Haggai
1.1ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων · εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων ·
1.2τάδε λέγει Κύριος παντοκράτωρ λέγων · ὁ λαὸς οὗτος λέγουσιν · οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου.
1.3καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων ·
1.4εἰ καιρὸς μὲν ὑμῖν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις, ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται;
1.5καὶ νῦν τάδε λέγει Κύριος παντοκράτωρ · τάξατε δὴ καρδίας ὑμῶν εἰς τὰς ὁδούς ὑμῶν.
1.6ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα, ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν, ἐπίετε καὶ οὐκ εἰς μέθην, περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.
1.7τάδε λέγει Κύριος παντοκράτωρ · θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν ·
1.8ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι, εἶπε Κύριος.
1.9ἐπεβλέψατε εἰς πολλά, καὶ ἐγένετο ὀλίγα · καὶ εἰσηνέχθη εἰς τὸν οἶκον, καὶ ἐξεφύσησα αὐτά. διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ · ἀνθ’ὧν ὁ οἶκός μού ἐστιν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς ·
1.11καὶ ἐπάξω ρομφαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ὅσα ἐκφέρει ἡ γῆ καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν.
1.12καὶ ἤκουσε Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ τῶν λόγων τοῦ Ἀγγαίου τοῦ προφήτου, καθότι ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτῶν πρὸς αὐτούς, καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου Κυρίου.
1.13καὶ εἶπεν Ἀγγαῖος ἄγγελος Κυρίου ἐν ἀγγέλοις Κυρίου τῷ λαῷ · ἐγώ εἰμι μεθ’ὑμῶν, λέγει Κύριος.
1.14καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος Θεοῦ αὐτῶν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου, τῷ δευτέρῳ ἔτει, ἐπὶ Δαρείου τοῦ βασιλέως.
2.1τῷ μηνὶ τῷ ἑβδόμῳ, μιᾷ καὶ εἰκάδι τοῦ μηνός, ἐλάλησε Κύριος ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων ·
2.2εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων ·
2.3τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;
2.4καὶ νῦν κατίσχυε, Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε, Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε · διότι μεθ’ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος ὁ παντοκράτωρ, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν ·
2.5θαρσεῖτε, διότι τάδε λέγει Κύριος παντοκράτωρ ·
2.6ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν ·
2.7καὶ συσσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος παντοκράτωρ.
2.8ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος παντοκράτωρ.
2.9διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ · καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον. — τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνός, ἔτους δευτέρου, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ἀγγαῖον τὸν προφήτην λέγων ·
2.11τάδε λέγει Κύριος παντοκράτωρ · ἐπερώτησον δὴ τοὺς ἱερεῖς νόμον λέγων ·
2.12ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψήματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν · οὔ.
2.13καὶ εἶπεν Ἀγγαῖος · ἐὰν ἅψηται μεμιασμένος ἀκάθαρτος ἐπὶ ψυχῇ ἐπὶ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν · μιανθήσεται.
2.14καὶ ἀπεκρίθη Ἀγγαῖος καὶ εἶπεν · οὕτως ὁ λαὸς οὗτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει Κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν, ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν · καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου, τίνες ᾖτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγένοντο κριθῆς δέκα σάτα ·
2.16καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσι.
2.17ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος.
2.18ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα · ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς καὶ ἀπὸ τῆς ἡμέρας, ἧς τεθεμελίωται ὁ ναὸς Κυρίου · θέσθε ἐν ταῖς καρδίαις ὑμῶν, εἰ ἔτι ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ροὰ καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.
2.19— καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς Ἀγγαῖον τὸν προφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων ·
2.21εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα λέγων · ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν καὶ καταστρέψω θρόνους βασιλέων καὶ ὀλοθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν, ἕκαστος ἐν ρομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ.
2.23ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιήλ, τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σὲ ᾑρέτισα, λέγει Κύριος παντοκράτωρ.