Septuagint

Tobit

1

1.1βίβλος λόγων Τωβίτ, τοῦ Τωβιήλ, τοῦ Ἀνανιήλ, τοῦ Ἀδουήλ, τοῦ Γαβαήλ, ἐκ τοῦ σπέρματος Ἀσιήλ, ἐκ τῆς φυλῆς Νεφθαλίμ, ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ἐνεμεσσάρου τοῦ βασιλέως Ἀσσυρίων ἐκ Θίσβης, ἐστιν ἐκ δεξιῶν Κυδίως τῆς Νεφθαλὶ ἐν τῇ Γαλιλαίᾳ ὑπεράνω Ἀσήρ.

1.2 ἐγὼ Τωβὶτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει, τοῖς προπορευθεῖσι μετ’ἐμοῦ εἰς χώραν Ἀσσυρίων εἰς Νινευῆ.

1.4καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ Ἰσραὴλ νεωτέρου μου ὄντος, πᾶσα φυλὴ τοῦ Νεφθαλὶμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου Ἱερουσολύμων, τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν Ἰσραὴλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς · καὶ ἡγιάσθη ναὸς τῆς κατασκηνώσεως τοῦ Ὑψίστου καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.

1.5καὶ πᾶσαι αἱ φυλαὶ αἱ συναποστᾶσαι ἔθυον τῇ Βάαλ τῇ δαμάλει καὶ οἶκος Νεφθαλὶμ τοῦ πατρός μου.

1.6 κἀγὼ μόνος ἐπορευόμην πλεονάκις εἰς Ἱεροσόλυμα ἐν ταῖς ἑορταῖς, καθὼς γέγραπται παντὶ τῷ Ἰσραὴλ ἐν προστάγματι αἰωνίῳ, τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γεννημάτων καὶ τὰς πρωτοκουρίας ἔχων ·

1.7καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν πρὸς τὸ θυσιαστήριον πάντων τῶν γεννημάτων. τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευὶ τοῖς θεραπεύουσιν εἰς Ἱερουσαλήμ, καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ἱεροσολύμοις καθ’ἕκαστον ἐνιαυτόν.

1.8καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει, καθὼς ἐνετείλατο Δεββώρα μήτηρ τοῦ πατρός μου, διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου.

1.9καὶ ὅτε ἐγενόμην ἀνήρ, ἔλαβον Ἄνναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβίαν.

1.10καὶ ὅτε ᾐχμαλωτίσθημεν εἰς Νινευῆ, πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν ·

1.11ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν, καθότι ἐμεμνήμην τοῦ Θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου.

1.13καὶ ἔδωκεν Ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ἐνεμεσσάρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής ·

1.14καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα.

1.15καὶ ὅτε ἀπέθανεν Ἐνεμεσσάρ, ἐβασίλευσε Σενναχηρὶμ υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ, καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάθησαν, καὶ οὐκ ἔτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν.

1.16καὶ ἐν ταῖς ἡμέραις Ἐνεμεσσάρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου ·

1.17τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσι καὶ ἱμάτια τοῖς γυμνοῖς, καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευῆ, ἔθαπτον αὐτόν.

1.18καὶ εἴ τινα ἀπέκτεινε Σενναχηρὶμ βασιλεύς, ὅτε ἦλθε φεύγων ἐκ τῆς Ἰουδαίας, ἔθαψα αὐτοὺς κλέπτων · πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ · καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα, καὶ οὐχ εὑρέθη.

1.19πορευθεὶς δὲ εἷς τῶν ἐν Νινευῆ, ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς, καὶ ἐκρύβην · ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα.

1.20καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου, καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν Ἄννας τῆς γυναικός μου καὶ Τωβίου τοῦ υἱοῦ μου.

1.21καὶ οὐ διῆλθον ἡμέρας πεντήκοντα, ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ καὶ ἔφυγον εἰς τὰ ὄρη Ἀραράθ, καὶ ἐβασίλευσε Σαχερδονὸς υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ, καὶ ἔταξεν Ἀχιάχαρον τὸν Ἀναὴλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τήν διοίκησιν.

1.22καὶ ἠξίωσεν Ἀχιάχαρος περὶ ἐμοῦ, καὶ ἦλθον εἰς Νινευῆ. Ἀχιάχαρος δὲ ἦν οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής, καὶ κατέστησεν αὐτὸν Σαχερδονὸς ἐκ δευτέρας · ἦν δὲ ἐξάδελφός μου.

2

2.1ὅτε δὲ κατῆλθον εἰς τὸν οἶκόν μου καὶ ἀπεδόθη μοι Ἄννα γυνή μου, καὶ Τωβίας υἱός μου, ἐν τῇ πεντηκοστῇ ἑορτῇ, ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων, ἐγενήθη ἄριστον καλόν μοι, καὶ ἀνέπεσα τοῦ φαγεῖν.

2.2καὶ ἐθεασάμην ὄψα πολλὰ καὶ εἶπα τῷ υἱῷ μου · βάδισον καὶ ἄγαγε ὃν ἂν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ, ὃς μέμνηται τοῦ Κυρίου, καὶ ἰδοὺ μένω σε.

2.3καὶ ἐλθὼν εἶπε · πάτερ, εἷς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορᾷ.

2.4 κἀγὼ πρὶν γεύσασθαί με, ἀναπηδήσας ἀνειλόμην αὐτὸν εἴς τι οἴκημα, ἕως οὗ ἔδυ ἥλιος.

2.5καὶ ἐπιστρέψας ἐλουσάμην καὶ ἤσθιον τὸν ἄρτον μου ἐν λύπῃ ·

2.6καὶ ἐμνήσθην τῆς προφητείας Ἀμώς, καθὼς εἶπε · στραφήσονται αἱ ἑορταὶ ὑμῶν εἰς πένθος καὶ πᾶσαι αἱ εὐφροσύναι ὑμῶν εἰς θρῆνον, καὶ ἔκλαυσα.

2.7καὶ ὅτε ἔδυ ἥλιος, ᾠχόμην καὶ ὀρύξας ἔθαψα αὐτόν.

2.8καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες · οὐκ ἔτι φοβεῖται φονευθῆναι περὶ τοῦ πράγματος τούτου, καὶ ἀπέδρα, καὶ ἰδοὺ πάλιν θάπτει τοὺς νεκρούς.

2.9καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνέλυσα θάψας καὶ ἐκοιμήθην μεμιαμμένος παρὰ τὸν τοῖχον τῆς αὐλῆς, καὶ τὸ πρόσωπόν μου ἀκάλυπτον ἦν.

2.10καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστί, καὶ τῶν ὀφθαλμῶν μου ἀνεῳγότων, ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου, καὶ ἐγενήθη λευκώματα ἐν τοῖς ὀφθαλμοῖς μου. καὶ ἐπορεύθην πρὸς ἰατρούς, καὶ οὐκ ὠφέλησάν με · Ἀχιάχαρος δὲ ἔτρεφέ με, ἕως οὗ ἐπορεύθην εἰς τὴν Ἐλυμαΐδα.

2.11καὶ γυνή μου Ἄννα ἠριθεύετο ἐν τοῖς γυναικείοις ·

2.12καὶ ἀπέστελλε τοῖς κυρίοις, καὶ ἀπέδωκαν αὐτῇ καὶ αὐτοὶ τὸν μισθὸν προσδόντες καὶ ἔριφον.

2.13ὅτε δὲ ἦλθε πρός με, ἤρξατο κράζειν · καὶ εἶπα αὐτῇ · πόθεν τὸ ἐρίφιον; μὴ κλεψιμαῖόν ἐστιν; ἀπόδος αὐτὸ τοῖς κυρίοις · οὐ γὰρ θεμιτόν ἐστι φαγεῖν κλεψιμαῖον.

2.14 δὲ εἶπε · δῶρον δέδοταί μοι ἐπὶ τῷ μισθῷ. καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοῖς κυρίοις καί ἠρυθρίων πρὸς αὐτήν · δὲ ἀποκριθεῖσα εἶπέ μοι · ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου; ἰδοὺ γνωστὰ πάντα μετὰ σοῦ.

3

3.1καὶ λυπηθεὶς ἔκλαυσα καὶ προσευξάμην μετ’ὀδύνης λέγων ·

3.2δίκαιος εἶ, Κύριε, καὶ πάντα τὰ ἔργα σου καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια, καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα.

3.3μνήσθητί μου καὶ ἐπίβλεψον ἐπ’ἐμέ · μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ τοῖς ἀγνοήμασί μου καὶ τῶν πατέρων μου, ἥμαρτον ἐνώπιόν σου ·

3.4παρήκουσαν γὰρ τῶν ἐντολῶν σου, καὶ ἔδωκας ἡμᾶς εἰς διαρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ παραβολὴν ὀνειδισμοῦ πᾶσι τοῖς ἔθνεσιν, ἐν οἷς ἐσκορπίσμεθα.

3.5καὶ νῦν πολλαὶ αἱ κρίσεις σού εἰσι καὶ ἀληθιναὶ ἐξ ἐμοῦ ποιῆσαι περὶ τῶν ἁμαρτιῶν μου καὶ τῶν πατέρων μου, ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου · οὐ γὰρ ἐπορεύθημεν ἐν ἀληθείᾳ ἐνώπιόν σου.

3.6καὶ νῦν κατὰ τὸ ἀρεστὸν ἐνώπιόν σου ποίησον μετ’ἐμοῦ · ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου, ὅπως ἀπολυθῶ καὶ γένωμαι γῆ · διότι λυσιτελεῖ μοι ἀποθανεῖν ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, καὶ λύπη ἐστὶ πολλὴ ἐν ἐμοί · ἐπίταξον ἀπολυθῆναί με τῆς ἀνάγκης ἤδη εἰς τὸν αἰώνιον τόπον, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ ἐμοῦ.

3.7ἐν τῇ αὐτῇ ἡμέρᾳ συνέβη τῇ θυγατρὶ Ῥαγουὴλ Σάρρᾳ ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ταύτην ὀνειδισθῆναι ὑπὸ παιδισκῶν πατρὸς αὐτῆς, ὅτι ἦν δεδομένη ἀνδράσιν ἑπτά, καὶ Ἀσμοδαῖος τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν γενέσθαι αὐτοὺς μετ’αὐτῆς ὡς ἐν γυναιξί.

3.8καὶ εἶπαν αὐτῇ · οὐ συνιεῖς ἀποπνίγουσά σου τοὺς ἄνδρας; ἤδη ἑπτὰ ἔσχες καὶ ἑνὸς αὐτῶν οὐκ ὠνομάσθης ·

3.9τί ἡμᾶς μαστιγοῖς; εἰ ἀπέθαναν, βάδιζε μετ’αὐτῶν · μὴ ἴδοιμέν σου υἱὸν θυγατέρα εἰς τὸν αἰῶνα.

3.10ταῦτα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι. καὶ εἶπε · μία μέν εἰμι τῷ πατρί μου · ἐὰν ποιήσω τοῦτο, ὄνειδος αὐτῷ ἔσται, καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετ’ὀδύνης εἰς ᾅδου.

3.11καὶ ἐδεήθη πρὸς τῇ θυρίδι καὶ εἶπεν · εὐλογητὸς εἶ, Κύριε Θεός μου, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰῶνας · εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα.

3.12καὶ νῦν, Κύριε, τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα ·

3.13εἰπὸν ἀπολῦσαί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκοῦσαί με μηκέτι ὀνειδισμόν.

3.14σὺ γινώσκεις, Κύριε, ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας ἀνδρὸς καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐ δὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου.

3.15μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον, κληρονομήσει αὐτόν, οὐ δὲ ἀδελφὸς ἐγγὺς οὐ δὲ ὑπάρχων αὐτῷ υἱός, ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα. ἤδη ἀπώλοντό μοι ἑπτά · ἵνα τί μοι ζῆν; καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με, ἐπίταξον ἐπιβλέψαι ἐπ’ἐμὲ καὶ ἐλεῆσαί με καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν.

3.16καὶ εἰσηκούσθη προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ μεγάλου Ῥαφαήλ, καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο, τοῦ Τωβὶτ λεπίσαι τὰ λευκώματα καὶ Σάρραν τὴν τοῦ Ῥαγουὴλ δοῦναι Τωβίᾳ τῷ υἱῷ Τωβὶτ γυναῖκα καὶ δῆσαι Ἀσμοδαῖον τὸ πονηρὸν δαιμόνιον, διότι Τωβίᾳ ἐπιβάλλει κληρονομῆσαι αὐτήν.

3.17ἐν αὐτῷ τῷ καιρῷ ἐπιστρέψας Τωβὶτ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ Σάρρα τοῦ Ῥαγουὴλ κατέβη ἐκ τοῦ ὑπερῴου αὐτῆς.

4

4.1ἐν τῇ ἡμέρᾳ ἐκείνη ἐμνήσθη Τωβὶτ περὶ τοῦ ἀργυρίου, οὗ παρέθετο Γαβαὴλ ἐν Ῥάγοις τῆς Μηδίας, καὶ εἶπεν ἐν ἑαυτῷ ·

4.2ἐγὼ ᾐτησάμην θάνατον, τί οὐ καλῶ Τωβίαν τὸν υἱόν μου, ἵνα αὐτῷ ὑποδείξω πρὶν ἀποθανεῖν με;

4.3καὶ καλέσας αὐτὸν εἶπε · παιδίον, ἐὰν ἀποθάνω, θάψον με, καὶ μὴ ὑπερίδῃς τὴν μητέρα σου · τίμα αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ποίει τὸ ἀρεστὸν αὐτῇ καὶ μὴ λυπήσῃς αὐτήν.

4.4μνήσθητι, παιδίον, ὅτι πολλοὺς κινδύνους ἑώρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ · ὅταν ἀποθάνῃ, θάψον αὐτὴν παρ’ἐμοὶ ἐν ἑνὶ τάφῳ.

4.5πάσας τὰς ἡμέρας, παιδίον, Κυρίου τοῦ Θεοῦ ἡμῶν μνημόνευε καὶ μὴ θελήσῃς ἁμαρτάνειν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ. δικαιοσύνην ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας ·

4.6διότι ποιοῦντός σου τὴν ἀλήθειαν, εὐοδίαι ἔσονται ἐν τοῖς ἔργοις σου καὶ πᾶσι τοῖς ποιοῦσι τὴν δικαιοσύνην.

4.7ἐκ τῶν ὑπαρχόντων σοι ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην · μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ παντὸς πτωχοῦ, καὶ ἀπὸ σοῦ οὐ μὴ ἀποστραφῇ τὸ πρόσωπον τοῦ Θεοῦ.

4.8ὡς σοὶ ὑπάρχει κατὰ τὸ πλῆθος, ποίησον ἐξ αὐτῶν ἐλεημοσύνην · ἐὰν ὀλίγον σοι ὑπάρχῃ, κατὰ τὸ ὀλίγον μὴ φοβοῦ ποιεῖν ἐλεημοσύνην ·

4.9θέμα γὰρ ἀγαθὸν θησαυρίζεις σεαυτῷ εἰς ἡμέραν ἀνάγκης ·

4.10διότι ἐλεημοσύνη ἐκ θανάτου ρύεται καὶ οὐκ ἐᾷ εἰσελθεῖν εἰς τὸ σκότος ·

4.11δῶρον γὰρ ἀγαθόν ἐστιν ἐλεημοσύνη πᾶσι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ Ὑψίστου.

4.12πρόσεχε σεαυτῷ, παιδίον, ἀπὸ πάσης πορνείας καὶ γυναῖκα πρῶτον λάβε ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου · μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν, οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατρός σου, διότι υἱοὶ προφητῶν ἐσμεν. Νῶε, Ἁβραάμ, Ἰσαάκ, Ἰακώβ, οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος · μνήσθητι, παιδίον, ὅτι αὐτοὶ πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν, καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν.

4.13καὶ νῦν, παιδίον, ἀγάπα τοὺς ἀδελφούς σου καὶ μὴ ὑπερηφανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελφῶν σου καὶ τῶν υἱῶν καὶ θυγατέρων τοῦ λαοῦ σου λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα · διότι ἐν τῇ ὑπερηφανίᾳ ἀπώλεια καὶ ἀκαταστασία πολλή, καὶ ἐν τῇ ἀχρειότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη · γὰρ ἀχρειότης μήτηρ ἐστὶ τοῦ λιμοῦ.

4.14μισθὸς παντὸς ἀνθρώπου, ὃς ἐὰν ἐργάσηται παρὰ σοί, μὴ αὐλισθήτω, ἀλλ’ἀπόδος αὐτῷ παραυτίκα, καὶ ἐὰν δουλεύσῃς τῷ Θεῷ, ἀποδοθήσεταί σοι. πρόσεχε σεαυτῷ, παιδίον, ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου.

4.15καὶ μισεῖς, μηδενὶ ποιήσῃς. οἶνον εἰς μέθην μὴ πίῃς, καὶ μὴ πορευθήτω μετὰ σοῦ μέθη ἐν τῇ ὁδῷ σου.

4.16ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς · πᾶν, ἐὰν περισσεύσῃ σοι, ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην.

4.17ἔκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τῶν δικαίων καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς.

4.18συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον καὶ μὴ καταφρονήσῃς ἐπί πάσης συμβουλίας χρησίμης.

4.19καὶ ἐν παντὶ καιρῷ εὐλόγει Κύριον τὸν Θεὸν καὶ παρ’αὐτοῦ αἴτησον, ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται, καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαί σου εὐοδωθῶσι · διότι πᾶν ἔθνος οὐκ ἔχει βουλήν, ἀλλ’αὐτὸς Κύριος δίδωσι πάντα τὰ ἀγαθὰ καὶ ὃν ἐὰν θέλῃ, ταπεινοῖ, καθὼς βούλεται. καὶ νῦν, παιδίον, μνημόνευε τῶν ἐντολῶν μου, καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου.

4.20καὶ νῦν ὑποδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου, παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας.

4.21καὶ μὴ φοβοῦ, παιδίον, ὅτι ἐπτωχεύσαμεν · ὑπάρχει σοι πολλά, ἐὰν φοβηθῇς τὸν Θεόν, καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ.

5

5.1καὶ ἀποκριθεὶς Τωβίας εἶπεν αὐτῷ · πάτερ, ποιήσω πάντα, ὅσα ἐντέταλσαί μοι ·

5.2ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν;

5.3καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον καὶ εἶπεν αὐτῷ · ζήτησον σεαυτῷ ἄνθρωπον, ὃς συμπορεύσεταί σοι, καὶ δώσω αὐτῷ μισθὸν ἕως ζῶ · καὶ λαβὲ πορευθεὶς τὸ ἀργύριον.

5.4καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον καὶ εὗρε τὸν Ῥαφαήλ, ὃς ἦν ἄγγελος, καὶ οὐκ ᾔδει ·

5.5καὶ εἶπεν αὐτῷ · εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδίας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων;

5.6καὶ εἶπεν αὐτῷ ἄγγελος · πορεύσομαι μετὰ σοῦ καὶ τῆς ὁδοῦ ἐμπειρῶ καὶ παρὰ Γαβαὴλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην.

5.7καὶ εἶπεν αὐτῷ Τωβίας · ὑπόμεινόν με, καὶ ἐρῶ τῷ πατρί.

5.8καὶ εἶπεν αὐτῷ · πορεύου καὶ μὴ χρονίσῃς.

5.9καὶ εἰσελθὼν εἶπε τῷ πατρί · ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι. δὲ εἶπε · φώνησον αὐτὸν πρός με, ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστι καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ.

5.10καὶ ἐκάλεσεν αὐτόν, καὶ εἰσῆλθε, καὶ ἠσπάσαντο ἀλλήλους.

5.11καὶ εἶπεν αὐτῷ Τωβίτ · ἀδελφέ, ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατριᾶς εἶ σύ; ὑπόδειξόν μοι.

5.12καὶ εἶπεν αὐτῷ · φυλὴν καὶ πατριὰν σὺ ζητεῖς μίσθιον, ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου; καὶ εἶπεν αὐτῷ Τωβίτ · βούλομαι, ἀδελφέ, ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα.

5.13ὃς δὲ εἶπεν · ἐγὼ Ἀζαρίας Ἀνανίου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου.

5.14καὶ εἶπεν αὐτῷ · ὑγιαίνων ἔλθοις, ἀδελφέ, καὶ μή μοι ὀργισθῇς, ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι. καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς · ἐπεγίνωσκον γὰρ ἐγὼ Ἀνανίαν καὶ Ἰωνάθαν τοὺς υἱοὺς Σεμεΐ τοῦ μεγάλου, ὡς ἐπορευόμεθα κοινῶς εἰς Ἱεροσόλυμα προσκυνεῖν, ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γεννημάτων, καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν. ἐκ ρίζης καλῆς εἶ, ἀδελφέ, ἀλλὰ εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι ·

5.15δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου.

5.16καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθόν, ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε.

5.17καὶ εὐδόκησαν οὕτως. καὶ εἶπε πρὸς Τωβίαν · ἕτοιμος γίνου πρὸς τὴν ὁδόν · καὶ εὐοδωθείητε. καὶ ἡτοίμασεν υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν. καὶ εἶπεν αὐτῷ πατὴρ αὐτοῦ · πορεύου μετὰ τοῦ ἀνθρώπου τούτου, δὲ ἐν τῷ οὐρανῷ οἰκῶν Θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν, καὶ ἄγγελος αὐτοῦ συμπορευθήτω ὑμῖν. καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν καὶ κύων τοῦ παιδαρίου μετ’αὐτῶν.

5.18ἔκλαυσε δὲ Ἄννα μήτηρ αὐτοῦ καὶ εἶπε πρὸς Τωβίτ · τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν; οὐχὶ ράβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν;

5.19ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο ·

5.20ὡς γὰρ δέδοται ἡμῖν ζῆν παρὰ τοῦ Κυρίου, τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει.

5.21καὶ εἶπεν αὐτῇ Τωβίτ · μὴ λόγον ἔχε, ἀδελφή · ὑγιαίνων ἐλεύσεται, καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν ·

5.22ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων. καὶ ἐπαύσατο κλαίουσα.

6

6.1οἱ δὲ πορευόμενοι τὴν ὁδὸν ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγριν ποταμόν, καὶ ηὐλίζοντο ἐκεῖ.

6.2τὸ δὲ παιδάριον κατέβη περικλύσασθαι, καὶ ἀνεπήδησεν ἰχθὺς ἀπὸ τοῦ ποταμοῦ καὶ ἐβουλήθη καταπιεῖν τὸ παιδάριον.

6.3 δὲ ἄγγελος εἶπεν αὐτῷ · ἐπιλαβοῦ τοῦ ἰχθύος. καὶ ἐκράτησε τὸν ἰχθὺν τὸ παιδάριον καὶ ἀνέβαλεν αὐτὸν ἐπὶ τὴν γῆν.

6.4καὶ εἶπεν αὐτῷ ἄγγελος · ἀνάτεμε τὸν ἰχθὺν καὶ λαβὼν τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ τὴν χολὴν θὲς ἀσφαλῶς.

6.5καὶ ἐποίησε τὸ παιδάριον ὡς εἶπεν αὐτῷ ἄγγελος, τὸν δὲ ἰχθὺν ὀπτήσαντες ἔφαγον.

6.6καὶ ὥδευον ἀμφότεροι, ἕως οὗ ἤγγισαν ἐν Ἐκβατάνοις.

6.7καὶ εἶπε τὸ παιδάριον τῷ ἀγγέλῳ · Ἀζαρία ἀδελφέ, τί ἐστιν καρδία καὶ τὸ ἧπαρ καὶ χολὴ τοῦ ἰχθύος;

6.8καὶ εἶπεν αὐτῷ · καρδία καὶ τὸ ἧπαρ, ἐάν τινα ὀχλῇ δαιμόνιον πνεῦμα πονηρόν, ταῦτα δεῖ καπνίσαι ἐνώπιον ἀνθρώπου γυναικός, καὶ οὐκέτι οὐ μὴ ὀχληθῇ ·

6.9 δὲ χολή, ἐγχρῖσαι ἄνθρωπον, ὃς ἔχει λευκώματα ἐν τοῖς ὀφθαλμοῖς, καὶ ἰαθήσεται.

6.10ὡς δὲ προσήγγισαν τῇ Ῥάγῃ, εἶπεν ἄγγελος τῷ παιδαρίῳ ·

6.11ἀδελφέ, σήμερον αὐλισθησόμεθα παρὰ Ῥαγουήλ, καὶ αὐτὸς συγγενής σού ἐστι, καὶ ἔστιν αὐτῷ θυγάτηρ ὀνόματι Σάρρα ·

6.12λαλήσω περὶ αὐτῆς τοῦ δοθῆναί σοι αὐτὴν εἰς γυναῖκα, ὅτι σοι ἐπιβάλλει κληρονομία αὐτῆς, καὶ σὺ μόνος εἶ ἐκ τοῦ γένους αὐτῆς, καὶ τὸ κοράσιον καλὸν καὶ φρόνιμόν ἐστι.

6.13καὶ νῦν ἄκουσόν μου καὶ λαλήσω τῷ πατρὶ αὐτῆς, καὶ ὅταν ὑποστρέψωμεν ἐκ Ῥαγῶν, ποιήσομεν τὸν γάμον · διότι ἐπίσταμαι Ῥαγουὴλ ὅτι οὐ μὴ δῷ αὐτὴν ἀνδρὶ ἑτέρῳ κατὰ τὸν νόμον Μωυσῆ ὀφειλήσει θάνατον, ὅτι τὴν κληρονομίαν σοὶ καθήκει λαβεῖν πάντα ἄνθρωπον.

6.14τότε εἶπε τὸ παιδάριον τῷ ἀγγέλῳ · Ἀζαρία ἀδελφέ, ἀκήκοα ἐγὼ τὸ κοράσιον δεδόσθαι ἑπτὰ ἀνδράσι καὶ πάντας ἐν τῷ νυμφῶνι ἀπολωλότας.

6.15καὶ νῦν ἐγὼ μόνος εἰμὶ τῷ πατρὶ καὶ φοβοῦμαι μὴ εἰσελθὼν ἀποθάνω καθὼς καὶ οἱ πρότεροι, ὅτι δαιμόνιον φιλεῖ αὐτήν, οὐκ ἀδικεῖ οὐδένα πλὴν τῶν προσαγόντων αὐτῇ. καὶ νῦν ἐγὼ φοβοῦμαι μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ’ὀδύνης ἐπ’ἐμοὶ εἰς τὸν τάφον αὐτῶν · καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς, ὃς θάψει αὐτούς.

6.16εἶπε δὲ αὐτῷ ἄγγελος · οὐ μέμνησαι τῶν λόγων, ὧν ἐνετείλατό σοι πατήρ σου, ὑπὲρ τοῦ λαβεῖν σε γυναῖκα ἐκ τοῦ γένους σου; καὶ νῦν ἄκουσόν μου, ἀδελφέ, διότι σοὶ ἔσται εἰς γυναῖκα, καὶ τοῦ δαιμονίου μηδένα λόγον ἔχε, ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι αὕτη εἰς γυναῖκα.

6.17καὶ ἐὰν εἰσέλθῃς εἰς τὸν νυμφῶνα, λήψῃ τέφραν θυμιαμάτων καὶ ἐπιθήσεις ἀπὸ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος καὶ καπνίσεις, καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκ ἐπανελεύσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

6.18ὅταν δὲ προσπορεύῃ αὐτῇ, ἐγέρθητε ἀμφότεροι καὶ βοήσατε πρὸς τὸν ἐλεήμονα Θεόν, καὶ σώσει ὑμᾶς καὶ ἐλεήσει. μὴ φοβοῦ, ὅτι σοὶ αὐτὴ ἡτοιμασμένη ἦν ἀπὸ τοῦ αἰῶνος, καὶ σὺ αὐτὴν σώσεις, καὶ πορεύσεται μετὰ σοῦ, καὶ ὑπολαμβάνω ὅτι σοι ἔσται ἐξ αὐτῆς παιδία.

6.19καὶ ὡς ἤκουσε Τωβίας ταῦτα, ἐφίλησεν αὐτήν, καὶ ψυχὴ αὐτοῦ ἐκολλήθη σφόδρα αὐτῇ.

7

7.1καὶ ἦλθον εἰς Ἐκβάτανα καὶ παρεγένοντο εἰς τὴν οἰκίαν Ῥαγουήλ, Σάρρα δὲ ὑπήντησεν αὐτοῖς καὶ ἐχαιρέτισεν αὐτοὺς καὶ αὐτοὶ αὐτήν, καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν.

7.2καὶ εἶπε Ῥαγουὴλ Ἔδνᾳ τῇ γυναικὶ αὐτοῦ · ὡς ὅμοιος νεανίσκος Τωβὶτ τῷ ἀνεψιῷ μου;

7.3καὶ ἠρώτησεν αὐτούς Ῥαγουήλ · πόθεν ἐστέ, ἀδελφοί; καὶ εἶπαν αὐτῷ · ἐκ τῶν υἱῶν Νεφθαλὶμ τῶν αἰχμαλώτων ἐκ Νινευῆ.

7.4καὶ εἶπεν αὐτοῖς · γινώσκετε Τωβὶτ τὸν ἀδελφὸν ἡμῶν; οἱ δὲ εἶπον · γινώσκομεν. καὶ εἶπεν αὐτοῖς · ὑγιαίνει;

7.5οἱ δὲ εἶπαν · καὶ ζῇ καὶ ὑγιαίνει. καὶ εἶπε Τωβίας · πατήρ μού ἐστι.

7.6καὶ ἀνεπήδησε Ῥαγουὴλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσε καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ ·

7.7 τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀνθρώπου υἱός · καὶ ἀκούσας ὅτι Τωβὶτ ἀπώλεσε τοὺς ὀφθαλμοὺς ἑαυτοῦ, ἐλυπήθη καὶ ἔκλαυσε.

7.8καὶ Ἔδνα γυνὴ αὐτοῦ καὶ Σάρρα θυγάτηρ αὐτοῦ ἔκλαυσαν καὶ ὑπεδέξαντο αὐτοὺς προθύμως ·

7.9καὶ ἔθυσαν κριὸν προβάτων καὶ παρέθηκαν ὄψα πλείονα. εἶπε δὲ Τωβίας τῷ Ῥαφαήλ · Ἀζαρία ἀδελφέ, λάλησον ὑπὲρ ὧν ἔλεγες ἐν τῇ πορείᾳ, καὶ τελεσθήτω τὸ πρᾶγμα.

7.10καὶ μετέδωκε τὸν λόγον τῷ Ῥαγουήλ · καὶ εἶπε Ῥαγουὴλ πρὸς Τωβίαν · φάγε, πίε καὶ ἡδέως γίνου, σοὶ γὰρ καθήκει τὸ παιδίον μου λαβεῖν · πλὴν ὑποδείξω σοι τὴν ἀλήθειαν.

7.11ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσι, καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν, ἀπέθνησκον ὑπὸ τὴν νύκτα. ἀλλὰ τὸ νῦν ἔχον, ἡδέως γίνου.

7.12καὶ εἶπε Τωβίας · οὐ γεύομαι οὐδὲν ὧδε, ἕως ἂν στήσητε καὶ σταθῆτε πρός με. καὶ εἶπε Ῥαγουήλ · κομίζου αὐτὴν ἀπὸ τοῦ νῦν κατὰ τὴν κρίσιν · σὺ δέ ἀδελφὸς εἶ αὐτῆς, καὶ αὐτὴ σού ἐστιν · δὲ ἐλεήμων Θεὸς εὐοδώσει ὑμῖν τὰ κάλλιστα.

7.13καὶ ἐκάλεσε Σάρραν τὴν θυγατέρα αὐτοῦ, καὶ λαβὼν τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν Τωβία γυναῖκα καὶ εἶπεν · ἰδοὺ κατὰ τὸν νόμον Μωυσέως κομίζου αὐτὴν καὶ ἄπαγε πρὸς τὸν πατέρα σου · καὶ εὐλόγησεν αὐτούς.

7.14καὶ ἐκάλεσεν Ἔδναν τὴν γυναῖκα αὐτοῦ · καὶ λαβὼν βιβλίον ἔγραψε συγγραφήν, καὶ ἐσφραγίσατο. καὶ ἤρξαντο ἐσθίειν.

7.15καὶ ἐκάλεσε Ῥαγουὴλ Ἔδναν τήν γυναῖκα αὐτοῦ καὶ εἶπε αὐτῇ · ἀδελφή, ἑτοίμασον τὸ ἕτερον ταμιεῖον καὶ εἰσάγαγε αὐτήν.

7.16καὶ ἐποίησεν ὡς εἶπε καὶ εἰσήγαγεν αὐτὴν ἐκεῖ, καὶ ἔκλαυσε · καὶ ἀπεδέξατο τὰ δάκρυα τῆς θυγατρὸς αὐτῆς καὶ εἶπεν αὐτῇ ·

7.17θάρσει, τέκνον, Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς δῴη σοι χάριν ἀντὶ τῆς λύπης σου ταύτης · θάρσει, θύγατερ.

8

8.1ὅτε δὲ συνετέλεσαν δειπνοῦντες, εἰσήγαγον Τωβίαν πρὸς αὐτήν.

8.2 δὲ πορευόμενος ἐμνήσθη τῶν λόγων Ῥαφαὴλ καὶ ἔλαβε τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκε τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἐκάπνισεν.

8.3ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς, ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου καὶ ἔδησεν αὐτὸ ἄγγελος.

8.4ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβίας ἀπὸ τῆς κλίνης καὶ εἶπεν · ἀνάστηθι, ἀδελφή, καὶ προσευξώμεθα, ἵνα ἐλεήσῃ ἡμᾶς Κύριος.

8.5καὶ ἤρξατο Τωβίας λέγειν · εὐλογητὸς εἶ, Θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας · εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου.

8.6σὺ ἐποίησας Ἀδὰμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Εὔαν στήριγμα τὴν γυναῖκα αὐτοῦ · ἐκ τούτων ἐγεννήθη τὸ ἀνθρώπων σπέρμα. σὺ εἶπας · οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ.

8.7καὶ νῦν, Κύριε, οὐ διά πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην, ἀλλὰ ἐπ’ἀληθείας ἐπίταξον ἐλεῆσαί με καὶ αὐτῇ συγκαταγηρᾶσαι.

8.8καὶ εἶπε μετ’αὐτοῦ · ἀμήν.

8.9καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα.

8.10καὶ ἀναστὰς Ῥαγουὴλ ἐπορεύθη καὶ ὤρυξε τάφον λέγων · μὴ καὶ οὗτος ἀποθάνῃ;

8.11καὶ ἦλθε Ῥαγουὴλ εἰς τὴν οἰκίαν ἑαυτοῦ καὶ εἶπεν Ἔδνᾳ τῇ γυναικὶ αὐτοῦ ·

8.12ἀπόστειλον μίαν τῶν παιδισκῶν, καὶ ἰδέτωσαν εἰ ζῇ · εἰ δὲ μή, ἵνα θάψωμεν αὐτόν, καὶ μηδεὶς γνῷ.

8.13καὶ εἰσῆλθεν παιδίσκη ἀνοίξασα τὴν θύραν καὶ εὗρε τοὺς δύο καθεύδοντας.

8.14καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς, ὅτι ζῇ.

8.15καὶ εὐλόγησε Ῥαγουὴλ τὸν Θεὸν λέγων · εὐλογητὸς εἶ σύ, Θεός, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ, καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς τοὺς αἰῶνας.

8.16εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ’ἡμῶν.

8.17εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς · ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετ’εὐφροσύνης καὶ ἐλέους.

8.18ἐκέλευσε δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον.

8.19καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δεκατεσσάρων.

8.20καὶ εἶπεν αὐτῷ Ῥαγουὴλ πρὶν συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως μὴ ἐξελθεῖν αὐτὸν ἐὰν μὴ πληρωθῶσιν αἱ δεκατέσσαρες ἡμέραι τοῦ γάμου.

8.21καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μεθ’ὑγιείας πρὸς τὸν πατέρα · καὶ τὰ λοιπά, ὅταν ἀποθάνω καὶ γυνή μου.

9

9.1καὶ ἐκάλεσε Τωβίας τὸν Ῥαφαὴλ καὶ εἶπεν αὐτῷ ·

9.2Ἀζαρία ἀδελφέ, λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδίας παρὰ Γαβαὴλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε μοι εἰς τὸν γάμον ·

9.3διότι ὠμόμοκε Ῥαγουὴλ μὴ ἐξελθεῖν με, καὶ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν.

9.5καὶ ἐπορεύθη Ῥαφαὴλ καὶ ηὐλίσθη παρὰ Γαβαήλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον · ὃς δὲ προήνεγκε τὰ θυλάκια ἐν ταῖς σφαγῖσι καὶ ἔδωκεν αὐτῷ.

9.6καὶ ὤρθρευσαν κοινῶς καὶ ἦλθον εἰς τὸν γάμον. καὶ εὐλόγησε Τωβίας τὴν γυναῖκα αὐτοῦ.

10

10.1καὶ Τωβὶτ πατὴρ αὐτοῦ ἐλογίσατο ἑκάστης ἡμέρας · καὶ ὡς ἐπληρώθησαν αἱ ἡμέραι τῆς πορείας καὶ οὐκ ἤρχοντο, εἶπε ·

10.2μήποτε κατῄσχυνται; μήποτε ἀπέθανε Γαβαὴλ καὶ οὐδεὶς αὐτῷ δίδωσι τὸ ἀργύριον;

10.3καὶ ἐλυπεῖτο λίαν.

10.4εἶπε δὲ αὐτῷ γυνή · ἀπώλετο τὸ παιδίον, διότι κεχρόνικε · καὶ ἤρξατο θρηνεῖν αὐτὸν καὶ εἶπεν ·

10.5οὐ μέλοι μοι, τέκνον, ὅτι ἀφῆκά σε τὸ φῶς τῶν ὀφθαλμῶν μου;

10.6καὶ Τωβὶτ λέγει αὐτῇ · σίγα, μὴ λόγον ἔχει, ὑγιαίνει.

10.7καὶ εἶπεν αὐτῷ · σίγα, μὴ πλάνα με, ἀπώλετο τὸ παιδίον μου. καὶ ἐπορεύετο καθ’ἡμέραν εἰς τὴν ὁδὸν ἔξω, οἵας ἀπῆλθεν, ἡμέραςτε ἄρτον οὐκ ἤσθιε, τὰς δέ νύκτας οὐ διελίμπανε θρηνοῦσα Τωβίαν τὸν υἱὸν αὐτῆς, ἕως οὗ συνετελέσθησαν αἱ δεκατέσσαρες ἡμέραι τοῦ γάμου, ἃς ὤμοσε Ῥαγουὴλ ποιῆσαι αὐτὸν ἐκεῖ · εἶπε δὲ Τωβίας τῷ Ῥαγουήλ · ἐξαπόστειλόν με, ὅτι πατήρ μου καὶ μήτηρ μου οὐκέτι ἐλπίζουσιν ὄψεσθαί με.

10.8εἶπε δὲ αὐτῷ πενθερός · μεῖνον παρ’ἐμοί, κἀγὼ ἐξαποστελῶ πρὸς τὸν πατέρα σου καὶ δηλώσουσιν αὐτῷ τὰ κατὰ σέ.

10.9καὶ Τωβίας λέγει · ἐξαπόστειλόν με πρὸς τὸν πατέρα μου.

10.10ἀναστὰς δὲ Ῥαγουὴλ ἔδωκεν αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἥμισυ τῶν ὑπαρχόντων, σώματα καὶ κτήνη καὶ ἀργύριον, καὶ εὐλογήσας αὐτοὺς ἐξαπέστειλε λέγων ·

10.11εὐοδώσει ὑμᾶς, τέκνα, Θεὸς τοῦ οὐρανοῦ πρὸ τοῦ με ἀποθανεῖν.

10.12καὶ εἶπε τῇ θυγατρὶ αὐτοῦ · τίμα τοὺς πενθερούς σου, αὐτοὶ νῦν γονεῖς σού εἰσιν · ἀκούσαιμί σου ἀκοὴν καλήν, καὶ ἐφίλησεν αὐτήν. καὶ Ἔδνα εἶπε πρὸς Τωβίαν · ἀδελφὲ ἀγαπητέ, ἀποκαταστήσαι σε Κύριος τοῦ οὐρανοῦ καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σάρρας τῆς θυγατρός μου, ἵνα εὐφρανθῶ ἐνώπιον τοῦ Κυρίου · καὶ ἰδοὺ παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παρακαταθήκῃ, μὴ λυπήσῃς αὐτήν.

10.13μετὰ ταῦτα ἐπορεύετο καὶ Τωβίας εὐλογῶν τὸν Θεόν, ὅτι εὐώδωσε τὴν ὁδὸν αὐτοῦ, καὶ κατευλόγει Ῥαγουὴλ καὶ Ἔδναν τὴν γυναῖκα αὐτοῦ.

11

11.1καὶ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτοὺς εἰς Νινευῆ. καὶ εἶπε Ῥαφαὴλ πρὸς Τωβίαν · οὐ γινώσκεις, ἀδελφέ, πῶς ἀφῆκας τὸν πατέρα σου;

11.2προδράμωμεν ἔμπροσθεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν ·

11.3λαβὲ δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθῦος. καὶ ἐπορεύθησαν, καὶ συνῆλθεν κύων ὄπισθεν αὐτῶν.

11.4καὶ Ἄννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς ·

11.5καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπε τῷ πατρὶ αὐτοῦ · ἰδοὺ υἱός μου ἔρχεται καὶ ἄνθρωπος πορευθεὶς μετ’αὐτοῦ.

11.6καὶ Ῥαφαὴλ εἶπεν · ἐπίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς πατήρ σου.

11.7σὺ ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλεῖται τὰ λευκώματα καὶ ὄψεταί σε.

11.8καὶ προσδραμοῦσα Ἄννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ · εἶδόν σε, παιδίον, ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι καὶ ἔκλαυσαν ἀμφότεροι.

11.9καὶ Τωβὶτ ἐξήρχετο πρὸς τὴν θύραν καὶ προσέκοπτεν, δὲ υἱὸς αὐτοῦ προσέδραμεν αὐτῷ καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ καὶ προσέπασε τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ λέγων ·

11.10θάρσει, πάτερ.

11.11ὡς δὲ συνεδήχθησαν, διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐλεπίσθη ἀπὸ τῶν κάνθων τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα.

11.12καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσε καὶ εἶπεν ·

11.13εὐλογητὸς εἶ, Θεός, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένοι πάντες οἱ ἅγιοί σου ἄγγελοι · ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με, ἰδοὺ βλέπω Τωβίαν τὸν υἱόν μου.

11.14καὶ εἰσῆλθεν υἱὸς αὐτοῦ χαίρων καὶ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδίᾳ.

11.15καὶ ἐξῆλθε Τωβὶτ εἰς συνάντησιν τῇ νύμφῃ αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν Θεὸν πρὸς τῇ πύλῃ Νινευῆ · καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον, ὅτι ἔβλεψε.

11.16καὶ Τωβὶτ ἐξωμολογεῖτο ἐνώπιον αὐτοῦ, ὅτι ἠλέησεν αὐτοὺς Θεός · καὶ ὡς ἤγγισε Τωβὶτ Σάρρᾳ τῇ νύμφῃ αὐτοῦ, κατευλόγησεν αὐτὴν λέγων · ἔλθοις ὑγιαίνουσα, θύγατερ · εὐλογητὸς Θεός, ὃς ἤγαγέ σε πρὸς ἡμᾶς, καὶ πατήρ σου καὶ μήτηρ σου. καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευῆ ἀδελφοῖς αὐτοῦ.

11.17καὶ παρεγένετο Ἀχιάχαρος καὶ Νασβὰς ἐξάδελφος αὐτοῦ, καὶ ἤχθη γάμος Τωβία μετ’εὐφροσύνης ἡμέρας ἑπτά.

12

12.1καὶ ἐκάλεσε Τωβὶτ Τωβίαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ · ὅρα, τέκνον, μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, καὶ προσθεῖναι αὐτῷ δεῖ.

12.2καὶ εἶπε · πάτερ, οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ, ὧν ἐνήνοχα, ὅτι με ἀγήοχέ σοι ὑγιῆ καὶ τὴν γυναῖκα μου ἐθεράπευσε καὶ τὸ ἀργύριόν μου ἤνεγκε καὶ σὲ ὁμοίως ἐθεράπευσε.

12.4καὶ εἶπεν πρεσβύτης · δικαιοῦται αὐτῷ.

12.5καὶ ἐκάλεσε τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ · λάβε τὸ ἥμισυ πάντων, ὧν ἐνηνόχατε, καὶ ὕπαγε ὑγιαίνων.

12.6τότε καλέσας τοὺς δύο κρυπτῶς εἶπεν αὐτοῖς · εὐλογεῖτε τὸν Θεὸν καὶ αὐτῷ ἐξομολογεῖσθε καὶ μεγαλωσύνην δίδοτε αὐτῷ καὶ ἐξολογεῖσθε αὐτῷ ἐνώπιον πάντων τῶν ζώντων, περὶ ὧν ἐποίησε μεθ’ὑμῶν. ἀγαθὸν τὸ εὐλογεῖν τὸν Θεὸν καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ, τοὺς λόγους τῶν ἔργων τοῦ Θεοῦ ἐντίμως ὑποδεικνύοντες, καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ.

12.7μυστήριον βασιλέως καλὸν κρύψαι, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακαλύπτειν ἐνδόξως. ἀγαθὸν ποιήσατε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς.

12.8ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης · ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης πολὺ μετὰ ἀδικίας. καλὸν ποιῆσαι ἐλεημοσύνην θησαυρίσαι χρυσίον ·

12.9ἐλεημοσύνη γὰρ ἐκ θανάτου ρύεται, καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν · οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆς, οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσι τῆς ἑαυτῶν ζωῆς.

12.11οὐ μὴ κρύψω ἀφ’ὑμῶν πᾶν ρῆμα · εἴρηκα δὴ μυστήριον βασιλέως κρύψαι καλόν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακαλύπτειν ἐνδόξως.

12.12καὶ νῦν ὅτι προσηύξω σὺ καὶ νύμφη σου Σάρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου · καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, ὡσαύτως συμπαρήγμην σοι.

12.13καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην.

12.14καὶ νῦν ἀπέστειλέ με Θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σάρραν.

12.15ἐγώ εἰμι Ῥαφαήλ, εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων, οἳ προσαναφέρουσι τὰς προσευχὰς τῶν ἁγίων, καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου.

12.16καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον, ὅτι ἐφοβήθησαν.

12.17καὶ εἶπεν αὐτοῖς · μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν ἔσται · τὸν δὲ Θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα, ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι, ἀλλὰ τῇ θελήσει τοῦ Θεοῦ ἡμῶν ἦλθον, ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα.

12.19πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν, καὶ οὐκ ἔφαγον οὐ δὲ ἔπιον, ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε.

12.20καὶ νῦν ἐξομολογεῖσθε τῷ Θεῷ, διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με, καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον.

12.21καὶ ἀνέστησαν, καὶ οὐκ ἔτι εἶδον αὐτόν.

12.22καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ αὐτοῦ καὶ ὡς ὤφθη αὐτοῖς ἄγγελος Κυρίου.

13

13.1καὶ Τωβὶτ ἔγραψε προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἶπεν · εὐλογητὸς Θεὸς ζῶν εἰς τοὺς αἰῶνας καὶ βασιλεία αὐτοῦ, ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεεῖ, κατάγει εἰς ᾅδην καὶ ἀνάγει, καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ.

13.3ἐξομολογεῖσθε αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ ἐνώπιον τῶν ἐθνῶν, ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς ·

13.4ἐκεῖ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτοῦ, ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος, καθότι αὐτὸς Κύριος ἡμῶν καὶ Θεός, αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας τοὺς αἰῶνας.

13.5καὶ μαστιγώσει ἡμᾶς ἐν ταῖς ἀδικίαις ἡμῶν καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμᾶς ἐκ πάντων τῶν ἐθνῶν, οὗ ἐὰν σκορπισθῆτε ἐν αὐτοῖς.

13.6ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλῃ τῇ καρδίᾳ ὑμῶν καὶ ἐν ὅλῃ τῇ ψυχῇ ὑμῶν ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν, τότε ἐπιστρέψει πρὸς ὑμᾶς καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀφ’ὑμῶν. καὶ θεάσασθε ποιήσει μεθ’ὑμῶν, καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ στόματι ὑμῶν · καὶ εὐλογήσατε τὸν Κύριον τῆς δικαιοσύνης καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων. ἐγὼ ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου ἐξομολογοῦμαι αὐτῷ καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτοῦ ἔθνει ἁμαρτωλῶν. ἐπιστρέψατε, ἁμαρτωλοί, καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον αὐτοῦ · τίς γινώσκει εἰ θελήσει ὑμᾶς καὶ ποιήσει ἐλεημοσύνην ὑμῖν;

13.7τὸν Θεόν μου ὑψῶ καὶ ψυχή μου τὸν βασιλέα τοῦ οὐρανοῦ καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτοῦ.

13.8λεγέτωσαν πάντες καὶ ἐξομολογείσθωσαν αὐτῷ ἐν Ἱεροσολύμοις ·

13.9Ἱεροσόλυμα πόλις ἁγία, μαστιγώσει ἐπὶ τὰ ἔργα τῶν υἱῶν σου καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τῶν δικαίων.

13.10ἐξομολογοῦ τῷ Κυρίῳ ἀγαθῶς καὶ εὐλόγει τὸν βασιλέα τῶν αἰώνων, ἵνα πάλιν σκηνὴ αὐτοῦ οἰκοδομηθῇ ἐν σοὶ μετὰ χαρᾶς, καὶ εὐφράναι ἐν σοὶ τοὺς αἰχμαλώτους καὶ ἀγαπῆσαι ἐν σοὶ τοὺς ταλαιπώρους εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.

13.11ἔθνη πολλὰ μακρόθεν ἥξει πρὸς τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ δῶρα ἐν χερσὶν ἔχοντες καὶ δῶρα τῷ βασιλεῖ τοῦ οὐρανοῦ, γενεαὶ γενεῶν δώσουσί σοι ἀγαλλίαμα.

13.12ἐπικατάρατοι πάντες οἱ μισοῦντές σε, εὐλογημένοι ἔσονται πάντες οἱ ἀγαπῶντές σε εἰς τὸν αἰῶνα.

13.13χάρηθι καὶ ἀγαλλίασαι ἐπὶ τοῖς υἱοῖς τῶν δικαίων, ὅτι συναχθήσονται καὶ εὐλογήσουσι τὸν Κύριον τῶν δικαίων.

13.14 μακάριοι οἱ ἀγαπῶντές σε, χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου. μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ πάσαις ταῖς μάστιξί σου, ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου καὶ εὐφρανθήσονται εἰς τὸν αἰῶνα.

13.15 ψυχή μου εὐλογείτω τὸν Θεὸν τὸν βασιλέα τὸν μέγαν, ὅτι οἰκοδομηθήσεται Ἱερουσαλὴμ σαπφείρῳ καὶ σμαράγδῳ καὶ λίθῳ ἐντίμῳ τὰ τείχη σου καὶ οἱ πύργοι καὶ οἱ προμαχῶνες ἐν χρυσίῳ καθαρῷ, καὶ αἱ πλατεῖαι Ἱερουσαλὴμ ἐν βηρύλλῳ καὶ ἄνθρακι καὶ λίθῳ ἐκ Σουφεὶρ ψηφολογηθήσονται.

13.18καὶ ἐροῦσι πᾶσαι αἱ ρύμαι αὐτῆς, ἀλληλούϊα καὶ αἰνέσουσι λέγοντες · εὐλογητὸς Θεός, ὃς ὕψωσε πάντας τοὺς αἰῶνας.

14

14.1καὶ ἐπαύσατο ἐξομολογούμενος Τωβίτ.

14.2καὶ ἦν ἐτῶν πεντηκονταοκτώ, ὅτε ἀπώλεσε τὰς ὄψεις, καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψε. καὶ ἐποίει ἐλεημοσύνας καὶ προσέθετο φοβεῖσθαι Κύριον τὸν Θεὸν καὶ ἐξωμολογεῖτο αὐτῷ.

14.3μεγάλως δὲ ἐγήρασε · καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτῷ · τέκνον, λάβε τοὺς υἱούς σου · ἰδοὺ γεγήρακα καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῆν εἰμι.

14.4ἄπελθε εἰς τὴν Μηδίαν, τέκνον, ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ἰωνᾶς προφήτης περὶ Νινευῆ, ὅτι καταστραφήσεται, ἐν δὲ τῇ Μηδίᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ, καὶ ὅτι οἱ ἀδελφοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισθήσονται ἀπὸ τῆς ἀγαθῆς γῆς, καὶ Ἱεροσόλυμα ἔσται ἔρημος, καὶ οἶκος τοῦ Θεοῦ ἐν αὐτῇ κατακαήσεται καὶ ἔρημος ἔσται μέχρι χρόνου.

14.5καὶ πάλιν ἐλεήσει αὐτοὺς Θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν, καὶ οἰκοδομήσουσι τὸν οἶκον, οὐχ οἷος πρότερος, ἕως πληρωθῶσι καιροὶ τοῦ αἰῶνος. καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν καί οἰκοδομήσουσιν Ἱερουσαλὴμ ἐντίμως, καὶ οἶκος τοῦ Θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος οἰκοδομῇ ἐνδόξῳ, καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται.

14.6καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι Κύριον τὸν Θεὸν καὶ κατορύξουσι τὰ εἴδωλα αὐτῶν, καὶ εὐλογήσουσι πάντα τὰ ἔθνη Κύριον.

14.7καὶ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ Θεῷ, καὶ ὑψώσει Κύριος τὸν λαὸν αὐτοῦ, καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες Κύριον τὸν Θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ, ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν.

14.8καὶ νῦν, τέκνον, ἄπελθε ἀπὸ Νινευῆ, ὅτι πάντως ἔσται ἐλάλησεν προφήτης Ἰωνᾶς.

14.9σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα καὶ γενοῦ φιλελεήμων καὶ δίκαιος, ἵνα σοι καλῶς . καὶ θάψον με καλῶς καὶ τὴν μητέρα σου μετ’ἐμοῦ, καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευῆ.

14.10τέκνον, ἰδὲ τί ἐποίησεν Ἀμὰν Ἀχιαχάρῳ τῷ θρέψαντι αὐτόν, ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος, καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ · καὶ Ἀχιάχαρος μὲν ἐσώθη, ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἐπεδόθη, καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος. Μανασσῆς ἐποίησεν ἐλεημοσύνην καὶ ἐσώθη ἐκ παγίδος θανάτου, ἧς ἔπηξεν αὐτῷ, Ἀμὰν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο.

14.11καὶ νῦν, παιδία, ἴδετε τί ἐλεημοσύνη ποιεῖ, καὶ τί δικαιοσύνη ρύεται. καὶ ταῦτα αὐτοῦ λέγοντος, ἐξέλιπεν ψυχὴ αὐτοῦ ἐπὶ τῆς κλίνης · ἦν δὲ ἐτῶν ἑκατὸν πεντηκονταοκτώ, καὶ ἔθαψαν αὐτὸν ἐνδόξως.

14.12καὶ ὅτε ἀπέθανεν Ἄννα, ἔθαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ, ἀπῆλθε δὲ Τωβίας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ, καὶ ἐγήρασεν ἐντίμως καὶ ἔθαψε τοὺς πενθεροὺς αὐτοῦ ἐνδόξως καὶ ἐκληρονόμησε τὴν οὐσίαν αὐτῶν καὶ Τωβὶτ τοῦ πατρὸς αὐτοῦ.

14.14καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν εἰκοσιεπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδίας.

14.15καὶ ἤκουσε πρὶν ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευῆ, ἣν ᾐχμαλώτισε Ναβουχοδονόσορ καὶ Ἀσύηρος, καὶ ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ Νινευῆ.