Callimachus

Hymn to Artemis

1
Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
2
ὑμνέομεν, τῆι τόξα λαγωβολίαιτε μέλονται
3
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
4
ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
5
παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
6
δός μοι παρθενίην αἰώνιον ἄππα φυλάσσειν,
7
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζηι.
8
δὸς δ’ἰοὺς καὶ τόξα ἔα πάτερ, οὔ σε φαρέτρην
9
οὐ δ’αἰτέω μέγα τόξον · ἐμοὶ Κύκλωπες ὀιστοὺς
10
αὐτίκα τεχνήσονται, ἐμοὶ δ’εὐκαμπὲς ἄεμμα ·
11
ἀλλὰ φαεσφορίηντε καὶ ἐς γόνυ μέχρι χιτῶνα
12
ζώννυσθαι λεγνωτόν, ἵν’ἄγρια θηρία καίνω.
13
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
14
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
15
δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
16
αἵτέ μοι ἐνδρομίδαςτε καί, ὁππότε μηκέτι λύγκας
17
μήτ’ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
18
δὸς δέ μοι οὔρεα πάντα · πόλιν δέ μοι ἥντινα νεῖμον
19
ἥντινα λῆις · σπαρνὸν γὰρ ὅτ’Ἄρτεμις ἄστυ κάτεισιν ·
20
οὔρεσιν οἰκήσω, πόλεσιν δ’ἐπιμείξομαι ἀνδρῶν
21
μοῦνον ὅτ’ὀξείηισιν ὑπ’ὠδίνεσσι γυναῖκες
22
τειρόμεναι καλέουσι βοηθόον, ἧισί με Μοῖραι
23
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
24
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
25
μήτηρ, ἀλλ’ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.
26
ὣς παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
27
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας,
28
μέχρις ἵνα ψαύσειε. πατὴρ δ’ἐπένευσε γελάσσας,
29
φῆ δὲ καταρρέζων ὅτε μοι τοιαῦτα θέαιναι
30
τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
31
χωομένης ἀλέγοιμι. φέρευ τέκος ὅσσ’ἐθελημός
32
αἰτίζεις, καὶ δ’ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
33
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
34
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
35
εἴσεται ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι ·
36
πολλὰς δὲ ξυνῆι πόλιας διαμετρήσασθαι
37
μεσσόγεως νήσουςτε · καὶ ἐν πάσηισιν ἔσονται
38
Ἀρτέμιδος βωμοίτε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
39
ἔσσηι καὶ λιμένεσσιν ἐπίσκοπος. ὣς μὲν εἰπὼν
40
μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
41
λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕληι ·
42
ἔνθεν ἐπ’Ὠκεανόν · πολέας δ’ἐπελέξατο νύμφας,
43
44
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
45
οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
46
αὖθι δὲ Κύκλωπας μετεκίαθε · τοὺς μὲν ἔτετμε
47
νήσωι ἐνὶ Λιπάρηι (Λιπάρη νέον, ἀλλὰ τότ’ἔσκεν
48
οὔνομά οἱ Μελιγουνίς) ἐπ’ἄκμοσιν Ἡφαίστοιο
49
ἑσταότας περὶ μύδρον · ἐπείγετο γὰρ μέγα ἔργον ·
50
ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
51
αἱ νύμφαι δ’ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
52
πρηόσιν ὀσσείοισιν ἐοικότα, πᾶσι δ’ὑπ’ὀφρύν
53
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείωι
54
δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
55
ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύτ’ἄημα
56
φυσάων αὐτῶντε βαρὺν στόνον · αὖε γὰρ Αἴτνη,
57
αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων
58
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
59
εὖθ’οἵ γε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
60
χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
61
ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν.
62
τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
63
οὔτ’ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
64
οὐ νέμεσις · κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί
65
οὐδέποτ’ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
66
ἀλλ’ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
67
μήτηρ μὲν Κύκλωπας ἑῆι ἐπὶ παιδὶ καλιστρεῖ,
68
Ἄργην Στερόπην · δὲ δώματος ἐκ μυχάτοιο
69
ἔρχεται Ἑρμείης σποδιῆι κεχριμένος αἰθῆι ·
70
αὐτίκα τὴν κούρην μορμύσσεται, δὲ τεκούσης
71
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
72
κοῦρα σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,
73
εὖτ’ἔμολεν Λητώ σε μετ’ἀγκαλίδεσσι φέρουσα,
74
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
75
Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
76
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
77
ὤλοψας δὲ βίηιφι · τὸ δ’ἄτριχον εἰσέτι καὶ νῦν
78
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσηι
79
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ’ἀλώπηξ.
80
τῶι μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος
81
Κύκλωπες κἠμοί τι Κυδώνιον εἰ δ’ἄγε τόξον
82
ἠδ’ἰοὺς κοίληντε κατακληῖδα βελέμνων
83
τεύξατε · καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
84
αἰ δέ κ’ἐγὼ τόξοις μονιὸν δάκος τι πέλωρον
85
θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν.
86
ἔννεπες · οἳ δ’ἐτέλεσσαν · ἄφαρ δ’ὡπλίσσαο δαῖμον.
87
αἶψα δ’ἐπὶ σκύλακας πάλιν ἤιες · ἵκεο δ’αὖλιν
88
Ἀρκαδικὴν ἔπι Πανός. δὲ κρέα λυγκὸς ἔταμνε
89
Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
90
τὶν δ’ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς
91
τρεῖς δὲ παρουαίους ἕνα δ’αἰόλον, οἵ ῥα λέοντας
92
αὐτοὺς αὖ ἐρύοντας, ὅτε δράξαιντο δεράων,
93
εἷλκον ἔτι ζώοντας ἐπ’αὐλίον, ἑπτὰ δ’ἔδωκε
94
θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
95
ὤκισται νεβρούςτε καὶ οὐ μύοντα λαγωόν,
96
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί
97
σημῆναι, καὶ ζορκὸς ἐπ’ἴχνιον ἡγήσασθαι.
98
ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)
99
εὗρες ἐπὶ προμολῆισ’ὄρεος τοῦ Παρρασίοιο
100
σκαιρούσας ἐλάφους, μέγα τι χρέος · αἳ μὲν ἐπ’ὄχθηις
101
αἰὲν ἐβουκολέοντο μελαμψήφιδος ἀναύρου,
102
μάσσονες ταῦροι, κεράων δ’ἀπελάμπετο χρυσός ·
103
ἐξαπίνης δ’ἔταφέςτε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
104
τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.
105
πέντ’ἔσαν αἱ πᾶσαι · πίσυρας δ’ἕλες ὦκα θέουσα
106
νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
107
τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
108
Ἥρης ἐννεσίηισιν, ἀέθλιον Ἡρακλῆι
109
ὕστερον ὅφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
110
Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
111
ἔντεα καὶ ζώνη, χρύσεον δ’ἐζεύξαο δίφρον,
112
ἐν δ’ἐβάλευ χρύσεια θεὴ κεμάδεσσι χαλινά.
113
ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ’ἀείρειν;
114
Αἵμωι ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
115
ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
116
ποῦ δ’ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
117
Μυσῶι ἐν Οὐλύμπωι, φάεος δ’ἐνέηκας ἀυτμήν
118
ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
119
ποσσάκι δ’ἀργυρέοιο θεὴ πειρήσαο τόξου;
120
πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,
121
τὸ τρίτον αὖτ’ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτ’ἐπὶ δρῦν,
122
[…]
123
ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵτε περὶ σφέας
124
οἵτε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον,
125
σχέτλιοι · οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν · κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,
126
κείρονται δὲ γέροντες ἐφ’υἱάσιν, αἱ δὲ γυναῖκες
127
βληταὶ θνήισκουσι λεχωίδες ἠὲ φυγοῦσαι
128
τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
129
οἷς δέ κεν εὐμειδήςτε καὶ ἵλαος αὐγάσσηαι,
130
κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη
131
τετραπόδων, εὖ δ’ὄλβος ἀέξεται · οὐ δ’ἐπὶ σῆμα
132
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν ·
133
οὐ δὲ διχοστασίη τρώει γένος, τε καὶ εὖ περ
134
οἴκους ἑστηῶτας ἐσίνατο · ταὶ δὲ θυωρόν
135
εἰνάτερες γαλόωιτε μίαν πέρι δίφρα τίθενται.
136
πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
137
εἴην δ’αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή ·
138
τῆι ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
139
ἐν δὲ καὶ Ἀπόλλων, ἐν δ’οἵ σεο πάντες ἄεθλοι,
140
ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵτέ σε ῥεῖα
141
θηητὴν φορέουσιν, ὅτ’ἐς Διὸς οἶκον ἐλαύνεις.
142
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῆισι δέχονται
143
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
144
θηρίον ὅττι φέρηισθα · πάροιθέ γέ, πρίν περ ἱκέσθαι
145
καρτερὸν Ἀλκεΐδην · νῦν δ’οὐκέτι τοῦτον ἄεθλον
146
Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
147
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
148
νεῖαι πῖον ἔδεσμα · θεοὶ δ’ἐπὶ πάντες ἐκείνωι
149
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
150
ταῦρον ὅτ’ἐκ δίφροιο μάλα μέγαν γε χλούνην
151
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα ·
152
κερδαλέωι μύθωι σε θεὴ μάλα τῶιδε πινύσκει
153
βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν
154
ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς
155
οὔρεα βόσκεσθαι · τί κέ μιν πρόκες ἠὲ λαγωοί
156
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
157
καὶ βόες ἀνθρώποισι κακὸν μέγα · βάλλ’ἐπὶ καὶ τούς.
158
ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
159
οὐ γὰρ γε Φρυγίηι περ ὑπὸ δρυὶ γυῖα θεωθείς
160
παύσατ’ἀδηφαγίης · ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
161
τῆι ποτ’ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
162
σοὶ δ’Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
163
ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
164
Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
165
ὠκύθοον τριπέτηλον, καὶ Διὸς ἵπποι ἔδουσιν ·
166
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
167
ὕδατος, ὄφρ’ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
168
αὐτὴ δ’ἐς πατρὸς δόμον ἔρχεαι · οἳ δέ σ’ἐφ’ἕδρην
169
πάντες ὁμῶς καλέουσι · σὺ δ’Ἀπόλλωνι παρίζεις.
170
ἡνίκα δ’αἱ νύμφαι σε χορῶι ἔνι κυκλώσονται
171
ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
172
Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἐνὶ Λίμναις,
173
ἵνα δαῖμον Ἀλὰς Ἀραφηνίδας οἰκήσουσα
174
ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δ’εἴπαο τέθμια Ταύρων,
175
μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
176
τετράγυον τέμνοιεν ὑπ’ἀλλοτρίωι ἀροτῆρι ·
177
γάρ κεν γυιαίτε καὶ αὐχένα κεκμηυῖαι
178
κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
179
εἰναετιζόμεναι κεραελκέες, αἳ μέγ’ἄρισται
180
τέμνειν ὦλκα βαθεῖαν · ἐπεὶ θεὸς οὔποτ’ἐκεῖνον
181
ἦλθε παρ’Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται
182
δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
183
τίς δέ νύ τοι νήσων, ποῖον δ’ὄρος εὔαδε πλεῖστον,
184
τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δ’ἔξοχα νυμφέων
185
φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας;
186
εἰπὲ θεὴ σὺ μὲν ἄμμιν, ἐγὼ δ’ἑτέροισιν ἀείσω.
187
νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,
188
Τηύγετον δ’ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
189
ἔξοχα δ’ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
190
ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον · ἧς ποτε Μίνως
191
πτοιηθεὶς ὑπ’ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
192
δ’ὁτὲ μὲν λασίηισιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
193
ἄλλοτε δ’εἱαμενῆισιν · δ’ἐννέα μῆνας ἐφοίτα
194
παίπαλάτε κρημνούςτε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
195
μέσφ’ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
196
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
197
δίκτυα, τά σφ’ἐσάωσαν · ὅθεν μετέπειτα Κύδωνες
198
νύμφην μὲν Δίκτυναν, ὄρος δ’ὅθεν ἥλατο νύμφη
199
Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς
200
ἱεράτε ῥέζουσι · τὸ δὲ στέφος ἤματι κείνωι
201
πίτυς σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι ·
202
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
203
τῆς κούρης, ὅτ’ἔφευγεν · ὅθεν μέγα χώσατο μύρτωι.
204
Οὖπι ἄνασσ’εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνην
205
Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
206
καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῆι ποτ’ἔδωκας
207
αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
208
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ’ἀέθλου.
209
καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο
210
πότνια σὴν ὁμόθηρον ἐθήκαο · καὶ δὲ σὲ φασί
211
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι,
212
αἳ πρῶται θοὰ τόξα καὶ ἀμφ’ὤμοισι φαρέτρας
213
ἰοδόκους ἐφόρησαν · ἀσύλλωτοι δέ φιν ὦμοι
214
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
215
ἤινησας δ’ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,
216
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
217
καί κυνηλασίηντε καὶ εὐστοχίην ἐδίδαξας.
218
οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
219
μέμφονται κάπροιο · τὰ γὰρ σημήια νίκης
220
Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ’ἔτι θηρὸς ὀδόντας ·
221
οὐ δὲ μὲν Ὑλαῖόντε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
222
οὐ δέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
223
τοξότιν · οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
224
τάων Μαιναλίη νᾶεν φόνωι ἀκρώρεια.
225
πότνια πουλυμέλαθρε πολύπτολι χαῖρε Χιτώνη
226
Μιλήτωι ἐπίδημε · σὲ γὰρ ποιήσατο Νηλεύς
227
ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
228
Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δ’Ἀγαμέμνων
229
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῶι
230
μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,
231
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
232
ἔπλεον ἀμφ’Ἑλένηι Ῥαμνουσίδι θυμωθεῖσαι.
233
μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
234
ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
235
οὔρεα πλαζομένας Ἀζήνια, τὸν δ’ἐνὶ Λούσοις
236
Ἡμέρηι, οὕνεκα θυμὸν ἀπ’ἄγριον εἵλεο παίδων.
237
σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
238
ἔν ποτε παρραλίηι Ἐφέσωι βρέτας ἱδρύσαντο
239
φηγῶι ὑπὸ πρέμνωι, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ ·
240
αὐταὶ δ’, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο
241
πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλωι
242
στησάμεναι χορὸν εὐρύν · ὑπήεισαν δὲ λίγειαι
243
λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῆι
244
(οὐ γάρ πω νέβρεια δι’ὀστέα τετρήναντο,
245
ἔργον Ἀθηναίης ἐλάφωι κακόν) · ἔδραμε δ’ἠχώ
246
Σάρδιας ἔςτε νομὸν Βερεκύνθιον. αἳ δὲ πόδεσσιν
247
οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.
248
κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
249
δωμήθη, τοῦ δ’οὔτι θεώτερον ὄψεται ἠώς
250
οὐ δ’ἀφνειότερον · ῥέα κεν Πυθῶνα παρέλθοι.
251
τῶι ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
252
Λύγδαμις ὑβριστής · ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
253
ἤγαγε Κιμμερίων ψαμάθωι ἴσον, οἵ ῥα παρ’αὐτόν
254
κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
255
δειλὸς βασιλέων, ὅσον ἤλιτεν · οὐ γὰρ ἔμελλεν
256
οὔτ’αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
257
ὅσσων ἐν λειμῶνι Καϋστρίωι ἔσταν ἅμαζαι
258
νοστήσειν · Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
259
πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
260
μή τις ἀτιμήσηι τὴν Ἄρτεμιν (οὐ δὲ γὰρ Οἰνεῖ
261
βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες),
262
μη δ’ἐλαφηβολίην μη δ’εὐστοχίην ἐριδαίνειν
263
(οὐ δὲ γὰρ Ἀτρεΐδης ὀλίγωι ἔπι κόμπασε μισθῶι),
264
μη δέ τινα μνᾶσθαι τὴν παρθένον (οὐ δὲ γὰρ Ὦτος,
265
οὐ δὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν),
266
μη δὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐ δὲ γὰρ Ἱππώ
267
ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι) ·
268
χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῆι.