Septuagint

Odes

1.1ὠιδὴ Μωυσέως ἐν τῇ Ἐξόδῳ. ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται · ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
1.2βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν · οὗτός μου θεός, καὶ δοξάσω αὐτόν, θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν.
1.3κύριος συντρίβων πολέμους, κύριος ὄνομα αὐτῷ.
1.4ἅρματα Φαραω καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ, πόντῳ ἐκάλυψεν αὐτούς, κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος.
1.6 δεξιά σου, κύριε, δεδόξασται ἐν ἰσχύι · δεξιά σου χείρ, κύριε, ἔθραυσεν ἐχθρούς.
1.7καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους · ἀπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην.
1.8καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ · ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.
1.9εἶπεν ἐχθρός Διώξας καταλήμψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει χείρ μου.
1.10ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα · ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ.
1.11τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε; τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα;
1.12ἐξέτεινας τὴν δεξιάν σου, καὶ κατέπιεν αὐτοὺς γῆ.
1.13ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυ τρώσω, παρεκάλεσας τῇ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου.
1.14ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν · ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιιμ.
1.15τότε ἔσπευσαν ἡγεμόνες Εδωμ, καὶ ἄρχοντες Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χανααν.
1.16ἐπιπέσοι ἐπ’αὐτοὺς φόβος καὶ τρόμος, μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν, ἕως ἂν παρέλθῃ λαός σου, κύριε, ἕως ἂν παρέλθῃ λαός σου οὗτος, ὃν ἐκτήσω.
1.17εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου, κατειργάσω, κύριε, ἁγίασμα, κύριε, ἡτοίμασαν αἱ χεῖρές σου.
1.18κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’αἰῶνα καὶ ἔτι.
2.1ὅτι εἰσῆλθεν ἵππος Φαραω σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ’αὐτοὺς κύριος τὸ ὕδωρ τῆς θαλάσσης · οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θα λάσσης. ὠιδὴ Μωυσέως ἐν τῷ Δευτερονομίῳ. πρόσεχε, οὐρανέ, καὶ λαλήσω, καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.
2.2προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, ὡσεὶ ὄμβρος ἐπ’ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον.
2.3ὅτι ὄνομα κυρίου ἐκάλεσα · δότε μεγαλωσύνην τῷ θεῷ ἡμῶν.
2.4θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσις · θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία, δίκαιος καὶ ὅσιος κύριος.
2.5ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά, γενεὰ σκολιὰ καὶ διεστραμμένη.
2.6ταῦτα κυρίῳ ἀνταποδίδοτε οὕτω, λαὸς μωρὸς καὶ οὐχὶ σοφός; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέν σε καὶ ἔκτισέν σε;
2.7μνήσθητε ἡμέρας αἰῶνος, σύνετε ἔτη γενεᾶς γενεῶν · ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσίν σοι.
2.8ὅτε διεμέριζεν ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Αδαμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ιακωβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ισραηλ.
2.10αὐτάρκησεν αὐτὸν ἐν τῇ ἐρήμῳ, ἐν δίψει καύματος ἐν ἀνύδρῳ · ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν καὶ διεφύλαξεν αὐτὸν ὡς κόρην ὀφθαλμοῦ ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησεν, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.
2.12κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετ’αὐτῶν θεὸς ἀλλότριος.
2.13ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν · ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας, βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶν, υἱῶν ταύρων καὶ τράγων μετὰ στέατος νεφρῶν πυροῦ, καὶ αἷμα σταφυλῆς ἔπιον οἶνον.
2.15καὶ ἔφαγεν Ιακωβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη · καὶ ἐγκατέλιπεν θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ.
2.16παρώξυνάν με ἐπ’ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με ·
2.17ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ, θεοῖς, οἷς οὐκ ᾔδεισαν · καινοὶ καὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν.
2.18θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε.
2.19καὶ εἶδεν κύριος καὶ ἐζήλωσεν καὶ παρωξύνθη δι’ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων καὶ εἶπεν Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ’ἐσχάτων ·
2.20ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοί, οἷς οὐκ ἔστιν πίστις ἐν αὐτοῖς.
2.21αὐτοὶ παρεζήλωσάν με ἐπ’οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν · κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’οὐκ ἔθνει, ἐπ’ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
2.22ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κάτω, καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων.
2.23συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς.
2.24τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος · ὀδόντας θηρίων ἐξαποστελῶ εἰς αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς.
2.25ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος · νεανίσκος σὺν παρθένῳ, θηλάζων μετὰ καθεστηκότος πρεσβυτέρου.
2.26εἶπα Διασπερῶ αὐτούς, παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν, εἰ μὴ δι’ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσιν, καὶ ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι, μὴ εἴπωσιν χεὶρ ἡμῶν ὑψηλή, καὶ οὐχὶ κύριος ἐποίησεν ταῦτα πάντα.
2.28ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη.
2.29οὐκ ἐφρόνησαν συνιέναι ταῦτα · καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον.
2.30πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας, εἰ μὴ θεὸς ἀπέδοτο αὐτοὺς καὶ κύριος παρέδωκεν αὐτούς;
2.31οὐ γάρ εἰσιν οἱ θεοὶ αὐτῶν ὡς θεὸς ἡμῶν · οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι.
2.32ἐκ γὰρ ἀμπέλου Σοδομων ἄμπελος αὐτῶν, καὶ κληματὶς αὐτῶν ἐκ Γομορρας · σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς ·
2.33θυμὸς δρακόντων οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος.
2.34οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται παρ’ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου;
2.35ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ, ὅταν σφαλῇ ποὺς αὐτῶν · ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτῶν, καὶ πάρεστιν ἕτοιμα ὑμῖν.
2.36ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται · εἶδεν γὰρ αὐτοὺς παραλελυμένους καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους.
2.37καὶ εἶπεν κύριος Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ’οἷς ἐπεποίθεισαν ἐπ’αὐτοῖς, ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν;
2.38ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν καὶ γενηθήτωσαν ὑμῖν σκεπασταί.
2.39ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ · ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.
2.40ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου καὶ ἐρῶ Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα, ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος χείρ μου, καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσίν με ἀνταποδώσω ·
2.42μεθύσω τὰ βέλη μου ἀφ’αἵματος, καὶ μάχαιρά μου καταφάγεται κρέα, ἀφ’αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας, ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν.
3.1εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες οἱ ἄγγελοι θεοῦ · εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ · ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται, καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει, καὶ ἐκκαθαριεῖ κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ. προσευχὴ Αννας μητρὸς Σαμουηλ. ἐστερεώθη καρδία μου ἐν κυρίῳ, ὑψώθη κέρας μου ἐν θεῷ μου · ἐπλατύνθη ἐπ’ἐχθρούς μου τὸ στόμα μου, ηὐφράνθην ἐν σωτηρίᾳ σου.
3.2ὅτι οὐκ ἔστιν ἅγιος ὡς κύριος, καὶ οὐκ ἔστιν δίκαιος ὡς θεὸς ἡμῶν · οὐκ ἔστιν ἅγιος πλὴν σοῦ.
3.3μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλά, μη δὲ ἐξελθάτω μεγαλορημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι θεὸς γνώσεων κύριος καὶ θεὸς ἑτοιμάζον ἐπιτηδεύματα αὐτοῦ.
3.4τόξον δυνατῶν ἠσθένησεν, καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν ·
3.5πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν · ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ πολλὴ ἐν τέκνοις ἠσθένησεν.
3.6κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει ·
3.7κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ.
3.8ἀνιστᾷ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν τοῦ καθίσαι αὐτὸν μετὰ δυναστῶν λαοῦ καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς.
3.9διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου · ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ, κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ, κύριος ἅγιος.
4.3μὴ καυχάσθω σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ’ ἐν τούτῳ καυχάσθω καυχώμενος, συνίειν καὶ γινώσκειν τὸν κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς δίκαιος ὢν καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ. προσευχὴ Ιωνα. ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου · ἤκουσας φωνῆς μου.
4.4ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ’ἐμὲ διῆλθον.
4.5 κἀγὼ εἶπα Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου · ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου;
4.6περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου, ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ κεφαλή μου εἰς σχισμὰς ὀρέων.
4.7κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω ἐκ φθορᾶς ζωή μου, κύριε θεός μου.
4.8ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ’ἐμοῦ τοῦ κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
4.9φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον.
5.1ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι · ὅσα ηὐξάμην, ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ κυρίῳ. ὠιδὴ Ησαιου. ᾄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου · ἀμπελὼν ἐγένετο τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι, καὶ φραγμὸν περιέθηκα καὶ ἐφύτευσα ἄμπελον ἐν σωρηκ καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτῆς καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ ·
5.2καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας.
5.3καὶ νῦν, ἄνθρωπος τοῦ Ιουδα καὶ οἱ ἐνοικοῦντες ἐν Ιερουσαλημ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου.
5.4τί ποιήσω τῷ ἀμπελῶνί μου ἔτι καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα, ἵνα ποιήσῃ σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας.
5.5νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου · ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐ δὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ εἰς χέρσον ἄκανθαι, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.
5.7 γὰρ ἀμπελὼν κυρίου σαβαωθ οἶκος Ισραηλ ἐστὶν καὶ ἄνθρωπος τοῦ Ιουδα νεόφυτον ἠγαπημένον, καὶ ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.
5.8οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνται · μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς;
6.9ἠκούσθη γὰρ ταῦτα πάντα εἰς τὰ ὦτα κυρίου σαβαωθ. προσευχὴ Ησαιου. ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς · δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
6.10πέπαυται γὰρ ἀσεβής · οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσει · ἀρθήτω ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου.
6.11κύριε, ὑψηλός σου βραχίων, καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήτωσαν · ζῆλος λήμψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
6.12κύριε θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν · πάντα γὰρ ἀπέδωκας ἡμῖν.
6.13κύριε θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς · κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.
6.14οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐ δὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιν · διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν.
6.15πρόσθες αὐτοῖς κακά, κύριε, πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς.
6.16κύριε, ἐν θλίψει ἐμνήσθην σου, ἐν θλίψει μικρᾷ παιδεία σου ἡμῖν.
6.17καὶ ὡς ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.
6.18διὰ τὸν φόβον σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν · πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς · οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
6.19ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ · γὰρ δρόσος παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.
7.10βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμίειά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ὀργὴ κυρίου. προσευχὴ Εζεκιου. ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι ἐν πύλαις ᾅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.
7.11εἶπα Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς, οὐ μὴ ἴδω ἄνθρωπον μετὰ κατοικούντων.
7.12ἐξέλιπον ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου · ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ’ἐμοῦ ὥσπερ καταλύων σκηνὴν πήξας · τὸ πνεῦμά μου παρ’ἐμοὶ ἐγένετο ὡς ἱστός, ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.
7.13ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι · οὕτως συνέτριψεν πάντα τὰ ὀστᾶ μου · ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην.
7.14ὡς χελιδών, οὕτω φωνήσω, καὶ ὡς περιστερά, οὕτω μελετήσω · ἐξέλιπον γὰρ οἱ ὀφθαλμοί μου τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.
7.16κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα ·
7.17εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.
7.18οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε, οὐ δὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε, οὐ δὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου ·
8.1οἱ ζῶντες εὐλογήσουσίν σε, ὃν τρόπον κἀγώ. ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου, κύριε τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ. προσευχὴ Μανασση. Κύριε παντοκράτωρ, θεὸς τῶν πατέρων ἡμῶν, τοῦ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου, ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν, πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου, κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου ·
8.4ὃν πάντα φρίττει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου, ὅτι ἄστεκτος μεγαλοπρέπεια τῆς δόξης σου, καὶ ἀνυπόστατος ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου, ἀμέτρητόντε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου, ὅτι σὺ εἶ κύριος ὕψιστος, εὔσπλαγχνος, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων ·
8.8σὺ οὖν, κύριε θεὸς τῶν δικαίων, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τοῖς οὐχ ἡμαρτηκόσιν σοι, ἀλλ’ἔθου μετάνοιαν ἐμοὶ τῷ ἁμαρτωλῷ, διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης, ἐπλήθυναν αἱ ἀνομίαι μου, κύριε, ἐπλήθυναν, καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου κατακαμπτόμενος πολλῷ δεσμῷ σιδήρου εἰς τὸ ἀνανεῦσαί με ὑπὲρ ἁμαρτιῶν μου, καὶ οὐκ ἔστιν μοι ἄνεσις, διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα.
8.11καὶ νῦν κλίνω γόνυ καρδίας δεόμενος τῆς παρὰ σοῦ χρη στότητος Ἡμάρτηκα, κύριε, ἡμάρτηκα καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω.
8.13αἰτοῦμαι δεόμενός σου Ἄνες μοι, κύριε, ἄνες μοι, μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου μη δὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι μη δὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς. ὅτι σὺ εἶ, κύριε, θεὸς τῶν μετανοούντων, καὶ ἐν ἐμοὶ δείξῃς τὴν ἀγαθωσύνην σου ·
8.14ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου, καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου.
9.2ὅτι σὲ ὑμνεῖ πᾶσα δύναμις τῶν οὐρανῶν, καὶ σοῦ ἐστιν δόξα εἰς τοὺς αἰῶνας. αμην. προσευχὴ Αμβακουμ. Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ.
9.3 θεὸς ἐκ Θαιμαν ἥξει, καὶ ἅγιος ἐξ ὄρους Φαραν κατασκίου δασέως. διάψαλμα. ἐκάλυψεν οὐρανοὺς ἀρετὴ αὐτοῦ, καὶ αἰνέσεως αὐτοῦ πλήρης γῆ.
9.4καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται, κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.
9.5πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται, ἐν πεδίλοις οἱ πόδες αὐτοῦ.
9.6ἔστη, καὶ ἐσαλεύθη γῆ · ἐπέβλεψεν, καὶ ἐτάκη ἔθνη. διεθρύβη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι.
9.7πορείας αἰωνίους αὐτοῦ ἀντὶ κόπων εἶδον, σκηνώματα Αἰθιόπων πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιαμ.
9.8μὴ ἐν ποταμοῖς ὠργίσθης, κύριε, ἐν ποταμοῖς θυμός σου, ἐν θαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἱππασία σου σωτηρία.
9.9ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ σκῆπτρα, λέγει κύριος. διάψαλμα. ποταμῶν ῥαγήσεται γῆ.
9.10ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί. σκορπίζων ὕδατα πορείας · ἔδωκεν ἄβυσσος φωνὴν αὐτῆς · ὕψος φαντασίας αὐτῆς ἐπήρθη.
9.11 ἥλιος καὶ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς · εἰς φῶς βολίδες σου πορεύσονται, εἰς φέγγος ἀστραπῆς ὅπλων σου.
9.12ἐν ἀπειλῇ σου ὀλιγώσεις γῆν καὶ ἐν θυμῷ κατάξεις ἔθνη.
9.13ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου · ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου. διάψαλμα.
9.14διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτῇ · διανοίξουσιν χαλινοὺς αὐτῶν ὡς ἔσθων πτωχὸς λάθρᾳ.
9.15καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά.
9.16ἐφυλαξάμην, καὶ ἐπτοήθη κοιλία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθεν τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωθέν μου ἐταράχθη ἕξις μου. ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεώς μου τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου.
9.17διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις · ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν · ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ φάτναις ἐξιλάσεως αὐτῶν.
9.18ἐγὼ δὲ ἐν τῷ κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου.
10.26κύριος θεός μου δύναμίς μου καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν · ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με τοῦ νικῆσαι ἐν τῇ ᾠδῇ αὐτοῦ. προσευχὴ Αζαριου. εὐλογητὸς εἶ, κύριε θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς, καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα, ἐπήγαγες ἡμῖν, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ιερου σαλημ, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν.
10.29ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσιν καὶ τῶν ἐντολῶν σου οὐκ ἠκού σαμεν οὐ δὲ συνετηρήσαμεν οὐ δὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται.
10.31καὶ πάντα, ὅσα ἐπήγαγες ἡμῖν, καὶ πάντα, ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων ἐχθίστων ἀποστατῶν καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
10.33καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σε βομένοις σε.
10.34μὴ δὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ἡμῶν δι’Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ισαακ τὸν δοῦλόν σου καὶ Ισραηλ τὸν ἅγιόν σου, οἷς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
10.37ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρ τίας ἡμῶν, καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος οὐ δὲ ὁλοκαύτωσις οὐ δὲ θυσία οὐ δὲ προσφορὰ οὐ δὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος.
10.39ἀλλ’ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προς δεχθείημεν ὡς ἐν ὁλοκαυτώμασιν κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων ·
10.40οὕτως γενέσθω θυσία ἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί.
10.41καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ’ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέου σου καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου, κύριε.
11.52καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυνάμεως καὶ δυναστείας, καὶ ἰσχὺς αὐτῶν συντριβείη, καὶ γνώτωσαν ὅτι σὺ εἶ κύριος θεὸς μόνος καὶ ἔνδοξος ἐφ’ὅλην τὴν οἰκουμένην. ὕμνος τῶν τριῶν παίδων. εὐλογητὸς εἶ, κύριε θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας.
11.53εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.
11.54εὐλογημένος εἶ, βλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβιν, καὶ ὑπεραινετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
11.55εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
11.56εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.
11.57εὐλογεῖτε, πάντα τὰ ἔργα κυρίου, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.58εὐλογεῖτε, ἄγγελοι κυρίου, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.59εὐλογεῖτε, οὐρανοί, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.60εὐλογεῖτε, ὕδατα πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.61εὐλογεῖτε, πᾶσαι αἱ δυνάμεις κυρίου, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.62εὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.63εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.64εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.65εὐλογεῖτε, πάντα τὰ πνεύματα, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.66εὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.67εὐλογεῖτε, ψῦχος καὶ καύσων, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.68εὐλογεῖτε, δρόσοι καὶ νιφετοί, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.69εὐλογεῖτε, πάγος καὶ ψῦχος, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.70εὐλογεῖτε, πάχναι καὶ χιόνες, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.71εὐλογεῖτε, νύκτες καὶ ἡμέραι, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.72εὐλογεῖτε, φῶς καὶ σκότος, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.73εὐλογεῖτε, ἀστραπαὶ καὶ νεφέλαι, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.74εὐλογείτω γῆ τὸν κύριον · ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.
11.75εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.76εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐν τῇ γῇ, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.77εὐλογεῖτε, αἱ πηγαί, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.78εὐλογεῖτε, θάλασσαι καὶ ποταμοί, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.79εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασιν, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.80εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.81εὐλογεῖτε, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.82εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.83εὐλογείτω Ισραηλ τὸν κύριον · ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.
11.84εὐλογεῖτε, ἱερεῖς κυρίου, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.85εὐλογεῖτε, δοῦλοι κυρίου, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.86εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
11.87εὐλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
12.46εὐλογεῖτε, Ανανια, Αζαρια, Μισαηλ, τὸν κύριον · ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. προσευχὴ Μαριας τῆς θεοτόκου. μεγαλύνει ψυχή μου τὸν κύριον, καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ·
12.48ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέν μοι μεγαλεῖα δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
12.51ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν ·
12.52καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς ·
12.53πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
13.68ἀντελάβετο Ισραηλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Αβρααμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. προσευχὴ Ζαχαριου. εὐλογητὸς κύριος θεὸς τοῦ Ισραηλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυιδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ’αἰῶνος προφητῶν αὐτοῦ, σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς, ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, ὅρκον, ὃν ὤμοσεν πρὸς Αβρααμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυ σθέντας λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας ἡμῶν.
15.1καὶ σὺ δέ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ · προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν ἡμῶν διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. προσευχὴ Συμεων. νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ισραηλ. ὕμνος ἑωθινός. δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
15.4αἰνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν, κύριε βασιλεῦ, ἐπουράνιε, θεὲ πατὴρ παντοκράτωρ, κύριε υἱὲ μονογενὴ Ἰησοῦ Χριστὲ καὶ ἅγιον πνεῦμα.
15.16κύριε θεός, ἀμνὸς τοῦ θεοῦ, υἱὸς τοῦ πατρός, αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, ἐλέησον ἡμᾶς ·
15.21 αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, πρόσδεξαι τὴν δέησιν ἡμῶν ·
15.23 καθήμενος ἐν δεξιᾷ τοῦ πατρός, ἐλέησον ἡμᾶς.
15.25ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν θεοῦ πατρός.
15.28αμην.
15.29καθ’ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
15.32καταξίωσον, κύριε, καὶ τὴν ἡμέραν ταύτην ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
15.34εὐλογητὸς εἶ, κύριε θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶ νας.
15.35αμην.
15.36εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου ·
15.37εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου ·
15.38εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
15.39κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.
15.40ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
15.42κύριε, πρὸς σὲ κατέφυγα ·
15.43δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ θεός μου ·
15.44ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς ·
15.46παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε.