Hymn to Zeus
Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῆισιν ἀείδειν
2λώιον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,
3Πηλαγόνων ἐλατῆρα, δικασπόλον οὐρανίδηισι;
4πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;
5ἐν δοιῆι μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον.
6Ζεῦ δὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,
7Ζεῦ δὲ δ’ἐν Ἀρκαδίηι · πότεροι, πάτερ, ἐψεύσαντο;
8“Κρῆτες ἀεὶ ψεῦσται” · καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
9Κρῆτες ἐτεκτήναντο · σὺ δ’οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.
10ἐν δέ σε Παρρασίηι Ῥείη τέκεν, ἧχι μάλιστα
11ἔσκεν ὄρος θάμνοισι περισκεπές (ἔνθεν ὁ χῶρος
12ἱερός, οὐ δέ τί μιν κεχρημένον Εἰλειθυίης
13ἑρπετὸν οὐ δὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης
14ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες) ·
15ἔνθα σ’ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων,
16αὐτίκα δίζητο ῥόον ὕδατος ὧι κε τόκοιο
17λύματα χυτλώσαιτο τεὸν δ’ἐνὶ χρῶτα λοέσσαι.
18Λάδων ἀλλ’οὔπω μέγας ἔρρεεν οὐ δ’Ἐρύμανθος,
19λευκότατος ποταμῶν, ἔτι δ’ἄβροχος ἦεν ἅπασα
20Ἀρκαδίη · μέλλεν δὲ μάλ’εὔυδρος καλέεσθαι
21αὖτις · ἐπεὶ τημόσδε, Ῥέη ὅτ’ἐλύσατο μίτρην,
22ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων
23ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,
24πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντος
25ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δ’ἀνήρ
26πεζὸς ὑπὲρ Κρᾶθίντε πολύστιόντε Μετώπην
27διψαλέος · τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.
28καί ῥ’ὑπ’ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη
29“γαῖα φίλη τέκε καὶ σύ · τεαὶ δ’ὠδῖνες ἐλαφραί”.
30εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν
31πλῆξεν ὄρος σκήπτρωι · τὸ δέ οἱ δίχα πουλὺ διέστη,
32ἐκ δ’ἔχεεν μέγα χεῦμα · τόθι χρόα φαιδρύνασα
33ὦνα τεὸν σπείρωσε, Νέδηι δέ σε δῶκε κομίζειν
34κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,
35πρεσβυτάτηι Νυμφέων, αἵ μιν τότε μαιώσαντο
36πρωτίστη γενεὴ μετά γε Στύγατε Φιλύρηντε.
37οὐ δ’ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα
38κεῖνο Νέδην ὀνόμηνε · τὸ μέν ποθι πουλὺ κατ’αὐτό
39Καυκώνων πτολίεθρον, δ Λέπρειον πεφάτισται,
40συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ
41υἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο.
42εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα
43Ζεῦ πάτερ ἡ Νύμφη σε (Θεναὶ δ’ἔσαν ἐγγύθι Κνωσοῦ),
44τουτάκι τοι πέσε δαῖμον ἄπ’ὀμφαλός · ἔνθεν ἐκεῖνο
45ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.
46Ζεῦ σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο
47Δικταῖαι Μελίαι, δὲ δ’ἐκοίμισεν Ἀδρήστεια
48λίκνωι ἐνὶ χρυσέωι, σὺ δ’ἐθήσαο πίονα μαζόν
49αἰγὸς Ἀμαλθείης, ἐπὶ δὲ γλυκὺ κηρίον ἔβρως.
50γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης
51Ἰδαίοις ἐν ὄρεσσι, τάτε κλείουσι Πάνακρα.
52οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο
53τεύχεα πεπλήγοντες, ἵνα Κρόνος οὔασιν ἠχήν
54ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.
55καλὰ μὲν ἠέξευ, καλὰ δ’ἔτραφες οὐράνιε Ζεῦ,
56ὀξὺ δ’ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.
57ἀλλ’ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια ·
58τῶι τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες
59οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.
60δηναιοὶ δ’οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί ·
61φάντο πάλον Κρονίδηισι διάτριχα δώματα νεῖμαι ·
62τίς δέ κ’ἐπ’οὐλύμπωιτε καὶ ἄιδι κλῆρον ἐρύσσαι,
63δς μάλα μὴ νενίηλος; ἐπ’ἰσαίηι γὰρ ἔοικε
64πήλασθαι · τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.
65ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν.
66οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,
67σήτε βίη τότε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου.
68θήκαο δ’οἰωνῶν μέγ’ὑπείροχον ἀγγελιώτην
69σῶν τεράων · ἅτ’ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.
70εἵλεο δ’αἰζηῶν ὅ τι φέρτατον · οὐ σύ γε νηῶν
71ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν ·
72ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας
73ἄλλα μέλειν ἑτέροισι, σὺ δ’ἐξέλεο πτολιάρχους
74αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
75ὧν ἐρέτης, ὧν πάντα · τί δ’οὐ κρατέοντος ὑπ’ἰσχύν;
76αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,
77τευχηστὰς δ’Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης
78Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους ·
79“ἐκ δὲ Διὸς βασιλῆες” · ἐπὶ χθονὸς οὐδὲν ἀνάκτων
80θειότερον · τῶι καί σφε τεὴν ἐκρίναο λάξιν.
81δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δ’αὐτὸς
82ἄκρηισ’ἐν πολίεσσιν, ἐπόψιος οἵτε δίκηισι
83λαὸν ὑπὸ σκολιῆισ’οἵτ’ἔμπαλιν ἰθύνουσιν ·
84ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δ’ἅλις ὄλβον ·
85πᾶσι μέν, οὐ μάλα δ’ἶσον. ἔοικε δὲ τεκμήρασθαι
86ἡμετέρωι μεδέοντι · περιπρὸ γὰρ εὐρὺ βέβηκεν.
87ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσηι ·
88ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δ’, εὖτε νοήσηι.
89οἳ δὲ τὰ μὲν πλειῶνι, τὰ δ’οὐχ ἑνί, τῶν δ’ἀπὸ πάμπαν
90αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.
91χαῖρε μέγα Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,
92δῶτορ ἀπημονίης. τεὰ δ’ἔργματα τίς κεν ἀείδοι;
93οὐ γένετ’, οὐκ ἔσται · τίς καὶ Διὸς ἔργματ’ἀείσει;
94χαῖρε πάτερ, χαῖρ’αὖθι · δίδου δ’ἀρετήντ’ἄφενόςτε.
95οὔτ’ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν
96οὔτ’ἀρετὴ ἀφένοιο · δίδου δ’ἀρετήντε καὶ ὄλβον.