης.
11κείνη δ’ἠνεμόεσσα καὶ ἄτροπος οἷάθ’ἁλιπλήξ
12αἰθυίηις καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις
13πόντωι ἐνεστήρικται · ὃ δ’ἀμφί ἑ πουλὺς ἑλίσσων
14Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην ·
15τῶι σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο.
16ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτηισι λέγεσθαι,
17ὁππότ’ἐς Ὠκεανόντε καὶ ἐς Τιτηνίδα Τηθύν
18νῆσοι ἀολλίζονται, ἀεὶ δ’ἔξαρχος ὁδεύει.
19ἣ δ’ὄπιθεν Φοίνισσα μετ’ἴχνια Κύρνος ὀπηδεῖ
20οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων
21Σαρδώθ’ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις
22ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντ’ἐπιβάθρων.
23κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,
24δῆλος δ’Ἀπόλλωνι · τί δὲ στιβαρώτερον ἕρκος;
25τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν
26Στρυμονίου βορέαο · θεὸς δ’ἀεὶ ἀστυφέλικτος ·
27Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.
28εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,
29ποίηι ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;
30ἢ ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων
31ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
32νήσους εἰναλίας εἰργάζετο, νέρθε δ’ἐλάσσας
33ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι;
34καὶ τὰς μὲν κατὰ βυσσόν, ἵν’ἠπείροιο λάθωνται,
35πρυμνόθεν ἐρρίζωσε · σὲ δ’οὐκ ἔθλιψεν ἀνάγκη,
36ἀλλ’ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δ’ἦν τοι
37Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
38οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
39τόφρα μὲν οὔπω τοι χρυσέη ἐπεμίσγετο Λητώ,
40τόφρα δ’ἔτ’Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος.
41πολλάκι σε Τροιζῆνος ἀπὸ ξάνθοιο πολίχνης
42ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
43ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόντες
44οἳ μὲν ἔτ’οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρ’ὀξύν
45ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
46Χαλκιδικῆς δ’αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ
47μέσφ’ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
48ἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστόν
49παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχί σε νύμφαι
50γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν.
51ἡνίκα δ’Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
52τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομ’ἔθεντο,
53οὕνεκεν οὐκέτ’ἄδηλος ἐπέπλεες, ἀλλ’ἐνὶ πόντου
54κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.
55οὐ δ’Ἥρην κοτέουσαν ὑπέτρεσας · ἣ μὲν ἁπάσαις
56δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας
57ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
58Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.
59τῶι ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω
60σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητώ
61τειρομένην ὠδῖσι · δύω δέ οἱ εἵατο φρουροί
62γαῖαν ἐποπτεύοντες, ὃ μὲν πέδον ἠπείροιο
63ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου
64θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω
65ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο ·
66ἣ δ’ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων
67ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.
68ἔνθ’οἳ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητώ
69μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.
70φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δ’ὄρος ἱερὸν Αὔγης
71Παρθένιον, φεῦγεν δ’ὁ γέρων μετόπισθε Φενειός.
72φεῦγε δ’ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῶι,
73ἔμπλην Αἰγιαλοῦ γε καὶ Ἄργεος · οὐ γὰρ ἐκείνας
74ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.
75φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἳ δ’ἐφέποντο
76Δίρκητε Στροφίητε μελαμψήφιδος ἔχουσαι
77Ἰσμηνοῦ χέρα πατρός, ὃ δ’εἵπετο πολλὸν ὄπισθεν
78Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῶι.
79ἣ δ’ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη
80αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειήν
81ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην
82σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,
83ἦ ῥ’ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;
84“νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
85νύμφαι δ’αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα”.
86ταῖς μὲν ἔτ’Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,
87φθέγξατο δ’οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβηι ·
88Θήβη τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
89μήπω μή μ’ἀέκοντα βιάζεο μαντεύεσθαι.
90οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,
91οὐ δέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλ’ἔτι κεῖνο
92θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
93Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις ·
94ἀλλ’ἔμπης ἐρέω τι τορώτερον ἢ ἀπὸ δάφνης.
95φεῦγε πρόσω · ταχινός σε κιχήσομαι αἵματι λούσων
96τόξον ἐμόν · σὺ δὲ τέκνα κακογλώσσοιο γυναικός
97ἔλλαχες. οὐ σύ γ’ἐμεῖο φίλη τροφὸς οὐ δὲ Κιθαιρών
98ἔσσεται · εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην “.
99ὣς ἄρ’ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.
100ἀλλ’ὅτ’Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες
101ἐρχομένην, Ἑλίκητε Ποσειδάωνος ἑταίρη
102Βοῦράτε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
103ἄψ δ’ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δ’Ἄναυρος
104καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,
105φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων ·
106Ἥρη σοὶ δ’ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο
107οὐ δὲ κατεκλάσθηςτε καὶ ὤικτισας, ἡνίκα πήχεις
108ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα
109” νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρί
110κοιμῆσαι μέγα χεῦμα · περιπλέξασθε γενείωι
111λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
112Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
113ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
114ἦ ῥά τοι ὧδ’αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπ’ἐμεῖο
115μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι
116σήμερον ἐξαπίνης “; ὃ δ’ἀνήκοος.” ὦ ἐμὸν ἄχθος,
117ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
118Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
119μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
120ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι “.
121τὴν δ’ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
122” λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
123πότνια σὰς ὠδῖνας ἀναίνομαι (οἶδα καὶ ἄλλας
124λουσαμένας ἀπ’ἐμεῖο λεχωίδας) · ἀλλά μοι Ἥρη
125δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
126οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
127βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι
128ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ ·
129τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
130διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
131καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
132ἠνίδ’ἐγώ · τί περισσά; κάλει μόνον Εἰλήθυιαν “.
133εἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ Ἄρης
134Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
135ἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα ·
136ὑψόθε δ’ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆι
137δούρατος · ἣ δ’ἐλέλιξεν ἐνόπλιον · ἔτρεμε δ’Ὄσσης
138οὔρεα καὶ πεδίον Κραννώνιον αἵτε δυσαεῖς
139ἐσχατιαὶ Πίνδοιο, φόβωι δ’ὠρχήσατο πᾶσα
140Θεσσαλίη · τοῖος γὰρ ἀπ’ἀσπίδος ἔβραμεν ἦχος.
141ὡς δ’ὁπότ’Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
142σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
143εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
144θερμάστραιτε βρέμουσιν ὑφ’Ἡφαίστοιο πυράγρης
145ἔργαθ’ὁμοῦ, δεινὸν δὲ πυρίκμητοίτε λέβητες
146καὶ τρίποδες πίπτοντες ἐπ’ἀλλήλοις ἰαχεῦσι ·
147τῆμος ἔγεντ’ἄραβος σάκεος τόσος εὐκύκλοιο ·
148Πηνειὸς δ’οὐκ αὖτις ἐχάζετο, μίμνε δ’ὁμοίως
149καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δ’ἐστήσατο δίνας,
150εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο” σώιζεο χαίρων,
151σώιζεο · μὴ σύ γ’ἐμεῖο πάθηις κακὸν εἵνεκα τῆσδε
152ἀντ’ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετ’ἀμοιβή “.
153ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους
154εἰναλίας · αἳ δ’οὔ μιν ἐπερχομένην ἐδέχοντο,
155οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι,
156οὐ δ’ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,
157Ἶρις ἐπεὶ πάσηισιν ἐφ’ὑψηλοῖο Μίμαντος
158σπερχομένη μάλα πολλὸν ἀπέτραπεν · αἳ δ’ὑπ’ὀμοκλῆς
159πανσυδίηι φοβέοντο κατὰ ῥόον ἥντινα τέτμοι.
160ὠγυγίην δη- δἤπειτα Κόων, Μεροπηίδα νῆσον,
161ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.
162ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε” μὴ σύ γε μῆτερ
163τῆι με τέκοις. οὔτ’οὖν ἐπιμέμφομαι οὐ δὲ μεγαίρω
164νῆσον, ἐπεὶ λιπαρήτε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη ·
165ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος
166ἐστί, Σαωτήρων ὕπατον γένος · ὧι ὑπὸ μίτρην
167ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι
168ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,
169μέχρις ὅπου περάτητε καὶ ὁππόθεν ὠκέες ἵπποι
170ἠέλιον φορέουσιν · ὃ δ’εἴσεται ἤθεα πατρός.
171καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
172ὕστερον, ὁππότ’ἂν οἳ μὲν ἐφ’Ἑλλήνεσσι μάχαιραν
173βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
174ὀψίγονοι Τιτῆνες ἀφ’ἑσπέρου ἐσχατόωντος
175ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι
176τείρεσιν, ἡνίκα πλεῖστα κατ’ἠέρα βουκολέονται,
177φρούρια καὶ […]
178καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι […]
179ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν
180γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι,
181ἀλλ’ἤδη παρὰ νηὸν ἀπαυγάζωνται † φάλαγγες
182δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
183φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομέναςτε
184ἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωι
185στήσονται · τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δ’ἐπὶ Νείλωι
186ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
187κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
188ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
189αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
190ὕστερον ἤματα πάντα · σὺ δὲ ξυμβάλλεο μῆτερ ·
191ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
192πλαζομένη πελάγεσσι · πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι,
193ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς,
194ἔνθα νότος, ἔνθ’εὖρος, ὅπη φορέηισι θάλασσα.
195τῆι με φέροις · κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν “.
196αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι ·
197Ἀστερίη φιλόμολπε, σὺ δ’Εὐβοίηθε κατήιεις,
198Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
199ἀλλ’ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος ·
200[…]
201[…] φλεξας ἐπεὶ περικαίεο πυρί,
202τλήμον’ὑπ’ὠδίνεσσι βαρυνομένην ὁρόωσα ·
203” Ἥρη τοῦτό με ῥέξον ὅ τοι φίλον · οὐ γάρ ἀπειλὰς
204ὑμετέρας ἐφύλαξα · πέρα, πέρα εἰς ἐμὲ Λητοῖ “.
205ἔννεπες · ἣ δ’ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς,
206ἕζετο δ’Ἰνωποῖο παρὰ ῥόον, ὅντε βάθιστον
207γαῖα τότ’ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωι
208Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος ·
209λύσατο δὲ ζώνην, ἀπὸ δ’ἐκλίθη ἔμπαλιν ὤμοις
210φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς
211τειρομένη · νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
212εἶπε δ’ἀλυσθμαίνουσα” τί μητέρα κοῦρε βαρύνεις;
213αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι.
214γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπου “.
215νύμφα Διὸς βαρύθυμε, σὺ δ’οὐκ ἄρ’ἔμελλες ἄπυστος
216δὴν ἔμεναι · τοίη σε προσέδραμεν ἀγγελιῶτις,
217εἶπε δ’ἔτ’ἀσθμαίνουσα, φόβωι δ’ἀνεμίσγετο μῦθος,
218” Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
219σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
220γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
221θηλυτέρην, σὺ δ’ἄνασσα τὸν αἴτιον εἴσεαι ὀργῆς.
222Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
223ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐ δ’ἐδέχοντο ·
224Ἀστερίη δ’ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
225Ἀστερίη, πόντοιο κακὸν σάρον · οἶσθα καὶ αὐτή.
226ἀλλὰ φίλη, δύνασαι γάρ, ἀμύνειν πότνια δούλοις
227ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῆι “.
228ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
229Ἀρτέμιδος ἥτιςτε, θοῆς ὅτε παύσεται ἄγρης,
230ἵζει θηρήτειρα παρ’ἴχνεσιν, οὔατα δ’αὐτῆς
231ὀρθὰ μάλ’, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν ·
232τῆι ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
233κείνη δ’οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
234οὐ δ’ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει,
235ἀλλ’αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
236τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
237οὐ δέ ποτε ζώνην ἀναλύεται οὐ δὲ ταχείας
238ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηι
239δεσπότις. ἣ δ’ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
240” οὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
241λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μη δ’ὅθι δειλαί
242δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλ’ὅθι φῶκαι
243εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
244ἀστερίηι δ’οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
245ἀμπλακίης, οὐ δ’ἔστιν ὅπως ἀποθύμια ῥέξω ·
246τόσσα δέω · μάλα γάρτε κακῶς ἐχαρίσσατο Λητοῖ ·
247ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκ’ἐμεῖο
248δέμνιον οὐκ ἐπάτησε, Διὸς δ’ἀνθείλετο πόντον “.
249ἣ μὲν ἔφη · κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι
250Μηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
251ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηι
252Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν ·
253ἔνθεν ὁ παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάς
254ὕστερον, ὁσσάκι κύκνοι ἐπ’ὠδίνεσσιν ἄεισαν.
255ὄγδοον οὐκέτ’ἄεισαν, ὃ δ’ἔκθορεν, αἳ δ’ἐπὶ μακρὸν
256νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
257εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δ’αἰθήρ
258χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
259οὐ δ’Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
260χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δῆλε,
261χρυσῶι δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
262χρύσειον δ’ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
263χρυσῶι δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
264αὐτὴ δὲ χρυσέοιο ἀπ’οὔδεος εἵλεο παῖδα,
265ἐν δ’ἐβάλευ κόλποισιν, ἔπος δ’ἐφθέγξαο τοῖον
266” ὦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
267πίονες ἤπειροίτε καὶ αἳ περιναίετε νῆσοι ·
268αὕτη ἐγὼ τοιήδε · δυσήροτος, ἀλλ’ἀπ’ἐμεῖο
269Δήλιος Ἀπόλλων κεκλήσεται, οὐ δέ τις ἄλλη
270γαιάων τοσσόνδε θεῶι πεφιλήσεται ἄλλωι,
271οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίου,
272οὐ πάγος Ἑρμείηι Κυλλήνιος, οὐ Διὶ Κρήτη,
273ὡς ἐγὼ Ἀπόλλωνι · καὶ ἔσσομαι οὐκέτι πλαγκτή “.
274ὧδε σὺ μὲν κατέλεξας · ὃ δὲ γλυκὺν ἔσπασε μαζόν.
275τῶι καὶ νησάων ἁγιωτάτη ἐξέτι κείνου
276κλήζηι, Ἀπόλλωνος κουροτρόφος · οὐ δέ σ’Ἐνυώ
277οὐ δ’Ἀίδης οὐ δ’ἵπποι ἐπιστείβουσιν Ἄρηος ·
278ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαί
279πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες,
280αἵτε πρὸς ἠοίην αἵθ’ἕσπερον αἵτ’ἀνὰ μέσσην
281κλήρους ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης
282οἰκία θινὸς ἔχουσι, πολυχρονιώτατον αἷμα.
283οἳ μέν τοι καλάμηντε καὶ ἱερὰ δράγματα πρῶτοι
284ἀσταχύων φορέουσιν · ἃ Δωδώνηθι Πελασγοί
285τηλόθεν ἐκβαίνοντα πολὺ πρώτιστα δέχονται,
286γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος ·
287δεύτερον Ἱερὸν ἄστυ καὶ οὔρεα Μηλίδος αἴης
288ἔρχονται · κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων
289εἰς ἀγαθὸν πεδίον Ληλάντιον · οὐ δ’ἔτι μακρός
290ὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.
291πρῶταί τοι τάδ’ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν
292Οὖπίςτε Λοξώτε καὶ εὐαίων Ἑκαέργη,
293θυγατέρες Βορέαο, καὶ ἄρσενες οἳ τότ’ἄριστοι
294ἠιθέων · οὐ δ’οἵ γε παλιμπετὲς οἴκαδ’ἵκοντο,
295εὔμοιροι δ’ἐγένοντο, καὶ ἀκλέες οὔποτ’ἐκεῖνοι.
296ἦ τοι Δηλιάδες μέν, ὅτ’εὐήχης ὑμέναιος
297ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην
298παρθενικαῖς, παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων
299ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.
300Ἀστερίη θυόεσσα, σὲ μὲν περίτ’ἀμφίτε νῆσοι
301κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο ·
302οὔτε σιωπηλὴν οὔτ’ἄψοφον οὖλος ἐθείραις
303ἕσπερος, ἀλλ’αἰεί σε καταβλέπει ἀμφιβόητον.
304οἳ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,
305ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν ·
306αἳ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλὲς οὖδας.
307δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα
308Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεύς
309εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.
310οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες
311Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου
312πότνια σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ
313κύκλιον ὠρχήσαντο, χοροῦ δ’ἡγήσατο Θησεύς.
314ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβωι
315Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.
316Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
317ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσηι;
318οὐχ ούτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,
319χρειὼ δ’ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη
320ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν,
321πρὶν μεγάλη σέο βωμὸν ὑπὸ πληγῆισιν ἑλίξαι
322ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης
323χεῖρας ἀποστρέψαντας · ἃ Δηλιὰς εὕρετο νύμφη
324παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν.
325ἱστίη ὦ νήσων εὐέστιε χαῖρε μὲν αὐτή,
326χαίροι δ’Ἀπόλλωντε καὶ ἣν ἐλοχεύσαο Λητώ.