1 Maccabees
1.1καὶ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου τὸν Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ τῆς γῆς Χεττειείμ, καὶ ἐπάταξε τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ’αὐτοῦ πρότερος ἐπὶ τὴν Ἑλλάδα.
1.2καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων πολλῶν καὶ ἔσφαξε βασιλεῖς τῆς γῆς ·
1.3καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς καὶ ἔλαβε σκῦλα πλήθους ἐθνῶν. καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώθη, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ.
1.4καὶ συνήγαγε δύναμιν ἰσχυρὰν σφόδρα καὶ ἦρξε χωρῶν καὶ ἐθνῶν καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον.
1.5καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποθνήσκει.
1.6καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συντρόφους αὐτοῦ ἀπὸ νεότητος καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι ζῶντος αὐτοῦ.
1.7καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη δώδεκα καὶ ἀπέθανε.
1.8καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ.
1.9καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτὸν καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῇ.
1.10καὶ ἐξῆλθεν ἐξ αὐτῶν ρίζα ἁμαρτωλὸς Ἀντίοχος Ἐπιφανής, υἱὸς Ἀντιόχου βασιλέως, ὃς ἦν ὅμηρα ἐν τῇ Ῥώμῃ · καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας Ἑλλήνων.
1.11ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθον ἐξ Ἰσραὴλ υἱοὶ παράνομοι καὶ ἀνέπεισαν πολλοὺς λέγοντες · πορευθῶμεν καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν, ὅτι ἀφ’ἧς ἐχωρίσθημεν ἀπ’αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά.
1.12καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν, καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ, καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν.
1.14καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ἱεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσι καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρόν.
1.16καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐναντίον Ἀντιόχου, καὶ ὑπέβαλε βασιλεῦσαι τῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας.
1.17καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, ἐν ἅρμασι καὶ ἐν ἐλέφασι καὶ ἐν ἱππεῦσι καὶ ἐν στόλῳ μεγάλῳ καὶ συνεστήσαντο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου ·
1.18καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔφυγε, καὶ ἔπεσον τραυματίαι πολλοί.
1.19καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ, καὶ ἔλαβε τὰ σκῦλα γῆς Αἰγύπτου.
1.20καὶ ἐπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ ἔτει καὶ ἀνέβη ἐπὶ Ἰσραὴλ καὶ ἀνέβη εἰς Ἱερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ.
1.21καὶ εἰσῆλθον εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ καὶ ἔλαβε τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σπονδεῖα καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐλέπισε πάντα.
1.23καὶ ἔλαβε τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐπιθυμητὰ καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἀποκρύφους, οὓς εὗρε ·
1.24καὶ λαβὼν πάντα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. καὶ ἐποίησε φονοκτονίαν καὶ ἐλάλησεν ὑπερηφανίαν μεγάλην.
1.25καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ἰσραὴλ ἐν παντὶ τόπῳ αὐτῶν.
1.26καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι, παρθένοι καὶ νεανίσκοι ἠσθένησαν, καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη.
1.27πᾶς νυμφίος ἀνέλαβε θρῆνον, καὶ καθημένη ἐν παστῷ ἐγένετο ἐν πένθει.
1.28καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν, καὶ πᾶς ὁ οἶκος Ἰακὼβ ἐνεδύσατο αἰσχύνην.
1.29καὶ μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις Ἰούδα, καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ.
1.30καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ, καὶ ἐνεπίστευσαν αὐτῷ. καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην καὶ ἀπώλεσε λαὸν πολὺν ἐξ Ἰσραήλ.
1.31καὶ ἔλαβε τὰ σκῦλα τῆς πόλεως καὶ ἐνεπύρισεν αὐτὴν πυρὶ καὶ καθεῖλε τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη αὐτῆς κύκλῳ.
1.32καὶ ᾐχμαλώτευσαν τὰς γυναῖκας καὶ τὰ τέκνα, καὶ τὰ κτήνη ἐκληρονόμησαν.
1.33καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυὶδ τείχει μεγάλῳ καὶ ἰσχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν.
1.34καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλόν, ἄνδρας παρανόμους, καὶ ἐνίσχυσαν ἐν αὐτῇ.
1.35καὶ παρέθεντο ὅπλα καὶ τροφὰς καὶ συναγαγόντες τὰ σκῦλα Ἱερουσαλὴμ ἀπέθεντο ἐκεῖ, καὶ ἐγένοντο εἰς μεγάλην παγίδα.
1.36καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι καὶ εἰς διάβολον πονηρὸν τῷ Ἰσραὴλ διαπαντός.
1.37καὶ ἐξέχεαν αἷμα ἀθῷον κύκλῳ τοῦ ἁγιάσματος καὶ ἐμόλυναν τὸ ἁγίασμα.
1.38καὶ ἔφυγον οἱ κάτοικοι Ἱερουσαλὴμ δι’αὐτούς, καὶ ἐγένετο κατοικία ἀλλοτρίων · καὶ ἐγένετο ἀλλοτρία τοῖς γενήμασιν αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλιπον αὐτήν.
1.39τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος, αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος, τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν, ἡ τιμὴ αὐτῆς εἰς ἐξουδένωσιν.
1.40κατὰ τὴν δόξαν αὐτῆς ἐπληθύνθη ἡ ἀτιμία αὐτῆς, καὶ τὸ ὕψος αὐτῆς ἐστράφη εἰς πένθος.
1.41καὶ ἔγραψεν ὁ βασιλεὺς Ἀντίοχος πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἷναι πάντας εἰς λαὸν ἕνα καὶ ἐγκαταλιπεῖν ἕκαστον τὰ νόμιμα αὐτοῦ.
1.42καὶ ἐπεδέξατο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως.
1.43καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ καὶ ἔθυσαν τοῖς εἰδώλοις καὶ ἐβεβήλωσαν τὸ σάββατον.
1.44καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα πορευθῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίαν καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτὰς καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους, καὶ οἰκοδομῆσαι βωμοὺς καὶ τεμένη καὶ εἰδωλεῖα καὶ θύειν ὕεια καὶ κτήνη κοινὰ καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους, βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαθάρτῳ καὶ βεβηλώσει, ὥστε ἐπιλαθέσθαι τοῦ νόμου καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα ·
1.50καὶ ὃς ἂν μὴ ποιήσῃ κατὰ τὸ ρῆμα τοῦ βασιλέως, ἀποθανεῖται.
1.51κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψε πάσῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαὸν καὶ ἐνετείλατο ταῖς πόλεσιν Ἰούδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν.
1.52καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πρὸς αὐτοὺς πολλοί, πᾶς ὁ ἐγκαταλιπὼν τὸν νόμον, καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ καὶ ἔθεντο τὸν Ἰσραὴλ ἐν κρύφοις ἐν παντὶ φυγαδευτηρίῳ αὐτῶν.
1.54καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελεῦ τῷ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ᾠκοδόμησαν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον καὶ ἐν πόλεσιν Ἰούδα κύκλῳ ᾠκοδόμησαν βωμούς ·
1.55καὶ ἐπὶ τῶν θυρῶν τῶν οἰκιῶν καὶ ἐν ταῖς πλατείαις ἐθυμίων.
1.56καὶ τὰ βιβλία τοῦ νόμου, ἃ εὗρον, ἐνεπύρισαν πυρὶ κατασχίσαντες.
1.57καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν.
1.58ἐν ἰσχύϊ αὐτῶν ἐποίουν οὕτως τῷ Ἰσραὴλ τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσι.
1.59καὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμόν, ὃς ἦν ἐπὶ τοῦ θυσιαστηρίου.
1.60καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν κατὰ τὸ πρόσταγμα καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἴκους αὐτῶν προενόμευσαν καὶ τοὺς περιτετμηκότας αὐτοὺς ἐθανάτωσαν.
1.62καὶ πολλοὶ ἐν Ἰσραὴλ ἐκραταιώθησαν καὶ ὠχυρώθησαν ἐν ἑαυτοῖς τοῦ μὴ φαγεῖν κοινὰ καὶ ἐπελέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσι τοῖς βρώμασι καὶ μὴ βεβηλώσωσι διαθήκην ἁγίαν, καὶ ἀπέθανον.
1.64καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ἰσραὴλ σφόδρα.
2.1ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθίας υἱὸς Ἰωάννου τοῦ Συμεὼν ἱερεὺς τῶν υἱῶν Ἰωαρὶβ ἀπὸ Ἱερουσαλὴμ καὶ ἐκάθισεν ἐν Μωδεΐν.
2.2καὶ αὐτῷ υἱοὶ πέντε, Ἰωάννης ὁ καλούμενος Γαδδίς, Σίμων ὁ καλούμενος Θασσί, Ἰούδας ὁ καλούμενος Μακκαβαῖος, Ἐλεάζαρ ὁ καλούμενος Αὐαράν, Ἰωνάθαν ὁ καλούμενος Ἀπφοῦς.
2.6καὶ εἶδε τὰς βλασφημίας τὰς γινομένας ἐν Ἰούδᾳ καὶ ἐν Ἱερουσαλὴμ καὶ εἶπεν ·
2.7οἴμοι, ἱνατί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς πόλεως τῆς ἁγίας καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν καὶ τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων;
2.8ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος, τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχθη, ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις, οἱ νεανίσκοι αὐτῆς ἐν ρομφαίᾳ ἐχθροῦ.
2.10ποῖον ἔθνος οὐκ ἐκληρονόμησε βασιλείαν αὐτῆς καὶ οὐκ ἐκράτησε τῶν σκύλων αὐτῆς;
2.11πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη, ἀντὶ ἐλευθέρας ἐγένετο εἰς δούλην.
2.12καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη, καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη.
2.13ἱνατί ἡμῖν ἔτι ζῆν;
2.14καὶ διέρρηξε Ματταθίας καὶ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένθησαν σφόδρα.
2.15καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεΐν τὴν πόλιν, ἵνα θυσιάσωσι.
2.16καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ πρὸς αὐτοὺς προσῆλθον · καὶ Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν.
2.17καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπον τῷ Ματταθίᾳ λέγοντες · ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ καὶ ἐστηριγμένος ἐν υἱοῖς καὶ ἀδελφοῖς ·
2.18νῦν οὖν πρόσελθε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες Ἰούδα καὶ οἱ καταλειφθέντες ἐν Ἱερουσαλήμ, καὶ ἔσῃ σὺ καὶ ὁ οἶκός σου τῶν φίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς.
2.19καὶ ἀπεκρίθη Ματταθίας καὶ εἶπε φωνῇ μεγάλῃ · εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ, ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ, ἀλλ’ἐγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν.
2.21ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα ·
2.22τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα τοῦ παρελθεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἢ ἀριστεράν.
2.23καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνὴρ Ἰουδαῖος ἐν ὀφθαλμοῖς πάντων, θυσιᾶσαι ἐπὶ τοῦ βωμοῦ τοῦ ἐν Μωδεΐν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως.
2.24καὶ εἶδε Ματταθίας καὶ ἐζήλωσε, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκε θυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν ·
2.25καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὸν βωμὸν καθεῖλε.
2.26καὶ ἐζήλωσε τῷ νόμῳ, καθὼς ἐποίησε Φινεὲς τῷ Ζαμβρὶ υἱῷ Σαλώμ.
2.27καὶ ἀνέκραξε Ματταθίας ἐν τῇ πόλει φωνῇ μεγάλῃ λέγων · πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην ἐξελθέτω ὀπίσω μου.
2.28καὶ ἔφυγον αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει.
2.29τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καθίσαι ἐκεῖ, αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ὅτι ἐπληθύνθη ἐπ’αὐτοὺς τὰ κακά.
2.31καὶ ἀνηγγέλη τοῖς ἀνδράσι τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν, αἵ ἦσαν ἐν Ἱερουσαλὴμ πόλει Δαυίδ, ὅτι κατέβησαν ἄνδρες, οἵτινες διασκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως εἰς τοὺς κρύφους ἐν τῇ ἐρήμῳ.
2.32καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοὶ καὶ καταλαβόντες αὐτοὺς παρενέβαλον ἐπ’αὐτοὺς καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ εἶπον πρὸς αὐτούς ·
2.33ἕως τοῦ νῦν ἱκανόν · ἐξέλθετε καὶ ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως καὶ ζήσεσθε.
2.34καὶ εἶπον · οὐκ ἐξελευσόμεθα οὐ δὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως τοῦ βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων.
2.35καὶ ἐτάχυναν ἐπ’αὐτοὺς πόλεμον.
2.36καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς οὐ δὲ λίθον ἐνετίναξαν αὐτοῖς, οὐ δὲ ἐνέφραξαν τοὺς κρύφους λέγοντες ·
2.37ἀποθάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν · μαρτυρεῖ ἐφ’ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς.
2.38καὶ ἀνέστησαν ἐπ’αὐτοὺς ἐν τῷ πολέμῳ τοῖς σάββασι, καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνθρώπων.
2.39καὶ ἔγνω Ματταθίας καὶ οἱ φίλοι αὐτοῦ καὶ ἐπένθησαν ἐπ’αὐτοὺς ἕως σφόδρα.
2.40καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ · ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν, καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ἡμᾶς ἐξολοθρεύσουσιν ἀπὸ τῆς γῆς.
2.41καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες · πᾶς ἄνθρωπος, ὃς ἐὰν ἔλθῃ πρὸς ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρύφοις.
2.42τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ἁσιδαίων, ἰσχυροὶ δυνάμει ἀπὸ Ἰσραήλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ ·
2.43καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα.
2.44καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν · καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι.
2.45καὶ ἐκύκλωσε Ματταθίας καὶ οἱ φίλοι αὐτοῦ καὶ καθεῖλον τοὺς βωμοὺς καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα, ὅσα εὗρον ἐν ὁρίοις Ἰσραήλ, ἐν ἰσχύϊ καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας, καὶ κατευωδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν.
2.48καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ ἐκ χειρὸς τῶν βασιλέων καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ.
2.49καὶ ἤγγισαν αἱ ἡμέραι τοῦ Ματταθίου ἀποθανεῖν, καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ · νῦν ἐστηρίχθη ὑπερηφανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ.
2.50καὶ νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν.
2.51μνήσθητε τῶν πατέρων ἡμῶν τὰ ἔργα, ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον.
2.52Ἁβραὰμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστός, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην;
2.53Ἰωσὴφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου.
2.54Φινεὲς ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβε διαθήκην ἱερωσύνης αἰωνίας.
2.55Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν Ἰσραήλ.
2.56Χάλεβ ἐν τῷ ἐπιμαρτύρασθαι ἐν τῇ ἐκκλησίᾳ ἔλαβε γῆς κληρονομίαν.
2.57Δαυὶδ ἐν τῷ ἐλέῳ αὐτοῦ ἐκληρονόμησε θρόνον βασιλείας εἰς αἰῶνα αἰῶνος.
2.58Ἠλίας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήφθη ἕως εἰς τὸν οὐρανόν.
2.59Ἀνανίας, Ἀζαρίας, Μισαήλ, πιστεύσαντες ἐσώθησαν ἐκ φλογός.
2.60Δανιὴλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρρύσθη ἐκ στόματος λεόντων.
2.61καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεάν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ’αὐτὸν οὐκ ἀσθενήσουσι.
2.62καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κοπρίαν καὶ εἰς σκώληκας ·
2.63σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθῇ, ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπώλετο.
2.64καὶ ὑμεῖς τέκνα ἰσχύσατε καὶ ἀνδρίζεσθε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε.
2.65καὶ ἰδοὺ Συμεὼν ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ὑμῖν ἔσται εἰς πατέρα.
2.66καὶ Ἰούδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, οὗτος ὑμῖν ἔσται ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν.
2.67καὶ ὑμεῖς προσάξατε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν.
2.68ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσι καὶ προσέχετε εἰς τὰ προστάγματα τοῦ νόμου.
2.69καὶ εὐλόγησεν αὐτούς, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ.
2.70καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει, καὶ ἔθαψαν αὐτὸν οἱ υἱοὶ αὐτοῦ ἐν τάφοις πατέρων αὐτῶν ἐν Μωδεΐν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν.
3.1καὶ ἀνέστη Ἰούδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ.
3.2καὶ ἐβοήθουν αὐτῷ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πάντες, ὅσοι ἐκολλήθησαν τῷ πατρὶ αὐτοῦ, καὶ ἐπολέμουν τὸν πόλεμον Ἰσραὴλ μετ’εὐφροσύνης.
3.3καὶ ἐπλάτυνε δόξαν τῷ λαῷ αὐτοῦ καὶ ἐνεδύσατο θώρακα ὡς γίγας καὶ συνεζώσατο τὰ σκεύη αὐτοῦ τὰ πολεμικὰ καὶ συνεστήσατο πολέμους σκεπάζων παρεμβολὴν ἐν ρομφαίᾳ.
3.4καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν.
3.5καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐφλόγισε.
3.6καὶ συνεστάλησαν οἱ ἄνομοι ἀπὸ τοῦ φόβου αὐτοῦ, καὶ πάντες οἱ ἐργάτες τῆς ἀνομίας συνεταράχθησαν, καὶ εὐωδώθη σωτηρία ἐν χειρὶ αὐτοῦ.
3.7καὶ ἐπίκρανε βασιλεῖς πολλοὺς καὶ εὔφρανε τὸν Ἰακὼβ ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν.
3.8καὶ διῆλθεν ἐν πόλεσιν Ἰούδα καὶ ἐξωλόθρευσεν ἀσεβεῖς ἐξ αὐτῆς καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ἰσραὴλ καὶ ὠνομάσθη ἕως ἐσχάτου τῆς γῆς καὶ συνήγαγεν ἀπολλυμένους.
3.10καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς Ἰσραήλ.
3.11καὶ ἔγνω Ἰούδας καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν αὐτόν · καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον.
3.12καὶ ἔλαβον τὰ σκῦλα αὐτῶν, καὶ τὴν μάχαιραν Ἀπολλωνίου ἔλαβεν Ἰούδας καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας.
3.13καὶ ἤκουσε Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ἰούδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μετ’αὐτοῦ ἐκπορευομένων εἰς πόλεμον, καὶ εἶπε ·
3.14ποιήσω ἐμαυτῷ ὄνομα καὶ δοξασθήσομαι ἐν τῇ βασιλείᾳ καὶ πολεμήσω τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως.
3.15καὶ προσέθετο τοῦ ἀναβῆναι · καὶ ἀνέβη μετ’αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ καὶ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ἰσραήλ.
3.16καὶ ἤγγισαν ἕως ἀναβάσεως Βαιθωρών, καὶ ἐξῆλθεν Ἰούδας εἰς συνάντησιν αὐτῶν ὀλιγοστός.
3.17ὡς δὲ εἶδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτοῖς, εἶπον τῷ Ἰούδᾳ · πῶς δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτον ἰσχυρόν; καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον.
3.18καὶ εἶπεν Ἰούδας · εὔκοπόν ἐστι συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων, καὶ οὐκ ἔστι διαφορὰ ἐναντίον τοῦ Θεοῦ τοῦ οὐρανοῦ σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις ·
3.19ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν, ἀλλ’ἢ ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς.
3.20αὐτοὶ ἔρχονται πρὸς ἡμᾶς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν, τοῦ σκυλεῦσαι ἡμᾶς, ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν.
3.22καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν · ὑμεῖς δὲ μὴ φοβηθῆτε ἀπ’αὐτῶν.
3.23ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο εἰς αὐτοὺς ἄφνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ.
3.24καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιθωρὼν ἕως τοῦ πεδίου · καὶ ἔπεσον ἀπ’αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους, οἱ δὲ λοιποὶ ἔφυγον εἰς γῆν Φυλιστιείμ.
3.25καὶ ἤρξατο ὁ φόβος Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἡ πτόησις ἐπιπίπτειν ἐπὶ τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν.
3.26καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ, καὶ ὑπὲρ τῶν παρατάξεων Ἰούδα ἐξηγεῖτο πᾶν ἔθνος.
3.27ὡς δὲ ἤκουσεν Ἀντίοχος ὁ βασιλεὺς τοὺς λόγους τούτους, ὠργίσθη θυμῷ καὶ ἀπέστειλε καὶ συνήγαγε τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ, παρεμβολὴν ἰσχυρὰν σφόδρα.
3.28καὶ ἤνοιξε τὸ γαζοφυλάκιον αὐτοῦ καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν αὐτοῦ εἰς ἐνιαυτὸν καὶ ἐνετείλατο εἶναι αὐτοὺς ἑτοίμους εἰς πᾶσαν χρείαν.
3.29καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ἀργύριον ἀπὸ τῶν θησαυρῶν καὶ οἱ φόροι τῆς χώρας ὀλίγοι, χάριν τῆς διχοστασίας καὶ πληγῆς, ἧς κατεσκεύασεν ἐν τῇ γῇ τοῦ ἆραι τὰ νόμιμα, ἃ ἦσαν ἀφ’ἡμερῶν τῶν πρώτων.
3.30καὶ εὐλαβήθη μὴ οὐκ ἔχῃ ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα, ἃ ἐδίδου ἔμπροσθεν δαψιλεῖ χειρὶ καὶ ἐπερίσσευσεν ὑπὲρ τοὺς βασιλεῖς τοὺς ἔμπροσθεν, καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σφόδρα καὶ ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα καὶ λαβεῖν τοὺς φόρους τῶν χωρῶν καὶ συναγαγεῖν ἀργύριον πολύ.
3.32καὶ κατέλιπε Λυσίαν ἄνθρωπον ἔνδοξον καὶ ἀπὸ γένους τῆς βασιλείας ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως τῶν ὁρίων Αἰγύπτου καὶ τρέφει Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν.
3.34καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέφαντας καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων, ὦν ἐβούλετο, καὶ περὶ τῶν κατοικούντων τὴν Ἰουδαίαν καὶ Ἱερουσαλὴμ ἀποστεῖλαι ἐπ’αὐτοὺς δύναμιν τοῦ ἐκτρίψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ἰσραὴλ καὶ τὸ κατάλειμμα Ἱερουσαλὴμ καὶ ἆραι τὸ μνημόσυνον αὐτῶν ἀπὸ τοῦ τόπου καὶ κατοικίσαι υἱοὺς ἀλλογενεῖς ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν καὶ κατακληροδοτῆσαι τὴν γῆν αὐτῶν.
3.37καὶ ὁ βασιλεὺς παρέλαβε τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας καὶ ἀπῇρεν ἀπὸ Ἀντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ, ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ, καὶ διεπέρασε τὸν Εὐφράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας.
3.38καὶ ἐπέλεξε Λυσίας Πτολεμαῖον τὸν Δορυμένους καὶ Νικάνορα καὶ Γοργίαν ἄνδρας δυνατοὺς τῶν φίλων τοῦ βασιλέως, καὶ ἀπέστειλε μετ’αὐτῶν τεσσαράκοντα χιλιάδας ἀνδρῶν καὶ ἑπτακισχιλίαν ἵππον τοῦ ἐξελθεῖν εἰς γῆν Ἰούδα καὶ καταφθεῖραι αὐτὴν κατὰ τὸν λόγον τοῦ βασιλέως.
3.40καὶ ἀπῇραν σὺν πάσῃ τῇ δυνάμει αὐτῶν, καὶ ἦλθον καὶ παρενέβαλον πλησίον Ἐμμανοὺμ ἐν τῇ γῇ τῇ πεδινῇ.
3.41καὶ ἤκουσαν οἱ ἔμποροι τῆς χώρας τὸ ὄνομα αὐτῶν καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σφόδρα καὶ πέδας καὶ ἦλθον εἰς τὴν παρεμβολὴν τοῦ λαβεῖν τοὺς υἱοὺς Ἰσραὴλ εἰς παῖδας. καὶ προσετέθησαν πρὸς αὐτοὺς δύναμις Συρίας καὶ γῆς ἀλλοφύλων.
3.42καὶ εἶδεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι ἐπληθύνθη τὰ κακὰ καὶ αἱ δυνάμεις παρεμβάλλουσιν ἐν τοῖς ὁρίοις αὐτῶν, καὶ ἐπέγνωσαν τοὺς λόγους τοῦ βασιλέως, οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν.
3.43καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ · ἀναστήσωμεν τὴν καθαίρεσιν τοῦ λαοῦ ἡμῶν καὶ πολεμήσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων.
3.44καὶ συνηθροίσθη ἡ συναγωγὴ τοῦ εἶναι ἑτοίμους εἰς πόλεμον καὶ τοῦ προσεύξασθαι καὶ αἰτῆσαι ἔλεον καὶ οἰκτιρμούς.
3.45καὶ Ἱερουσαλὴμ ἦν ἀοίκητος ὡς ἔρημος · οὐκ ἦν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τῶν γενημάτων αὐτῆς, καὶ τὸ ἁγίασμα καταπατούμενον, καὶ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄκρᾳ, κατάλυμα τοῖς ἔθνεσι · καὶ ἐξῄρθη τέρψις ἐξ Ἰακώβ, καὶ ἐξέλιπεν αὐλὸς καὶ κινύρα.
3.46καὶ συνήχθησαν καὶ ἤλθοσαν εἰς Μασσηφὰ κατέναντι Ἱερουσαλήμ, ὅτι τόπος προσευχῆς εἰς Μασσηφὰ τὸ πρότερον τῷ Ἰσραήλ.
3.47καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ περιεβάλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν.
3.48καὶ ἐξεπέτασαν τὸ βιβλίον τοῦ νόμου, περὶ ὧν ἐξηρεύνων τὰ ἔθνη τὰ ὁμοιώματα τῶν εἰδώλων αὐτῶν.
3.49καὶ ἤνεγκαν τὰ ἱμάτια τῆς ἱερωσύνης καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας καὶ ἤγειραν τοὺς ναζιραίους, οἳ ἐπλήρωσαν τὰς ἡμέρας, καὶ ἐβόησαν φωνῇ εἰς τὸν οὐρανὸν λέγοντες ·
3.50τί ποιήσωμεν τούτοις καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν;
3.51καὶ τὰ ἅγιά σου καταπεπάτηται καὶ βεβήλωται καὶ οἱ ἱερεῖς σου ἐν πένθει καὶ ταπεινώσει.
3.52καὶ ἰδοὺ τὰ ἔθνη συνῆκται ἐφ’ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς · σὺ οἶδας ἃ λογίζονται ἐφ’ἡμᾶς.
3.53πῶς δυνησόμεθα ὑποστῆναι κατὰ πρόσωπον αὐτῶν, ἐὰν μὴ σὺ βοηθήσῃς ἡμῖν;
3.54καὶ ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ἐβόησαν φωνῇ μεγάλῃ.
3.55καὶ μετὰ τοῦτο κατέστησεν Ἰούδας ἡγούμενος τοῦ λαοῦ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκάρχους.
3.56καὶ εἶπον τοῖς οἰκοδομοῦσιν οἰκίας καὶ μνηστευομένοις γυναῖκας καὶ φυτεύουσιν ἀμπελῶνας καὶ δειλοῖς ἀποστρέφειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ κατὰ τὸν νόμον.
3.57καὶ ἀπῇρεν ἡ παρεμβολή, καὶ παρενέβαλε κατὰ νότον Ἀμμαούς.
3.58καὶ εἶπεν Ἰούδας · περιζώσασθε καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς καὶ γίνεσθε ἕτοιμοι εἰς τὸ πρωΐ τοῦ πολεμῆσαι ἐν τοῖς ἔθνεσι τούτοις τοῖς ἐπισυνηγμένοις ἐφ’ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν ·
3.59ὅτι κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν τῷ πολέμῳ ἢ ἐπιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔθνους ἡμῶν καὶ τῶν ἁγίων.
3.60ὡς δ’ἂν ᾖ θέλημα ἐν οὐρανῷ, οὕτω ποιήσει.
4.1καὶ παρέλαβε Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν, καὶ ἀπῇρεν ἡ παρεμβολὴ νυκτός, ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ἰουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω ·
4.2καὶ οἱ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί.
4.3καὶ ἤκουσεν Ἰούδας καὶ ἀπῇρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Ἀμμαούς, ἕως ἔτι αἱ δυνάμεις ἐσκορπισμέναι ἦσαν ἀπὸ τῆς παρεμβολῆς.
4.5καὶ ἦλθε Γοργίας εἰς τὴν παρεμβολὴν Ἰούδα νυκτὸς καὶ οὐδένα εὗρε · καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπε · φεύγουσιν οὗτοι ἀφ’ἡμῶν.
4.6καὶ ἅμα τῇ ἡμέρᾳ ὤφθη Ἰούδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσι · πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον καθὼς ἠβούλοντο.
4.7καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν τεθωρακισμένην καὶ ἵππον κυκλοῦσαν αὐτήν, καὶ οὗτοι διδακτοὶ πολέμου.
4.8καὶ εἶπεν Ἰούδας τοῖς ἀνδράσι τοῖς μετ’αὐτοῦ · μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε ·
4.9μνήσθητε πῶς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ, ὅτι ἐδίωξεν αὐτοὺς Φαραὼ ἐν δυνάμει.
4.10καὶ νῦν βοήσωμεν εἰς τὸν οὐρανόν, εἴ πως ἐλεήσει ἡμᾶς καὶ μνησθήσεται διαθήκης πατέρων ἡμῶν καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον, καὶ γνώσεται πάντα τὰ ἔθνη ὅτι ἐστὶν ὁ λυτρούμενος καὶ σῴζων τὸν Ἰσραήλ.
4.12καὶ ᾖραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον αὐτοὺς ἐρχομένους ἐξεναντίας καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον ·
4.13καὶ ἐσάλπισαν οἱ μετὰ Ἰούδα καὶ συνῆψαν καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον, οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ρομφαίᾳ.
4.15καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρὼν καὶ ἕως τῶν πεδίων τῆς Ἰδουμαίας καὶ Ἀζώτου καὶ Ἰαμνείας, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους.
4.16καὶ ἐπέστρεψεν Ἰούδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν καὶ εἶπε πρὸς τὸν λαόν ·
4.17μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξεναντίας ἡμῶν, καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν ·
4.18ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς, καὶ μετὰ ταῦτα λάβετε τὰ σκῦλα μετὰ παρρησίας.
4.19ἔτι λαλοῦντος Ἰούδα ταῦτα, ὤφθη μέρος τι ἐκκύπτον ἐκ τοῦ ὄρους ·
4.20καὶ εἶδεν ὅτι τετρόπωνται, καὶ ἐμπυρίζουσι τὴν παρεμβολήν · ὁ γὰρ καπνὸς ὁ θεωρούμενος ἐνεφάνιζε τὸ γεγονός.
4.21οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα · συνιδόντες δὲ καὶ τὴν Ἰούδα παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν, ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων.
4.23καὶ ἀνέστρεψεν Ἰούδας ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς, καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν.
4.24καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
4.25καὶ ἐγένετο σωτηρία μεγάλη τῷ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
4.26ὃσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα.
4.27ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελε, τοιαῦτα γεγόνει τῷ Ἰσραήλ, καὶ οὐχ οἷα ἐνετείλατο αὐτῷ ὁ βασιλεύς, τοιαῦτα ἐξέβη.
4.28καὶ ἐν τῷ ἐχομένῳ ἐνιαυτῷ συνελόχισεν ὁ Λυσίας ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον, ὥστε ἐκπολεμῆσαι αὐτούς.
4.29καὶ ἦλθον εἰς τὴν Ἰδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσούροις, καὶ συνήντησεν αὐτοῖς Ἰούδας ἐν δέκα χιλιάσιν ἀνδρῶν.
4.30καὶ εἶδε τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν · εὐλογητὸς εἶ ὁ σωτὴρ τοῦ Ἰσραὴλ ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυὶδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ἰωνάθαν υἱοῦ Σαοὺλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ ·
4.31οὕτω σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ἰσραήλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν ·
4.32δὸς αὐτοῖς δειλίαν καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν ·
4.33κατάβαλε αὐτοὺς ρομφαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις.
4.34καὶ συνέβαλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν.
4.35ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὐτοῦ συντάξεως, τῆς δὲ Ἰούδα τὸ γεγενημένον θάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῆν ἢ τεθνάναι γενναίως, ἀπῇρεν εἰς Ἀντιόχειαν καὶ ἐξενολόγει, καὶ πλεονάσας τὸν γενηθέντα στρατὸν ἐλογίζετο πάλιν παραγενέσθαι εἰς τὴν Ἰουδαίαν.
4.36εἶπε δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ · ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν, ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι.
4.37καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα καὶ ἀνέβησαν εἰς ὄρος Σιών.
4.38καὶ εἶδον τὸ ἁγίασμα ἠρημωμένον καὶ τὸ θυσιαστήριον βεβηλωμένον καὶ τὰς πύλας κατακεκαυμένας καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἑνὶ τῶν ὀρέων καὶ τὰ παστοφόρια καθῃρημένα.
4.39καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐκόψαντο κοπετὸν μέγαν καὶ ἐπέθεντο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ ἐσάλπισαν ταῖς σάλπιγξι τῶν σημασιῶν καὶ ἐβόησαν εἰς τὸν οὐρανόν.
4.41τότε ἐπέταξεν Ἰούδας ἄνδρας πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ, ἕως ἂν καθαρίσῃ τὰ ἅγια.
4.42καὶ ἐπέλεξεν ἱερεῖς ἀμώμους θελητὰς νόμου, καὶ ἐκαθάρισαν τὰ ἅγια καὶ ᾖραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον.
4.44καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσι ·
4.45καὶ ἐπέπεσεν αὐτοῖς βουλὴ ἀγαθὴ καθελεῖν αὐτό, μήποτε γένηται αὐτοῖς εἰς ὄνειδος, ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό · καὶ καθεῖλον τὸ θυσιαστήριον.
4.46καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου ἐν τόπῳ ἐπιτηδείῳ μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν.
4.47καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον.
4.48καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου καὶ τὰς αὐλὰς ἡγίασαν.
4.49καὶ ἐποίησαν σκεύη ἅγια καινὰ καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν.
4.50καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας, καὶ ἐφαίνοσαν ἐν τῶ ναῷ.
4.51καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους καὶ ἐξεπέτασαν τὰ καταπετάσματα καὶ ἐτέλεσαν πάντα τὰ ἔργα, ἃ ἐποίησαν.
4.52καὶ ὤρθρισαν τὸ πρωΐ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου (οὗτος ὁ μὴν Χασελεῦ) τοῦ ὀγδόου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ ἔτους καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινόν, ὃ ἐποίησαν.
4.54κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν, ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη, ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις καὶ ἐν κυμβάλοις.
4.55καὶ ἔπεσον πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον καὶ προσεκύνησαν καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοῖς.
4.56καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ’εὐφροσύνης καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως.
4.57καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις καὶ ἐνεκαίνισαν τὰς πύλας καὶ τὰ παστοφόρια καὶ ἐθύρωσαν αὐτά.
4.58καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα, καὶ ἀπεστράφη ὄνειδος ἐθνῶν.
4.59καὶ ἔστησεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία Ἰσραήλ, ἵνα ἄγωνται αἱ ἡμέραι ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ’ἐνιαυτὸν ἡμέρας ὀκτώ, ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελεῦ, μετ’εὐφροσύνης καὶ χαρᾶς.
4.60καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιών, κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς, μή ποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά, ὡς ἐποίησαν τὸ πρότερον.
4.61καὶ ἐπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ καὶ ὠχύρωσαν αὐτὸ τηρεῖν τὴν Βαιθσούραν τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ἰδουμαίας.
5.1καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσθησαν σφόδρα καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ἰακώβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν.
5.3καὶ ἐπολέμει Ἰούδας πρὸς τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ Ἰδουμαίᾳ, τὴν Ἀκραβαττήνην, ὅτι περιεκάθηντο τὸν Ἰσραήλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.
5.4καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιάν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ εἰς σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς ·
5.5καὶ συνεκλείσθησαν ὑπ’αὐτοῦ ἐν τοῖς πύργοις, καὶ παρενέβαλεν ἐπ’αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐνοῦσι.
5.6καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ εὗρε χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν ·
5.7καὶ συνῆψε πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς.
5.8καὶ προκατελάβετο τὴν Ἰαζὴρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ἰουδαίαν.
5.9καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαδαὰδ ἐπὶ τὸν Ἰσραὴλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς, καὶ ἔφυγον εἰς Δάθεμα τὸ ὀχύρωμα.
5.10καὶ ἀπέστειλαν γράμματα πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες · ἐπισυνηγμένα ἐστὶν ἐφ’ἡμᾶς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα, εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν ·
5.12νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος, καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τωβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασι τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευήν, καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν.
5.14ἔτι αἱ ἐπιστολαὶ ἀνεγινώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ρήματα ταῦτα λέγοντες ἐπισυνῆχθαι ἐπ’αὐτοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πάσης Γαλιλαίας ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς.
5.16ὡς δὲ ἤκουσεν Ἰούδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσι τοῖς ἀδελφοῖς αὐτῶν, τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ’αὐτῶν.
5.17καὶ εἶπεν Ἰούδας Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ · ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ρῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ · ἐγὼ δὲ καὶ Ἰωνάθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν.
5.18καὶ κατέλιπεν Ἰώσηφον τὸν τοῦ Ζαχαρίου καὶ Ἀζαρίαν ἡγουμένους τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ἰουδαίᾳ εἰς τήρησιν καὶ ἐνετείλατο αὐτοῖς λέγων ·
5.19πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς.
5.20καὶ ἐμερίσθησαν Σίμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ἰούδᾳ δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν.
5.21καὶ ἐπορεύθη Σίμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψε πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαΐδος.
5.22καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.
5.23καὶ παρέλαβε τοὺς ἐν τῇ Γαλιλαίᾳ καὶ ἐν Ἀρβάττοις σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ἰουδαίαν μετ’εὐφροσύνης μεγάλης.
5.24καὶ Ἰούδας ὁ Μακκαβαῖος καὶ Ἰωνάθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ἰορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ.
5.25καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς ἅπαντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι.
5.26καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βόσορρα καὶ Βοσόρ, ἐν Ἀλέμοις, Χασφώρ, Μακὲδ καὶ Καρναΐν, πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι ·
5.27καὶ ἐν ταῖς λοιπαῖς πόλεσι τῆς Γαλααδίτιδός εἰσι συνειλημμένοι καὶ εἰς αὔριον τάσσονται παρεμβάλλειν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ.
5.28καὶ ἀπέστρεψεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βόσορρα ἄφνω · καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ρομφαίας καὶ ἔλαβε πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί.
5.29καὶ ἀπῇρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύετο ἕως ἐπὶ τὸ ὀχύρωμα ·
5.30καὶ ἐγένετο ἑωθινῇ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς, οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς.
5.31καὶ εἶδεν Ἰούδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη εἰς τὸν οὐρανὸν σάλπιγξι καὶ φωνῇ μεγάλῃ, καὶ εἶπε τοῖς ἀνδράσι τῆς δυνάμεως ·
5.32πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ὑμῶν.
5.33καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ἐβόησαν ἐν προσευχῇ.
5.34καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστι, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας.
5.35καὶ ἀπέκλινεν εἰς Μααφὰ καὶ ἐπολέμησεν αὐτὴν καὶ προκατελάβετο αὐτὴν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν πυρί.
5.36ἐκεῖθεν ἀπῇρε καὶ προκατελάβετο τὴν Χασφών, Μακέδ, Βοσὸρ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος.
5.37μετὰ δὲ τὰ ρήματα ταῦτα συνήγαγε Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλε κατὰ πρόσωπον Ῥαφὼν ἐκ πέραν τοῦ χειμάρρου.
5.38καὶ ἀπέστειλεν Ἰούδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες · ἐπισυνηγμένα εἰσὶ πρὸς αὐτοὺς πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα ·
5.39καὶ Ἄραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρενέβαλον πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον. καὶ ἐπορεύθη Ἰούδας εἰς συνάντησιν αὐτῶν.
5.40καὶ εἶπε Τιμόθεος τοῖς ἄρχουσι τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ἰούδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος · ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς ·
5.41ἐὰν δὲ δειλωθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν.
5.42ὡς δὲ ἤγγισεν Ἰούδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησε τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων · μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλ’ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον.
5.43καὶ διεπέρασεν ἐπ’αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος ἐν Καρναΐν.
5.44καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐν αὐτῷ · καὶ ἐτροπώθη ἡ Καρναΐν, καὶ οὐκ ἐδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ἰούδα.
5.45καὶ συνήγαγεν Ἰούδας πάντα Ἰσραὴλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ἰούδα.
5.46καὶ ἦλθον ἕως Ἐφρών, καὶ αὕτη ἡ πόλις μεγάλη ἐπὶ τῆς εἰσόδου ὀχυρὰ σφόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ’αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ’ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι ·
5.47καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις.
5.48καὶ ἀπέστειλε πρὸς αὐτοὺς Ἰούδας λόγοις εἰρηνικοῖς λέγων · διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶ παρελευσόμεθα · καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ.
5.49καὶ ἐπέταξεν Ἰούδας κηρῦξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστι τόπῳ ·
5.50καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησαν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χερσὶν αὐτοῦ.
5.51καὶ ἀπώλεσε πᾶν ἀρσενικὸν ἐν στόματι ρομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς καὶ διῆλθε διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων.
5.52καὶ διέβησαν τὸν Ἰορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσάν.
5.53καὶ ἦν Ἰούδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως οὗ ἦλθον εἰς γῆν Ἰούδα.
5.54καὶ ἀνέβησαν εἰς τὸ ὄρος Σιὼν ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.
5.55καὶ ἐν ταῖς ἡμέραις, αἷς ἦν Ἰούδας καὶ Ἰωνάθαν ἐν τῇ Γαλαὰδ καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαΐδος, ἤκουσεν Ἰωσὴφ ὁ τοῦ Ζαχαρίου καὶ Ἀζαρίας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν, καὶ εἶπε ·
5.57ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν.
5.58καὶ παρήγγειλαν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ’αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ἰάμνειαν.
5.59καὶ ἐξῆλθε Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον.
5.60καὶ ἐτροπώθη Ἰώσηφος καὶ Ἀζαρίας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ἰουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ τοῦ Ἰσραὴλ εἰς δισχιλίους ἄνδρας.
5.61καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ Ἰσραήλ, ὅτι οὐκ ἤκουσαν Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, οἰόμενοι ἀνδραγαθῆσαι ·
5.62αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ἰσραὴλ διὰ χειρὸς αὐτῶν.
5.63καὶ ὁ ἀνὴρ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἐναντίον παντὸς Ἰσραὴλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν ·
5.64καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες.
5.65καὶ ἐξῆλθεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ γῇ πρὸς νότον καὶ ἐπάταξε τὴν Χεβρὼν καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλε τὸ ὀχύρωμα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνέπρησε κυκλόθεν.
5.66καὶ ἀπῇρε τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων. καὶ διεπορεύετο τὴν Σαμάρειαν.
5.67ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως.
5.68καὶ ἐξέκλινεν Ἰούδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων, καὶ καθεῖλε τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσε πυρὶ καὶ ἐσκύλευσε τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς τὴν γῆν Ἰούδα.
6.1καὶ ὁ βασιλεὺς Ἀντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν Ἐλυμαΐς ἐν τῇ Περσίδι πόλις ἔνδοξος πλούτῳ ἀργυρίῳτε καὶ χρυσίῳ ·
6.2καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα, καὶ ἐκεῖ καλύμματα χρυσᾶ καὶ θώρακες καὶ ὅπλα, ἃ κατέλιπεν ἐκεῖ Ἀλέξανδρος ὁ Φιλίππου βασιλεὺς ὁ Μακεδών, ὃς ἐβασίλευσε πρῶτος ἐν τοῖς Ἓλλησι.
6.3καὶ ἦλθε καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν καὶ προνομεῦσαι αὐτήν, καὶ οὐκ ἠδυνάσθη, ὅτι ἐγνώσθη ὁ λόγος τοῖς ἐκ τῆς πόλεως, καὶ ἀντέστησαν αὐτῷ εἰς πόλεμον, καὶ ἔφυγε καὶ ἀπῇρεν ἐκεῖθεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς Βαβυλῶνα.
6.5καὶ ἦλθεν ἀπαγγέλλων τις αὐτῷ εἰς τὴν Περσίδα ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθεῖσαι εἰς γῆν Ἰούδα, καὶ ἐπορεύθη Λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις καὶ ἐνετράπη ἀπὸ προσώπου αὐτῶν, καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοῖς, οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν, ὧν ἐξέκοψαν, καὶ καθεῖλον τὸ βδέλυγμα, ὃ ᾠκοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Ἱερουσαλήμ, καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς καὶ τὴν Βαιθσούραν πόλιν αὐτοῦ.
6.8καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους, ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἐνέπεσεν εἰς ἀρρωστίαν ἀπὸ τῆς λύπης, ὅτι οὐκ ἐγένετο αὐτῷ καθὼς ἐνεθυμεῖτο.
6.9καὶ ἦν ἐκεῖ ἡμέρας πλείους, ὅτι ἀνεκαινίσθη ἐπ’αὐτὸν λύπη μεγάλη, καὶ ἐλογίσατο ὅτι ἀποθνήσκει.
6.10καὶ ἐκάλεσε πάντας τοὺς φίλους αὐτοῦ καὶ εἶπε πρὸς αὐτούς · ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ συμπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης, καὶ εἶπα τῇ καρδίᾳ μου ·
6.11ἕως τίνος θλίψεως ἦλθον καὶ κλύδωνος μεγάλου, ἐν ᾧ νῦν εἰμι; ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου, νῦν δὲ μιμνήσκομαι τῶν κακῶν, ὧν ἐποίησα ἐν Ἱερουσαλὴμ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ τὰ ἐν αὐτῇ καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας Ἰούδα διακενῆς.
6.13ἔγνων οὖν ὅτι χάριν τούτων εὗρόν με τὰ κακὰ ταῦτα · καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ.
6.14καὶ ἐκάλεσε Φίλιππον ἕνα τῶν φίλων αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ ·
6.15καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον τοῦ ἀγαγεῖν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν.
6.16καὶ ἀπέθανεν ἐκεῖ Ἀντίοχος ὁ βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ.
6.17καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς, καὶ κατέστησε βασιλεύειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἀντ’αὐτοῦ, ὃν ἐξέθρεψε νεώτερον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Εὐπάτορα.
6.18καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν Ἰσραὴλ κύκλῳ τῶν ἁγίων καὶ ζητοῦντες τὰ κακὰ δι’ὅλου καὶ στήριγμα τοῖς ἔθνεσι.
6.19καὶ ἐλογίσατο Ἰούδας ἐξᾶραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπ’αὐτούς ·
6.20καὶ συνήχθησαν ἅμα καὶ περιεκάθισαν ἐπ’αὐτοὺς ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ, καὶ ἐποίησεν ἐπ’αὐτοὺς βελοστάσεις καὶ μηχανάς.
6.21καὶ ἐξῆλθον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ, καὶ ἐκολλήθησαν αὐτοῖς τινες τῶν ἀσεβῶν ἐξ Ἰσραήλ, καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπον ·
6.22ἕως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν;
6.23ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου καὶ πορεύεσθαι τοῖς ὑπ’αὐτοῦ λεγομένοις καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ.
6.24καὶ περικάθηνται εἰς τὴν ἄκραν υἱοὶ τοῦ λαοῦ ἡμῶν χάριν τούτου καὶ ἀλλοτριοῦνται ἀφ’ἡμῶν · πλὴν ὅσοι εὑρίσκοντο ἀφ’ἡμῶν ἐθανατοῦντο καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο.
6.25καὶ οὐκ ἐφ’ἡμᾶς μόνον ἐξέτειναν χεῖρα, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν ·
6.26καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ἱερουσαλὴμ τοῦ καταλαβέσθαι αὐτήν · καὶ τὸ ἁγίασμα καὶ τὴν Βαιθσούραν ὠχύρωσαν, καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους, μείζονα τούτων ποιήσουσι, καὶ ἰδοὺ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν.
6.28καὶ ὠργίσθη ὁ βασιλεὺς ὅτε ἤκουσε, καὶ συνήγαγε πάντας τοὺς φίλους αὐτοῦ καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν ·
6.29καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί.
6.30καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες τῶν πεζῶν καὶ εἴκοσι χιλιάδες ἵππων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον.
6.31καὶ ἤλθοσαν διὰ τῆς Ἰδουμαίας καὶ παρενεβάλοσαν ἐπὶ Βαιθσούραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς · καὶ ἐξῆλθον καὶ ἐνεπύρισαν αὐτὰς ἐν πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδῶς.
6.32καὶ ἀπῇρεν Ἰούδας ἀπὸ τῆς ἄκρας καὶ παρενέβαλεν εἰς Βαιθζαχαρία ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως.
6.33καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωΐ καὶ ἀπῇρε τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βαιθζαχαρία, καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ταῖς σάλπιγξι.
6.34καὶ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον.
6.35καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, καὶ πεντακόσιοι ἵπποι διατεταγμένοι ἑκάστῳ θηρίῳ ἐκλελεγμένοι ·
6.36οὗτοι πρὸ καιροῦ, οὗ ἐὰν ἦν τὸ θηρίον ἦσαν καὶ οὗ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα, οὐκ ἀφίσταντο ἀπ’αὐτοῦ.
6.37καὶ πύργοι ξύλινοι ἐπ’αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ’ἑκάστου θηρίου ἐζωσμένοι ἐπ’αὐτοῦ μηχαναῖς, καὶ ἐφ’ἑκάστου ἄνδρες δυνάμεως δύο καὶ τριάκοντα οἱ πολεμοῦντες ἐπ’αὐτοῖς καὶ ὁ Ἰνδὸς αὐτοῦ.
6.38καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησαν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάραγξιν.
6.39ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ἔστιλβε τὰ ὄρη ἀπ’αὐτῶν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός.
6.40καὶ ἐξετάθη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη καί τινες ἐπὶ τὰ ταπεινά · καὶ ἤρχοντο ἀσφαλῶς καὶ τεταγμένως.
6.41καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν καὶ ὁδοιπορίας τοῦ πλήθους καὶ συγκρουσμοῦ τῶν ὅπλων · ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά.
6.42καὶ ἤγγισεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν, καὶ ἔπεσον ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες.
6.43καὶ εἶδεν Ἐλεάζαρ ὁ Αὐαρὰν ἓν τῶν θηρίων τεθωρακισμένον θώρακι βασιλικῷ, καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία, καὶ ᾠήθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς.
6.44καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον ·
6.45καὶ ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα, καὶ ἐσχίζοντο ἀπ’αὐτοῦ ἔνθα καὶ ἔνθα ·
6.46καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα καὶ ὑπέθεκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ, καὶ ἀπέθανεν ἐκεῖ.
6.47καὶ εἶδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων, καὶ ἐξέκλιναν ἀπ’αὐτῶν.
6.48οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς Ἱερουσαλήμ, καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὸ ὄρος Σιών.
6.49καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ Βαιθσούρων, καὶ ἐξῆλθον ἐκ τῆς πόλεως, ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ, ὅτι σάββατον ἦν τῇ γῇ ·
6.50καὶ κατελάβετο βασιλεὺς τὴν Βαιθσούραν, καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτήν.
6.51καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθόβολα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας.
6.52καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς.
6.53βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἶναι, καὶ οἱ ἀνασῳζόμενοι εἰς τὴν Ἰουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλειμμα τῆς παραθέσεως.
6.54καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι, ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός, καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.
6.55καὶ ἤκουσε Λυσίας ὅτι Φίλιππος, ὃν κατέστησεν ὁ βασιλεὺς Ἀντίοχος ἔτι ζῶν ἐκθρέψαι Ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν, ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδίας καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι τοῦ βασιλέως μετ’αὐτοῦ, καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ πράγματα.
6.57καὶ κατέσπευδε τοῦ ἀπελθεῖν καὶ εἰπεῖν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας · ἐκλείπομεν καθ’ἡμέραν, καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη, καὶ ὁ τόπος οὗ παρεμβάλλομέν ἐστιν ὀχυρός, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας ·
6.58νῦν οὖν δῶμεν δεξιὰν τοῖς ἀνθρώποις τούτοις καὶποιήσωμεν μετ’αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτῶν καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν, ὡς τὸ πρότερον ·
6.59χάριν γὰρ τῶν νομίμων αὐτῶν, ὧν διεσκεδάσαμεν, ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα.
6.60καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλε πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο.
6.61καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες · ἐπὶ τούτοις ἐξῆλθον ἐκ τοῦ ὀχυρώματος.
6.62καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς τὸ ὄρος Σιὼν καὶ εἶδε τὸ ὀχύρωμα τοῦ τόπου καὶ ἠθέτησε τὸν ὁρκισμόν, ὃν ὤμοσε, καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν.
6.63καὶ ἀπῇρε κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς Ἀντιόχειαν καὶ εὗρε Φίλιππον κυριεύοντα τῆς πόλεως καὶ ἐπολέμησε πρὸς αὐτόν, καὶ κατελάβετο τὴν πόλιν βίᾳ.
7.1ἔτους ἑνὸς καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθε Δημήτριος ὁ τοῦ Σελεύκου ἐκ Ῥώμης καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν καὶ ἐβασίλευσεν ἐκεῖ.
7.2καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ, καὶ συνέλαβον αἱ δυνάμεις τὸν Ἀντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ.
7.3καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα καὶ εἶπε · μή μοι δείξητε τὰ πρόσωπα αὐτῶν.
7.4καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις, καὶ ἐκάθισε Δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτοῦ.
7.5καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ἰσραήλ, καὶ Ἄλκιμος ἡγεῖτο αὐτῶν, βουλόμενος ἱερατεύειν.
7.6καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα λέγοντες · ἀπώλεσεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ τοὺς φίλους σου, καὶ ἡμᾶς ἐσκόρπισαν ἀπὸ τῆς γῆς ἡμῶν ·
7.7νῦν οὖν ἀπόστειλον ἄνδρα, ᾧ πιστεύεις, καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολόθρευσιν πᾶσαν, ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως, καὶ κολασάτω αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθοῦντας αὐτοῖς.
7.8καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν φίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ καὶ ἀπέστειλεν αὐτὸν καὶ Ἄλκιμον τὸν ἀσεβῆ, καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ἰσραήλ.
7.10καὶ ἀπῇραν καὶ ἦλθον μετὰ δυνάμεως πολλῆς εἰς γῆν Ἰούδα · καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λόγοις εἰρηνικοῖς μετὰ δόλου.
7.11καὶ οὐ προσέσχον τοῖς λόγοις αὐτῶν · εἶδον γὰρ ὅτι ἦλθον μετὰ δυνάμεως πολλῆς.
7.12καὶ ἐπισυνήχθησαν πρὸς Ἄλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητῆσαι δίκαια, καὶ πρῶτοι οἱ Ἁσιδαῖοι ἦσαν ἐν υἱοῖς Ἰσραὴλ καὶ ἐπεζήτουν παρ’αὐτῶν εἰρήνην ·
7.14εἶπαν γάρ · ἄνθρωπος ἱερεὺς ἐκ τοῦ σπέρματος Ἀαρὼν ἦλθεν ἐν ταῖς δυνάμεσι καὶ οὐκ ἀδικήσει ἡμᾶς.
7.15καὶ ἐλάλησε μετ’αὐτῶν λόγους εἰρηνικοὺς καὶ ὤμοσεν αὐτοῖς λέγων · οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν.
7.16καὶ ἐνεπίστευσαν αὐτῷ, καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον, ὃν ἔγραψε ·
7.17σάρκας ὁσίων σου καὶ αἵματα αὐτῶν ἐξέχεαν κύκλῳ Ἱερουσαλήμ, καὶ οὐκ ἦν αὐτοῖς ὁ θάπτων.
7.18καὶ ἐπέπεσεν αὐτῶν ὁ φόβος καὶ ὁ τρόμος ἐπὶ πάντα τὸν λαόν, ὅτι εἶπαν · οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ κρίσις, παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον, ὃν ὤμοσαν.
7.19καὶ ἀπῇρε Βακχίδης ἀπὸ Ἱερουσαλὴμ καὶ παρενέβαλεν ἐν Βηθζαὶθ καὶ ἀπέστειλε καὶ συνέλαβε πολλοὺς ἀπὸ τῶν ἀπ’αὐτοῦ αὐτομολησάντων ἀνδρῶν καί τινας τοῦ λαοῦ καὶ ἔθυσεν αὐτοὺς εἰς τὸ φρέαρ τὸ μέγα.
7.20καὶ κατέστησε τὴν χώραν τῷ Ἀλκίμῳ καὶ ἀφῆκε μετ’αὐτοῦ δύναμιν τοῦ βοηθεῖν αὐτῷ · καὶ ἀπῆλθε Βακχίδης πρὸς τὸν βασιλέα.
7.21καὶ ἠγωνίσατο Ἄλκιμος περὶ τῆς ἀρχιερωσύνης, καὶ συνήχθησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτῶν καὶ κατεκράτησαν γῆν Ἰούδα καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν Ἰσραήλ.
7.23καὶ εἶδεν Ἰούδας πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν Ἄλκιμος καὶ οἱ μετ’αὐτοῦ ἐν υἱοῖς Ἰσραὴλ ὑπὲρ τὰ ἔθνη, καὶ ἐξῆλθεν εἰς πάντα τὰ ὅρια τῆς Ἰουδαίας κυκλόθεν καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοῖς ἀνδράσι τοῖς αὐτομολήσασι, καὶ ἀνεστάλησαν τοῦ πορεύεσθαι εἰς τὴν χώραν.
7.25ὡς δὲ εἶδεν Ἄλκιμος ὅτι ἐνίσχυσεν Ἰούδας καὶ οἱ μετ’αὐτοῦ, καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς, καὶ ἐπέστρεψε πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά.
7.26καὶ ἀπέστειλεν ὁ βασιλεὺς Νικάνορα ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων καὶ μισοῦντα καὶ ἐχθραίνοντα τῷ Ἰσραὴλ καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν.
7.27καὶ ἦλθε Νικάνωρ εἰς Ἱερουσαλὴμ δυνάμει πολλῇ, καὶ ἀπέστειλε πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς λέγων ·
7.28μὴ ἔστω μάχην ἀναμέσον ἐμοῦ καὶ ὑμῶν · ἥξω ἐν ἀνδράσιν ὀλίγοις, ἵνα ὑμῶν ἴδω τὰ πρόσωπα μετ’εἰρήνης.
7.29καὶ ἦλθε πρὸς Ἰούδαν, καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς · καὶ οἱ πολέμιοι ἦσαν ἕτοιμοι ἐξαρπᾶσαι τὸν Ἰούδαν.
7.30καὶ ἐγνώσθη ὁ λόγος τῷ Ἰούδᾳ ὅτι μετὰ δόλου ἦλθεν ἐπ’αὐτόν, καὶ ἐπτοήθη ἀπ’αὐτοῦ καὶ οὐκ ἐβουλήθη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ.
7.31καὶ ἔγνω Νικάνωρ, ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰούδᾳ ἐν πολέμῳ κατὰ Χαφαρσαλαμά.
7.32καὶ ἔπεσον τῶν παρὰ Νικάνορος ὡσεὶ πεντακισχίλοι ἄνδρες, καὶ ἔφυγον εἰς τὴν πόλιν Δαυίδ.
7.33καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς τὸ ὄρος Σιών. καὶ ἐξῆλθον ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασθαι αὐτὸν εἰρηνικῶς καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ τοῦ βασιλέως.
7.34καὶ ἐμυκτήρισεν αὐτοὺς καὶ κατεγέλασεν αὐτῶν καὶ ἐμίανεν αὐτοὺς καὶ ἐλάλησεν ὑπερηφάνως ·
7.35καὶ ὤμοσε μετὰ θυμοῦ λέγων · ἐὰν μὴ παραδοθῇ Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς χεῖράς μου τὸ νῦν, καὶ ἔσται ἐὰν ἐπιστρέψω ἐν εἰρήνῃ, ἐμπυριῶ τὸν οἶκον τοῦτον. καὶ ἐξῆλθε μετὰ θυμοῦ μεγάλου.
7.36καὶ εἰσῆλθον οἱ ἱερεῖς καὶ ἔστησαν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου καὶ τοῦ ναοῦ καὶ ἔκλαυσαν καὶ εἶπον ·
7.37σύ, Κύριε, ἐξελέξω τὸν οἶκον τοῦτον ἐπικληθῆναι τὸ ὄνομά σου ἐπ’αὐτῷ εἶναι οἶκον προσευχῆς καὶ δεήσεως τῷ λαῷ σου ·
7.38ποίησον ἐκδίκησιν ἐν τῷ ἀνθρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ, καὶ πεσέτωσαν ἐν ρομφαίᾳ · μνήσθητι τῶν δυσφηριῶν αὐτῶν καὶ μὴ δῷς αὐτοῖς μονήν.
7.39καὶ ἐξῆλθε Νικάνωρ ἐξ Ἱερουσαλὴμ καὶ παρενέβαλεν ἐν Βαιθωρών, καὶ συνήντησεν αὐτῷ δύναμις Συρίας.
7.40καὶ Ἰούδας παρενέβαλεν ἐν Ἀδασὰ ἐν τρισχιλίοις ἀνδράσι · καὶ προσηύξατο Ἰούδας καὶ εἶπεν ·
7.41οἱ παρὰ τοῦ βασιλέως Ἀσσυρίων ὅτε ἐδυσφήμησαν, ἐξῆλθεν ἄγγελός σου, Κύριε, καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας ·
7.42οὕτω σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον, καὶ γνώτωσαν οἱ ἐπίλοιποι, ὅτι κακῶς ἐλάλησαν ἐπὶ τὰ ἅγιά σου, καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ.
7.43καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς Ἄδαρ, καὶ συνετρίβη ἡ παρεμβολὴ Νικάνορος, καὶ ἔπεσεν αὐτὸς πρῶτος ἐν τῷ πολέμῳ.
7.44ὡς δὲ εἶδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσε Νικάνωρ, ρίψαντες τὰ ὅπλα αὐτῶν ἔφυγον.
7.45καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μιᾶς ἀπὸ Ἀδασὰ ἕως τοῦ ἐλθεῖν εἰς Γάζηρα καὶ ἐσάλπισαν ὀπίσω αὐτῶν ταῖς σάλπιγξι τῶν σημασιῶν.
7.46καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς Ἰουδαίας κυκλόθεν καὶ ὑπερεκέρων αὐτούς, καὶ ἀνέστρεφον οὗτοι πρὸς τούτους, καὶ ἔπεσον πάντες ρομφαίᾳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐ δὲ εἷς.
7.47καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν, καὶ τὴν κεφαλὴν Νικάνορος ἀφεῖλον καὶ τὴν δεξιὰν αὐτοῦ, ἣν ἐξέτεινεν ὑπερηφάνως, καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τὴν Ἱερουσαλήμ.
7.48καὶ εὐφράνθη ὁ λαὸς σφόδρα καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐφροσύνης μεγάλης ·
7.49καὶ ἔστησαν τοῦ ἄγειν κατὰ ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τὴν τρισκαιδεκάτην τοῦ Ἄδαρ.
7.50καὶ ἠσύχασεν ἡ γῆ Ἰούδα ἡμέρας ὀλίγας.
8.1καὶ ἤκουσεν Ἰούδας τὸ ὄνομα τῶν Ῥωμαίων, ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ καὶ αὐτοὶ εὐδοκοῦσιν ἐν πᾶσι τοῖς προστιθεμένοις αὐτοῖς, καὶ ὅσοι ἂν προσέλθωσιν αὐτοῖς, ἱστῶσιν αὐτοῖς φιλίαν, καὶ ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ.
8.2καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους αὐτῶν καὶ τὰς ἀνδραγαθίας, ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις, καὶ ὅτι κατεκράτησαν αὐτῶν καὶ ἤγαγον αὐτοὺς ὑπὸ φόρον, καὶ ὅσα ἐποίησαν ἐν χώρᾳ Ἱσπανίας τοῦ κατακρατῆσαι τῶν μετάλλων τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τοῦ ἐκεῖ ·
8.4καὶ κατεκράτησαν τοῦ τόπου παντὸς τῇ βουλῇ αὐτῶν καὶ τῇ μακροθυμίᾳ, καὶ ὁ τόπος ἦν μακρὰν ἀπέχων ἀπ’αὐτῶν σφόδρα, καὶ τῶν βασιλέων τῶν ἐπελθόντων ἐπ’αὐτοὺς ἀπ’ἄκρου τῆς γῆς ἕως συνέτριψαν αὐτοὺς καὶ ἐπάταξαν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοῖς φόρον κατ’ἐνιαυτόν ·
8.5καὶ τὸν Φίλιππον καὶ τὸν Περσέα Κιτιέων βασιλέα καὶ τοὺς ἐπῃρμένους ἐπ’αὐτοὺς συνέτριψαν αὐτοὺς ἐν πολέμῳ καὶ κατεκράτησαν αὐτῶν ·
8.6καὶ Ἀντίοχον τὸν μέγαν βασιλέα τῆς Ἀσίας τὸν πορευθέντα ἐπ’αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσιν ἐλέφαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σφόδρα, καὶ συνετρίβη ὑπ’αὐτῶν, καὶ ἔλαβον αὐτὸν ζῶντα καὶ ἔστησαν αὐτοῖς διδόναι αὐτόντε καὶ τοὺς βασιλεύοντας μετ’αὐτὸν φόρον μέγαν καὶ διδόναι ὅμηρα καὶ διαστολὴν καὶ χώραν τὴν Ἰνδικὴν καὶ Μηδίαν καὶ Λυδίαν καὶ ἀπὸ τῶν καλλίστων χωρῶν αὐτῶν, καὶ λαβόντες αὐτὰς παρ’αὐτοῦ ἔδωκαν αὐτὰς Εὐμένει τῷ βασιλεῖ ·
8.9καὶ ὅτι οἱ ἐκ τῆς Ἑλλάδος ἐβουλεύσαντο ἐλθεῖν καὶ ἐξᾶραι αὐτούς, καὶ ἐγνώσθη ὁ λόγος αὐτοῖς, καὶ ἀπέστειλαν ἐπ’αὐτοὺς στρατηγὸν ἕνα καὶ ἐπολέμησαν πρὸς αὐτούς, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί, καὶ ᾐχμαλώτευσαν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ κατεκράτησαν τῆς γῆς αὐτῶν καὶ καθεῖλον τὰ ὀχυρώματα αὐτῶν καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης ·
8.11καὶ τὰς ἐπιλοίπους βασιλείας καὶ τὰς νήσους, ὅσοι ποτὲ ἀντέστησαν αὐτοῖς, κατέφθειραν καὶ ἐδούλωσαν αὐτούς, μετὰ δὲ τῶν φίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν φιλίαν ·
8.12καὶ κατεκράτησαν τῶν βασιλειῶν τῶν ἐγγὺς καὶ τῶν μακράν, καὶ ὅσοι ἤκουον τὸ ὄνομα αὐτῶν, ἐφοβοῦντο ἀπ’αὐτῶν.
8.13ὅσοις δ’ἂν βούλωνται βοηθεῖν καὶ βασιλεύειν, βασιλεύουσιν · οὓς δ’ἂν βούλωνται, μεθιστῶσι · καὶ ὑψώθησαν σφόδρα.
8.14καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπέθετο οὐδεὶς αὐτῶν διάδημα καὶ οὐ περιεβάλοντο πορφύραν ὥστε ἁδρυνθῆναι ἐν αὐτῇ ·
8.15καὶ βουλευτήριον ἐποίησαν ἑαυτοῖς, καὶ καθ’ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι βουλευόμενοι διαπαντὸς περὶ τοῦ πλήθους τοῦ εὐκοσμεῖν αὐτούς ·
8.16καὶ πιστεύουσιν ἑνὶ ἀνθρώπῳ τὴν ἀρχὴν αὐτῶν κατ’ἐνιαυτὸν καὶ κυριεύειν πάσης τῆς γῆς αὐτῶν, καὶ πάντες ἀκούουσι τοῦ ἑνός, καὶ οὐκ ἔστι φθόνος οὐ δὲ ζῆλος ἐν αὐτοῖς.
8.17καὶ ἐπέλεξεν Ἰούδας τὸν Εὐπόλεμον υἱὸν Ἰωάννου τοῦ Ἀκκὼς καὶ Ἰάσονα υἱὸν Ἐλεαζάρου καὶ ἀπέστειλεν αὐτοὺς εἰς Ῥώμην στῆσαι αὐτοῖς φιλίαν καὶ συμμαχίαν καὶ τοῦ ἆραι τὸν ζυγὸν ἀπ’αὐτῶν, ὅτι εἶδον τὴν βασιλείαν τῶν Ἑλλήνων καταδουλουμένους τὸν Ἰσραὴλ δουλείᾳ.
8.19καὶ ἐπορεύθησαν εἰς Ῥώμην, καὶ ἡ ὁδὸς πολλὴ σφόδρα, καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον καὶ ἀπεκρίθησαν καὶ εἶπον ·
8.20Ἰούδας ὁ Μακκαβαῖος καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ τὸ πλῆθος τῶν Ἰουδαίων ἀπέστειλαν ἡμᾶς πρὸς ὑμᾶς στῆσαι μεθ’ὑμῶν συμμαχίαν καὶ εἰρήνην καὶ γραφῆναι ἡμᾶς συμμάχους καὶ φίλους ὑμῶν.
8.21καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον αὐτῶν.
8.22καὶ τοῦτο τὸ ἀντίγραφον τῆς ἐπιστολῆς, ἧς ἀντέγραψεν ἐπὶ δέλτοις χαλκαῖς καὶ ἀπέστειλεν εἰς Ἱερουσαλὴμ εἶναι παρ’αὐτοῖς ἐκεῖ μνημόσυνον εἰρήνης καὶ συμμαχίας.
8.23(καλῶς γένοιτο Ῥωμαίοις καὶ τῷ ἔθνει Ἰουδαίων ἐν τῇ θαλάσσῃ καὶ ἐπὶ τῆς ξηρᾶς εἰς τὸν αἰῶνα, καὶ ρομφαία καὶ ἐχθρὸς μακρυνθείη ἀπ’αὐτῶν.
8.24ἐὰν δὲ ἐνστῇ πόλεμος ἐν Ῥώμῃ προτέρᾳ ἢ πᾶσι τοῖς συμμάχοις αὐτῶν ἐν πάσῃ κυρείᾳ αὐτῶν, συμμαχήσει τὸ ἔθνος τῶν Ἰουδαίων, ὡς ἂν ὁ καιρὸς ὑπογραφῇ αὐτοῖς καρδίᾳ πλήρει.
8.26καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐ δὲ ἐπαρκέσουσι σῖτον, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξε Ῥωμαίοις · καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν οὐθὲν λαβόντες.
8.27κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔθνει Ἰουδαίων συμβῇ προτέροις πόλεμος, συμμαχήσουσιν οἱ Ῥωμαῖοι ἐκ ψυχῆς, ὡς ἂν αὐτοῖς ὁ καιρὸς ὑπογράφῃ ·
8.28καὶ τοῖς συμμαχοῦσιν οὐ δοθήσεται σῖτος, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξε Ῥώμῃ · καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν καὶ οὐ μετὰ δόλου. — κατὰ τοὺς λόγους τούτους ἔστησαν Ῥωμαῖοι τῷ δήμῳ τῶν Ἰουδαίων.
8.30ἐὰν δὲ μετὰ τοὺς λόγους τούτους βουλεύσωνται οὗτοι καὶ οὗτοι προσθεῖναι ἢ ἀφελεῖν, ποιήσονται ἐξ αἱρέσεως αὐτῶν, καὶ ὃ ἐὰν προσθῶσιν ἢ ἀφέλωσιν, ἔσται κύρια.
8.31καὶ περὶ τῶν κακῶν, ὧν ὁ βασιλεὺς Δημήτριος συντελεῖται εἰς αὐτούς, ἐγράψαμεν αὐτῷ λέγοντες · διατί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς φίλους ἡμῶν τοὺς συμμάχους Ἰουδαίους;
8.32ἐὰν οὖν ἔτι ἐντύχωσι κατὰ σοῦ, ποιήσομεν αὐτοῖς τὴν κρίσιν καὶ πολεμήσομέν σε διὰ τῆς θαλάσσης καὶ διὰ τῆς ξηρᾶς).
9.1καὶ ἤκουσε Δημήτριος ὅτι ἔπεσε Νικάνωρ καὶ αἱ δυνάμεις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ἰούδα καὶ τὸ δεξιὸν κέρας μετ’αὐτῶν.
9.2καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γάλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλὼθ τὴν ἐν Ἀρβήλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς.
9.3καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ἱερουσαλήμ ·
9.4καὶ ἀπῇραν καὶ ἐπορεύθησαν εἰς Βερέαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ.
9.5καὶ Ἰούδας ἦν παρεμβεβληκὼς ἐν Ἐλασά, καὶ τρισχίλιοι ἄνδρες ἐκλεκτοὶ μετ’αὐτοῦ.
9.6καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσι, καὶ ἐφοβήθησαν σφόδρα · καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ’ἢ ὀκτακόσιοι ἄνδρες.
9.7καὶ εἶδεν Ἰούδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχε καιρὸν συναγαγεῖν αὐτούς, καὶ ἐξελύθη καὶ εἶπε τοῖς καταλειφθεῖσιν ·
9.8ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι αὐτούς.
9.9καὶ ἀπέστρεφον αὐτὸν λέγοντες · οὐ μὴ δυνώμεθα, ἀλλ’ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν καὶ ἐπιστρέψωμεν μετὰ τῶν ἀδελφῶν ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς, ἡμεῖς δὲ ὀλίγοι.
9.10καὶ εἶπεν Ἰούδας · μή μοι γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπ’αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν.
9.11καὶ ἀπῇρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί ·
9.12Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι. καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξι, καὶ ἐσάλπισαν οἱ παρὰ Ἰούδᾳ καὶ αὐτοὶ ταῖς σάλπιγξι ·
9.13καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν, καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωΐθεν ἕως ἑσπέρας.
9.14καὶ εἶδεν Ἰούδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ, καὶ συνετρίβη τὸ δεξιὸν κέρας ἀπ’αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Ἀζώτου ὄρους.
9.16καὶ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας Ἰούδα καὶ τῶν μετ’αὐτοῦ ἐκ τῶν ὄπισθεν.
9.17καὶ ἐβαρύνθη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων.
9.18καὶ Ἰούδας ἔπεσε, καὶ οἱ λοιποὶ ἔφυγον.
9.19καὶ ᾖραν Ἰωνάθαν καὶ Σίμων Ἰούδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεΐν.
9.20καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον ·
9.21πῶς ἔπεσε δυνατὸς σῴζων τὸν Ἰσραήλ;
9.22καὶ τὰ περισσὰ τῶν λόγων Ἰούδα καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν, ὧν ἐποίησε, καὶ τῆς μεγαλωσύνης αὐτῶν οὐ κατεγράφη, πολλὰ γὰρ ἦν σφόδρα.
9.23καὶ ἐγένετο, μετὰ τὴν τελευτὴν Ἰούδα ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσι τοῖς ὁρίοις Ἰσραήλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν.
9.24ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα, καὶ ηὐτομόλησεν ἡ χώρα μετ’αὐτῶν.
9.25καὶ ἐξέλεξε Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας.
9.26καὶ ἐξεζήτουν καὶ ἐξηρεύνων τοὺς φίλους Ἰούδα καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκει ἐν αὐτοῖς καὶ ἐνέπαιζεν αὐτοῖς.
9.27καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ Ἰσραήλ, ἥτις οὐκ ἐγένετο ἀφ’ἧς ἡμέρας οὐκ ὤφθη προφήτης ἐν αὐτοῖς.
9.28καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ἰούδα καὶ εἶπον τῷ Ἰωνάθαν ·
9.29ἀφ’οὗ ὁ ἀδελφός σου Ἰούδας τετελεύτηκε, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην, καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν ·
9.30νῦν οὖν σε ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ’αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν.
9.31καὶ ἐπεδέξατο Ἰωνάθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ἰούδα τοῦ ἀδελφοῦ αὐτοῦ.
9.32καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι.
9.33καὶ ἔγνω Ἰωνάθαν καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ · καὶ πάντες οἱ μετ’αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωὲ καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ἀσφάρ.
9.34καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ἰορδάνου.
9.35καὶ ἀπέστειλεν Ἰωνάθαν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσε τοὺς Ναβαταίους φίλους αὐτοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν.
9.36καὶ ἐξῆλθον υἱοὶ Ἰαμβρὶ ἐκ Μηδαβὰ καὶ συνέλαβον Ἰωάννην καὶ πάντα, ὅσα εἶχε, καὶ ἀπῆλθον ἔχοντες.
9.37μετὰ δὲ τοὺς λόγους τούτους ἀπήγγειλαν τῷ Ἰωνάθαν καὶ Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι οἱ υἱοὶ Ἰαμβρὶ ποιοῦσι γάμον μέγαν καὶ ἄγουσι τὴν νύμφην ἀπὸ Ναδαβάθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χαναὰν μετὰ παραπομπῆς μεγάλης.
9.38καὶ ἐμνήσθησαν Ἰωάννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους.
9.39καὶ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθε καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν.
9.40καὶ ἐξανέστησαν ἐπ’αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου οἱ περὶ τὸν Ἰωνάθαν καὶ ἀπέκτειναν αὐτούς, καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος · καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν.
9.41καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ ἡ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον.
9.42καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ἰορδάνου.
9.43καὶ ἤκουσε Βακχίδης καὶ ἦλθε τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ἰορδάνου ἐν δυνάμει πολλῇ.
9.44καὶ εἶπεν Ἰωνάθαν τοῖς παρ’αὐτοῦ · ἀναστῶμεν νῦν καὶ πολεμήσωμεν ὑπὲρ τῶν ψυχῶν ἡμῶν, οὐ γάρ ἐστι σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν ·
9.45ἰδοὺ γὰρ ὁ πόλεμος ἐξεναντίας ἡμῶν καὶ ἐξόπισθεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ Ἰορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστι τόπος τοῦ ἐκκλῖναι ·
9.46νῦν οὖν κεκράξατε εἰς οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς ἐχθρῶν ὑμῶν.
9.47καὶ συνῆψεν ὁ πόλεμος · καὶ ἐξέτεινεν Ἰωνάθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ’αὐτοῦ εἰς τὰ ὀπίσω.
9.48καὶ ἐνεπήδησεν Ἰωνάθαν καὶ οἱ μετ’αὐτοῦ εἰς τὸν Ἰορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν, καὶ οὐ διέβησαν ἐπ’αὐτοὺς τὸν Ἰορδάνην.
9.49καὶ διέπεσον παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας.
9.50καὶ ἐπέστρεψεν εἰς Ἱερουσαλήμ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ Ἰουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν Ἱεριχὼ καὶ τὴν Ἀμμαοὺς καὶ τὴν Βαιθωρὼν καὶ τὴν Βαιθὴλ καὶ τὴν Θαμναθὰ Φαραθωνὶ καὶ τὴν Τεφὼν ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς ·
9.51καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ἰσραήλ.
9.52καὶ ὠχύρωσε τὴν πόλιν τὴν ἐν Βαιθσούρᾳ καὶ τὴν Γάζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων.
9.53καὶ ἔλαβε τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ἱερουσαλὴμ ἐν φυλακῇ.
9.54καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας · καὶ καθεῖλε τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν.
9.55ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη καὶ οὐκ ἐδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ.
9.56καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης.
9.57καὶ εἶδε Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος, καὶ ἀπέστρεψε πρὸς τὸν βασιλέα. καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα ἔτη δύο.
9.58καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες · ἰδοὺ Ἰωνάθαν καὶ οἱ παρ’αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσι πεποιθότες · νῦν οὖν ἄξομεν τὸν Βακχίδην, καὶ συλλήψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ.
9.59καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ.
9.60καὶ ἀπῇρε τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν ἐπιστολὰς λάθρᾳ πᾶσι τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅπως συλλάβωσι τὸν Ἰωνάθαν καὶ τοὺς μετ’αὐτοῦ · καὶ οὐκ ἐδύναντο, ὅτι ἐγνώσθη αὐτοῖς ἡ βουλὴ αὐτῶν.
9.61καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς.
9.62καὶ ἐξεχώρησεν Ἰωνάθαν καὶ Σίμων καὶ οἱ μετ’αὐτοῦ εἰς Βαιθβασὶ τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησε τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν.
9.63καὶ ἔγνω Βακχίδης καὶ συνήγαγε πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς Ἰουδαίας παρήγγειλε ·
9.64καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασὶ καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησε μηχανάς.
9.65καὶ ἀπέλιπεν Ἰωνάθαν Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἐξῆλθεν ἐν ἀριθμῷ.
9.66καὶ ἐπάταξεν Ὁδομηρὰ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρὼν ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἐξήρξατο τύπτειν καὶ ἀναβαίνειν ἐν ταῖς δυνάμεσι.
9.67καὶ Σίμων καὶ οἱ μετ’αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς ·
9.68καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπ’αὐτῶν. καὶ ἔθλιβον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή.
9.69καὶ ὠργίσθη θυμῷ τοῖς ἀνδράσι τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτειναν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ.
9.70καὶ ἐπέγνω Ἰωνάθαν καὶ ἀπέστειλε πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν.
9.71καὶ ἀπεδέξατο καὶ ἐποίησε κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ ·
9.72καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλώτευσε τὸ πρότερον ἐκ γῆς Ἰούδα, καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν.
9.73καὶ κατέπαυσε ρομφαία ἐξ Ἰσραήλ · καὶ ᾤκησεν Ἰωνάθαν ἐν Μαχμάς. καὶ ἤρξατο Ἰωνάθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισε τοὺς ἀσεβεῖς ἐξ Ἰσραήλ.
10.1καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἐπιφανὴς καὶ κατελάβετο Πτολεμαΐδα, καὶ ἐπεδέξαντο αὐτόν, καὶ ἐβασίλευσεν ἐκεῖ.
10.2καὶ ἤκουσε Δημήτριος ὁ βασιλεὺς καὶ συνήγαγε δυνάμεις πολλὰς σφόδρα καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον.
10.3καὶ ἀπέστειλε Δημήτριος πρὸς Ἰωνάθαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν.
10.4εἶπε γάρ · προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετ’αὐτοῦ, πρὶν ἢ θεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καθ’ἡμῶν ·
10.5μνησθήσεται γὰρ πάντων τῶν κακῶν, ὧν συνετελέσαμεν πρὸς αὐτὸν καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἰς τὸ ἔθνος αὐτοῦ.
10.6καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπε παραδοῦναι αὐτῷ.
10.7καὶ ἦλθεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας.
10.8καὶ ἐφοβήθησαν φόβον μέγαν, ὅτι ἤκουσαν ὅτι ἔδωκεν ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δυνάμεις.
10.9καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ἰωνάθαν τὰ ὅμηρα, καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν.
10.10καὶ ᾤκησεν Ἰωνάθαν ἐν Ἱερουσαλὴμ καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν.
10.11καὶ εἶπε πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιὼν κυκλόθεν ἐκ λίθων τετραγώνων εἰς ὀχύρωσιν · καὶ ἐποίησαν οὕτως.
10.12καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν, οἷς ᾠκοδόμησε Βακχίδης.
10.13καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.
10.14πλὴν ἐν Βαιθσούρᾳ ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα, ἦν γὰρ αὐτοῖς φυγαδευτήριον.
10.15καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας, ὅσας ἀπέστειλε Δημήτριος τῷ Ἰωνάθαν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας, ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους, οὓς ἔσχον, καὶ εἶπε ·
10.16μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσομεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν.
10.17καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων ·
10.18(βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ἰωνάθαν χαίρειν ·
10.19ἀκηκόαμεν περὶ σοῦ, ὅτι ἀνὴρ δυνατὸς ἰσχύϊ καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῖν φίλος.
10.20καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου καὶ φίλον βασιλέως καλεῖσθαί σε (καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν) καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίαν πρὸς ἡμᾶς).
10.21καὶ ἐνεδύσατο Ἰωνάθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγε δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά.
10.22καὶ ἤκουσε Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήθη καὶ εἶπε ·
10.23τί τοῦτο ἐποιήσαμεν ὅτι προέφθακεν ἡμᾶς ὁ Ἀλέξανδρος τοῦ φιλίαν καταθέσθαι τοῖς Ἰουδαίοις εἰς στήριγμα;
10.24γράψω αὐτοῖς κα- κἀγὼ λόγους παρακλήσεως καὶ ὕψους καὶ δογμάτων, ὅπως ὦσι σὺν ἐμοὶ εἰς βοήθειαν.
10.25καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους · (βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν.
10.26ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν.
10.27καὶ νῦν ἐμμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ ἀνθ’ὧν ποιεῖτε μεθ’ἡμῶν.
10.28καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλὰ καὶ δώσομεν ὑμῖν δόματα.
10.29καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀφίημι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῶν φόρων καὶ τῆς τιμῆς τοῦ ἁλὸς καὶ ἀπὸ τῶν στεφάνων, καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν, ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα τοῦ λαβεῖν ἀπὸ τῆς γῆς Ἰούδα καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρείτιδος καὶ Γαλιλαίας, καὶ ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν αἰῶνα χρόνον.
10.31καὶ Ἱερουσαλὴμ ἤτω ἁγία καὶ ἀφειμένη καὶ τὰ ὅρια αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη.
10.32ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ἱερουσαλὴμ καὶ δίδωμι τῷ ἀρχιερεῖ, ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας, οὓς ἂν ἐκλέξηται αὐτὸς τοῦ φυλάσσειν αὐτήν.
10.33καὶ πᾶσαν ψυχὴν Ἰουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς Ἰούδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν · καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ τῶν κτηνῶν αὐτῶν.
10.34καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδειγμέναι καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς ἡμέραι μετὰ ἑορτὴν ἔστωσαν πᾶσαι αἱ ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσι τοῖς Ἰουδαίοις τοῖς οὖσιν ἐν τῇ βασιλείᾳ μου.
10.35καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος.
10.36καὶ προγραφήτωσαν τῶν Ἰουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοθήσεται αὐτοῖς ξένια ὡς καθήκει πάσαις ταῖς δυνάμεσι τοῦ βασιλέως.
10.37καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασι τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταθήσεται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν · καὶ οἱ ἐπ’αὐτῶν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτῶν καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν. καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ Ἰούδα.
10.38καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ Ἰουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας προστεθήτω τῇ Ἰουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφ’ἕνα, τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ’ἢ τοῦ ἀρχιερέως.
10.39Πτολεμαΐδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ἱερουσαλὴμ εἰς τὴν προσήκουσαν δαπάνην τοῖς ἁγίοις.
10.40κα- κἀγὼ δίδωμι κατ’ἐνιαυτὸν δεκαπέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων.
10.41καὶ πᾶν τὸ πλεονάζον, ὃ οὐκ ἀπεδίδοσαν οἱ ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου.
10.42καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου, οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατ’ἐνιαυτόν, καὶ ταῦτα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσι.
10.43καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ ὀφείλοντες βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου.
10.44καὶ τοῦ οἰκοδομηθῆναι καὶ τοῦ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγίων, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως.
10.45καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη Ἱερουσαλὴμ καὶ ὀχυρῶσαι κυκλόθεν, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη τὰ ἐν τῇ Ἰουδαίᾳ).
10.46ὡς δὲ ἤκουσεν Ἰωνάθαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσαν αὐτοῖς οὐ δὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης, ἧς ἐποίησεν ἐν Ἰσραὴλ καὶ ἔθλιψεν αὐτοὺς σφόδρα.
10.47καὶ εὐδόκησαν ἐν Ἀλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας.
10.48καὶ συνήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας καὶ παρενέβαλεν ἐξεναντίας Δημητρίου.
10.49καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδρος καὶ ἴσχυσεν ἐπ’αὐτούς.
10.50καὶ ἐστερέωσε τὸν πόλεμον σφόδρα, ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
10.51καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων ·
10.52(ἐπεὶ ἀνέστρεψα εἰς γῆν βασιλείας μου καὶ ἐκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφ’ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ ·
10.54καὶ νῦν στήσωμεν πρὸς ἑαυτοὺς φιλίαν, καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου).
10.55καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων · (ἀγαθὴ ἡμέρα, ἐν ᾗ ἀνέστρεψας εἰς γῆν πατέρων σου καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν.
10.56καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας, ἀλλ’ἀπάντησον εἰς Πτολεμαΐδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι, καθὼς εἴρηκας).
10.57καὶ ἐξῆλθε Πτολεμαῖος ἐξ Αἰγύπτου, αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Πτολεμαΐδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.
10.58καὶ ἀπήντησεν αὐτῷ Ἀλέξανδρος ὁ βασιλεύς, καὶ ἐξέδοτο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ καὶ ἐποίησε τὸν γάμον αὐτῆς ἐν Πτολεμαΐδι καθὼς οἱ βασιλεὶς ἐν δόξῃ μεγάλῃ.
10.59καὶ ἔγραψεν Ἀλέξανδρος ὁ βασιλεὺς τῷ Ἰωνάθαν ἐλθεῖν εἰς συνάντησιν αὐτῷ.
10.60καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαΐδα καὶ ἀπήντησε τοῖς δυσὶ βασιλεῦσι · καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρε χάριν ἐναντίον αὐτῶν.
10.61καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ἰσραήλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατ’αὐτοῦ, καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς.
10.62καὶ προσέταξεν ὁ βασιλεὺς καὶ ἐξέδυσαν Ἰωνάθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσαν αὐτὸν πορφύραν, καὶ ἐποίησαν οὕτως.
10.63καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετ’αὐτοῦ καὶ εἶπε τοῖς ἄρχουσιν αὐτοῦ · ἐξέλθετε μετ’αὐτοῦ εἰς μέσον τῆς πόλεως καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατ’αὐτοῦ περὶ μηδενὸς πράγματος, καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου.
10.64καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ, καθὼς ἐκήρυξε, καὶ περιβεβλημένον αὐτὸν πορφύραν, καὶ ἔφυγον πάντες.
10.65καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεὺς καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην.
10.66καὶ ἐπέστρεψεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ μετ’εἰρήνης καὶ εὐφροσύνης.
10.67καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθε Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ.
10.68καὶ ἤκουσεν Ἀλέξανδρος βασιλεὺς καὶ ἐλυπήθη σφόδρα καὶ ὑπέστρεψεν εἰς Ἀντιόχειαν.
10.69καὶ κατέστησε Δημήτριος Ἀπολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας, καὶ συνήγαγε δύναμιν μεγάλην καὶ παρενέβαλεν ἐν Ἰαμνείᾳ. καὶ ἀπέστειλε πρὸς Ἰωνάθαν τὸν ἀρχιερέα λέγων ·
10.70(σὺ μονώτατος ἐπαίρῃ ἐφ’ἡμᾶς, ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ εἰς ὀνειδισμὸν διὰ σέ · καὶ διατί σὺ ἐξουσιάζῃ ἐφ’ἡμᾶς ἐν τοῖς ὄρεσι;
10.71νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσί σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετ’ἐμοῦ ἐστι δύναμις τῶν πόλεων.
10.72ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν, καὶ λέγουσιν · οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν, ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν γῇ αὐτῶν.
10.73καὶ νῦν οὐ δυνήσῃ ὑποστῇναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστι λίθος οὐ δὲ κόχλαξ οὐ δὲ τόπος τοῦ φυγεῖν).
10.74ὡς δὲ ἤκουσεν Ἰωνάθαν τῶν λόγων Ἀπολλωνίου, ἐκινήθη τῇ διανοίᾳ καὶ ἐπέλεξε δέκα χιλιάδας ἀνδρῶν καὶ ἐξῆλθεν ἐξ Ἱερουσαλήμ, καὶ συνήντησεν αὐτῷ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτοῦ.
10.75καὶ παρενέβαλεν ἐπὶ Ἰόππην, καὶ ἀπέκλεισαν αὐτὸν ἐκ τῆς πόλεως, ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ἰόππῃ, καὶ ἐπολέμησαν αὐτήν.
10.76καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν Ἰωνάθαν Ἰόππης.
10.77καὶ ἤκουσεν Ἀπολλώνιος, καὶ παρενέβαλε τρισχιλίαν ἵππον καὶ δύναμιν πολλὴν καὶ ἐπορεύθη εἰς Ἄζωτον ὡς διοδεύων καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπ’αὐτῇ.
10.78καὶ κατεδίωξεν Ἰωνάθαν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον.
10.79καὶ ἀπέλιπεν Ἀπολλώνιος χιλίαν ἵππον ἐν κρυπτῷ κατόπισθεν αὐτῶν.
10.80καὶ ἔγνω Ἰωνάθαν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ, καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωΐθεν ἕως ἑσπέρας ·
10.81ὁ δὲ λαὸς εἱστήκει καθὼς ἐπέταξεν Ἰωνάθαν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν.
10.82καὶ εἵλκυσε Σίμων τὴν δύναμιν αὐτοῦ καὶ συνῆψε πρὸς τὴν φάραγγα, ἡ γὰρ ἵππος ἐξελύθη, καὶ συνετρίβησαν ὑπ’αὐτοῦ καὶ ἔφυγον.
10.83καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ, καὶ ἔφυγον εἰς Ἄζωτον καὶ εἰσῆλθον εἰς Βηθδαγὼν τὸ εἰδωλεῖον αὐτῶν τοῦ σωθῆναι.
10.84καὶ ἐνεπύρισεν Ἰωνάθαν τὴν Ἄζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν καὶ τὸ ἱερὸν Δαγὼν καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισε πυρί.
10.85καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους.
10.86καὶ ἀπῇρεν ἐκεῖθεν Ἰωνάθαν καὶ παρενέβαλεν ἐπὶ Ἀσκάλωνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ.
10.87καὶ ἐπέστρεψεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ σὺν τοῖς παρ’αὐτοῦ ἔχοντες σκῦλα πολλά.
10.88καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέθετο δοξάσαι τὸν Ἰωνάθαν.
10.89καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶ δίδοσθαι τοῖς συγγενέσι τῶν βασιλέων, καὶ ἔδωκεν αὐτῷ τὴν Ἀκκαρὼν καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν.
11.1καὶ ὁ βασιλεὺς Αἰγύπτου ἤθροισε δυνάμεις πολλὰς ὡς τὴν ἄμμον τὴν περὶ τὸ χεῖλος τῆς θαλάσσης καὶ πλοῖα πολλὰ καὶ ἐζήτησε κατακρατῆσαι τῆς βασιλείας Ἀλεξάνδρου δόλῳ καὶ προσθεῖναι αὐτὴν τῇ βασιλείᾳ αὐτοῦ.
11.2καὶ ἐξῆλθεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς, καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων καὶ συνήντων αὐτῷ, ὅτι ἐντολὴ ἦν Ἀλεξάνδρου τοῦ βασιλέως συναντᾶν αὐτῷ διὰ τὸ πενθερὸν αὐτοῦ εἶναι.
11.3ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις ὁ Πτολεμαῖος, ἀπέτασσε τὰς δυνάμεις φρουρὰν ἐν ἑκάστῃ πόλει.
11.4ὡς δὲ ἤγγισεν Ἀζώτου, ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγὼν ἐμπεπυρισμένον καὶ Ἄζωτον καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους, οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ · ἐποίησαν γὰρ θημωνίας αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ.
11.5καὶ διηγήσαντο τῷ βασιλεῖ ἃ ἐποίησεν Ἰωνάθαν εἰς τὸ ψογίσαι αὐτόν · καὶ ἐσίγησεν ὁ βασιλεύς.
11.6καὶ συνήντησεν Ἰωνάθαν τῷ βασιλεῖ εἰς Ἰόππην μετὰ δόξης, καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐκοιμήθησαν ἐκεῖ.
11.7καὶ ἐπορεύθη Ἰωνάθαν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου Ἐλευθέρου καὶ ἐπέστρεψεν εἰς Ἱερουσαλήμ.
11.8ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσε τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραθαλασσίας καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς.
11.9καὶ ἀπέστειλε πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα λέγων · δεῦρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην, καὶ δώσω σοι τὴν θυγατέρα μου, ἣν ἔχει Ἀλέξανδρος, καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου ·
11.10μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου, ἐζήτησε γὰρ ἀποκτεῖναί με.
11.11καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιθυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ ·
11.12καὶ ἀφελόμενος αὐτοῦ τὴν θυγατέρα ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ καὶ ἠλλοτριώθη τῷ Ἀλεξάνδρῳ καὶ ἐφάνη ἡ ἔχθρα αὐτῶν.
11.13καὶ εἰσῆλθε Πτολεμαῖος εἰς Ἀντιόχειαν καὶ περιέθετο τὸ διάδημα τῆς Ἀσίας · καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτοῦ, τὸ τῆς Ἀσίας καὶ Αἰγύπτου.
11.14Ἀλέξανδρος δὲ ὁ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων.
11.15καὶ ἤκουσεν Ἀλέξανδρος καὶ ἦλθεν ἐπ’αὐτὸν πολέμῳ. καὶ ἐξήγαγε Πτολεμαῖος τὴν δύναμιν καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ καὶ ἐτροπώσατο αὐτόν.
11.16καὶ ἔφυγεν Ἀλέξανδρος εἰς τὴν Ἀραβίαν τοῦ σκεπασθῆναι αὐτὸν ἐκεῖ. ὁ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώθη.
11.17καὶ ἀφεῖλε Ζαβδιὴλ ὁ Ἄραψ τὴν κεφαλὴν Ἀλεξάνδρου καὶ ἀπέστειλε τῷ Πτολεμαίῳ.
11.18καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασι.
11.19καὶ ἐβασίλευσε Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.
11.20ἐν ταῖς ἡμέραις ἐκείναις συνήγαγεν Ἰωνάθαν τοὺς ἐκ τῆς Ἰουδαίας τοῦ ἐκπολεμῆσαι τὴν ἄκραν τὴν ἐν Ἱερουσαλὴμ καὶ ἐποίησεν ἐπ’αὐτὴν μηχανὰς πολλάς.
11.21καὶ ἐπορεύθησάν τινες μισοῦντες τὸ ἔθνος αὐτῶν ἄνδρες παράνομοι πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Ἰωνάθαν περικάθηται τὴν ἄκραν.
11.22καὶ ἀκούσας ὠργίσθη · ὡς δὲ ἤκουσεν, εὐθέως ἀναζεύξας ἦλθεν εἰς Πτολεμαΐδα καὶ ἔγραψεν Ἰωνάθαν τοῦ μὴ περικαθῆσθαι τῇ ἄκρᾳ καὶ τοῦ ἀπαντῆσαι αὐτὸν αὐτῷ συμμίσγειν εἰς Πτολεμαΐδα τὴν ταχίστην.
11.23ὡς δὲ ἤκουσεν Ἰωνάθαν, ἐκέλευσε περικαθῆσθαι καὶ ἐπέλεξε τῶν πρεσβυτέρων Ἰσραὴλ καὶ τῶν ἱερέων καὶ ἔδωκεν ἑαυτὸν τῷ κινδύνῳ ·
11.24καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα ἐπορεύθη πρὸς τὸν βασιλέα εἰς Πτολεμαΐδα καὶ εὗρε χάριν ἐνώπιον αὐτοῦ.
11.25καὶ ἐνετύγχανον κατ’αὐτοῦ τινες ἄνομοι τῶν ἐκ τοῦ ἔθνους.
11.26καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν ἐναντίον πάντων τῶν φίλων αὐτοῦ, καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην καὶ ὅσα ἄλλα εἶχε τίμια τὸ πρότερον καὶ ἐποίησεν αὐτὸν τῶν πρώτων φίλων ἡγεῖσθαι.
11.28καὶ ἠξίωσεν Ἰωνάθαν τὸν βασιλέα ποιῆσαι τὴν Ἰουδαίαν ἀφορολόγητον καὶ τὰς τρεῖς τοπαρχίας καὶ τὴν Σαμαρεῖτιν καὶ ἐπηγγείλατο αὐτῷ τάλαντα τριακόσια.
11.29καὶ εὐδόκησεν ὁ βασιλεὺς καὶ ἔγραψε τῷ Ἰωνάθαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον ·
11.30(βασιλεὺς Δημήτριος Ἰωνάθαν τῷ ἀδελφῷ χαίρειν, καὶ ἔθνει Ἰουδαίων.
11.31τὸ ἀντίγραφον τῆς ἐπιστολῆς, ἧς ἐγράψαμεν Λασθένει τῷ συγγενεῖ ἡμῶν περὶ ὑμῶν, γεγράφαμεν καὶ πρὸς ὑμᾶς ὅπως εἰδῆτε.
11.32βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν.
11.33τῷ ἔθνει τῶν Ἰουδαίων φίλοις ἡμῶν καὶ συντηροῦσι τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαθοποιῆσαι χάριν τῆς ἐξ αὐτῶν εὐνοίας πρὸς ἡμᾶς.
11.34ἑστάκαμεν οὖν αὐτοῖς τάτε ὅρια τῆς Ἰουδαίας καὶ τοὺς τρεῖς νομούς, Ἀφαίρεμα καὶ Λύδδαν καὶ Ῥαμαθέμ, οἵτινες προσετέθησαν τῇ Ἰουδαίᾳ ἀπὸ τῆς Σαμαρείτιδος, καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσι τοῖς θυσιάζουσιν εἰς Ἱεροσόλυμα, ἀντὶ τῶν βασιλικῶν, ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρ’αὐτῶν τὸ πρότερον κατ’ἐνιαυτὸν ἀπὸ τῶν γεννημάτων τῆς γῆς καὶ ἀπὸ τῶν ἀκροδρύων.
11.35καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμῖν καὶ τὰς τοῦ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους, πάντα ἐπαρκῶς παρίεμεν αὐτοῖς.
11.36καὶ οὐκ ἀθετηθήσεται οὐ δὲ ἓν τούτων ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον.
11.37νῦν οὖν ἐπιμέλεσθε τοῦ ποιῆσαι τούτων ἀντίγραφον καὶ δοθήτω Ἰωνάθαν καὶ τεθήτω ἐν τῷ ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπισήμῳ).
11.38καὶ εἶδε Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ οὐδὲν αὐτῷ ἀνθειστήκει, καὶ ἀπέλυσε πάσας τὰς δυνάμεις αὐτοῦ ἕκαστον εἰς τὸν ἴδιον τόπον, πλὴν τῶν ξένων δυνάμεων, ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐθνῶν · καὶ ἤχθραναν αὐτῷ πᾶσαι αἱ δυνάμεις τῶν πατέρων αὐτοῦ.
11.39Τρύφων δὲ ἦν τῶν παρὰ Ἀλέξάνδρου τὸ πρότερον καὶ εἶδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσι τοῦ Δημητρίου, καὶ ἐπορεύθη πρὸς Εἰμαλκουαὶ τὸν Ἄραβα, ὃς ἔτρεφε τὸν Ἀντίοχον τὸ παιδάριον τὸ τοῦ Ἀλεξάνδρου.
11.40καὶ προσήδρευεν αὐτῷ, ὅπως παραδοῖ αὐτὸν αὐτῷ, ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἀπήγγειλεν αὐτῷ ὅσα συνετέλεσε Δημήτριος καὶ τὴν ἔχθραν, ἣν ἐχθραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ, καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς.
11.41καὶ ἀπέστειλεν Ἰωνάθαν πρὸς Δημήτριον τὸν βασιλέα, ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ Ἱερουσαλὴμ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν · ἦσαν γὰρ πολεμοῦντες τὸν Ἰσραήλ.
11.42καὶ ἀπέστειλε Δημήτριος πρὸς Ἰωνάθαν λέγων · οὐ μόνον ταῦτα ποιήσω σοι καὶ τῷ ἔθνει σου, ἀλλὰ δόξῃ δοξάσω σε καὶ τὸ ἔθνος σου, ἐὰν εὐκαιρίας τύχω.
11.43νῦν οὖν ὀρθῶς ποιήσεις ἀποστείλας μοι ἄνδρας, οἳ συμμαχήσουσιν, ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου.
11.44καὶ ἀπέστειλεν Ἰωνάθαν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύϊ αὐτῷ εἰς Ἀντιόχειαν, καὶ ἤλθοσαν πρὸς τὸν βασιλέα, καὶ ηὐφράνθη ὁ βασιλεὺς ἐπὶ τῇ ἐφόδῳ αὐτῶν.
11.45καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἀνδρῶν δώδεκα μυριάδας ἀνδρῶν καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα.
11.46καὶ ἔφυγεν ὁ βασιλεὺς εἰς τὴν αὐλήν, καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους τῆς πόλεως καὶ ἤρξαντο πολεμεῖν.
11.47καὶ ἐκάλεσεν ὁ βασιλεὺς τοὺς Ἰουδαίους ἐπὶ βοήθειαν, καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πάντες ἅμα καὶ διεσπάρησαν ἐν τῇ πόλει πάντες ἅμα καὶ ἀπέκτειναν ἐν τῇ πόλει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς μυριάδας δέκα ·
11.48καὶ ἐνεπύρισαν τὴν πόλιν καὶ ἐλάβοσαν σκῦλα πολλὰ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἔσωσαν τὸν βασιλέα.
11.49καὶ εἶδον οἱ ἀπὸ τῆς πόλεως ὅτι κατεκράτησαν οἱ Ἰουδαῖοι τῆς πόλεως ὡς ἠβούλοντο, καὶ ἠσθένησαν ταῖς διανοίαις αὐτῶν καὶ ἐκέκραξαν πρὸς τὸν βασιλέα μετὰ δεήσεως λέγοντες ·
11.50δὸς ἡμῖν δεξιὰς καὶ παυσάσθωσαν οἱ Ἰουδαῖοι πολεμοῦντες ἡμᾶς καὶ τὴν πόλιν.
11.51καὶ ἔρριψαν τὰ ὅπλα καὶ ἐποίησαν εἰρήνην καὶ ἐδοξάσθησαν οἱ Ἰουδαῖοι ἐναντίον τοῦ βασιλέως καὶ ἐνώπιον πάντων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλὴμ ἔχοντες σκῦλα πολλά.
11.52καὶ ἐκάθησε Δημήτριος ὁ βασιλεὺς ἐπὶ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ.
11.53καὶ ἐψεύσατο πάντα, ὅσα εἶπε, καὶ ἠλλοτριώθη τῷ Ἰωνάθαν καὶ οὐκ ἀνταπέδωκε κατὰ τὰς εὐνοίας, ἃς ἀνταπέδωκεν αὐτῷ, καὶ ἔθλιβεν αὐτὸν σφόδρα.
11.54μετὰ δὲ ταῦτα ἀπέστρεψε Τρύφων καὶ Ἀντίοχος μετ’αὐτοῦ παιδάριον νεώτερον · καὶ ἐβασίλευσε καὶ ἐπέθετο διάδημα.
11.55καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις, ἃς ἀπεσκόρπισε Δημήτριος, καὶ ἐπολέμησαν πρὸς αὐτόν, καὶ ἔφυγε καὶ ἐτροπώθη.
11.56καὶ ἔλαβε Τρύφων τὰ θηρία καὶ κατεκράτησεν Ἀντιοχείας.
11.57καὶ ἔγραψεν Ἀντίοχος ὁ νεώτερος τῷ Ἰωνάθαν λέγων · ἵστημί σοι τὴν ἀρχιερωσύνην καὶ καθίστημί σε ἐπὶ τῶν τεσσάρων νομῶν καὶ εἶναί σε τῶν φίλων τοῦ βασιλέως.
11.58καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασι καὶ εἶναι ἐν πορφύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν ·
11.59καὶ Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ κατέστησε στρατηγὸν ἀπὸ τῆς κλίμακος Τύρου ἕως τῶν ὁρίων Αἰγύπτου.
11.60καὶ ἐξῆλθεν Ἰωνάθαν καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσι, καὶ ἠθροίσθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις Συρίας εἰς συμμαχίαν, καὶ ἦλθεν εἰς Ἀσκάλωνα, καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως.
11.61καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς Γάζαν, καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης, καὶ περιεκάθισε περὶ αὐτὴν καὶ ἐνεπύρισε τὰ περιπόλια αὐτῆς πυρὶ καὶ ἐσκύλευσεν αὐτά.
11.62καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης τὸν Ἰωνάθαν, καὶ ἔδωκεν αὐτοῖς δεξιὰς καὶ ἔλαβε τοὺς υἱοὺς ἀρχόντων αὐτῶν εἰς ὅμηρα καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς Ἱερουσαλήμ · καὶ διῆλθε τὴν χώραν ἕως Δαμασκοῦ.
11.63καὶ ἤκουσεν Ἰωνάθαν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κάδης τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως πολλῆς βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας.
11.64καὶ συνήντησεν αὐτοῖς, τὸν δὲ ἀδελφὸν αὐτοῦ Σίμωνα κατέλιπεν ἐν τῇ χώρᾳ.
11.65καὶ παρενέβαλε Σίμων ἐπὶ Βαιθσούρᾳ καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς καὶ συνέκλεισεν αὐτήν.
11.66καὶ ἠξίωσαν αὐτὸν τοῦ δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς · καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ κατελάβετο τὴν πόλιν καὶ ἔθετο ἐπ’αὐτῇ φρουράν.
11.67καὶ Ἰωνάθαν καὶ ἡ παρεμβολὴ αὐτοῦ παρενέβαλον ἐπὶ τὸ ὕδωρ Γεννησάρ, καὶ ὤρθρισαν τὸ πρωΐ εἰς τὸ πεδίον Νασώρ.
11.68καὶ ἰδοὺ παρεμβολὴ ἀλλοφύλων ἀπήντα αὐτῷ ἐν τῷ πεδίῳ καὶ ἐξέβαλον ἔνεδρον ἐπ’αὐτὸν ἐν τοῖς ὄρεσιν, αὐτοὶ δὲ ἀπήντησαν ἐξεναντίας.
11.69τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων αὐτῶν καὶ συνῆψαν πόλεμον. καὶ ἔφυγον οἱ παρὰ Ἰωνάθαν πάντες, οὐ δὲ εἷς κατελείφθη ἀπ’αὐτῶν, πλὴν Ματταθίας ὁ τοῦ Ἀβεσσαλώμου καὶ Ἰούδας ὁ τοῦ Χαλφὶ ἄρχοντες τῆς στρατιᾶς τῶν δυνάμεων.
11.71καὶ διέρρηξεν Ἰωνάθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθετο γῆν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ προσηύξατο.
11.72καὶ ὑπέστρεψε πρὸς αὐτοὺς πολέμῳ καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔφυγον.
11.73καὶ εἶδον οἱ φεύγοντες οἱ παρ’αὐτοῦ καὶ ἐπέστρεψαν πρὸς αὐτὸν καὶ ἐδίωκον μετ’αὐτοῦ ἕως Κάδης ἕως τῆς παρεμβολῆς αὐτῶν καὶ παρενέβαλον ἐκεῖ.
11.74καὶ ἔπεσον ἐκ τῶν ἀλλοφύλων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους. καὶ ἐπέστρεψεν Ἰωνάθαν εἰς Ἱερουσαλήμ.
12.1καὶ εἶδεν Ἰωνάθαν ὅτι ὁ καιρὸς αὐτῷ συνεργεῖ, καὶ ἐπέλεξεν ἄνδρας καὶ ἀπέστειλεν εἰς Ῥώμην στῆσαι καὶ ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν.
12.2καὶ πρὸς Σπαρτιάτας καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά.
12.3καὶ ἐπορεύθησαν εἰς Ῥώμην καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον καὶ εἶπον · Ἰωνάθαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τῶν Ἰουδαίων ἀπέστειλεν ἡμᾶς ἀνανεώσασθαι τὴν φιλίαν αὐτοῖς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον.
12.4καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον, ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν Ἰούδα μετ’εἰρήνης.
12.5καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἔγραψεν Ἰωνάθαν τοῖς Σπαρτιάταις ·
12.6(Ἰωνάθαν ἀρχιερεὺς καὶ ἡ γερουσία τοῦ ἔθνους καὶ οἱ ἱερεῖς καὶ ὁ λοιπὸς δῆμος τῶν Ἰουδαίων Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν.
12.7ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ὀνίαν τὸν ἀρχιερέα παρὰ Δαρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν, ὡς τὸ ἀντίγραφον ὑπόκειται.
12.8καὶ ἐπεδέξατο Ὀνίας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβε τὰς ἐπιστολάς, ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας.
12.9καὶ ἡμεῖς οὖν ἀπροσδεεῖς τούτων ὄντες, παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν, ἐπειράθημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι πρὸς τὸ μὴ ἐξαλλοτριωθῆναι ὑμῶν ·
12.10πολλοὶ γὰρ καιροὶ διῆλθον ἀφ’οὗ ἀπεστείλατε πρὸς ἡμᾶς.
12.11ἡμεῖς οὖν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἔντε ταῖς ἑορταῖς καὶ ταῖς λοιπαῖς καθηκούσαις ἡμέραις μιμνησκόμεθα ὑμῶν ἐφ’ὧν προσφέρομεν θυσιῶν καὶ ἐν ταῖς προσευχαῖς, ὡς δέον ἐστὶ καὶ πρέπον μνημονεύειν ἀδελφῶν ·
12.12εὐφραινόμεθα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν.
12.13ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις καὶ πόλεμοι πολλοί, καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν.
12.14καὶ οὐκ ἠβουλόμεθα οὖν παρενοχλεῖν ὑμῖν καὶ τοῖς λοιποῖς συμμάχοις καὶ φίλοις ἡμῶν ἐν τοῖς πολέμοις τούτοις ·
12.15ἔχομεν γὰρ τὴν ἐξ οὐρανοῦ βοήθειαν βοηθοῦσαν ἡμῖν καὶ ἐρρύσθημεν ἀπὸ τῶν ἐχθρῶν ἡμῶν, καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν.
12.16ἐπελέξαμεν οὖν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσωνος καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν προτέραν.
12.17ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι καὶ ἀσπάσασθαι ὑμᾶς καὶ ἀποδοῦναι ὑμῖν τὰς παρ’ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν.
12.18καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσοντες ἡμῖν πρὸς ταῦτα).
12.19καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν Ὀνίᾳ ·
12.20(Ἄρειος βασιλεὺς Σπαρτιατῶν Ὀνίᾳ ἱερεῖ μεγάλῳ χαίρειν.
12.21εὑρέθη ἐν γραφῇ περίτε τῶν Σπαρτιατῶν καὶ Ἰουδαίων, ὅτι εἰσὶν ἀδελφοὶ καὶ ὅτι εἰσὶν ἐκ γένους Ἁβραάμ.
12.22καὶ νῦν ἀφ’οὗ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν, καὶ ἡμεῖς δὲ ἀντιγράφομεν ὑμῖν τὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστι, καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν.
12.23ἐντελλόμεθα οὖν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ ταῦτα).
12.24καὶ ἤκουσεν Ἰωνάθαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπὲρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν.
12.25καὶ ἀπῇρεν ἐξ Ἱερουσαλὴμ καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Ἀμαθῖτιν χώραν · οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ.
12.26καὶ ἀπέστειλε κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτῶν, καὶ ἐπέστρεψαν καὶ ἀπήγγειλαν αὐτῷ, ὅτι οὕτω τάσσονται ἐπιπεσεῖν ἐπ’αὐτοὺς τὴν νύκτα.
12.27ὡς δὲ ἔδυ ὁ ἥλιος, ἐπέταξεν Ἰωνάθαν τοῖς παρ’αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλοις καὶ ἑτοιμάζεσθαι εἰς πόλεμον δι’ὅλης τῆς νυκτὸς καὶ ἐξέβαλε προφύλακας κύκλῳ τῆς παρεμβολῆς.
12.28καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ἰωνάθαν καὶ οἱ παρ’αὐτοῦ εἰς πόλεμον, καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν.
12.29Ἰωνάθαν δὲ καὶ οἱ παρ’αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωΐ, ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα.
12.30καὶ κατεδίωξεν Ἰωνάθαν ὀπίσω αὐτῶν καὶ οὐ κατέλαβεν αὐτούς, διέβησαν γὰρ τὸν Ἐλεύθερον ποταμόν.
12.31καὶ ἐξέκλινεν Ἰωνάθαν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβαδαίους καὶ ἐπάταξεν αὐτοὺς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.
12.32καὶ ἀναζεύξας ἦλθεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ.
12.33καὶ Σίμων ἐξῆλθε καὶ διώδευσεν ἕως Ἀσκάλωνος καὶ τῶν πλησίον ὀχυρωμάτων, καὶ ἐξέκλινεν εἰς Ἰόππην καὶ προκατελάβετο αὐτήν ·
12.34ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου · καὶ ἔθετο ἐκεῖ φρουράν, ὅπως φυλάσσωσιν αὐτήν.
12.35καὶ ἐπέστρεψεν Ἰωνάθαν καὶ ἐξεκκλησίασε τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ ἐβουλεύσατο μετ’αὐτῶν τοῦ οἰκοδομῆσαι ὀχυρώματα ἐν τῇ Ἰουδαίᾳ καὶ προσυψῶσαι τὰ τείχη Ἱερουσαλὴμ καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως, ἵνα ᾖ αὕτη κατὰ μόνας, ὅπως μήτε ἀγοράζωσι μήτε πωλῶσι.
12.37καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν καὶ ἤγγισε τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου, καὶ ἐπεσκεύασαν τὸ καλούμενον Χαφεναθά.
12.38καὶ Σίμων ᾠκοδόμησε τὴν Ἀδιδὰ ἐν τῇ Σεφήλᾳ καὶ ὠχύρωσεν αὐτὴν καὶ ἐπέστησε θύρας καὶ μοχλούς.
12.39καὶ ἐζήτησε Τρύφων βασιλεῦσαι τῆς Ἀσίας καὶ περιθέσθαι τὸ διάδημα καὶ ἐκτεῖναι χεῖρα ἐπὶ Ἀντίοχον τὸν βασιλέα.
12.40καὶ ἐφοβήθη μήποτε οὐκ ἐάσῃ αὐτὸν Ἰωνάθαν καὶ μήποτε πολεμήσῃ πρὸς αὐτόν, καὶ ἐζήτει πόρον τοῦ συλλαβεῖν τὸν Ἰωνάθαν τοῦ ἀπολέσαι αὐτόν, καὶ ἀπάρας ἦλθεν εἰς Βαιθσάν.
12.41καὶ ἐξῆλθεν Ἰωνάθαν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν καὶ ἦλθεν εἰς Βαιθσάν.
12.42καὶ εἶδε Τρύφων ὅτι πάρεστιν Ἰωνάθαν μετὰ δυνάμεως πολλῆς, καὶ ἐκτεῖναι χεῖρας ἐπ’αὐτὸν εὐλαβήθη, καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως καὶ συνέστησεν αὐτὸν πᾶσι τοῖς φίλοις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ δόματα καὶ ἐπέταξε ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτῷ ὡς ἑαυτῷ.
12.44καὶ εἶπε τῷ Ἰωνάθαν · ἱνατί ἔκοψας πάντα τὸν λαὸν τοῦτον, πολέμου μὴ ἐνεστηκότος ἡμῖν;
12.45καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους, οἵτινες ἔσονται μετὰ σοῦ, καὶ δεῦρο μετ’ἐμοῦ εἰς Πτολεμαΐδα, καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν, καὶ ἐπιστρέψας ἀπελεύσομαι · τούτου γὰρ χάριν πάρειμι.
12.46καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησε καθὼς εἶπε, καὶ ἐξαπέστειλε τὰς δυνάμεις, καὶ ἀπῆλθον εἰς γῆν Ἰούδα.
12.47κατέλιπε δὲ μεθ’ἑαυτοῦ ἄνδρας τρισχιλίους, ὧν δισχιλίους ἀφῆκεν ἐν τῇ Γαλιλαίᾳ, χίλιοι δὲ συνῆλθον αὐτῷ.
12.48ὡς δὲ εἰσῆλθεν Ἰωνάθαν εἰς Πτολεμαΐδα, ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας καὶ συνέλαβον αὐτόν, καὶ πάντας τοὺς εἰσελθόντας μετ’αὐτοῦ ἀπέκτειναν ἐν ρομφαίᾳ.
12.49καὶ ἀπέστειλε Τρύφων δυνάμεις καὶ ἵππον εἰς τὴν Γαλιλαίαν καὶ τὸ πεδίον τὸ μέγα τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ Ἰωνάθαν.
12.50καὶ ἐπέγνωσαν ὅτι συνελήφθη Ἰωνάθαν καὶ ἀπόλωλε καὶ οἱ μετ’αὐτοῦ, καὶ παρεκάλεσαν ἑαυτοὺς καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον.
12.51καὶ εἶδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστι, καὶ ἐπέστρεψαν.
12.52καὶ ἦλθον πάντες μετ’εἰρήνης εἰς γῆν Ἰούδα καὶ ἐπένθησαν τὸν Ἰωνάθαν καὶ τοὺς μετ’αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα · καὶ ἐπένθησε πᾶς Ἰσραὴλ πένθος μέγα.
12.53καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν ἐκτρίψαι αὐτούς · εἶπαν γάρ · οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηθοῦντα · νῦν οὖν πολεμήσωμεν αὐτοὺς καὶ ἐξάρωμεν ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν.
13.1καὶ ἤκουσε Σίμων ὅτι συνήγαγε Τρύφων δύναμιν πολλὴν τοῦ ἐλθεῖν εἰς γῆν Ἰούδα καὶ ἐκτρῖψαι αὐτήν.
13.2καὶ εἶδε τὸν λαὸν ὅτι ἐστὶν ἔντρομος καὶ ἔμφοβος, καὶ ἀνέβη εἰς Ἱερουσαλὴμ καὶ ἤθροισε τὸν λαὸν καὶ παρεκάλεσεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς ·
13.3αὐτοὶ οἴδατε ὅσα ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐποιήσαμεν περὶ τῶν νόμων καὶ τῶν ἁγίων, καὶ τοὺς πολέμους καὶ τὰς στενοχωρίας, ἃς εἴδομεν.
13.4τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν τοῦ Ἰσραήλ, καὶ κατελείφθην ἐγὼ μόνος.
13.5καὶ νῦν μή μοι γένοιτο φείσασθαί μου τῆς ψυχῆς ἐν παντὶ καιρῷ θλίψεως, οὐ γάρ εἰμι κρείσσων τῶν ἀδελφῶν μου.
13.6πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου καὶ περὶ τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τῶν τέκνων ἡμῶν, ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρῖψαι ἡμᾶς ἔχθρας χάριν.
13.7καὶ ἀνεζωοπύρησε τὸ πνεῦμα τοῦ λαοῦ ἅμα τῷ ἀκοῦσαι τῶν λόγων τούτων, καὶ ἀπεκρίθησαν φωνῇ μεγάλῃ λέγοντες ·
13.8σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ Ἰούδα καὶ Ἰωνάθαν τοῦ ἀδελφοῦ σου ·
13.9πολέμησον τὸν πόλεμον ἡμῶν, καὶ πάντα, ὅσα ἂν εἴπῃς ἡμῖν, ποιήσομεν.
13.10καὶ συνήγαγε πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἐτάχυνε τοῦ τελέσαι τὰ τείχη Ἱερουσαλὴμ καὶ ὠχύρωσεν αὐτὴν κυκλόθεν.
13.11καὶ ἀπέστειλεν Ἰωνάθαν τὸν τοῦ Ἀβεσσαλώμου καὶ μετ’αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ἰόππην, καὶ ἐξέβαλε τοὺς ὄντας ἐν αὐτῇ καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ.
13.12καὶ ἀπῇρε Τρύφων ἀπὸ Πτολεμαΐδος μετὰ δυνάμεως πολλῆς εἰσελθεῖν εἰς γῆν Ἰούδα, καὶ Ἰωνάθαν μετ’αὐτοῦ ἐν φυλακῇ.
13.13Σίμων δὲ παρενέβαλεν ἐν Ἀδιδὰ κατὰ πρόσωπον τοῦ πεδίου.
13.14καὶ ἐπέγνω Τρύφων ὅτι ἀνέστη Σίμων ἀντὶ Ἰωνάθαν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει πόλεμον, καὶ ἀπέστειλε πρὸς αὐτὸν πρέσβεις λέγων ·
13.15περὶ ἀργυρίου, οὗ ὤφειλεν Ἰωνάθαν ὁ ἀδελφός σου εἰς τὸ βασιλικὸν δι’ἃς εἶχε χρείας, συνέχομεν αὐτόν ·
13.16καὶ νῦν ἀπόστειλον ἀργυρίου τάλαντα ἑκατὸν καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα, ὅπως μὴ ἀφεθεὶς ἀποστατήσῃ ἀφ’ἡμῶν, καὶ ἀφήσομεν αὐτόν.
13.17καὶ ἔγνω Σίμων ὅτι δόλῳ λαλοῦσι πρὸς αὐτόν, καὶ πέμπει τοῦ λαβεῖν τὸ ἀργύριον καὶ τὰ παιδάρια, μήποτε ἔχθραν ἄρῃ μεγάλην πρὸς τὸν λαὸν λέγων ·
13.18ὅτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παιδάρια, καὶ ἀπώλετο.
13.19καὶ ἀπέστειλε τὰ παιδάρια καὶ τὰ ἑκατὸν τάλαντα, καὶ διεψεύσατο καὶ οὐκ ἀφῆκε τὸν Ἰωνάθαν.
13.20καὶ μετὰ ταῦτα ἦλθε Τρύφων τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν καὶ ἐκτρῖψαι αὐτήν, καὶ ἐκύκλωσεν ὁδὸν τὴν εἰς Ἄδωρα. καὶ Σίμων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἀντιπαρῆγεν αὐτῷ εἰς πάντα τόπον, οὗ ἂν ἐπορεύετο.
13.21οἱ δὲ ἐκ τῆς ἄκρας ἀπέστελλον πρὸς Τρύφωνα πρεσβευτὰς κατασπεύδοντας αὐτὸν τοῦ ἐλθεῖν πρὸς αὐτοὺς διὰ τῆς ἐρήμου καὶ ἀποστεῖλαι αὐτοῖς τροφάς.
13.22καὶ ἡτοίμασε Τρύφων πᾶσαν τὴν ἵππον αὐτοῦ ἐλθεῖν ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἦν χιὼν πολλὴ σφόδρα, καὶ οὐκ ἦλθε διὰ τὴν χιόνα · καὶ ἀπῇρε καὶ ἦλθεν εἰς τὴν Γαλααδῖτιν.
13.23ὡς δὲ ἤγγισε τῆς Βασκαμᾶ, ἀπέκτεινε τὸν Ἰωνάθαν, καὶ ἐτάφη ἐκεῖ.
13.24καὶ ἐπέστρεψε Τρύφων καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.
13.25καὶ ἀπέστειλε Σίμων καὶ ἔλαβε τὰ ὀστᾶ Ἰωνάθαν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔθαψεν αὐτὰ ἐν Μωδεΐν πόλει τῶν πατέρων αὐτοῦ.
13.26καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν καὶ ἐπένθησαν αὐτὸν ἡμέρας πολλάς.
13.27καὶ ᾠκοδόμησε Σίμων ἐπὶ τὸν τάφον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίθῳ ξεστῷ ἐκ τῶν ὄπισθεν καὶ ἐκ τῶν ἔμπροσθεν.
13.28καὶ ἔστησεν ἐπ’αὐτὰ ἑπτὰ πυραμίδας, μίαν κατέναντι τῆς μιᾶς τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς τέσσαρσιν ἀδελφοῖς.
13.29καὶ ταύταις ἐποίησε μηχανήματα περιθεὶς στύλους μεγάλους καὶ ἐποίησεν ἐπὶ τοῖς στύλοις πανοπλίας εἰς ὄνομα αἰώνιον καὶ παρὰ ταῖς πανοπλίαις πλοῖα ἐπιγεγλυμμένα εἰς τὸ θεωρεῖσθαι ὑπὸ πάντων τῶν πλεόντων τὴν θάλασσαν.
13.30οὗτος ὁ τάφος ὃν ἐποίησεν ἐν Μωδεΐν, ἕως τῆς ἡμέρας ταύτης.
13.31ὁ δὲ Τρύφων ἐπορεύετο δόλῳ μετὰ Ἀντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ’αὐτοῦ καὶ περιέθετο διάδημα τῆς Ἀσίας καὶ ἐποίησε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς.
13.33καὶ ᾠκοδόμησε Σίμων τὰ ὀχυρώματα τῆς Ἰουδαίας, καὶ περιετείχισε πύργοις ὑψηλοῖς καὶ τείχεσι μεγάλοις καὶ πύλαις καὶ μοχλοῖς καὶ ἔθετο βρώματα ἐν τοῖς ὀχυρώμασι.
13.34καὶ ἐπέλεξε Σίμων ἄνδρας καὶ ἀπέστειλε πρὸς Δημήτριον τὸν βασιλέα τοῦ ποιῆσαι ἄφεσιν τῇ χώρᾳ, ὅτι πᾶσαι αἱ πράξεις Τρύφωνος ἦσαν ἁρπαγαί.
13.35καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους καὶ ἀπεκρίθη αὐτῷ καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν τοιαύτην ·
13.36(βασιλεὺς Δημήτριος Σίμωνι ἀρχιερεῖ καὶ φίλῳ βασιλέων καὶ πρεσβυτέροις καὶ ἔθνει Ἰουδαίων χαίρειν.
13.37τὸν στέφανον τὸν χρυσοῦν καὶ τὴν βαΐνην, ἣν ἀπεστείλατε, κεκομίσμεθα καὶ ἕτοιμοί ἐσμεν τοῦ ποιεῖν ὑμῖν εἰρήνην μεγάλην καὶ γράφειν τοῖς ἐπὶ τῶν χρειῶν τοῦ ἀφιέναι ὑμῖν ἀφέματα.
13.38καὶ ὅσα ἑστήκαμεν πρὸς ὑμᾶς, ἕστηκε, καὶ τὰ ὀχυρώματα, ἃ ᾠκοδομήκατε, ὑπαρχέτω ὑμῖν.
13.39ἀφίεμεν δὲ ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τῆς σήμερον ἡμέρας καὶ τὸν στέφανον, ὃν ὠφείλετε, καὶ εἴ τι ἄλλο ἐτελωνεῖτο ἐν Ἱερουσαλήμ, μηκέτι τελωνείσθω.
13.40καὶ εἴ τινες ἐπιτήδειοι ὑμῶν γραφῆναι εἰς τοὺς περὶ ἡμᾶς, ἐγγραφέσθωσαν, καὶ γινέσθω ἀναμέσον ἡμῶν εἰρήνη). — ἔτους ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ᾔρθη ὁ ζυγὸς τῶν ἐθνῶν ἀπὸ τοῦ Ἰσραήλ, καὶ ἤρξατο ὁ λαὸς Ἰσραὴλ γράφειν ἐν ταῖς συγγραφαῖς καὶ συναλλάγμασιν ἔτους πρώτου ἐπὶ Σίμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου Ἰουδαίων.
13.43ἐν ταῖς ἡμέραις ἐκείναις παρενέβαλε Σίμων ἐπὶ Γάζαρα καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαῖς καὶ ἐποίησεν ἑλεπόλεις καὶ προσήγαγε τῇ πόλει καὶ ἐπάταξε πύργον ἕνα καὶ κατελάβετο.
13.44καὶ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεπόλει εἰς τὴν πόλιν, καὶ ἐγένετο κίνημα μέγα ἐν τῇ πόλει.
13.45καὶ ἀνέβησαν οἱ ἐν τῇ πόλει σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις ἐπὶ τὸ τεῖχος διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ἀξιοῦντες Σίμωνα δεξιὰς αὐτοῖς δοῦναι καὶ εἶπαν ·
13.46μὴ ἡμῖν χρήσῃ κατὰ τὰς πονηρίας ἡμῶν, ἀλλὰ κατὰ τὸ ἔλεός σου.
13.47καὶ συνελύθη Σίμων αὐτοῖς καὶ οὐκ ἐπολέμησεν αὐτούς · καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς πόλεως, καὶ ἐκαθάρισε τὰς οἰκίας, ἐν αἷς ἦν τὰ εἴδωλα, καὶ οὕτως εἰσῆλθεν εἰς αὐτὴν ὑμνῶν καὶ εὐλογῶν.
13.48καὶ ἐξέβαλεν ἐξ αὐτῆς πᾶσαν ἀκαθαρσίαν καὶ κατῴκισεν ἐκεῖ ἄνδρας, οἵτινες τὸν νόμον ποιοῦσι, καὶ προσωχύρωσεν αὐτὴν καὶ ᾠκοδόμησεν ἑαυτῷ ἐν αὐτῇ οἴκησιν.
13.49οἱ δὲ ἐκ τῆς ἄκρας ἐν Ἱερουσαλὴμ ἐκωλύοντο ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὴν χώραν καὶ ἀγοράζειν καὶ πωλεῖν καὶ ἐπείνασαν σφόδρα, καὶ ἀπώλοντο ἐξ αὐτῶν ἱκανοὶ τῇ λιμῷ.
13.50καὶ ἐβόησαν πρὸς Σίμωνα δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς · καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ ἐκαθάρισε τὴν ἄκραν ἀπὸ τῶν μιασμάτων.
13.51καὶ εἰσῆλθον εἰς αὐτὴν τῇ τρίτῃ καὶ εἰκάδι τοῦ δευτέρου μηνὸς ἔτους ἑνὸς καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ μετὰ αἰνέσεως καὶ βαΐων καὶ ἐν κινύραις καὶ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν ὕμνοις καὶ ἐν ᾠδαῖς, ὅτι συνετρίβη ἐχθρὸς μέγας ἐξ Ἰσραήλ.
13.52καὶ ἔστησε κατ’ἐνιαυτὸν τοῦ ἄγειν τὴν ἡμέραν ταύτην μετ’εὐφροσύνης. καὶ προσωχύρωσε τὸ ὄρος τοῦ ἱεροῦ τὸ παρὰ τὴν ἄκραν · καὶ ᾤκει ἐκεῖ αὐτὸς καὶ οἱ παρ’αὐτοῦ.
13.53καὶ εἶδε Σίμων τὸν Ἰωάννην υἱὸν αὐτοῦ, ὅτι ἀνήρ ἐστι, καὶ ἔθετο αὐτὸν ἡγούμενον τῶν δυνάμεων πασῶν · καὶ ᾤκει ἐν Γαζάροις.
14.1καὶ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγε Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτοῦ καὶ ἐπορεύθη εἰς Μηδίαν τοῦ ἐπισπάσασθαι βοήθειαν αὐτῷ, ὅπως πολεμήσῃ τὸν Τρύφωνα.
14.2καὶ ἤκουσεν Ἀρσάκης ὁ βασιλεὺς τῆς Περσίδος καὶ Μηδίας ὅτι ἦλθε Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ, καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλαβεῖν αὐτὸν ζῶντα.
14.3καὶ ἐπορεύθη καὶ ἐπάταξε τὴν παρεμβολὴν Δημητρίου καὶ συνέλαβεν αὐτὸν καὶ ἤγαγεν αὐτὸν πρὸς Ἀρσάκην, καὶ ἔθετο αὐτὸν ἐν φυλακῇ.
14.4καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα πάσας τὰς ἡμέρας Σίμωνος, καὶ ἐζήτησαν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ, καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας.
14.5καὶ μετὰ πάσης τῆς δόξης αὐτοῦ ἔλαβε τὴν Ἰόππην εἰς λιμένα καὶ ἐποίησεν εἴσοδον ταῖς νήσοις τῆς θαλάσσης.
14.6καὶ ἐπλάτυνε τὰ ὅρια τῷ ἔθνει αὐτοῦ καὶ ἐκράτησε τῆς χώρας.
14.7καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν καὶ ἐκυρίευσε Γαζάρων καὶ Βαιθσούρων καὶ τῆς ἄκρας · καὶ ἐξῇρε τὰς ἀκαθαρσίας ἐξ αὐτῆς, καὶ οὐκ ἦν ὁ ἀντικείμενος αὐτῷ.
14.8καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετ’εἰρήνης, καὶ ἡ γῆ ἐδίδου τὰ γεννήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν.
14.9πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο, πάντες περὶ ἀγαθῶν ἐκοινολογοῦντο, καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου.
14.10ταῖς πόλεσιν ἐχορήγησε βρώματα καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως, ἕως ὅτου ὠνομάσθη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου τῆς γῆς.
14.11ἐποίησε τὴν εἰρήνην ἐπὶ τῆς γῆς, καὶ εὐφράνθη Ἰσραὴλ εὐφροσύνην μεγάλην.
14.12καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ τὴν συκῆν αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν αὐτούς.
14.13καὶ ἐξέλιπεν ὁ πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς, καὶ οἱ βασιλεῖς συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις.
14.14καὶ ἐστήρισε πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ · τὸν νόμον ἐξεζήτησε καὶ ἐξῇρε πάντα ἄνομον καὶ πονηρόν ·
14.15τὰ ἅγια ἐδόξασε, καὶ ἐπλήθυνε τὰ σκεύη τῶν ἁγίων.
14.16καὶ ἠκούσθη ἐν Ῥώμῃ, ὅτι ἀπέθανεν Ἰωνάθαν, καὶ ἕως Σπάρτης, καὶ ἐλυπήθησαν σφόδρα.
14.17ὡς δὲ ἤκουσαν, ὅτι Σίμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀντ’αὐτοῦ ἀρχιερεὺς καὶ ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ, ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ τὴν συμμαχίαν, ἣν ἔστησαν πρὸς Ἰούδαν καὶ Ἰωνάθαν τοὺς ἀδελφοὺς αὐτοῦ.
14.19καὶ ἀνεγνώσθησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν Ἱερουσαλήμ.
14.20καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν οἱ Σπαρτιάται · (Σπαρτιατῶν ἄρχοντες καὶ ἡ πόλις Σίμωνι ἱερεῖ μεγάλῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἱερεῦσι καὶ τῷ λοιπῷ δήμῳ τῶν Ἰουδαίων ἀδελφοῖς χαίρειν.
14.21οἱ πρεσβευταὶ οἱ ἀποσταλέντες πρὸς τὸν δῆμον ἡμῶν ἀπήγγειλαν ἡμῖν περὶ τῆς δόξης ὑμῶν καὶ τιμῆς, καὶ ηὐφράνθημεν ἐπὶ τῇ ἐφόδῳ αὐτῶν.
14.22καὶ ἀνεγράψαμεν τὰ ὑπ’αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως · Νουμήνιος Ἀντιόχου καὶ Ἀντίπατρος Ἰάσωνος πρεσβευταὶ Ἰουδαίων ἤλθοσαν πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς φιλίαν.
14.23καὶ ἤρεσε τῷ δήμῳ ἐπιδέξασθαι τοὺς ἄνδρας ἐνδόξως καὶ τοῦ θέσθαι τὸ ἀντίγραφον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀποδεδειγμένοις τῶ δήμῳ βιβλίοις τοῦ ἔχειν μνημόσυνον τὸν δῆμον τῶν Σπαρτιατῶν. τὸ δὲ ἀντίγραφον τούτων ἐγράψαμεν Σίμωνι τῷ ἀρχιερεῖ). — μετὰ δὲ ταῦτα ἀπέστειλε Σίμων τὸν Νουμήνιον εἰς Ῥώμην ἔχοντα ἀσπίδα χρυσῆν μεγάλην ὁλκῆς μνῶν χιλίων εἰς τὸ στῆσαι πρὸς αὐτοὺς τὴν συμμαχίαν.
14.25ὡς δὲ ἤκουσεν ὁ δῆμος τῶν λόγων τούτων, εἶπαν · τίνα χάριν ἀποδώσομεν Σίμωνι καὶ τοῖς υἱοῖς αὐτοῦ;
14.26ἐστήρισε γὰρ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἐπολέμησαν τοὺς ἐχθροὺς Ἰσραὴλ ἀπ’αὐτῶν καὶ ἔστησαν αὐτῷ ἐλευθερίαν. καὶ κατέγραψαν ἐν δέλτοις χαλκαῖς καὶ ἔθεντο ἐν στήλαις ἐν ὄρει Σιών.
14.27καὶ τοῦτο τὸ ἀντίγραφον τῆς γραφῆς · (ὀκτωκαιδεκάτῃ Ἐλούλ, ἔτους δευτέρου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ — καὶ τοῦτο τρίτον ἔτος ἐπὶ Σίμωνος ἀρχιερέως ἐν ἀσαραμὲλ — ἐπὶ συναγωγῆς μεγάλης ἱερέων καὶ λαοῦ καὶ ἀρχόντων ἔθνους καὶ τῶν πρεσβυτέρων τῆς χώρας ἐγνώρισεν ἡμῖν ·
14.29ἐπεὶ πολλάκις ἐγενήθησαν πόλεμοι ἐν τῇ χώρᾳ, Σίμων δὲ ὁ υἱὸς Ματταθίου ὁ υἱὸς τῶν υἱῶν Ἰωαρὶβ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔδωκαν ἑαυτοὺς τῷ κινδύνῳ καὶ ἀντέστησαν τοῖς ὑπεναντίοις τοῦ ἔθνους αὐτῶν, ὅπως σταθῇ τὰ ἅγια αὐτῶν καὶ ὁ νόμος, καὶ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔθνος αὐτῶν.
14.30καὶ ἤθροισεν Ἰωνάθαν τὸ ἔθνος αὐτῶν καὶ ἐγενήθη αὐτοῖς ἀρχιερεὺς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ, καὶ ἐβουλήθησαν οἱ ἐχθροὶ αὐτῶν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτῶν τοῦ ἐκτρῖψαι τὴν χώραν αὐτῶν καὶ ἐκτεῖναι χεῖρας ἐπὶ τὰ ἅγια αὐτῶν.
14.32τότε ἀνέστη Σίμων, καὶ ἐπολέμησε περὶ τοῦ ἔθνους αὐτοῦ καὶ ἐδαπάνησε χρήματα πολλὰ τῶν ἑαυτοῦ καὶ ὡπλοδότησε τοὺς ἄνδρας τῆς δυνάμεως τοῦ ἔθνους αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς ὀψώνια καὶ ὠχύρωσε τὰς πόλεις τῆς Ἰουδαίας καὶ τὴν Βαιθσούραν τὴν ἐπὶ τῶν ὁρίων τῆς Ἰουδαίας, οὗ ἦν τὰ ὅπλα τῶν πολεμίων τὸ πρότερον, καὶ ἔθετο ἐκεῖ φρουρὰν ἄνδρας Ἰουδαίους.
14.34καὶ Ἰόππην ὠχύρωσε τὴν ἐπὶ τῆς θαλάσσης καὶ τὴν Γάζαρα τὴν ἐπὶ τῶν ὁρίων Ἀζώτου, ἐν ᾗ ᾤκουν οἱ πολέμιοι τὸ πρότερον ἐκεῖ, καὶ κατῴκισεν ἐκεῖ Ἰουδαίους, καὶ ὅσα ἐπιτήδεια ἦν πρὸς τὴν τούτων ἐπανόρθωσιν, ἔθετο ἐν αὐτοῖς.
14.35καὶ εἶδεν ὁ λαὸς τὴν πρᾶξιν τοῦ Σίμωνος καὶ τὴν δόξαν, ἣν ἐβουλεύσατο ποιῆσαι τῷ ἔθνει αὐτοῦ, καὶ ἔθεντο αὐτὸν ἡγούμενον αὐτῶν καὶ ἀρχιερέα διὰ τὸ αὐτὸν πεποιηκέναι πάντα ταῦτα καὶ τὴν δικαιοσύνην καὶ τὴν πίστιν, ἣν συνετήρησε τῷ ἔθνει αὐτοῦ, καὶ ἐζήτησε παντὶ τρόπῳ ὑψῶσαι τὸν λαὸν αὐτοῦ.
14.36καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ εὐωδώθη ἐν ταῖς χερσὶν αὐτοῦ τοῦ ἐξαρθῆναι τὰ ἔθνη ἐκ τῆς χώρας αὐτῶν καὶ τοὺς ἐν τῇ πόλει Δαυὶδ τοὺς ἐν Ἱερουσαλήμ, οἳ ἐποίησαν ἑαυτοῖς ἄκραν, ἐξ ἧς ἐξεπορεύοντο καὶ ἐμίαινον κύκλῳ τῶν ἁγίων καὶ ἐποίουν πληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ.
14.37καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας Ἰουδαίους καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσφάλειαν τῆς χώρας καὶ τῆς πόλεως καὶ ὕψωσε τὰ τείχη Ἱερουσαλήμ, καὶ ὁ βασιλεὺς Δημήτριος ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην κατὰ ταῦτα καὶ ἐποίησεν αὐτὸν τῶν φίλων αὐτοῦ καὶ ἐδόξασεν αὐτὸν δόξῃ μεγάλῃ.
14.40ἤκουσε γὰρ ὅτι προσηγόρευνται οἱ Ἰουδαῖοι ὑπὸ Ῥωμαίων φίλοι καὶ σύμμαχοι καὶ ἀδελφοί, καὶ ὅτι ἀπήντησαν τοῖς πρεσβευταῖς Σίμωνος ἐνδόξως, καὶ ὅτι εὐδόκησαν οἱ Ἰουδαῖοι καὶ οἱ ἱερεῖς τοῦ εἶναι Σίμωνα ἡγούμενον καὶ ἀρχιερέα εἰς τὸν αἰῶνα ἕως τοῦ ἀναστῆναι προφήτην πιστὸν καὶ τοῦ εἶναι ἐπ’αὐτῶν στρατηγὸν καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων καθιστάναι αὐτοὺς ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ τῆς χώρας καὶ ἐπὶ τῶν ὅπλων καὶ ἐπὶ τῶν ὀχυρωμάτων, καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων, καὶ ὅπως ἀκούηται ὑπὸ πάντων, καὶ ὅπως γράφωνται ἐπὶ τῷ ὀνόματι αὐτοῦ πᾶσαι συγγραφαὶ ἐν τῇ χώρᾳ, καὶ ὅπως περιβάλληται πορφύραν καὶ χρυσοφορῇ ·
14.44καὶ οὐκ ἐξέσται οὐδενὶ τοῦ λαοῦ καὶ τῶν ἱερέων ἀθετῆσαί τι τούτων καὶ ἀντειπεῖν τοῖς ὑπ’αὐτοῦ ρηθησομένοις καὶ ἐπισυστρέψαι συστροφὴν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ καὶ περιβάλλεσθαι πορφύραν καὶ ἐμπορποῦσθαι πόρπην χρυσῆν ·
14.45ὃς δ’ἂν παρὰ ταῦτα ποιήσῃ ἢ ἀθετήσῃ τι τούτων, ἔνοχος ἔσται). — καὶ εὐδόκησε πᾶς ὁ λαὸς θέσθαι Σίμωνι καὶ ποιῆσαι κατὰ τοὺς λόγους τούτους.
14.47καὶ ἐπεδέξατο Σίμων καὶ εὐδόκησεν ἀρχιερατεύειν καὶ εἶναι στρατηγὸς καὶ ἐθνάρχης τῶν Ἰουδαίων καὶ ἱερέων καὶ τοῦ προστατῆσαι πάντων.
14.48καὶ τὴν γραφὴν ταύτην εἶπον θέσθαι ἐν δέλτοις χαλκαῖς καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ ἐπισήμῳ, τὰ δὲ ἀντίγραφα αὐτῶν θέσθαι ἐν τῷ γαζοφυλακίῳ, ὅπως ἔχῃ Σίμων καὶ οἱ υἱοὶ αὐτοῦ.
15.1καὶ ἀπέστειλεν ὁ Ἀντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς θαλάσσης Σίμωνι ἱερεῖ καὶ ἐθνάρχῃ τῶν Ἰουδαίων καὶ παντὶ τῷ ἔθνει.
15.2καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον · (βασιλεὺς Ἀντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ καὶ ἐθνάρχῃ καὶ ἔθνει Ἰουδαίων χαίρειν, ἐπειδὴ ἄνδρες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν, βούλομαι δὲ ἀντιποιήσασθαι τῆς βασιλείας, ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἦν τὸ πρότερον, ἐξενολόγησα δὲ πλῆθος δυνάμεων καὶ κατεσκεύασα πλοῖα πολεμικά, βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν, ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμῶν καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλείᾳ ·
15.5νῦν οὖν ἵστημί σοι πάντα τὰ ἀφαιρέματα, ἃ ἀφῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς καὶ ὅσα ἄλλα δόματα ἀφῆκάν σοι.
15.6καὶ ἐπέτρεψά σοι ποιῆσαι κόμμα ἴδιον νόμισμα τῇ χώρᾳ σου, Ἱερουσαλὴμ δὲ καὶ τὰ ἅγια εἶναι ἐλεύθερα ·
15.7καὶ πάντα τὰ ὅπλα ὅσα κατεσκεύασας, καὶ τὰ ὀχυρώματα, ἃ ᾠκοδόμησας ὧν κρατεῖς, μενέτω σοι.
15.8καὶ πᾶν ὀφείλημα βασιλικὸν καὶ τὰ ἐσόμενα βασιλικά, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον ἀφιέσθω σοι ·
15.9ὡς δ’ἂν κρατήσωμεν τῆς βασιλείας ἡμῶν, δοξάσομέν σε καὶ τὸ ἔθνος σου καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ, ὥστε φανερὰν γενέσθαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ γῇ). — ἔτους τετάρτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Ἀντίοχος εἰς τὴν γῆν πατέρων αὐτοῦ, καὶ συνῆλθον πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις, ὥστε ὀλίγους εἶναι τοὺς καταλειφθέντας σὺν Τρύφωνι.
15.11καὶ ἐδίωξεν αὐτὸν Ἀντίοχος ὁ βασιλεύς, καὶ ἦλθε φεύγων εἰς Δωρᾶ τὴν ἐπὶ τῆς θαλάσσης ·
15.12εἶδε γὰρ ὅτι συνῆκται ἐπ’αὐτὸν τὰ κακά, καὶ ἀφῆκαν αὐτὸν αἱ δυνάμεις.
15.13καὶ παρενέβαλεν Ἀντίοχος ἐπὶ Δωρᾶ καὶ σὺν αὐτῷ δώδεκα μυριάδες ἀνδρῶν πολεμιστῶν καὶ ὀκτακισχιλία ἵππος.
15.14καὶ ἐκύκλωσε τὴν πόλιν, καὶ τὰ πλοῖα ἀπὸ θαλάσσης συνῆψαν, καὶ ἔθλιβε τὴν πόλιν ἀπὸ τῆς γῆς καὶ τῆς θαλάσσης, καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι.
15.15καὶ ἦλθε Νουμήνιος καὶ οἱ παρ’αὐτοῦ ἐκ Ῥώμης ἔχοντες ἐπιστολὰς τοῖς βασιλεῦσι καὶ ταῖς χώραις, ἐν αἷς ἐγέγραπτο τάδε ·
15.16(Λεύκιος ὕπατος Ῥωμαίων Πτολεμαίῳ βασιλεῖ χαίρειν.
15.17οἱ πρεσβευταὶ τῶν Ἰουδαίων ἦλθον πρὸς ἡμᾶς, φίλοι ἡμῶν καὶ σύμμαχοι, ἀνανεούμενοι τὴν ἐξ ἀρχῆς φιλίαν καὶ συμμαχίαν, ἀπεσταλμένοι ἀπὸ Σίμωνος τοῦ ἀρχιερέως καὶ τοῦ δήμου τῶν Ἰουδαίων ·
15.18ἤνεγκαν δὲ ἀσπίδα χρυσῆν ἀπὸ μνῶν χιλίων.
15.19ἤρεσεν οὖν ἡμῖν γράψαι τοῖς βασιλεῦσι καὶ ταῖς χώραις ὅπως μὴ ἐκζητήσωσιν αὐτοῖς κακὰ καὶ μὴ πολεμήσωσιν αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν καὶ τὴν χώραν αὐτῶν καὶ ἵνα μὴ συμμαχήσωσι τοῖς πολεμοῦσιν αὐτούς.
15.20ἔδοξε δὲ ἡμῖν δέξασθαι τὴν ἀσπίδα παρ’αὐτῶν.
15.21εἴ τινες οὖν λοιμοὶ διαπεφεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ἡμᾶς, παράδοτε αὐτοὺς Σίμωνι τῷ ἀρχιερεῖ, ὅπως ἐκδικήσῃ ἐν αὐτοῖς κατὰ τὸν νόμον αὐτῶν). — καὶ τὰ αὐτὰ ἔγραψε Δημητρίῳ τῷ βασιλεῖ καὶ Ἀττάλῳ, Ἀριαράθῃ καὶ Ἀρσάκῃ καὶ εἰς πάσας τὰς χώρας καὶ Σαμψάμῃ καὶ Σπαρτιάταις καὶ εἰς Δῆλον καὶ Μύνδον καὶ Σικυῶνα καὶ εἰς τὴν Καρίαν καὶ εἰς Σάμον καὶ εἰς τὴν Παμφυλίαν καὶ εἰς τὴν Λυκίαν καὶ εἰς Ἁλικαρνασσὸν καὶ εἰς Ῥόδον καὶ εἰς Φασηλίδα καὶ εἰς Κῶ καὶ εἰς Σίδην καὶ εἰς Ἄραδον καὶ εἰς Γόρτυναν καὶ Κνίδον καὶ Κύπρον καὶ Κυρήνην.
15.24τὸ δὲ ἀντίγραφον αὐτῶν ἔγραψαν Σίμωνι τῷ ἀρχιερεῖ.
15.25Ἀντίοχος δὲ ὁ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρᾶ ἐν τῇ δευτέρᾳ, προσάγων διὰ παντὸς αὐτῇ τὰς χεῖρας καὶ μηχανὰς ποιούμενος καὶ συνέκλεισε τὸν Τρύφωνα τοῦ μὴ εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι.
15.26καὶ ἀπέστειλεν αὐτῷ Σίμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ καὶ ἀργύριον καὶ χρυσίον καὶ σκεύη ἱκανά.
15.27καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι, ἀλλ’ἠθέτησε πάντα, ὅσα συνέθετο αὐτῷ τὸ πρότερον, καὶ ἠλλοτριοῦντο αὐτῷ.
15.28καὶ ἀπέστειλε πρὸς αὐτὸν Ἀθηνόβιον ἕνα τῶν φίλων αὐτοῦ κοινολογησάμενον αὐτῷ λέγων · ὑμεῖς κατακρατεῖτε τῆς Ἰόππης καὶ Γαζάρων καὶ τῆς ἄκρας τῆς ἐν Ἱερουσαλήμ, πόλεις τῆς βασιλείας μου.
15.29τὰ ὅρια αὐτῶν ἠρημώσατε καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου.
15.30νῦν οὖν παράδοτε τὰς πόλεις, ἃς κατελάβεσθε, καὶ τοὺς φόρους τῶν τόπων, ὧν κατεκυριεύσατε ἐκτὸς τῶν ὁρίων τῆς Ἰουδαίας.
15.31εἰ δὲ μή, δότε ἀντ’αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου καὶ τῆς καταφθορᾶς, ἧς κατεφθάρκατε, καὶ τῶν φόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια · εἰ δὲ μή, παραγενόμενοι ἐκπολεμήσομεν ὑμᾶς.
15.32καὶ ἦλθεν Ἀθηνόβιος φίλος τοῦ βασιλέως εἰς Ἱερουσαλὴμ καὶ εἶδε τὴν δόξαν Σίμωνος καὶ κυλικεῖον μετὰ χρυσωμάτων καὶ ἀργυρωμάτων καὶ παράστασιν ἱκανὴν καὶ ἐξίστατο καὶ ἀπήγγειλεν αὐτῶ τοὺς λόγους τοῦ βασιλέως.
15.33καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ · οὔτε γῆν ἀλλοτρίαν εἰλήφαμεν οὔτε ἀλλοτρίων κεκρατήκαμεν, ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν, ὑπὸ δὲ ἐχθρῶν ἡμῶν ἔν τινι καιρῷ ἀκρίτως κατεκρατήθη ·
15.34ἡμεῖς δὲ καιρὸν ἔχοντες ἀντεχόμεθα τῆς κληρονομίας τῶν πατέρων ἡμῶν.
15.35περὶ δὲ Ἰόππης καὶ Γαζάρων, ὧν αἰτεῖς, αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην κατὰ τὴν χώραν ἡμῶν, τούτων δώσομεν τάλαντα ἑκατόν. καὶ οὐκ ἀπεκρίθη αὐτῷ Ἀθηνόβιος λόγον, ἀπέστρεψε δὲ μετὰ θυμοῦ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τούτους καὶ τὴν δόξαν Σίμωνος καὶ πάντα, ὅσα εἶδε, καὶ ὠργίσθη ὁ βασιλεὺς ὀργὴν μεγάλην.
15.37Τρύφων δὲ ἐμβὰς εἰς πλοῖον ἔφυγεν εἰς Ὀρθωσιάδα.
15.38καὶ κατέστησεν ὁ βασιλεὺς τὸν Κενδεβαῖον στρατηγὸν τῆς παραλίας καὶ δυνάμεις πεζικὰς καὶ ἱππικὰς ἔδωκεν αὐτῷ ·
15.39καὶ ἐνετείλατο αὐτῷ παρεμβαλεῖν κατὰ πρόσωπον τῆς Ἰουδαίας καὶ ἐνετείλατο αὐτῷ οἰκοδομῆσαι τὴν Κεδρὼν καὶ ὀχυρῶσαι τὰς πύλας καὶ ὅπως πολεμήσῃ τὸν λαόν · ὁ δὲ βασιλεὺς ἐδίωκε τὸν Τρύφωνα.
15.40καὶ παρεγενήθη Κενδεβαῖος εἰς Ἰάμνειαν καὶ ἤρξατο τοῦ ἐρεθίζειν τὸν λαὸν καὶ ἐμβατεύειν εἰς τὴν Ἰουδαίαν καὶ αἰχμαλωτίζειν τὸν λαὸν καὶ φονεύειν, καὶ ᾠκοδόμησε τὴν Κεδρὼν καὶ ἔταξεν ἐκεῖ ἱππεῖς καὶ δυνάμεις, ὅπως ἐκπορευόμενοι ἐξοδεύωσι τὰς ὁδοὺς τῆς Ἰουδαίας, καθὰ συνέταξεν αὐτῷ ὁ βασιλεύς.
16.1καὶ ἀνέβη Ἰωάννης ἐκ Γαζάρων καὶ ἀπήγγειλε Σίμωνι τῷ πατρὶ αὐτοῦ ἃ συνετέλει Κενδεβαῖος.
16.2καὶ ἐκάλεσε Σίμων τοὺς δύο υἱοὺς αὐτοῦ τοὺς πρεσβυτέρους Ἰούδαν καὶ Ἰωάννην καὶ εἶπεν αὐτοῖς · ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐπολεμήσαμεν τοὺς πολεμίους Ἰσραὴλ ἀπὸ νεότητος ἕως τῆς σήμερον ἡμέρας, καὶ εὐωδώθη ἐν ταῖς χερσὶν ἡμῶν ρύσασθαι τὸν Ἰσραὴλ πλεονάκις.
16.3νῦν δὲ γεγήρακα, καὶ ὑμεῖς δὲ ἐν τῶ ἐλέει ἱκανοί ἐστε ἐν τοῖς ἔτεσι · γίνεσθε ἀντ’ἐμοῦ καὶ τοῦ ἀδελφοῦ μου καὶ ἐξελθόντες ὑπερμαχεῖτε ὑπὲρ τοῦ ἔθνους ἡμῶν, ἡ δὲ ἐκ τοῦ οὐρανοῦ βοήθεια ἔστω μεθ’ὑμῶν.
16.4καὶ ἐπέλεξεν ἐκ τῆς χώρας εἴκοσι χιλιάδας ἀνδρῶν πολεμιστῶν καὶ ἱππεῖς, καὶ ἐπορεύθησαν ἐπὶ τὸν Κενδεβαῖον καὶ ἐκοιμήθησαν ἐν Μωδεΐν.
16.5καὶ ἀναστάντες τὸ πρωΐ ἐπορεύοντο εἰς τὸ πεδίον, καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοῖς, πεζικὴ καὶ ἱππεῖς, καὶ ἦν χειμάρρους ἀναμέσον αὐτῶν.
16.6καὶ παρενέβαλε κατὰ πρόσωπον αὐτῶν αὐτὸς καὶ ὁ λαὸς αὐτοῦ. καὶ εἶδε τὸν λαὸν δειλούμενον διαπερᾶσαι τὸν χειμάρρουν καὶ διεπέρασε πρῶτος · καὶ εἶδον αὐτὸν οἱ ἄνδρες καὶ διεπέρασαν κατόπισθεν αὐτοῦ.
16.7καὶ διεῖλε τὸν λαὸν καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πεζῶν · ἡ δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σφόδρα.
16.8καὶ ἐσάλπισαν ταῖς ἱεραῖς σάλπιγξι, καὶ ἐτροπώθη Κενδεβαῖος καὶ ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί · οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ ὀχύρωμα.
16.9τότε ἐτραυματίσθη Ἰούδας ὁ ἀδελφὸς Ἰωάννου · Ἰωάννης δὲ κατεδίωξεν αὐτοὺς ἕως ἦλθεν εἰς Κεδρών, ἣν ᾠκοδόμησε.
16.10καὶ ἔφυγον ἕως εἰς τοὺς πύργους τοὺς ἐν τοῖς ἀγροῖς Ἀζώτου, καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας δισχιλίους καὶ ἀπέστρεψεν εἰς γῆν Ἰούδα μετ’εἰρήνης.
16.11καὶ Πτολεμαῖος ὁ τοῦ Ἀβούβου ἦν καθεσταμένος στρατηγὸς εἰς τὸ πεδίον Ἱεριχὼ καὶ ἔσχεν ἀργύριον καὶ χρυσίον πολύ ·
16.12ἦν γὰρ γαμβρὸς τοῦ ἀρχιερέως.
16.13καὶ ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἠβουλήθη κατακρατῆσαι τῆς χώρας καὶ ἐβουλεύετο δόλῳ κατὰ Σίμωνος καὶ τῶν υἱῶν αὐτοῦ ἆραι αὐτούς.
16.14Σίμων δὲ ἦν ἐφοδεύων τὰς πόλεις τὰς ἐν τῇ χώρᾳ καὶ φροντίζων τῆς ἐπιμελείας αὐτῶν · καὶ κατέβη εἰς Ἱεριχὼ αὐτὸς καὶ Ματταθίας καὶ Ἰούδας οἱ υἱοὶ αὐτοῦ ἔτους ἑβδόμου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐν μηνὶ ἑνδεκάτῳ (οὗτος ὁ μὴν Σαβάτ).
16.15καὶ ὑπεδέξατο αὐτοὺς ὁ τοῦ Ἀβούβου εἰς τὸ ὀχυρωμάτιον τὸ καλούμενον Δὼκ μετὰ δόλου, ὃ ᾠκοδόμησε, καὶ ἐποίησεν αὐτοῖς πότον μέγαν καὶ ἐνέκρυψεν ἐκεῖ ἄνδρας.
16.16καὶ ὅτε ἐμεθύσθη Σίμων καὶ οἱ υἱοὶ αὐτοῦ, ἐξανέστη Πτολεμαῖος καὶ οἱ παρ’αὐτοῦ καὶ ἐλάβοσαν τὰ ὅπλα αὐτῶν καὶ ἐπεισήλθοσαν τῷ Σίμωνι εἰς τὸ συμπόσιον καὶ ἀπέκτειναν αὐτὸν καὶ τοὺς δύο υἱοὺς αὐτοῦ καί τινας τῶν παιδαρίων αὐτοῦ.
16.17καὶ ἐποίησεν ἀθεσίαν μεγάλην, καὶ ἀπέδωκε κακὰ ἀντὶ ἀγαθῶν.
16.18καὶ ἔγραψε ταῦτα Πτολεμαῖος καὶ ἀπέστειλε τῷ βασιλεῖ, ὅπως ἀποστείλῃ αὐτῷ δυνάμεις εἰς βοήθειαν καὶ παραδῷ αὐτῷ τὴν χώραν αὐτῶν καὶ τὰς πόλεις.
16.19καὶ ἀπέστειλεν ἑτέρους εἰς Γάζαρα ἆραι τὸν Ἰωάννην, καὶ τοῖς χιλιάρχοις ἀπέστειλεν ἐπιστολὰς παραγενέσθαι πρὸς αὐτόν, ὅπως δῷ αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ δόματα, καὶ ἑτέρους ἀπέστειλε καταλαβέσθαι τὴν Ἱερουσαλὴμ καὶ τὸ ὄρος τοῦ ἱεροῦ.
16.21καὶ προδραμών τις ἀπήγγειλεν Ἰωάννῃ εἰς Γάζαρα ὅτι ἀπώλετο ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὅτι ἀπέσταλκε καὶ σὲ ἀποκτεῖναι.
16.22καὶ ἀκούσας ἐξέστη σφόδρα καὶ συνέλαβε τοὺς ἄνδρας τοὺς ἐλθόντας ἀπολέσαι αὐτὸν καὶ ἀπέκτεινεν αὐτούς, ἐπέγνω γὰρ ὅτι ἐζήτουν αὐτὸν ἀπολέσαι.
16.23καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάννου καὶ τῶν πολέμων αὐτοῦ καὶ τῶν ἀνδραγαθιῶν αὐτοῦ, ὧν ἠνδραγάθησε, καὶ τῆς οἰκοδομῆς τῶν τειχέων, ὧν ᾠκοδόμησε, καὶ τῶν πράξεων αὐτοῦ, ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ ἡμερῶν ἀρχιερωσύνης αὐτοῦ, ἀφ’οὗ ἐγενήθη ἀρχιερεὺς μετὰ τὸν πατέρα αὐτοῦ.