Epigrams
ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω
2τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον ·
3“ἄττα γέρον, δοιός με καλεῖ γάμος · ἡ μία μὲν δή
4νύμφη καὶ πλούτωι καὶ γενεῆι κατ’ἐμέ,
5ἡ δ’ἑτέρη προβέβηκε · τί λώιον; εἰ δ’ἄγε σύμ μοι
6βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω”.
7εἶπεν · ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
8“ἠνίδε, κεῖνοί τοι πᾶν ἐρέουσιν ἔπος”.
9οἳ δ’ἄρ’ὑπὸ πληγῆισι θοὰς βέμβικας ἔχοντες
10ἔστρεφον εὐρείηι παῖδες ἐνὶ τριόδωι.
11“κείνων ἔρχεο” φησὶ “μετ’ἴχνια”. κα- χὠ μὲν ἐπέστη
12πλησίον · οἳ δ’ἔλεγον · “τὴν κατὰ σαυτὸν ἔλα”.
13ταῦτ’ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου
14δράξασθαι παίδων κληδόνι συνθέμενος.
15τὴν δ’ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην,
16οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.
1εἶπέ τις Ἡράκλειτε τεὸν μόρον, ἐς δέ με δάκρυ
2ἤγαγεν, ἐμνήσθην δ’ὁσσάκις ἀμφότεροι
3ἥλιον ἐν λέσχηι κατεδύσαμεν · ἀλλὰ σὺ μέν που
4ξεῖν’Ἁλικαρνησεῦ τετράπαλαι σποδιή ·
5αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ἧισιν ὁ πάντων
6ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.
1Τίμων, οὐ γὰρ ἔτ’ἐσσί, τί τοι, σκότος ἢ φάος ἐχθρόν;
2“τὸ σκότος · ὑμέων γὰρ πλείονες εἰν Ἀίδηι”.
1κόγχος ἐγὼ Ζεφυρῖτι πάλαι τέρας · ἀλλὰ σὺ νῦν με
2Κύπρι Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
3ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
4τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
5εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων
6ποσσί νιν, ὥστ’ἔργωι το- τοὔνομα συμφέρεται,
7ἔστ’ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
8σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
9μη δέ μοι ἐν θαλάμηισιν ἔθ’ὡς πάρος, εἰμὶ γὰρ ἄπνους,
10τίκτηται νοτερῆισ’ὤεον ἁλκυονίς.
11Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν, οἶδε γὰρ ἐσθλά
12ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπ’Αἰολίδος.
1τοῦ Σαμίου πόνος εἰμὶ δόμωι ποτὲ θεῖον ἀοιδόν ·
2δεξαμένου, κλείω δ’Εὔρυτον, ὅσσ’ἔπαθεν,
3καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι
4γράμμα · Κρεωφύλωι, Ζεῦ φίλε, τοῦτο μέγα.
1ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δ’ἐπὶ κισσόν
2τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει ·
3ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρόν
4φθέγξονται, κείνου δ’Ἑλλὰς ἀεὶ σοφίην.
1μικρή τις Διόνυσε καλὰ πρήσσοντι ποιητῆι
2ῥῆσις · ὃ μὲν “νικῶ” φησὶ τὸ μακρότατον,
3ὧι δὲ σὺ μὴ πνεύσηις ἐπιδέξιος, ἤν τις ἔρηται
4“πῶς ἔβαλες”; φησί “σκληρὰ τὰ γιγνόμενα”.
5τῶι μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο
6το- τοὖπος · ἐμοὶ δ’, ὠ- ὦναξ, ἡ βραχυσυλλαβίη.
1τῆιδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον
2κοιμᾶται · θνήισκειν μὴ λέγε τοὺς ἀγαθούς.
1ἢν δίζηι Τίμαρχον ἐν Ἄιδος, ὄφρα πύθηαι
2ἤ τι περὶ ψυχῆς ἢ πάλι πῶς ἔσεαι,
3δίζησθαι φυλῆς Πτολεμαίδος υἱέα πατρός
4Παυσανίου · δήεις δ’αὐτὸν ἐν εὐσεβέων.
1σύντομος ἦν ὁ ξεῖνος, ὃ καὶ στίχος οὐ μακρὰ λέξων
2“Θῆρις Ἀρισταίου Κρής” ἐπ’ἐμοὶ δολιχός.
1Κύζικον ἢν ἔλθηις, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν
2καὶ Διδύμην · ἀφανὴς οὔ τι γὰρ ἡ γενεή.
3καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι
4τοῦθ’, ὅτι τὸν κείνων ὧδ’ἐπέχω Κριτίην.
1ἦ ῥ’ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; “εἰ τὸν Ἀρίμμα
2τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπ’ἐμοί”.
3ὦ Χαρίδα, τί τὰ νέρθε; “πολὺ σκότος”. αἱ δ’ἄνοδοι τί;
4“ψεῦδος”. ὁ δὲ Πλούτων; “μῦθος”. ἀπωλόμεθα.
5“οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός · εἰ δὲ τὸν ἡδύν
6βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδηι”.
1δαίμονα τίς δ’εὖ οἶδε τὸν Αὔριον; ἁνίκα καὶ δέ
2Χάρμι τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις
3τᾶι ἑτέραι κλαύσαντες ἐθάπτομεν · οὐδὲν ἐκείνου
4εἶδε πατὴρ Διοφῶν χρῆμ’ἀνιαρότερον.
1“Τιμονόη”. τίς δ’ἐσσί; μὰ δαίμονας, οὔ σ’ἂν ἐπέγνων,
2εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα
3στήληι καὶ Μήθυμνα, τεὴ πόλις. ἦ μέγα φημί
4χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.
1Κρηθίδα τὴν πολύμυθον ἐπισταμένην καλὰ παίζειν
2δίζηνται Σαμίων πολλάκι θυγατέρες,
3ἡδίστην συνέριθον ἀεὶ λάλον · ἣ δ’ἀποβρίζει
4ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.
1ὤφελε μη δ’ἐγένοντο θοαὶ νέες · οὐ γὰρ ἂν ἡμεῖς
2παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν.
3νῦν δ’ὃ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δ’ἐκείνου
4οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.
1Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ’ἐνὶ πόντωι
2ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
3ἔμπορος Αἰγίνηθεν ὅτ’ἔπλεε. κα- χὢ μὲν ἐν ὑγρῆι
4νεκρός, ἐγὼ δ’ἄλλως οὔνομα τύμβος ἔχων
5κηρύσσω πανάληθες ἔπος τόδε “φεῦγε θαλάσσηι
6συμμίσγειν ἐρίφων ναυτίλε δυομένων”.
1δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος
2ἐνθάδε τὴν πολλὴν ἐλπίδα Νικοτέλην.
1Ἠῶιοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δέ
2δυομένου Βασιλὼ κάτθανε παρθενική
3αὐτοχερί · ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα
4οὐκ ἔτλη. δίδυμον δ’οἶκος ἐπεῖδε κακόν
5πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη
6πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.
1ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με
2ἴσθι Κυρηναίου παῖδάτε καὶ γενετήν.
3εἰδείης δ’ἄμφω κεν · ὃ μέν κοτε πατρίδος ὅπλων
4ἦρξεν, ὃ δ’ἤεισεν κρέσσονα βασκανίης ·
5οὐ νέμεσις · Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας
6μὴ λοξῶι, πολιοὺς οὐκ ἀπέθεντο φίλους.
1Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφη
2ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.
3οὐκέτι Δικταίηισιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν
4ποιμένες, Ἀστακίδην δ’αἰὲν ἀεισόμεθα.
1εἴπας “ἥλιε χαῖρε” Κλεόμβροτος Ὡμβρακιώτης
2ἥλατ’ἀφ’ὑψηλοῦ τείχεος εἰς Ἀίδην,
3ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος
4ἓν τὸ περὶ ψυχῆς γράμμ’ἀναλεξάμενος.
1ἥρως Αἰετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω
2ἵδρυμαι μικρῶι μικρὸς ἐπὶ προθύρωι
3λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος · ἀνδρὶ † ιπειωι
4θυμωθεὶς πεζὸν κα- κἀμὲ παρωικίσατο.
1ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ’ἐκείνης
2ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.
3ὤμοσεν · ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι
4ὅρκους μὴ δύνειν οὔατ’ἐς ἀθανάτων.
5νῦν δ’ὃ μὲν ἀρσενικῶι θέρεται πυρί · τῆς δὲ ταλαίνης
6νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐ δ’ἀριθμός.
1εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον οὔτε τι δεινόν
2ῥέζων οὔτ’ἀδικέων οὐδένα. γαῖα φίλη,
3Μικύλος εἴ τι πονηρὸν ἐπήινεσα, μήτε σὺ κούφη
4γίνεο μήθ’ἵλεω δαίμονες οἵ μ’ἔχετε.
1Ἡσιόδου τότ’ἄεισμα καὶ ὁ τρόπος · οὐ τὸν ἀοιδόν
2ἔσχατον, ἀλλ’ὀκνέω μὴ τὸ μελιχρότατον
3τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο · χαίρετε λεπταί
4ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.
1ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐ δὲ κελεύθωι
2χαίρω τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει,
3μισέω καὶ περίφοιτον ἐρώμενον, οὐ δ’ἀπὸ κρήνης
4πίνω · σικχαίνω πάντα τὰ δημόσια.
5Λυσανίη σὺ δὲ ναιχὶ καλὸς καλός — ἀλλὰ πρὶν εἰπεῖν
6τοῦτο σαφῶς, Ἠχώ φησί τις “ἄλλος ἔχει”.
1ἔγχει καὶ πάλιν εἰπὲ “Διοκλέος”. οὐ δ’Ἀχελῶιος
2κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.
3καλὸς ὁ παῖς Ἀχελῶιε λίην καλός, εἰ δέ τις οὐχί
4φησίν — ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.
1Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξύν
2ἥλιον, οὐκ ἔγνων · σχέτλιε ποῦ γέγονας;
3ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες · ἦ ῥά σε δαίμων
4ὁ- οὑμὸς ἔχει, χαλεπῆι δ’ἤντεο θευμορίηι;
5ἔγνων · Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθών
6τὸν καλόν, ὦ μοχθήρ’, ἔβλεπες ἀμφοτέροις.
1Ὡγρευτὴς Ἐπίκυδες ἐν οὔρεσι πάντα λαγωόν
2διφᾶι καὶ πάσης ἴχνια δορκαλίδος
3στείβηι καὶ νιφετῶι κεχαρημένος, ἢν δέ τις εἴπηι
4“τῆ, τόδε βέβληται θηρίον” οὐκ ἔλαβεν.
5κα- χοὐμὸς ἔρως τοιόσδε · τὰ γὰρ φεύγοντα διώκειν
6οἶδε, τὰ δ’ἐν μέσσωι κείμενα παρπέτεται.
1οἶδ’ὅτι μου πλούτου κενεαὶ χέρες, ἀλλὰ Μένιππε
2μὴ λέγε πρὸς Χαρίτων το- τοὐμὸν ὄνειρον ἐμοί.
3ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων ·
4ναὶ φίλε, τῶν παρὰ σοῦ τοῦτ’ἀνεραστότατον.
1Ἄρτεμι τὶν τόδ’ἄγαλμα Φιληρατὶς εἵσατο τῆιδε ·
2ἀλλὰ σὺ μὲν δέξαι πότνια, τὴν δὲ σάω.
1τίν με λεοντάγχ’ὦνα συοκτόνε φήγινον ὄζον
2θῆκε “τίς”; Ἀρχῖνος “ποῖος”; ὁ Κρής “δέχομαι”.
1Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδήν
2εἰδότος, εὖ δ’οἴνωι καίρια συγγελάσαι.
1ὁ Λύκτιος Μενοίτας
2τὰ τόξα ταῦτ’ἐπειπών
3ἔθηκε “τῆ, κέρας τοι
4δίδωμι καὶ φαρέτρην
5Σάραπι · τοὺς δ’ὀιστούς
6ἔχουσιν Ἑσπερῖται”.
1τὰ δῶρα τα- τἀφροδίτηι
2Σῖμον ἡ περίφοιτος, εἰκόν’αὑτῆς,
3ἔθηκε, τήντε μίτρην
4† ἡμᾶς τοὺς ἐφίλησε τόντε πᾶνα
5† καὶ τοὺς αὐτοὺς ὁρῆι τάλαινα θάρσους.
1Δήμητρι τῆι Πυλαίηι,
2τῆι τοῦτον οὑκ Πελασγῶν
3Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθ’ὁ Ναυκρατίτης
4καὶ τῆι κάτω θυγατρί
5τὰ δῶρα Τιμόδημος
6εἵσατο τῶν κερδέων δεκατεύματα · καὶ γὰρ εὔξαθ’οὕτως.
1Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,
2ὦνερ, καὶ μετέπειτα Δινδυμήνης
3ἡ γρῆυς γενόμην, ἡ νῦν κόνις, ἡ Νο […]
4πολλῶν προστασίη νέων γυναικῶν.
5καί μοι τέχν’ἐγένοντο δύ’ἄρσενα, κα- κἠπέμυσ’ἐκείνων
6εὐγήρως ἐνὶ χερσίν · ἕρπε χαίρων.
1ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ’οὐκ οἶδ’
2εἴτ’Ἔρος εἴτ’Ἀίδης ἥρπασε, πλὴν ἀφανές.
3ἦ ῥά τιν’ἐς παίδων πάλιν ὤιχετο; καὶ μὲν ἀπεῖπον
4πολλάκι “τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι”.
5† ουκισυνιφησον · ἐκεῖσε γὰρ ἡ λιθόλευστος
6κείνη καὶ δύσερως οἶδ’ὅτι που στρέφεται.
1εἰ μὲν ἑκὼν Ἀρχῖν’ἐπεκώμασα, μυρία μέμφου,
2εἰ δ’ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
3Ἄκρητος καὶ Ἔρως μ’ἠνάγκασαν, ὧν ὃ μὲν αὐτῶν
4εἷλκεν, ὃ δ’οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.
5ἐλθὼν δ’οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ’ἐφίλησα
6τὴν φλιήν · εἰ τοῦτ’ἔστ’ἀδίκημ’, ἀδικέω.
1έλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν · ὡς ἀνιηρόν
2πνεῦμα διὰ στηθέων (εἶδες); ἀνηγάγετο,
3τὸ τρίτον ἡνίκ’ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα
4τω- τὠνδρὸς ἀπὸ στεφάνων πάντ’ἐγένοντο χαμαί ·
5ὤπτηται μέγα δή τι · μὰ δαίμονας οὐκ ἀπὸ ῥυσμοῦ
6εἰκάζω, φωρὸς δ’ἴχνια φὼρ ἔμαθον.
1ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτηι
2ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῆι σποδίηι ·
3οὐ θαρσέω · μὴ δή με περίπλεκε. πολλάκι λήθει
4τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός ·
5τῶι καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδύς
6οὗτος † ὁσειγαρνης εἰς τὸν ἔρωτα βάληι.
1“ληφθήσει, περίφευγε Μενέκρατες” εἶπα Πανήμου
2εἰκάδι, καὶ Λώιου τῆι τίνι; τῆι δεκάτηι
3ἦλθεν ὁ βοῦς ὑπ’ἄροτρον ἑκούσιος. εὖ γ’, ἐμὸς Ἑρμῆς,
4εὖ γ’, ἐμός · οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.
1ως ἀγαθὰν Πολύφαμος ἀνεύρετο τὰν ἐπαοιδάν
2τω- τὠραμένωι · ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ ·
3αἱ Μοῦσαι τὸν ἔρωτα κατισχαίνοντι Φίλιππε ·
4ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
5τοῦτο, δοκέω, κα- χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρά
6τω- τὠγαθόν · ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
7ἔσθ’ἁμὶν † κα- χἀκαστὰς ἀφείδεα ποτ- ποττὸν Ἔρωτα
8τοῦτ’εἶπαι “κείρευ τὰ πτερὰ παιδάριον,
9οὐ δ’ὅσον ἀττάραγόν τυ δεδοίκαμες” · αἱ γὰρ ἐπωιδαί
10οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.
1τὴν ἁλίην Εὔδημος, ἀφ’ἧς ἅλα λιτὸν ἐπέσθων
2χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,
3θῆκε θεοῖς Σαμόθρηιξι λέγων ὅτι τήνδε κατ’εὐχήν,
4ὦ μεγάλοι, σωθεὶς ἐξ ἁλὸς ὧδ’ἔθετο.
1εὐμαθίην ἠιτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου
2ταῖς Μούσαις · αἳ δὲ Γλαῦκος ὅκως ἔδοσαν
3ἀντ’ὀλίγου μέγα δῶρον. ἐγὼ δ’ἀνὰ τῆιδε κεχηνώς
4κεῖμαι τοῦ Σαμίου διπλόον ὁ τραγικός
5παιδαρίων Διόνυσος ἐπήκοος · οἳ δὲ λέγουσιν
6“ἱερὸς ὁ πλόκαμος” το- τοὐμὸν ὄνειαρ ἐμοί.
1τῆς Ἀγοράνακτός με λέγε ξένε κωμικὸν ὄντως
2ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου
3Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δ’ὀπτῆι
4ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.
1τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς
2Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει
3καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι,
4ἡ γρῆυς μαστῶν ὡς ἀπέχει χάριτας.
1τέσσαρες αἱ Χάριτες, ποτὶ γὰρ μία ταῖς τρισὶ τήναις
2ἄρτι ποτεπλάσθη κα- κἤτι μύροισι νοτεῖ.
3εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,
4ἇς ἄτερ οὐ δ’αὐταὶ ταὶ Χάριτες Χάριτες.
1τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμ’ἔχθει,
2τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις ·
3ναιχὶ πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ ·
4καὶ σύ ποτ’ἠράσθης — οὐκέτι μακρὰ λέγω.
1καὶ πάλιν Εἰλήθυια Λυκαινίδος ἐλθὲ καλεύσης
2εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίηι,
3ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ, ἀντὶ δὲ παιδός
4ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.
1τὸ χρέος ὡς ἀπέχεις Ἀσκλήπιε, τὸ πρὸ γυναικός
2Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,
3γινώσκειν, ἤν δ’ἆρα λάθηι καί † μιν ἀπαιτῆις,
4φησὶ παρέξεσθαι μαετυρίην ὁ πίναξ.
1τῶι με Κανωπίται Καλλίστιον εἴκοσι μύξαις
2πλούσιον ἁ Κριτίου λύχνον ἔθηκε θεῶι
3εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος · ἐς δ’ἐμὰ φέγγη
4ἀθρήσας φάσεις “ἕσπερε πῶς ἔπεσες”.
1φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε
2γινώσκω) νίκης ἀννί με τῆς ἰδίης
3ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδηισι ·
4πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.
1Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς
2Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίηι.
1τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθ ·άδε νεκρόν
2εὗρέ σ’ἐπ’αἰγιαλοῦ χῶσέτε τῶιδε τάφωι
3δακρύσας ἐπίκηρον ἑὸν βίον · οὐ δὲ γὰρ αὐτός
4ἥσυχον, αἰθυίηι δ’ἶσα θαλασσοπορεῖ.
1εὐδαίμων ὅτι τα- τἄλλα μανεὶς ὡρχαῖος Ὀρέστας,
2† λευκαρετανμαν οὐκ ἐμάνη μανίαν
3οὐ δ’ἔλαβ’ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει
4τὸν φίλον, † ἀλλαιχ’ἓν δρᾶμ’ἐδίδαξε μόνον ·
5ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας —
6κα- κἠγὼ τὼς πολλὼς οὐκέτ’ἔχω Πυλάδας.
1οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος,
2ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.
1Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκ ἐπὶ πουλύ
2ἦσθα · τί δέ, ξείνων λῶιστε, κατειργάσατο;
3ἦ ῥα τὸ καὶ Κένταυρον; “ὅ μοι πεπρωμένος ὕπνος
4ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν”.
1Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα
2κεῖται ἐν Ὀρτυγίηι τόξα παρ’Ἀρτέμιδι,
3οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα · νῦν δὲ πέπαυται,
4αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.
1οὕτως ὑπνώσαις Κωνώπιον, ὡς ἐμὲ ποιεῖς
2κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις.
3οὕτως ὑπνώσαις ἀδικωτάτη, ὡς τὸν ἐραστήν
4κοιμίζεις, ἐλέου δ’οὐ δ’ὄναρ ἠντίασας.
5γείτονες οἰκτείρουσι, σὺ δ’οὐ δ’ὄναρ. ἡ πολιὴ δέ
6αὐτίκ’ἀναμνήσει ταῦτά σε πάντα κόμη.