Hymn to Apollo
οἷον ὁ τω- τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ,
2οἷα δ’ὅλον τὸ μέλαθρον · ἑκὰς ἑκὰς ὅστις ἀλιτρός.
3καὶ δή που τὰ θύρετρα καλῶι ποδὶ Φοῖβος ἀράσσει ·
4οὐχ ὁράαις; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ
5ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.
6αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων,
7αὐταὶ δὲ κληῖδες · ὁ γὰρ θεὸς οὐκ ἔτι μακρήν.
8οἱ δὲ νέοι μολπήντε καὶ ἐς χορὸν ἐντύνεσθε.
9ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλ’ὅ τις ἐσθλός ·
10ὅς μιν ἴδηι, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.
11ὀψόμεθ’, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθ’οὔποτε λιτοί.
12μήτε σιωπηλὴν κίθαριν μήτ’ἄψοφον ἴχνος
13τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,
14εἰ τελέειν μέλλουσι γάμον πολιήντε κερεῖσθαι,
15ἑστήξειν δὲ τὸ τεῖχος ἐπ’ἀρχαίοισι θεμέθλοις.
16ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτ’ἀεργός.
17εὐφημεῖτ’ἀίοντες ἐπ’Ἀπόλλωνος ἀοιδῆι.
18εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί
19ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου.
20οὐ δὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,
21ὁππόθ’ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσηι.
22καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,
23ὅστις ἐνὶ Φρυγίηι διερὸς λίθος ἐστήρικται,
24μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.
25ἱὴ ἱὴ φθέγγεσθε · κακὸν μακάρεσσιν ἐρίζειν.
26ὃς μάχεται μακάρεσσιν, ἐμῶι βασιλῆι μάχοιτο ·
27ὅστις ἐμῶι βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
28τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει,
29τιμήσει · δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.
30οὐ δ’ὁ χορὸς τὸν Φοῖβον ἐφ’ἓν μόνον ἦμαρ ἀείσει,
31ἔστι γὰρ εὔυμνος · τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
32χρύσεα τω- τὠπόλλωνι τότ’ἐνδυτὸν ἥτ’ἐπιπορπίς
33ἥτε λύρη τότ’ἄεμμα τὸ Λύκτιον ἥτε φαρέτρη,
34χρύσεα καὶ τὰ πέδιλα · πολύχρυσος γὰρ Ἀπόλλων.
35καὶ δὲ πολυκτέανος · Πυθῶνί κε τεκμήραιο.
36καὶ μὲν ἀεὶ καλὸς καὶ ἀεὶ νέος · οὔποτε Φοίβου
37θηλείηισ’οὐ δ’ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς.
38αἱ δὲ κόμαι θυόεντα πέδωι λείβουσιν ἔλαια.
39οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι,
40ἀλλ’αὐτὴν πανάκειαν · ἐν ἄστεϊ δ’ὦι κεν ἐκεῖναι
41πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντ’ἐγένοντο.
42τέχνηι δ’ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων ·
43κεῖνος ὀιστευτὴν ἔλαχ’ἀνέρα, κεῖνος ἀοιδόν
44(Φοίβωι γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή),
45κείνου δὲ θριαὶ καὶ μάντιες · ἐκ δέ νυ Φοίβου
46ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.
47Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου,
48ἐξότ’ἐπ’Ἀμφρυσσῶι ζευγίτιδας ἔτρεφεν ἵππους
49ἠιθέου ὑπ’ἔρωτι κεκαυμένος Ἀδμήτοιο.
50ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐ δέ κεν αἶγες
51δεύοιντο βρεφέων ἐπιμηλάδες ἧισιν Ἀπόλλων
52βοσκομένηισ’ὀφθαλμὸν ἐπήγαγεν · οὐ δ’ἀγάλακτες
53οἴιες οὐ δ’ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι,
54ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.
55Φοίβωι δ’ἑσπόμενοι πόλιας διεμετρήσαντο
56ἄνθρωποι · Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ
57κτιζομένηισ’, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.
58τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε
59καλῆι ἐν Ὀρτυγίηι περιηγέος ἐγγύθι λίμνης.
60Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν
61Κυνθιάδων φορέεσκεν, ὃ δ’ἔπλεκε βωμὸν Ἀπόλλων.
62δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν
63ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.
64ὧδ’ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν.
65Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττωι
66καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῶι
67δεξιὸς οἰκιστῆρι καὶ ὤμοσε τείχεα δώσειν
68ἡμετέροις βασιλεῦσιν · ἀεὶ δ’εὔορκος Ἀπόλλων.
69ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,
70πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πουλύ ·
71αὐτὰρ ἐγὼ Καρνεῖον · ἐμοὶ πατρώιον οὕτω.
72Σπάρτη τοι Καρνεῖε τὸ δὴ πρώτιστον ἔδεθλον,
73δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.
74ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο
75ἤγαγε Θηραίην ἐς ἀπόκτισιν · ἐκ δέ σε Θήρης
76οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίηι,
77δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι
78θῆκε τελεσφορίην ἐπετήσιον, ἧι ἐνὶ πολλοί
79ὑστάτιον πίπτουσιν ἐπ’ἰσχίον, ὦ ἄνα, ταῦροι.
80ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοί
81ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι
82ποικίλ’ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην,
83χείματι δὲ κρόκον ἡδύν · ἀεὶ δέ τοι ἀέναον πῦρ,
84οὐ δέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη.
85ἦ ῥ’ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς
86ἀνέρες ὠρχήσαντο μετὰ ξανθῆισι Λιβύσσαις,
87τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι.
88οἳ δ’οὔπω πηγῆισι Κύρης ἐδύναντο πελάσσαι
89Δωριέες, πυκινῆν δὲ νάπαις Ἄζιλιν ἔναιον.
90τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῆι δ’ἐπεδείξατο νύμφηι
91στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα
92Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.
93οὐ κείνου χορὸν εἶδε θεώτερον ἄλλον Ἀπόλλων,
94οὐ δὲ πόλει τόσ’ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνηι,
95μνωόμενος προτέρης ἁρπακτύος. οὐ δὲ μὲν αὐτοί
96Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν.
97ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο
98Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός,
99ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων.
100Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ,
101αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπ’ἄλλωι
102βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός,
103“ἱὴ ἱὴ παιῆον, ἵει βέλος, εὐθύ σε μήτηρ
104γείνατ’ἀοσσητῆρα” · τὸ δ’ἐξέτι κεῖθεν ἀείδηι.
105ὁ Φθόνος Ἀπόλλωνος ἐπ’οὔατα λάθριος εἶπεν
106“οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐ δ’ὅσα πόντος ἀείδει”.
107τὸν Φθόνον ὡπόλλων ποδίτ’ἤλασεν ὧδέτ’ἔειπεν ·
108“Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλά
109λύματα γῆς καὶ πολλὸν ἐφ’ὕδατι συρφετὸν ἕλκει.
110Δηοῖ δ’οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι μέλισσαι,
111ἀλλ’ἥτις καθαρήτε καὶ ἀχράαντος ἀνέρπει
112πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον”.
113χαῖρς ἄναξ · ὁ δὲ Μῶμος, ἵν’ὁ Φθόνος, ἔνθα νέοιτο.