Epigrams
ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω
2τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον
3ἄττα γέρον, δοιός με καλεῖ γάμος · ἡ μία μὲν δὴ
4νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατ’ἐμέ,
5ἡ δ’ἑτέρη προβέβηκε · τί λώιον; εἰ δ’ἄγε σύμ μοι
6βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.
7εἶπεν · ὁ δέ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
8ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.
9οἱ δ’ἄρ’ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες
10ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ.
11κείνων ἔρχεο, φησί, μετ’ἴχνια. κα- χὡ μὲν ἐπέστη
12πλησίον · οἱ δ’ἔλεγον · τὴν κατὰ σαυτὸν ἔλα.
13ταῦτ’ἀίων ὁ ξεῖνος · ἐφείσατο μείζονος οἴκου
14δράξασθαι, παίδων κληδόνα συνθέμενος,
15τὴν δ’ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην.
16οὕτω καὶ σύ γ’ἰὼν τὴν κατὰ σαυτὸν ἔλα.
1εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ
2ἤγαγεν, ἐμνήσθην δ’ὁσσάκις ἀμφότεροι
3ἥλιον ἐν λέσχῃ κατεδύσαμεν · ἀλλὰ σὺ μέν που,
4ξεῖν’Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή ·
5αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων
6ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.
1ὀξεῖαι πάντῃ περὶ τὸν τάφον εἰσὶν ἄκανθαι
2καὶ σκόλοπες · βλάψεις τοὺς πόδας, ἢν προσίῃς ·
3Τίμων μισάνθρωπος ἐνοικέω. ἀλλὰ πάρελθε
4οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον.
1μὴ χαίρειν εἵπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε ·
2ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ γελᾶν.
1Τίμων, οὐ γὰρ ἔτ’ἐσσί, τί τοι, σκότος ἢ φάος
2ἐχθρόν;
3τὸ σκότος · ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.
1κόγχος ἐγώ, Ζεφυρῖτι, παλαίτερος ἀλλὰ σὺ νῦν με,
2Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
3ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
4τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
5εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων,
6ποσσί νίG2ν, ὥστ’ἔργῳ το- τοὔνομα συμφέρεται,
7ἔστ’ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
8σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
9μη δέ μοι ἐν θαλάμῃσιν ἔθ’ὡς πάρος, εἰμί γὰρ ἄπνους,
10τίκτηται νοτερῆς ὤεον ἁλκυόνης.
11Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν. οἶδε γὰρ ἐσθλὰ
12ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπ’Αἰολίδος.
1τοῦ Σαμίου πόνος εἰμὶ δόμῳ ποτὲ θεῖον ἀοιδὸν
2δεξαμένου, κλείω δ’Εὔρυτον, ὅσσ’ἔπαθεν,
3καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι
4γράμμα · Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.
1στήλην μητρυιῆς, μικρὰν λίθον, ἔστεφε κοῦρος,
2ὡς βίον ἠλλάχθαι καὶ τρόπον οἰόμενος ·
3ἡ δὲ τάφῳ κλινθέντα κατέκτανε παῖδα πεσοῦσα ·
4φεύγετε μητρυιῆς καὶ τάφον οἱ πρόγονοι.
1ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δ’ἐπὶ κισσὸν
2τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄλει,
3ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸν
4φθέγξονται, κείνου δ’Ἑλλὰς ἀεὶ σοφίην.
1μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ
2ῥῆσις · ὁ μὲν “νικῶ” φησὶ τὸ μακρότατον,
3ᾦ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται
4πῶς ἔβαλες “; φησί” σκληρὰ τὰ γιγνόμενα.
5τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο
6το- τοὖπος · ἐμοὶ δ’, ὠ- ὦναξ, ἡ βραχυσυλλαβίη.
1τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον
2κοιμᾶται. θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς.
1ἤν δίζῃ Τίμαρχον ἐν Ἄιδος, ὄφρα πύθηαι
2ἤ τι περὶ ψυχῆς ἤ πάλι πῶς ἔσεαι,
3δίζεσθαι φυλῆς Πτολεμαίδος υἱέα πατρὸς
4Παυσανίου · δήεις δ’αὐτὸν ἐν εὐσεβέων.
1σύντομος ἦν ὁ ξεῖνος · ὃ καὶ στίχος οὐ μακρὰ λέξων
2Θῆρις Ἀρισταίου Κρής ἐπ’ἐμοὶ δολιχός.
1Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν
2καὶ Διδύμην · ἀφανὴς οὔ τι γὰρ ἡ γενεή.
3καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι
4τοῦθ’, ὅτι τὸν κείνων ὧδ’ἐπέχω Κριτίην.
1ἦ ῥ’ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; εἰ τὸν Ἀρίμμα
2τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπ’ἐμοί.
3ὦ Χαρίδα, τί τὰ νέρθε; πολὺ σκότος. αἱ δ’ἄνοδοι τί;
4ψεῦδος. ὁ δὲ Πλούτων; μῦθος. ἀπωλόμεθα.
5οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός · εἰ δὲ τὸν ἡδὺν
6βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.
1δαίμονα τίς δ’εὖ οἶδε τὸν αὔριον; ἁνίκα καὶ σέ
2Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις
3τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν · οὐδὲν ἐκείνου
4εἶδε πατὴρ Διοφῶν χρῆμ’ἀνιαρότερον.
1Τιμονόη. τίς δ’ἐσσί; μὰ δαίμονας, οὔ σ’ἂν ἐπέγνων,
2εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα
3στήλῃ καὶ Μήθυμνα, τεὴ πὸηις. ἦ μέγα φημὶ
4χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.
1Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν
2δίζηνται Σαμίων πολλάκι θυγατέρες,
3ἡδίστην συνέριθον ἀεὶ λάλον · ἡ δ’ἀποβρίξει
4ἐνθάδε τὸν πάδαις ὕπνον ὀφειλόμενον.
1ὤφελε μη δ’ἐγένοντο θοαὶ νέες · οὐ γὰρ ἂν ἡμεῖς
2παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν.
3νῦν δ’ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δ’ἐκείνου
4οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.
1Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ’ἐνὶ πόντῳ
2ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
3ἔμπορος Αἰγίνηθεν ὅτ’ἔπλεε. κα- χὠ μὲν ἐν ὑγρῇ
4νεκρός, ἐγὼ δ’ἄλλως οὔνομα τύμβος ἔχων
5κηρύσσω πανάληθες ἔπος τόδε φεῦγε θαλάσσῃ
6συμμίσγειν ἐρίφων, ναυτίλε, δυομένων.
1δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Θίλιππος
2ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.
1ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ
2δυομένου Βασιλὼ κάτθανε παρθενικὴ
3αὐτοχερί · ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα
4οὐκ ἔτλη. δίδυμον δ’οἶκος ἐσεῖδε κακὸν
5πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη
6πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.
1ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με
2ἴσθι Κυρηναίου παῖδάτε καὶ γενέτην.
3εἰδείης δ’ἄμφω κεν · ὁ μέν κοτε πατρίδος ὅπλων
4ἦρξεν, ὁ δ’ἤεισεν κρέσσονα βασκανίης ·
5οὐ νέμεσις · Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας
6μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους.
1Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφη
2ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.
3οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν
4ποιμένες, Ἀστακίδην δ’αἰὲν ἀεισόμεθα.
1εἴπας “ἥλιε χαῖρε” Κλεόμβροτος Ὡμβρακιώτης
2ἥλατ’ἀφ’ὑψηλοῦ τείχεος εἰς Ἀίδην,
3ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλά Πλάτωνος
4ἓν τὸ περὶ ψυχῆς γράμμ’ἀναλεξάμενος.
1ἥρως Ἠετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω
2ἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ
3λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος · ἀνδρὶ δ’Ἐπειῷ
4θυμωθεὶς πεζὸν κα- κἀμὲ παρῳκίσατο.
1ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ’ἐκείνης
2ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.
3ὤμοσεν · ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι
4ὅρκους μὴ δύνειν οὔατ’ἐς ἀθανάτων.
5νῦν δ’ὁ μὲν ἀρσενικῷ θέρεται πυρί · τῆς δὲ ταλαίνης
6νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐ δ’ἀριθμός.
1εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον οὔτε τι δεινὸν
2ῥέζων οὔτ’ἀδικῶν οὐδένα. γαῖα φίλη,
3Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε σὺ κούφη
4γίνεο μήτ’ἄλλοι δαίμονες οἴ μ’ἔχετε.
1Ἡσιόδου τότ’ἄεισμα καὶ ὁ τρόπος · οὐ τὸν ἀοιδὸν
2ἔσχατον, ἀλλ’ὀκνέω μὴ τὸ μελιχρότατον
3τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάζατο · χαίρετε λεπταὶ
4ῥήσιες, Ἀρήτου σύντονος ἀγρυπνίη.
1ἐχθαίρω τό ποίημα τὸ κυκλικόν, οὐ δὲ κελεύθῳ
2χαίρω τίς πολλοὺς ὧδε φέρει,
3μισῶ καὶ περίφοιτον ἐρώμενον, οὐ δ’ἀπὸ κρήνης
4πίνω · σικχαίνω πάντα τὰ δημόσια.
5Λυσανίη, σὺ δὲ ναιχὶ καλὸς καλός — ἀλλὰ πρὶν εἰπεῖν
6τοῦτο σαφῶς Ἠχώ, φησί τις ἄλλος ἔχει.
1ἔγχει καὶ πάλιν εἰπὲ Διοκλέος. οὐ δ’Ἀχελῷος
2κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.
3καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός, εἰ δέ τις οὐχὶ
4φησίν — ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.
1Θεσσαλικὲ Κλεόνικε, τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξὺν
2ἥλιον, οὐκ ἔγνων · σχέτλιε, ποῦ γέγονας;
3ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες · ἦ ῥά σε δαίμων
4ὁ- οὑμὸς ἔχει, χαλεπῇ δ’ἤντεο θευμορίῃ;
5ἔγνων · Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθὼν
6τὸν καλόν, ὦ μοχθήρ’, ἔβλεπες ἀμφοτέροις.
1Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν
2διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος
3στείβῃ καὶ νιφετῷ κεχρημένος, ἢν δέ τις εἴπῃ
4τῆ, τόδε βέβληται θηρίον, οὐκ ἔλαβεν.
5κα- χοὐμὸς ἔρως τοιόσδε · τὰ γὰρ φεύγοντα διώκειν
6οἶδε, τὰ δ’ἐν μέσσῳ κείμενα παρπέτεται.
1οἶδ’ὅτι μοι πλούτου κενεαὶ κενεαὶ χέρες, ἀλλά, Μένιππε,
2μὴ λέγε πρὸς Χαρίτων το- τοὐμὸν ὄνειρον ἐμοί.
3ἀλγέω τήν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων ·
4ναὶ φίλε, τῶν παρὰ σοῦ τοῦτ’ἀνεραστότατον.
1Ἄρτεμι, τὶν τόδ’ἄγαλμα Φιληρατὶς εἵσατο τῇδε ·
2ἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω.
1τίν με, λεοντάγχ’ὦνα συοκτόνε, φήγινον ὄζον
2θῆκε “τίς”; Ἀρχῖνος. “ποῖος”; ὁ Κρής.
3δέχομαι.
1Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μέν ἀοιδὴν
2εἰδότος, εὖ δ’οἴνῳ καίρια συγγελάσαι.
1ὁ Λύκτιος Μενίτας
2τὰ τόξα ταῦτ’ἐπειπὼν
3ἔθηκε τῆ, κέρας τοι
4δίδωμι καὶ φαρέτρην,
5Σάραπι · τοὺς δ’ὀιστοὺς
6ἔχουσιν Ἑσπερῖται.
1τὰ δῶρα τα- τἀφροδίτῃ
2Σῖμον ἡ περίφοιτος, εἰκόν’αὑτῆς,
3ἔθηκε τήντε μίτρην
4ἣ μαστοὺς ἐφίλησε τόντε πανόν,
5αὐτοὺςθ’οὕς ἐφόρει τάλαινα θύρσους.
1Δήμητρι τῇ Πυλαίῃ
2τῇ τοῦτον οὑκ Πελασγῶν
3Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθ’ὁ Ναυκρατίτης
4καὶ τῇ κάτω θυγατρὶ
5τὰ δῶρα Τιμόδημος
6εἵσατο τῶν κερδέων δεκατεύματα · καὶ γὰρ εὔξαθ’οὕτως.
1Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,
2ὦνερ, καὶ μετέπειτα Δινδυμήνης
3ἡ γρῆυς γενόμην, ἡ νῦν κόνις, ἡ ’ν ὄτλοις Ἐλευθοῦς
4πολλῶν προστασίη νέων γυναικῶν.
5καί μοι τέκν’ἐγένοντο δύ’ἄρσενα, κα- κἠπέμυσ’ἐκείνων
6εὐγήρως ἐνὶ χερσίν · ἕρπε χαίρων.
1ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ’οὐκ οἶδ’
2εἴτ’Ἔρος εἴτ’Ἀίδης ἥρπασε, πλὴν ἀφανές.
3ἦ ῥά τιν’ἐς παίδων πάλιν ᾤιχετο; καὶ μὲν ἀπεῖπον
4πολλάκι τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι.
5οὖ τις συνδιφήσον · ἐκεῖσε γὰρ ἡ λιθόλευστος
6κείνη καὶ δύσερως οἶδ’ὅτι που στρέφεται.
1εἰ μὲν ἑκών, Ἀρχῖν’, ἐπεκώμασα, μυρία μέμφου,
2εἰ δ’ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
3ἄκρητος καὶ Ἔρως μ’ἠνάγκασαν, ὧν ὁ μὲν αὐτῶν
4εἷλκεν, ὁ δ’οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.
5ἐλθὼν δ’οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ’ἐφίλησα
6τὴν φλιήν · εἰ τοῦτ’ἔστ’ἀδίκημ’, ἀδικέω.
1ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν · ὡς ἀνιηρὸν
2πνεῦμα διὰ στηθέων (εἶδες); ἀνηγάγετο,
3τὸ τρίτον ἡνίκ’ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα
4τω- τὠνδρὸς ἀπὸ στεφάνων πάντ’ἐγένοντο χαμαί ·
5ὤπτηται μέγα δή τι · μὰ δαίμονας οὐκ ἀπὸ ῥυσμοῦ
6εἰκάζω, φωρὸς δ’ἴχνια φὼρ ἔμαθον.
1ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτῃ
2ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῇ σποδιῇ ·
3οὐ θαρσέω · μὴ δή με περίπλεκε. πολλάκι λήθει
4τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός ·
5τῶ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς
6οὗτος ὁ σιγέρπης εἰς τὸν ἔρωτα βάλῃ.
1ληφθήσει, περίφευγε, Μενέκρατες εἶπα Πανήμου
2εἰκάδι, καὶ Λώιου τῇ τίνι; τῇ δεκάτῃ
3ἦλθεν ὁ βοῦς ὑπ’ἄροτρον ἑκούσιος. εὖ γ’ἐμὸς Ἑρμῆς,
4εὖ γ’ἐμός · οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.
1ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρετο τὰν ἐπαοιδὰν
2τω- τὠραμένῳ · ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ ·
3αἱ Μοῦσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε ·
4ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
5τοῦτο, δοκέω, κα- χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ
6τω- τὠγαθόν · ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
7ἔσθ’ἁμῖν κα- χἄκαστά σ’ἀφειδέα ποτ- ποττὸν Ἔρωτα ·
8τουτί, παῖ, κείρευ τὰ πτερὰ παιδάριον,
9οὐ δ’ὅσον ἀττάραγόν τυ δεδοίκαμες · αἱ γὰρ ἐπῳδαὶ
10οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.
1τὴν ἁλίην Εὔδημος, ἑφ’ἧς ἅλα λιτὸν ἐπέσθων
2χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,
3θῆκε θεοῖς Σαμόθρᾳξι λέγων ὅτι τήνδε κατ’εὐχήν,
4ὦ λαοί, σωθεὶς ἐξ ἁλὸς ὧδ’ἔθετο.
1εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου
2ταῖς Μούσαις · αἱ δὲ Γλαῦκος ὅκως ἔδοσαν
3ἀντ’ὀλίγου μέγα δῶρον. ἐγὼ δ’ἀνὰ τῇδε κεχηνὼς
4κεῖμαι τοῦ Σαμίου διπλόον ὁ τραγικὸς
5παιδαρίων Διόνυσος ἐπήκοος · οἱ δὲ λέγουσιν
6ἱερὸς ὁ πλόκαμος το- τοὐμὸν ὄνειαρ ἐμοί.
1τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως
2ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου
3Πάμφιλον, οὐχ ἕν’ἔρωτι δεδαγμένον, ἥμισυ δ’ὀπτῇ
4ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.
1τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς
2Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει
3καὶ φθιμένην ἀνέθηκεν ἐπεσσομένοισιν ὁρᾶσθαι,
4ἡ γρῆυς μαστῶν ὡς ἀπέχει κα- χἀριτας.
1τέσσαρες αἱ Χάριτες · ποτὶ γὰρ μία ταῖς τρισὶ τήναις
2ἄρτι ποτεπλάσθη κα- κἤτι μύροισι νοτεῖ.
3εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,
4ἇς ἄτερ οὐ δ’αὐταὶ ταὶ Χάριτες Χάριτες.
1τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμ’ἔχθει,
2τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις ·
3ναιχὶ πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ,
4καὶ σύ ποτ’ἠράσθης — οὐκέτι μακρὰ λέγω.
1καὶ πάλιν, Εἰλήθυια, Λυκαινίδος ἐλθὲ καλεύσης
2εὔλοχος ὠδίνων ὧδε οὺν εὐτοκίῃ,
3ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ, ἀντὶ δὲ παιδὸς
4ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.
1τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικὸς
2Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,
3γινώσκειν · ἢν δ’ἆρα λάθῃ, πάλι καί μιν ἀπαιτῇς,
4φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ.
1τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις
2πλούσιον ἁ Κριτίου λύχνον ἔθηκε θεῷ
3εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος · ἐς δ’ἐμὰ φέγγη
4ἀθρήσας φάσεις “ἕσπερε πῶς ἔπεσες”;
1φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε
2γινώσκω) νίκης ἀντί με τῆς ἰδίης
3ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι ·
4πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.
1Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς
2Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίῃ.
1τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸν
2εὗρεν ἐπ’αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ
3δακρύσας ἐπίκηρον ἑὸν βίον · οὐ δὲ γὰρ αὐτὸς
4ἥσυχον, αἰθυίῃ δ’ἶσα θαλασσοπορεῖ.
1εὐδαίμων ὅτι τα- τἄλλα μανεὶς ὡρχαῖος Ὀρέστας
2Λευκαρέτα τὰν μὰν οὐκ ἐμάνη μανίαν
3οὐ δ’ἔλαβ’ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει
4τὸν φίλον · ἀλλ’αἰ κα- χἢν δρᾶμ’ἐδίδαξε μόνον,
5ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας —
6κα- κἠγὼ τὼς πολλὼς οὐκέτ’ἔχω Πυλάδας.
1οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος,
2ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.
1Αἴνιε καὶ σὺ γὰρ ὧδε Μενέκρατες οὐκ ἐπὶ πουλὺ
2ἦσθα · τί σε, ξείνων λῷστε, κατειργάσατο;
3ἦ ῥα τὸ καὶ Κένταυρον; ὅ μοι πεπρωμένος ὕπνος
4ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.
1Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα
2καῖται ἐν Ὀρτυγίῃ τόξα παρ’Ἀρτέμιδι,
3οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα · νῦν δὲ πέπαυται,
4αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.
1οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς
2κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις.
3οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστὴν
4κοιμίζεις, ἐλέου δ’οὐ δ’ὄναρ ἠντίασας.
5γείτονες οἰκτείρουσι, σὺ δ’οὐ δ’ὄναρ. ἡ πολιὴ δὲ
6αὐτίκ’ἀναμνήσει ταῦτά σε πάντα κόμη.