Septuagint

2 Chronicles

1

1.1καὶ ἐνίσχυσε Σαλωμὼν υἱὸς Δαυὶδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ Κύριος Θεὸς αὐτοῦ μετ’αὐτοῦ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος.

1.2καὶ εἶπε Σαλωμὼν πρὸς πάντα Ἰσραήλ, τοῖς χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις καὶ τοῖς κριταῖς καὶ πᾶσι τοῖς ἄρχουσιν ἐναντίον Ἰσραὴλ τοῖς ἄρχουσι τῶν πατριῶν.

1.3καὶ ἐπορεύθη Σαλωμὼν καὶ πᾶσα ἐκκλησία εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαών, οὗ ἐκεῖ ἦν σκηνὴ τοῦ μαρτυρίου τοῦ Θεοῦ, ἣν ἐποίησε Μωυσῆς παῖς Κυρίου ἐν τῇ ἐρήμῳ ·

1.4ἀλλὰ κιβωτὸν τοῦ Θεοῦ ἀνήνεγκε Δαυὶδ ἐκ πόλεως Καριαθιαρίμ, ὅτι ἡτοίμασεν αὐτῇ Δαυίδ, ὅτι ἔπηξεν αὐτῇ σκηνὴν ἐν Ἱερουσαλήμ.

1.5καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν, ἐποίησε Βεσελεὴλ υἱὸς Οὐρίου, υἱοῦ Ὤρ, ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς Κυρίου, καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμὼν καὶ ἐκκλησία, καὶ ἤνεγκε Σαλωμὼν ἐκεῖ ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐνώπιον Κυρίου τὸ ἐν τῇ σκηνῇ καὶ ἤνεγκεν ἐπ’αὐτῷ ὁλοκαύτωσιν χιλίαν.

1.7ἐν τῇ νυκτὶ ἐκείνῃ ὤφθη Θεὸς τῷ Σαλωμὼν καὶ εἶπεν αὐτῷ · αἴτησαι τί σοι δῶ.

1.8καὶ εἶπε Σαλωμὼν πρὸς τὸν Θεόν · σὺ ἐποίησας μετὰ Δαυὶδ τοῦ πατρός μου ἔλεος μέγα καί ἐβασίλευσάς με ἀντ’αὐτοῦ ·

1.9καὶ νῦν, Κύριε Θεός, πιστωθήτω δὴ τὸ ὄνομά σου ἐπὶ Δαυὶδ τὸν πατέρα μου, ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολύν, ὡς χοῦς τῆς γῆς ·

1.10νῦν σοφίαν καὶ σύνεσιν δός μοι, καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι, ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον;

1.11καὶ εἶπεν Θεὸς πρὸς Σαλωμών · ἀνθ’ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐ δὲ δόξαν οὐ δὲ τὴν ψυχὴν τῶν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω, καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν, ὅπως κρίνῃς τὸν λαόν μου, ἐφ’ὃν ἐβασίλευσά σε ἐπ’αὐτόν, τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι, ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως.

1.13καὶ ἦλθε Σαλωμὼν ἐκ βαμὰ τῆς ἐν Γαβαὼν εἰς Ἱερουσαλὴμ πρὸ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐβασίλευσεν ἐπὶ Ἰσραήλ.

1.14καὶ συνήγαγε Σαλωμὼν ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων · καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσι τῶν ἁρμάτων, καὶ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλήμ.

1.15καὶ ἔθηκεν βασιλεὺς τὸ ἀργύριον καὶ τὸ χρυσίον ἐν Ἱερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἐν τῇ Ἰουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.

1.16καὶ ἔξοδος τῶν ἵππων Σαλωμὼν ἐξ Αἰγύπτου, καὶ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως · ἐμπορεύεσθαι ἠγόραζον.

1.17καὶ ἀνέβαινον καὶ ἐξῆγον ἐξ Αἰγύπτου ἅρμα ἓν ἑξακοσίων ἀργυρίου καὶ ἵππον πεντήκοντα καὶ ἑκατὸν ἀργυρίου · καὶ οὕτω πᾶσι τοῖς βασιλεῦσι τῶν Χετταίων καὶ τοῖς βασιλεῦσι Συρίας ἐν χερσὶν αὐτῶν ἔφερον.

2

2.1καὶ εἶπε Σαλωμὼν τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.

2.2καὶ συνήγαγε Σαλωμὼν ἑβδομήκοντα χιλιάδας ἀνδρῶν νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει, καὶ οἱ ἐπιστάται ἐπ’αὐτῶν τρισχίλιοι ἑξακόσιοι.

2.3καὶ ἀπέστειλε Σαλωμὼν πρὸς Χιρὰμ βασιλέα Τύρου λέγων · ὡς ἐποίησας μετὰ Δαυὶδ τοῦ πατρός μου καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι ἑαυτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ, καὶ ἰδοὺ ἐγὼ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιᾶν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διὰ παντὸς καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διὰ παντὸς τὸ πρωΐ καὶ τὸ δείλης καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς τοῦ Κυρίου Θεοῦ ἡμῶν ·

2.4εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ἰσραήλ.

2.5καὶ οἶκος, ὃν ἐγὼ οἰκοδομῶ μέγας, ὅτι μέγας Κύριος Θεὸς ἡμῶν παρὰ πάντας τοὺς θεούς.

2.6καὶ τίς ἰσχύσει οἰκοδομῆσαι αὐτῷ οἶκον; ὅτι οὐρανὸς καὶ οὐρανὸς τοῦ οὐρανοῦ οὐ φέρουσι τὴν δόξαν αὐτοῦ. καὶ τίς ἐγὼ οἰκοδομῶν αὐτῷ οἶκον; ὅτι ἀλλ’ τοῦ θυμιᾶν κατέναντι αὐτοῦ.

2.7καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ καὶ ἐν τῷ ἀργυρίῳ καὶ ἐν τῷ χαλκῷ καὶ ἐν τῷ σιδήρῳ καὶ ἐν τῇ πορφύρᾳ καὶ ἐν τῷ κοκκίνῳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετ’ἐμοῦ ἐν Ἰούδᾳ καὶ ἐν Ἱερουσαλήμ, ἡτοίμασε Δαυὶδ πατήρ μου.

2.8καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου, ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασι κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου · καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μου πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλῆθος, ὅτι οἶκος, ὃν ἐγὼ οἰκοδομῶ μέγας καὶ ἔνδοξος.

2.10καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσι ξύλα εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισί σου κόρων πυροῦ εἴκοσι χιλιάδας καὶ κριθῶν κόρων εἴκοσι χιλιάδας καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας.

2.11καὶ εἶπε Χιρὰμ βασιλεὺς Τύρου ἐν γραφῇ καὶ ἀπέστειλε πρὸς Σαλωμὼν λέγων · ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν λαὸν αὐτοῦ ἔδωκέ σε ἐπ’αὐτοὺς βασιλέα.

2.12καὶ εἶπε Χιράμ · εὐλογητὸς Κύριος Θεὸς Ἰσραήλ, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, ὃς ἔδωκε τῷ Δαυὶδ τῷ βασιλεῖ υἱὸν σοφὸν καὶ ἐπιστάμενον ἐπιστήμην καὶ σύνεσιν, ὃς οἰκοδομήσει οἶκον τῷ Κυρίῳ καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.

2.13καὶ νῦν ἀπέστειλά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν Χιρὰμ τὸν πατέρα μου ( μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δάν, καὶ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος) εἰδότα ποιῆσαι ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ καὶ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ καὶ ἐν λίθοις καὶ ξύλοις καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐν τῇ βύσσῳ καὶ ἐν τῷ κοκκίνῳ καὶ γλύψαι γλυφὰς καὶ διανοεῖσθαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ, μετὰ τῶν σοφῶν σου καὶ σοφῶν Δαυὶδ κυρίου μου πατρός σου.

2.15καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον, εἶπεν κύριός μου, ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ.

2.16καὶ ἡμεῖς κόψομεν ξύλα ἐκ τοῦ Λιβάνου κατὰ πᾶσαν τὴν χρείαν σου καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν Ἰόππης, καὶ σὺ ἄξεις αὐτὰ εἰς Ἱερουσαλήμ.

2.17καὶ συνήγαγε Σαλωμὼν πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους τοὺς ἐν γῇ Ἰσραὴλ μετὰ τὸν ἀριθμόν, ὃν ἠρίθμησεν αὐτοὺς Δαυὶδ πατὴρ αὐτοῦ, καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι.

2.18καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν.

3

3.1καὶ ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομεῖν τὸν οἶκον Κυρίου ἐν Ἱερουσαλὴμ ἐν ὄρει τοῦ Ἀμωρία, οὗ ὤφθη Κύριος τῷ Δαυὶδ πατρὶ αὐτοῦ, ἐν τῷ τόπῳ, ἡτοίμασε Δαυὶδ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.

3.2καὶ ἤρξατο οἰκοδομῆσαι ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ.

3.3καὶ ταῦτα ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ · μῆκος πήχεων διαμέτρησις πρώτη πήχεων ἑξήκοντα καὶ εὗρος πήχεων εἴκοσι.

3.4καὶ αἰλὰμ κατὰ πρόσωπον τοῦ οἴκου, μῆκος ἐπὶ πρόσωπον πλάτους τοῦ οἴκου πήχεων εἴκοσι καὶ ὕψος πήχεων ἑκατὸν εἴκοσι · καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ.

3.5καὶ τὸν οἶκον τὸν μέγαν ἐξύλωσε ξύλοις κεδρίνοις καὶ κατεχρύσωσε χρυσίῳ καθαρῷ καὶ ἔγλυψεν ἐπ’αὐτοῦ φοίνικας καὶ χαλαστά.

3.6καὶ ἐκόσμησε τὸν οἶκον λίθοις τιμίοις εἰς δόξαν καὶ ἐχρύσωσε χρυσίῳ χρυσίου τοῦ ἐκ Φαρουΐμ καὶ ἐχρύσωσε τὸν οἶκον καὶ τοὺς τοίχους αὐτοῦ καὶ τοὺς πυλῶνας καὶ τὰ ὀροφώματα καὶ τὰ θυρώματα χρυσίῳ καὶ ἔγλυψε Χερουβὶμ ἐπὶ τῶν τοίχων.

3.8καὶ ἐποίησε τὸν οἶκον τοῦ ἁγίου τῶν ἁγίων, μῆκος αὐτοῦ ἐπὶ πρόσωπον πλάτους τοῦ οἴκου πήχεων εἴκοσι καὶ τὸ εὗρος πήχεων εἴκοσι, καὶ ἐχρύσωσεν αὐτὸν χρυσίῳ καθαρῷ εἰς Χερουβὶμ εἰς τάλαντα ἑξακόσια.

3.9καὶ ὁλκὴ τῶν ἥλων, ὁλκὴ τοῦ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου. καὶ τὸ ὑπερῷον ἐχρύσωσε χρυσίῳ.

3.10καὶ ἐποίησεν ἐν τῷ οἴκῳ τῷ ἁγίῳ τῶν ἁγίων Χερουβὶμ δύο, ἔργον ἐκ ξύλων καὶ ἐχρύσωσεν αὐτὰ χρυσίῳ.

3.11καὶ αἱ πτέρυγες τῶν Χερουβὶμ τὸ μῆκος πήχεων εἴκοσι, καὶ πτέρυξ μία πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ πτέρυξ ἑτέρα πήχεων πέντε ἁπτομένη τῆς πτέρυγος τοῦ Χεροὺβ τοῦ ἑτέρου ·

3.13καὶ αἱ πτέρυγες τῶν Χερουβὶμ τούτων διαπεπετασμέναι πήχεων εἴκοσι · καὶ αὐτὰ ἑστηκόκα ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ τὰ πρόσωπα αὐτῶν εἰς τὸν οἶκον.

3.14καὶ ἐποίησε τὸ καταπέτασμα ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ ὕφανεν ἐν αὐτῷ Χερουβίμ.

3.15καὶ ἐποίησεν ἔμπροσθεν τοῦ οἴκου στύλους δύο, πήχεων τριακονταπέντε τὸ ὕψος καὶ τὰς κεφαλὰς αὐτῶν πήχεων πέντε.

3.16καὶ ἐποίησε σερσερὼθ ἐν τῷ δαβὶρ καὶ ἔδωκεν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων. καὶ ἐποίησε ροΐσκους ἑκατὸν καὶ ἐποίησε ροΐσκους ἐπὶ τῶν χαλαστῶν.

3.17καὶ ἔστησε τοὺς στύλους κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμων, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ ἐκ δεξιῶν Κατόρθωσις καὶ τὸ ὄνομα τοῦ ἐξ ἀριστερῶν Ἰσχύς.

4

4.1καὶ ἐποίησε θυσιαστήριον χαλκοῦν, εἴκοσι πήχεων τὸ μῆκος καὶ εἴκοσι πήχεων τὸ εὖρος καὶ δέκα πήχεων τὸ ὕψος.

4.2καὶ ἐποίησε τὴν θάλασσαν χυτήν, δέκα πήχεων τὴν διαμέτρησιν, στρογγύλην κυκλόθεν, καὶ πέντε πήχεων τὸ ὕψος καὶ τὸ κύκλωμα τριάκοντα πήχεων.

4.3καὶ ὁμοίωμα μόσχων ὑποκάτω αὐτῆς, κύκλῳ κυκλοῦσιν αὐτήν, δέκα πήχεις περιέχουσι τὸν λουτῆρα κυκλόθεν. δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τῇ χωνεύσει αὐτῶν, ἐποίησαν αὐτούς, δώδεκα μόσχους, οἱ τρεῖς βλέποντες βορρᾶν καὶ οἱ τρεῖς δυσμὰς καὶ οἱ τρεῖς νότον καὶ οἱ τρεῖς κατ’ἀνατολάς, καὶ θάλασσα ἐπ’αὐτῶν ἄνω, ἦσαν τὰ ὀπίσθια αὐτῶν ἔσω.

4.5καὶ τὸ πάχος αὐτῆς παλαιστής, καὶ τὸ χεῖλος αὐτῆς ὡς χεῖλος ποτηρίου, διαγεγλυμμένα βλαστοὺς κρίνου, χωροῦσαν μετρητὰς τρισχιλίους · καὶ ἐξετέλεσε.

4.6καὶ ἐποίησε λουτῆρας δέκα καὶ ἔθηκε τοὺς πέντε ἐκ δεξιῶν καὶ τοὺς πέντε ἐξ ἀριστερῶν τοῦ πλύνειν ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων καὶ ἀποκλύζειν ἐν αὐτοῖς · καὶ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ.

4.7καὶ ἐποίησε τὰς λυχνίας τὰς χρυσᾶς δέκα κατὰ τὸ κρίμα αὐτῶν καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν.

4.8καὶ ἐποίησε τραπέζας δέκα καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ εὐωνύμων, καὶ ἐποίησε φιάλας χρυσᾶς ἑκατόν.

4.9καὶ ἐποίησε τὴν αὐλὴν τῶν ἱερέων καὶ τὴν αὐλὴν τὴν μεγάλην καὶ θύρας τῇ αὐλῇ καὶ θυρώματα αὐτῶν κατακεχαλκωμένα χαλκῷ ·

4.10καὶ τὴν θάλασσαν ἔθηκεν ἀπὸ γωνίας τοῦ οἴκου ἐκ δεξιῶν ὡς πρὸς ἀνατολὰς κατέναντι.

4.11καὶ ἐποίησε Χιρὰμ τὰς κρεάγρας καὶ τὰ πυρεῖα καὶ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη αὐτοῦ. καὶ συνετέλεσε Χιρὰμ ποιῆσαι πᾶσαν τὴν ἐργασίαν, ἣν ἐποίησε Σαλωμὼν τῷ βασιλεῖ ἐν οἴκῳ τοῦ Θεοῦ, στύλους δύο καὶ ἐπ’αὐτῶν γωλὰθ τῇ χωθαρὲθ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο καὶ δίκτυα δύο συγκαλύψαι τὰς κεφαλὰς τῶν χωθαρέθ, ἐστιν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων, καὶ κώδωνας χρυσοῦς τετρακοσίους εἰς τὰ δύο δίκτυα καὶ δύο γένη ροΐσκων ἐν τῷ δικτύῳ τῷ ἑνὶ τοῦ συγκαλύψαι τὰς δύο γωλὰθ τῶν χωθαρέθ, ἐστιν ἐπάνω τῶν στύλων.

4.14καὶ τὰς μεχωνὼθ ἐποίησε δέκα, καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τῶν μεχωνὼθ καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς καὶ τοὺς ποδιστῆρας καὶ τοὺς ἀναλημπτῆρας καὶ τοὺς λέβητας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη αὐτῶν, ἐποίησε Χιράμ, καὶ ἀνήνεγκε τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου χαλκοῦ καθαροῦ.

4.17ἐν τῷ περιχώρῳ τοῦ Ἰορδάνου ἐχώνευσεν αὐτὰ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἐν οἴκῳ Σοκχὼθ καὶ ἀνὰ μέσον Σαρηδαθά.

4.18καὶ ἐποίησε Σαλωμὼν πάντα τὰ σκεύη ταῦτα εἰς πλῆθος σφόδρα, ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ τοῦ χαλκοῦ.

4.19καὶ ἐποίησε Σαλωμὼν πάντα τὰ σκεύη οἴκου Κυρίου καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὰς τραπέζας (καὶ ἐπ’αὐτῶν ἄρτοι προθέσεως) καὶ τὰς λυχνίας καὶ τοὺς λύχνους τοῦ φωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον τοῦ δαβὶρ χρυσίου καθαροῦ καὶ λαβίδες αὐτῶν καὶ οἱ λύχνοι αὐτῶν καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας καὶ τὰ πυρεῖα χρυσίου καθαροῦ, καὶ θύρα τοῦ οἴκου ἐσωτέρα εἰς τὰ ἅγια τῶν ἁγίων, καὶ τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς.

5

5.1καὶ συνετελέσθη πᾶσα ἐργασία, ἣν ἐποίησε Σαλωμὼν ἐν οἴκῳ Κυρίου. καὶ εἰσήνεγκε Σαλωμὼν τὰ ἅγια Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη καὶ ἔδωκεν εἰς θησαυρὸν οἴκου Κυρίου.

5.2τότε ἐξεκκλησίασε Σαλωμὼν πάντας τοὺς πρεσβυτέρους Ἰσραὴλ καὶ πάντας τοὺς ἄρχοντας τῶν φυλῶν τοὺς ἡγουμένους πατριῶν υἱῶν Ἰσραὴλ εἰς Ἱερουσαλὴμ τοῦ ἀνενέγκαι κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυὶδ (αὕτη Σιών) ·

5.3καὶ ἐξεκκλησιάσθησαν πρὸς τὸν βασιλέα πᾶς Ἰσραὴλ ἐν τῇ ἑορτῇ (οὗτος μὴν ἕβδομος) καὶ ἦλθον πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ καὶ ἔλαβον πάντες οἱ Λευῖται τὴν κιβωτὸν καὶ ἀνήνεγκαν τὴν κιβωτὸν καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια ἐν τῇ σκηνῇ, καὶ ἀνήνεγκαν αὐτὴν οἱ ἱερεῖς καὶ οἱ Λευῖται.

5.6καὶ βασιλεὺς Σαλωμὼν καὶ πᾶσα συναγωγὴ Ἰσραὴλ καὶ οἱ φοβούμενοι καὶ οἱ ἐπισυνηγμένοι αὐτῶν ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες μόσχους καὶ πρόβατα, οἳ οὐκ ἀριθμηθήσονται καὶ οἳ οὐ λογισθήσονται ἀπὸ τοῦ πλήθους.

5.7καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ δαβὶρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων, ὑποκάτω τῶν πτερύγων τῶν Χερουβίμ.

5.8καὶ ἦν τὰ Χερουβὶμ διαπεπετακότα τὰς πτέρυγας αὐτῶν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ συνεκάλυπτε τὰ Χερουβὶμ ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τοὺς ἀναφορεῖς αὐτῆς ἐπάνωθεν ·

5.9καὶ ὑπερεῖχον οἱ ἀναφορεῖς, καὶ ἐβλέποντο αἱ κεφαλαὶ τῶν ἀναφορέων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβίρ, οὐκ ἐβλέποντο ἔξω · καὶ ἦσαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.

5.10οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες, ἃς ἔθηκε Μωυσῆς ἐν Χωρήβ, διέθετο Κύριος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

5.11καὶ ἐγένετο ἐν τῷ ἐξελθεῖν τοὺς ἱερεῖς ἐκ τῶν ἁγίων ὅτι πάντες οἱ ἱερεῖς οἱ εὑρεθέντες ἡγιάσθησαν, οὐκ ἦσαν διατεταγμένοι κατ’ἐφημερίαν, καὶ οἱ Λευῖται οἱ ψαλτῳδοὶ πάντες τοῖς υἱοῖς Ἀσάφ, τῷ Αἰμάν, τῷ Ἰδιθοὺν καὶ τοῖς υἱοῖς αὐτῶν καὶ τοῖς ἀδελφοῖς αὐτῶν, τῶν ἐνδεδυμένων στολὰς βυσσίνας, ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις, ἑστηκότες κατέναντι τοῦ θυσιαστηρίου καὶ μετ’αὐτῶν ἱερεῖς ἑκατὸν εἴκοσι σαλπίζοντες ταῖς σάλπιγξι ·

5.13καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ Κυρίῳ καὶ ὕψωσαν φωνὴν ἐν σάλπιγξι καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν καὶ ἔλεγον · ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. καὶ οἶκος ἐνεπλήσθη νεφέλης δόξης Κυρίου, καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἐνέπλησε δόξα Κυρίου τὸν οἶκον τοῦ Θεοῦ.

6

6.1τότε εἶπε Σαλωμών · Κύριος εἶπε τοῦ κατασκηνῶσαι ἐν γνόφῳ ·

6.2καὶ ἐγὼ ᾠκοδόμηκα οἶκον τῷ ὀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον τοῦ κατασκηνῶσαι εἰς τοὺς αἰῶνας.

6.3καὶ ἐπέστρεψεν βασιλεὺς τὸ πρόσωπον αὐτοῦ καὶ εὐλόγησε τὴν πᾶσαν ἐκκλησίαν Ἰσραήλ, καὶ πᾶσα ἐκκλησία Ἰσραὴλ παρειστήκει.

6.4καὶ εἶπεν · εὐλογητὸς Κύριος Θεὸς Ἰσραήλ, ὡς ἐλάλησεν ἐν στόματι αὐτοῦ πρὸς Δαυὶδ τὸν πατέρα μου καὶ ἐν χερσὶν αὐτοῦ ἐπλήρωσε λέγων ·

6.5ἀπὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν λαόν μου ἐκ γῆς Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τό ὄνομά μου ἐκεῖ καὶ οὐκ ἐξελεξάμην ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ ·

6.6καὶ ἐξελεξάμην τὴν Ἱερουσαλὴμ γενέσθαι τὸ ὄνομά μου ἐκεῖ καὶ ἐξελεξάμην ἐν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου Ἰσραήλ.

6.7καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυὶδ τοῦ πατρός μου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ, καὶ εἶπε Κύριος πρὸς Δαυὶδ πατέρα μου ·

6.8διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας, ὅτι ἐγένετο ἐπὶ τὴν καρδίαν σου ·

6.9πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ὅτι υἱός σου, ὃς ἐξελεύσεται ἐκ τῆς ὀσφύος σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.

6.10καὶ ἀνέστησε Κύριος τὸν λόγον τοῦτον, ὃν ἐλάλησε, καὶ ἐγενήθην ἀντὶ Δαυὶδ τοῦ πατρός μου καὶ ἐκάθισα ἐπὶ τὸν θρόνον Ἰσραήλ, καθὼς ἐλάλησε Κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ καὶ ἔθηκα ἐκεῖ τὴν κιβωτόν, ἐν ἐκεῖ διαθήκη Κυρίου, ἣν διέθετο τῷ Ἰσραήλ.

6.12καὶ ἔστη κατέναντι τοῦ θυσιαστηρίου Κυρίου ἔναντι πάσης ἐκκλησίας Ἰσραὴλ καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ ·

6.13ὅτι ἐποίησε Σαλωμὼν βάσιν χαλκῆν καὶ ἔθηκεν αὐτὴν ἐν μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ, πέντε πήχεων τὸ μῆκος αὐτῆς καὶ πέντε πήχεων τὸ εὖρος αὐτῆς καὶ τριῶν πήχεων τὸ ὕψος αὐτῆς, καὶ ἔστη ἐπ’αὐτῆς καὶ ἔπεσεν ἐπὶ τὰ γόνατα ἔναντι πάσης ἐκκλησίας Ἰσραὴλ καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε ·

6.14Κύριε Θεὸς Ἰσραήλ, οὐκ ἔστιν ὅμοιός σοι Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς παισί σου τοῖς πορευομένοις ἐναντίον σου ἐν ὅλῃ καρδίᾳ.

6.15 ἐφύλαξας τῷ παιδί σου Δαυὶδ τῷ πατρί μου, ἐλάλησας αὐτῷ λέγων, καὶ ἐλάλησας ἐν στόματί σου καὶ ἐν χερσί σου ἐπλήρωσας ὡς ἡμέρα αὕτη.

6.16καὶ νῦν, Κύριε Θεὸς Ἰσραήλ, φύλαξον τῷ παιδί σου τῷ Δαυὶδ τῷ πατρί μου ἐλάλησας αὐτῷ λέγων · οὐκ ἐκλείψει σοι ἀνὴρ ἀπὸ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ἰσραήλ, πλὴν ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν τοῦ πορεύεσθαι ἐν τῷ νόμῳ μου, ὡς ἐπορεύθης ἐναντίον μου.

6.17καὶ νῦν, Κύριε Θεὸς Ἰσραήλ, πιστωθήτω δὴ τὸ ρῆμά σου, ἐλάλησας τῷ παιδί σου τῷ Δαυίδ, ὅτι εἰ ἀληθῶς κατοικήσει Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς;

6.18εἰ οὐρανὸς καὶ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, καὶ τίς οἶκος οὗτος, ὃν ᾠκοδόμησα;

6.19καὶ ἐπιβλέψῃ ἐπὶ τὴν προσευχὴν παιδός σου καὶ ἐπὶ τὴν δέησίν μου, Κύριε Θεός, τοῦ ἐπακοῦσαι τῆς δεήσεως καὶ τῆς προσευχῆς, ἧς παῖς σου προσεύχεται ἐναντίον σου σήμερον, τοῦ εἶναι ὀφθαλμούς σου ἀνεῳγμένους ἐπὶ τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτὸς εἰς τὸν τόπον τοῦτον, ὃν εἶπας ἐπικληθῆναι τὸ ὄνομά σου ἐκεῖ, τοῦ ἀκοῦσαι τῆς προσευχῆς, ἧς προσεύχεται παῖς σου εἰς τὸν τόπον τοῦτον.

6.21καὶ ἀκούσῃ τῆς δεήσεως τοῦ παιδός σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐκ τοῦ οὐρανοῦ καὶ ἀκούσῃ καὶ ἵλεως ἔσῃ.

6.22ἐὰν ἁμάρτῃ ἀνὴρ τῷ πλησίον αὐτοῦ καὶ λάβῃ ἐπ’αὐτὸν ἀρὰν τοῦ ἀρᾶσθαι αὐτόν, καὶ ἔλθῃ καὶ ἀράσηται κατέναντι τοῦ θυσιαστηρίου ἐν τῷ οἴκῳ τούτῳ, καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τοὺς δούλους σου τοῦ ἀποδοῦναι τῷ ἀνόμῳ καὶ ἀποδοῦναι ὁδοὺς αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ τοῦ δικαιῶσαι δίκαιον, τοῦ ἀποδοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ.

6.24καὶ ἐὰν θραυσθῇ λαός σου Ἰσραὴλ κατέναντι τοῦ ἐχθροῦ, ἐὰν ἁμάρτωσί σοι, καὶ ἐπιστρέψωσι καὶ ἐξομολογήσωνται τῷ ὀνόματί σου καὶ προσεύξωνται καὶ δεηθῶσιν ἐναντίον σου ἐν τῷ οἴκῳ τούτῳ, καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις λαοῦ σου Ἰσραὴλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκας αὐτοῖς καὶ τοῖς πατράσιν αὐτῶν.

6.26ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ αἰνέσουσι τὸ ὄνομά σου καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἐπιστρέψουσιν, ὅτι ταπεινώσεις αὐτούς, καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τῶν παίδων σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθήν, ἐν πορεύσονται ἐν αὐτῇ, καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν σου, ἣν ἔδωκας τῷ λαῷ σου εἰς κληρονομίαν.

6.28λιμὸς ἐὰν γένηται ἐπὶ τῆς γῆς, θάνατος ἐὰν γένηται, ἀνεμοφθορία καὶ ἴκτερος, ἀκρὶς καὶ βροῦχος ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ἐχθρὸς κατέναντι τῶν πόλεων αὐτῶν, κατὰ πᾶσαν πληγὴν καὶ πάντα πόνον, καὶ πᾶσα προσευχὴ καὶ πᾶσα δέησις, ἐὰν γένηται παντὶ ἀνθρώπῳ καὶ παντὶ λαῷ σου Ἰσραήλ, ἐὰν γνῷ ἄνθρωπος τὴν ἀφὴν αὐτοῦ καὶ τὴν μαλακίαν αὐτοῦ καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἱλάσῃ καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, ὡς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι μόνος γινώσκεις τὴν καρδίαν υἱῶν ἀνθρώπων, ὅπως φοβῶνται πάσας ὁδούς σου πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ πρόσωπον τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.

6.32καὶ πᾶς ἀλλότριος, ὃς οὐκ ἐκ τοῦ λαοῦ σου Ἰσραήλ ἐστιν αὐτὸς καὶ ἔλθῃ ἐκ γῆς μακρόθεν διὰ τὸ ὄνομά σου τὸ μέγα καὶ τὴν χεῖρά σου τὴν κραταιὰν καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν καὶ ἔλθωσι καὶ προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐπικαλέσηταί σε ἀλλότριος, ὅπως γνῶσι πάντες οἱ λαοὶ τῆς γῆς τὸ ὄνομά σου καὶ τοῦ φοβεῖσθαί σε ὡς λαός σου Ἰσραὴλ καὶ τοῦ γνῶναι ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα.

6.34ἐὰν δὲ ἐξέλθῃ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ, ἀποστελεῖς αὐτούς, καὶ προσεύξωνται πρός σε κατὰ τὴν ὁδὸν τῆς πόλεως ταύτης, ἣν ἐξελέξω ἐν αὐτῇ, καὶ οἴκου, οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου, καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς προσευχῆς αὐτῶν καὶ τῆς δεήσεως αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτῶν.

6.36ὅτι ἁμαρτήσονταί σοι (ὅτι οὐκ ἔσται ἄνθρωπος, ὃς οὐχ ἁμαρτήσεται) καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν καὶ αἰχμαλωτεύσουσιν αὐτοὺς οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γῆν ἐχθρῶν εἰς γῆν μακρὰν ἐγγὺς καὶ ἐπιστρέψωσι καρδίαν αὐτῶν ἐν τῇ γῇ αὐτῶν, οὗ μετήχθησαν ἐκεῖ, καί γε ἐπιστρέψωσι καὶ δεηθῶσί σου ἐν τῇ αἰχμαλωσίᾳ αὐτῶν λέγοντες ·

6.37ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, καὶ ἐπιστρέψωσι πρός σε ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν γῇ αἰχμαλωτευσάντων αὐτοὺς καὶ προσεύξωνται ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου, καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου τῆς προσευχῆς αὐτῶν καὶ τῆς δεήσεως αὐτῶν καὶ ποιήσεις κρίματα καὶ ἵλεως ἔσῃ τῷ λαῷ τῷ ἁμαρτῶντί σοι.

6.40καὶ νῦν, Κύριε, ἔστωσαν δὴ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι καὶ τὰ ὦτά σου ἐπήκοα ἐπὶ τὴν δέησιν τοῦ τόπου τούτου.

6.41καὶ νῦν ἀνάστηθι, Κύριε Θεός, εἰς τὴν κατάπαυσίν σου, σὺ καὶ κιβωτὸς τῆς ἰσχύος σου. οἱ ἱερεῖς σου, Κύριε Θεός, ἐνδύσαιντο σωτηρίαν, καὶ οἱ υἱοί σου εὐφρανθήτωσαν ἐν ἀγαθοῖς.

6.42Κύριε Θεός, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου, μνήσθητι τὰ ἐλέη Δαυὶδ τοῦ δούλου σου.

7

7.1καὶ ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος, καὶ τὸ πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας, καὶ δόξα Κυρίου ἔπλησε τὸν οἶκον.

7.2καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς εἰσελθεῖν εἰς τὸν οἶκον Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον.

7.3καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ ἑώρων καταβαῖνον τὸ πῦρ, καὶ δόξα Κυρίου ἐπὶ τὸν οἶκον, καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐπὶ τὸ λιθόστρωτον καὶ προσεκύνησαν καὶ ᾔνουν τῷ Κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

7.4καὶ βασιλεὺς καὶ πᾶς λαὸς θύοντες θύματα ἔναντι Κυρίου.

7.5καὶ ἐθυσίασεν βασιλεὺς Σαλωμὼν τὴν θυσίαν μόσχων εἴκοσι καὶ δύο χιλιάδας καὶ βοσκημάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας, καὶ ἐνεκαίνισε τὸν οἶκον τοῦ Θεοῦ βασιλεὺς καὶ πᾶς λαός.

7.6καὶ οἱ ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν ἑστηκότες, καὶ οἱ Λευῖται ἐν ὀργάνοις ᾠδῶν Κυρίου τοῦ Δαυὶδ τοῦ βασιλέως τοῦ ἐξομολογεῖσθαι ἔναντι Κυρίου, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν ὕμνοις Δαυὶδ διὰ χειρὸς αὐτῶν, καὶ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἐναντίον αὐτῶν, καὶ πᾶς Ἰσραὴλ ἑστηκώς.

7.7καὶ ἡγίασε Σαλωμὼν τὸ μέσον τῆς αὐλῆς τῆς ἐν οἴκῳ Κυρίου, ὅτι ἐποίησεν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τῶν σωτηρίων, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν, ἐποίησε Σαλωμών, οὐκ ἐξεποίει δέξασθαι τὰ ὁλοκαυτώματα καὶ τὰ μαναὰ καὶ τὰ στέατα.

7.8καὶ ἐποίησε Σαλωμὼν τὴν ἑορτὴν ἐν τῷ καιρῷ ἐκείνῳ ἑπτὰ ἡμέρας καὶ πᾶς Ἰσραὴλ μετ’αὐτοῦ, ἐκκλησία μεγάλη σφόδρα ἀπὸ εἰσόδου Αἰμὰθ καὶ ἕως χειμάρρου Αἰγύπτου.

7.9καὶ ἐποίησεν ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον, ὅτι ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐποίησεν ἑπτὰ ἡμέρας ἑορτήν.

7.10καὶ ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ τοῦ μηνὸς τοῦ ἑβδόμου ἀπέστειλε τὸν λαὸν εἰς τὰ σκηνώματα αὐτῶν εὐφραινομένους καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἐποίησε Κύριος τῷ Δαυίδ, καὶ τῷ Σαλωμῶντι καὶ τῷ Ἰσραὴλ λαῷ αὐτοῦ.

7.11καὶ συνετέλεσε Σαλωμὼν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως · καὶ πάντα, ὅσα ἠθέλησεν ἐν τῇ ψυχῇ Σαλωμὼν τοῦ ποιῆσαι ἐν οἴκῳ Κυρίου καὶ ἐν οἴκῳ αὐτοῦ, εὐωδώθη.

7.12καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν τὴν νύκτα καὶ εἶπεν αὐτῷ · ἤκουσα τῆς προσευχῆς σου καὶ ἐξελεξάμην ἐν τῷ τόπῳ τούτῳ ἐμαυτῷ εἰς οἶκον θυσίας.

7.13ἐὰν συσχῶ τὸν οὐρανὸν καὶ μὴ γένηται ὑετός, καὶ ἐὰν ἐντείλωμαι τῇ ἀκρίδι καταφαγεῖν τὸ ξύλον, καὶ ἐὰν ἀποστείλω θάνατον ἐν τῷ λαῷ μου, καὶ ἐὰν ἐντραπῇ λαός μου ἐφ’οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’αὐτούς, καὶ προσεύξωνται καὶ ζητήσωσι τὸ πρόσωπόν μου καὶ ἀποστρέψωσιν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ ἐγὼ εἰσακούσομαι ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν καὶ ἰάσομαι τὴν γῆν αὐτῶν.

7.15καὶ νῦν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεῳγμένοι καὶ τὰ ὦτά μου ἐπήκοα τῇ προσευχῇ τοῦ τόπου τούτου.

7.16καὶ νῦν ἐξελεξάμην καὶ ἡγίακα τὸν οἶκον τοῦτον τοῦ εἶναι ὄνομά μου ἐκεῖ ἕως αἰῶνος, καὶ ἔσονται οἱ ὀφθαλμοί μου καὶ καρδία μου ἐκεῖ πάσας τὰς ἡμέρας.

7.17καὶ σὺ ἐὰν πορευθῇς ἐναντίον μου ὡς Δαυὶδ πατήρ σου καὶ ποιήσεις κατὰ πάντα, ἐνετειλάμην σοι, καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου φυλάξῃ, καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου, ὡς διεθέμην Δαυὶδ τῷ πατρί σου λέγων ·

7.18οὐκ ἐξαρθήσεταί σοι ἡγούμενος ἀνὴρ ἐν Ἰσραήλ.

7.19καὶ ἐὰν ἀποστρέψητε ὑμεῖς καὶ ἐγκαταλίπητε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, ἃς ἔδωκα ἐναντίον ὑμῶν, καὶ πορευθῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς, καὶ ἐξαρῶ ὑμᾶς ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀποστρέψω ἐκ προσώπου μου καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πᾶσι τοῖς ἔθνεσι.

7.21καὶ οἶκος οὗτος ὑψηλός, πᾶς διαπορευόμενος αὐτὸν ἐκστήσεται καὶ ἐρεῖ · χάριν τίνος ἐποίησε Κύριος τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;

7.22καὶ ἐροῦσι · διότι ἐγκατέλιπον Κύριον τὸν Θεόν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἀντελάβοντο θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγεν ἐπ’αὐτούς πᾶσαν τὴν κακίαν ταύτην.

8

8.1καὶ ἐγένετο μετὰ εἴκοσιν ἔτη, ἐν οἷς ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ, καὶ τὰς πόλεις, ἃς ἔδωκε Χιρὰμ τῷ Σαλωμών, ᾠκοδόμησεν αὐτὰς Σαλωμών καὶ κατῴκισεν ἐκεῖ τοὺς υἰοὺς Ἰσραήλ.

8.3καὶ ἦλθε Σαλωμὼν εἰς Βαισωβὰ καὶ κατίσχυσεν αὐτήν.

8.4καὶ ᾠκοδόμησε τὴν Θοεδμὸρ ἐν τῇ ἐρήμῳ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς, ἃς ᾠκοδόμησεν ἐν Ἡμάθ.

8.5καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν ἄνω καὶ τὴν Βαιθωρὼν τὴν κάτω, πόλεις ὀχυράς, τείχη, πύλαι καὶ μοχλοί, καὶ τὴν Βααλὰθ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς, αἳ ἦσαν τῷ Σαλωμών, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ τὰς πόλεις τῶν ἱππέων καὶ ὅσα ἐπεθύμησε Σαλωμὼν κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Λιβάνῳ καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ.

8.7πᾶς λαὸς καταλειφθεὶς ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου, οἳ οὐκ εἰσὶν ἐκ τοῦ Ἰσραήλ, ἀλλ’ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν τῶν καταλειφθέντων μετ’αὐτοὺς ἐν τῇ γῇ, οὓς οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραήλ, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης.

8.9καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκε Σαλωμὼν εἰς παῖδας τῇ βασιλείᾳ αὐτοῦ, ὅτι αὐτοὶ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες καὶ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων.

8.10καὶ οὗτοι ἄρχοντες τῶν προστατῶν βασιλέως Σαλωμών · πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες ἐν τῷ λαῷ.

8.11καὶ τὴν θυγατέρα Φαραὼ ἀνήγαγε Σαλωμὼν ἐκ πόλεως Δαυὶδ εἰς τὸν οἶκον, ὃν ᾠκοδόμησεν αὐτῇ, ὅτι εἶπεν · οὐ κατοικήσει γυνή μου ἐν πόλει Δαυὶδ τοῦ βασιλέως Ἰσραήλ, ὅτι ἅγιός ἐστιν οὗ εἰσῆλθεν ἐκεῖ κιβωτὸς Κυρίου.

8.12τότε ἀνήνεγκε Σαλωμὼν ὁλοκαυτώματα τῷ Κυρίῳ ἐπὶ τὸ θυσιαστήριον, ᾠκοδόμησε Κυρίῳ ἀπέναντι τοῦ ναοῦ, κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρᾳ τοῦ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυσῆ ἐν τοῖς σαββάτοις καὶ ἐν τοῖς μησὶ καὶ ἐν ταῖς ἑορταῖς τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων καὶ ἐν τῇ ἑορτῇ τῶν σκηνῶν.

8.14καὶ ἔστησε κατὰ τὴν κρίσιν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ τὰς διαιρέσεις τῶν ἱερέων, κατὰ τὰς λειτουργίας αὐτῶν, καὶ οἱ Λευῖται ἐπὶ τὰς φυλακὰς αὐτῶν τοῦ αἰνεῖν καὶ λειτουργεῖν κατέναντι τῶν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ, καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτῶν εἰς πύλην καὶ πύλην, ὅτι οὕτως ἐντολαὶ Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ.

8.15οὐ παρῆλθον τὰς ἐντολὰς τοῦ βασιλέως περὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πάντα λόγον καὶ εἰς τοὺς θησαυρούς.

8.16καὶ ἡτοιμάσθη πᾶσα ἐργασία, ἀφ’ἧς ἡμέρας ἐθεμελιώθη, ἕως οὗ ἐτελείωσε Σαλωμὼν τὸν οἶκον Κυρίου.

8.17τότε ᾤχετο Σαλωμὼν εἰς Γασιὼν Γαβὲρ καὶ εἰς τὴν Αἰλὰθ τὴν παραθαλασσίαν ἐν γῇ Ἰδουμαίᾳ.

8.18καὶ ἀπέστειλε Χιρὰμ ἐν χειρὶ παίδων αὐτοῦ πλοῖα καὶ παῖδας εἰδότας θάλασσαν, καὶ ᾤχοντο μετὰ τῶν παίδων Σαλωμὼν εἰς Σωφιρὰ καὶ ἔλαβον ἐκεῖθεν τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου καὶ ἦλθον πρὸς τὸν βασιλέα Σαλωμών.

9

9.1καὶ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν καὶ ἦλθε τοῦ πειράσαι Σαλωμὼν ἐν αἰνίγμασιν εἰς Ἱερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἀρώματα εἰς πλῆθος καὶ χρυσίον καὶ λίθον τίμιον καὶ ἦλθε πρὸς Σαλωμὼν καὶ ἐλάλησε πρὸς αὐτὸν πάντα, ὅσα ἦν ἐν τῇ ψυχῇ αὐτῆς.

9.2καὶ ἀνήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς καὶ οὐ παρῆλθε λόγος ἀπὸ Σαλωμών, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ.

9.3καὶ εἶδε βασίλισσα Σαβὰ τὴν σοφίαν Σαλωμὼν καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησε, καὶ τὰ βρώματα τῶν τραπεζῶν καὶ καθέδραν παίδων αὐτοῦ καὶ στάσιν λειτουργῶν αὐτοῦ καὶ ἱματισμὸν αὐτῶν καὶ οἰνοχόους αὐτοῦ καὶ στολισμὸν αὐτῶν καὶ τὰ ὁλοκαυτώματα, ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο.

9.5καὶ εἶπε πρὸς τὸν βασιλέα · ἀληθινὸς λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τῶν λόγων σου καὶ περὶ τῆς σοφίας σου, καὶ οὐκ ἐπίστευσα τοῖς λόγοις, ἕως οὗ ἦλθον καὶ εἶδον οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ τοῦ πλήθους τῆς σοφίας σου, προσέθηκας ἐπὶ τὴν ἀκοήν, ἣν ἤκουσα.

9.7μακάριοι οἱ ἄνδρες σου, μακάριοι οἱ παῖδες οὗτοι οἱ παρεστηκότες σοι διαπαντὸς καὶ ἀκούοντες τὴν σοφίαν σου ·

9.8ἔστω Κύριος Θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ τοῦ δοῦναί σε ἐπὶ θρόνον αὐτοῦ εἰς βασιλέα Κυρίῳ Θεῷ σου · ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν Θεόν σου τὸν Ἰσραὴλ τοῦ στῆσαι αὐτὸν εἰς αἰῶνα καὶ ἔδωκέ σε ἐπ’αὐτοὺς εἰς βασιλέα τοῦ ποιῆσαι κρίμα καὶ δικαιοσύνην.

9.9καὶ ἔδωκε τῷ βασιλεῖ ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἀρώματα εἰς πλῆθος πολὺ καὶ λίθον τίμιον · καὶ οὐκ ἦν κατὰ τὰ ἀρώματα ἐκεῖνα, ἔδωκε βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών. (καὶ οἱ παῖδες Σαλωμὼν καὶ οἱ παῖδες Χιρὰμ ἔφερον χρυσίον τῷ Σαλωμὼν ἐκ Σουφὶρ καὶ ξύλα πεύκινα καὶ λίθον τίμιον ·

9.11καὶ ἐποίησεν βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τῷ οἴκῳ Κυρίου καὶ τῷ οἴκῳ τοῦ βασιλέως καὶ κιθάρας καὶ νάβλας τοῖς ᾠδοῖς, καὶ οὐκ ὤφθησαν τοιαῦτα ἔμπροσθεν ἐν γῇ Ἰούδα).

9.12καὶ βασιλεὺς Σαλωμὼν ἔδωκε τῇ βασιλίσσῃ Σαβὰ πάντα τὰ θελήματα αὐτῆς, ᾔτησεν, ἐκτὸς πάντων, ὧν ἤνεγκε τῷ βασιλεῖ Σαλωμών · καὶ ἀπέστρεψεν εἰς τὴν γῆν αὐτῆς.

9.13καὶ ἦν σταθμὸς τοῦ χρυσίου τοῦ ἐνεχθέντος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια ἑξηκονταὲξ τάλαντα χρυσίου, πλὴν τῶν ἀνδρῶν τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπορευομένων, ὧν ἔφερον, καὶ πάντων τῶν βασιλέων τῆς Ἀραβίας καὶ σατραπῶν τῆς γῆς, πάντες ἔφερον χρυσίον καὶ ἀργύριον τῷ βασιλεῖ Σαλωμών.

9.15καὶ ἐποίησεν βασιλεὺς Σαλωμὼν διακοσίους θυρεοὺς χρυσοῦς ἐλατούς, ἑξακόσιοι χρυσοῖ καθαροὶ ἐπῆσαν ἐπὶ τὸν ἕνα θυρεόν ·

9.16καὶ τριακοσίας ἀσπίδας ἐλατὰς χρυσᾶς, τριακοσίων χρυσῶν ἀνεφέρετο ἐπὶ τὴν ἀσπίδα ἑκάστην · καὶ ἔδωκεν αὐτὰς βασιλεὺς ἐν οἴκῳ δρυμοῦ τοῦ Λιβάνου.

9.17καὶ ἐποίησεν βασιλεὺς θρόνον ἐλεφαντίνων ὀδόντων μέγαν καὶ κατεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ ·

9.18καὶ ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ ἐνδεδεμένοι χρυσίῳ καὶ ἀγκῶνες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ θρόνου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τοὺς ἀγκῶνας, καὶ δώδεκα λέοντες ἑστηκότες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν ·

9.19οὐκ ἐγενήθη οὕτως ἐν πάσῃ τῇ βασιλείᾳ.

9.20καὶ πάντα τὰ σκεύη τοῦ βασιλέως Σαλωμὼν χρυσίου, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ κατειλημμένα, οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμὼν εἰς οὐθέν ·

9.21ὅτι ναῦς τῷ βασιλεῖ ἐπορεύετο εἰς Θαρσεῖς μετὰ τῶν παίδων Χιράμ, ἅπαξ διὰ τριῶν ἐτῶν ἤρχετο πλοῖα ἐκ Θαρσεῖς τῷ βασιλεῖ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεφαντίνων καὶ πιθήκων.

9.22καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς καὶ πλούτῳ καὶ σοφίᾳ.

9.23καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν ἀκοῦσαι τῆς σοφίας αὐτοῦ, ἧς ἔδωκεν Θεὸς ἐν καρδίᾳ αὐτοῦ.

9.24καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα, ἵππους καὶ ἡμιόνους, τὸ κατ’ἐνιαυτὸν ἐνιαυτόν.

9.25καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτοὺς ἐν πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλήμ.

9.26καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.

9.27καὶ ἔδωκεν βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθους καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.

9.28καὶ ἔξοδος τῶν ἵππων ἐξ Αἰγύπτου τῷ Σαλωμὼν καὶ ἐκ πάσης τῆς γῆς.

9.29καὶ οἱ κατάλοιποι λόγοι Σαλωμὼν οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ οὗτοι γεγραμμένοι ἐπὶ τῶν λόγων Νάθαν τοῦ προφήτου καὶ ἐπὶ τῶν λόγων Ἀχιὰ τοῦ Σηλωνίτου καὶ ἐν ταῖς ὁράσεσιν Ἰωὴλ τοῦ ὁρῶντος περὶ Ἱεροβοὰμ υἱοῦ Ναβάτ.

9.30καὶ ἐβασίλευσε Σαλωμὼν ἐπὶ πάντα Ἰσραὴλ τεσσαράκοντα ἔτη.

9.31καὶ ἐκοιμήθη Σαλωμών, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσε Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ.

10

10.1καὶ ἦλθε Ῥοβοὰμ εἰς Συχέμ, ὅτι εἰς Συχὲμ ἤρχετο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν.

10.2καὶ ἐγένετο ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβάτ καὶ αὐτὸς ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμὼν τοῦ βασιλέως καὶ κατῴκησεν Ἱεροβοὰμ ἐν Αἰγύπτῳ καὶ ἀπέστρεψεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου.

10.3καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν, καὶ ἦλθεν Ἱεροβοὰμ καὶ πᾶσα ἐκκλησία Ἰσραὴλ πρὸς Ῥοβοὰμ λέγοντες ·

10.4 πατήρ σου ἐσκλήρυνε τὸν ζυγὸν ἡμῶν, καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐφ’ἡμᾶς, καὶ δουλεύσομέν σοι.

10.5καὶ εἶπεν αὐτοῖς · πορεύεσθε ἕως τριῶν ἡμερῶν καὶ ἔρχεσθε πρός με · καὶ ἀπῆλθεν λαός.

10.6καὶ συνήγαγεν βασιλεὺς Ῥοβοὰμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον τοῦ Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῆν αὐτὸν λέγων · πῶς ὑμεῖς βουλεύεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον;

10.7καὶ ἐλάλησαν αὐτῷ λέγοντες · ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ καὶ εὐδοκήσῃς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι παῖδες πάσας τὰς ἡμέρας.

10.8καὶ κατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων, οἳ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφέντων μετ’αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ.

10.9καὶ εἶπεν αὐτοῖς · τί ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ, οἳ ἐλάλησαν πρός με λέγοντες · ἄνες ἀπὸ τοῦ ζυγοῦ, οὗ ἔδωκεν πατήρ σου ἐφ’ἡμᾶς;

10.10καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετ’αὐτοῦ λέγοντες · οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρός σε λέγων · πατήρ σου ἐβάρυνε τὸν ζυγὸν ἡμῶν καὶ σὺ ἄφες ἀφ’ἡμῶν, οὕτως ἐρεῖς · μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου ·

10.11καὶ νῦν πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ, κἀγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ἡμῶν, πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.

10.12καὶ ἦλθεν Ἱεροβοὰμ καὶ πᾶς λαὸς πρὸς Ῥοβοὰμ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐλάλησεν βασιλεὺς λέγων · ἐπιστρέψατε πρός με ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ.

10.13καὶ ἀπεκρίθη βασιλεὺς σκληρά, καὶ ἐγκατέλιπεν βασιλεὺς Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων λέγων ·

10.14 πατήρ μου ἐβάρυνε τὸν ζυγὸν ὑμῶν καὶ ἐγὼ προσθήσω ἐπ’αὐτόν, πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.

10.15καὶ οὐκ ἤκουσεν βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ Θεοῦ λέγων · ἀνέστησε Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐν χειρὶ Ἀχιὰ τοῦ Σηλωνίτου περὶ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ καὶ παντὸς Ἰσραήλ, ὅτι οὐκ ἤκουσεν βασιλεὺς αὐτῶν.

10.16καὶ ἀπεκρίθη λαὸς πρὸς τὸν βασιλέα λέγων · τίς ἡμῶν μερὶς ἐν Δαυὶδ καὶ κληρονομία ἐν υἱῷ Ἰεσσαί; εἰς τὰ σκηνώματά σου, Ἰσραήλ · νῦν βλέπε τὸν οἶκόν σου, Δαυίδ. καὶ ἐπορεύθη πᾶς Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ ·

10.17καὶ ἄνδρες Ἰσραὴλ καὶ οἱ κατοικοῦντες ἐν πόλεσιν Ἰούδα καὶ ἐβασίλευσεν ἐπ’αὐτῶν Ῥοβοάμ.

10.18καὶ ἀπέστειλεν ἐπ’αὐτοὺς Ῥοβοὰμ βασιλεὺς τὸν Ἀδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ Ἰσραὴλ λίθοις καὶ ἀπέθανε. καὶ βασιλεὺς Ῥοβοὰμ ἔσπευσε τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα τοῦ φυγεῖν εἰς Ἱερουσαλήμ.

10.19καὶ ἠθέτησεν Ἰσραὴλ ἐν τῷ οἴκῳ Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης.

11

11.1καὶ ἦλθε Ῥοβοὰμ εἰς Ἱερουσαλὴμ καὶ ἐξεκκλησίασε τὸν Ἰούδαν καὶ Βενιαμὶν ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον, καὶ ἐπολέμει πρὸς Ἰσραὴλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ῥοβοάμ.

11.2καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων ·

11.3εἰπὸν πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν καὶ πάντα Ἰούδαν καὶ Βενιαμὶν λέγων ·

11.4τάδε λέγει Κύριος · οὐκ ἀναβήσεσθε καὶ οὐ πολεμήσεσθε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν · ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ’ἐμοῦ ἐγένετο τὸ ρῆμα τοῦτο. καὶ ἐπήκουσαν τοῦ λόγου Κυρίου καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι ἐπὶ Ἱεροβοάμ.

11.5καὶ κατῴκησε Ῥοβοὰμ εἰς Ἱερουσαλὴμ καὶ ᾠκοδόμησε πόλεις τειχήρεις ἐν τῇ Ἰουδαίᾳ.

11.6καὶ ᾠκοδόμησε τὴν Βηθλεὲμ καὶ Αἰτὰν καὶ Θεκωὲ καὶ Βαιθσουρὰ καὶ τὴν Σοχὼθ καὶ τὴν Ὀδολλὰμ καὶ τὴν Γὲθ καὶ τὴν Μαρισὰν καὶ τὴν Ζὶφ καὶ τὴν Ἀδωραὶμ καὶ Λαχίς, καὶ τὴν Ἀζηκὰ καὶ τὴν Σαραὰ καὶ τὴν Αἰλὼμ καὶ τὴν Χεβρών, ἐστι τοῦ Ἰούδα καὶ Βενιαμίν, πόλεις τειχήρεις.

11.11καὶ ὠχύρωσεν αὐτὰς τείχεσι καὶ ἔδωκεν ἐν αὐταῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων, ἔλαιον καὶ οἶνον, κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα, καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα ·

11.12καὶ ἦσαν αὐτῷ Ἰούδα καὶ Βενιαμίν.

11.13καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, οἳ ἦσαν ἐν παντὶ Ἰσραὴλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων ·

11.14ὅτι ἐγκατέλιπον οἱ Λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς Ἰούδα εἰς Ἱερουσαλήμ, ὅτι ἐξέβαλεν αὐτοὺς Ἱεροβοὰμ καὶ οἱ υἱοὶ αὐτοῦ μὴ λειτουργεῖν Κυρίῳ καὶ κατέστησεν ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις, ἐποίησεν Ἱεροβοάμ, καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραήλ, οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι Κύριον Θεὸν Ἰσραὴλ καὶ ἦλθον εἰς Ἱερουσαλὴμ θῦσαι Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν καὶ κατίσχυσαν τὴν βασιλείαν Ἰούδα καὶ κατίσχυσαν Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν εἰς ἔτη τρία, ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς Δαυὶδ καὶ Σαλωμὼν ἔτη τρία.

11.18καὶ ἔλαβεν ἑαυτῷ Ῥοβοὰμ γυναῖκα τὴν Μολλὰθ θυγατέρα Ἱεριμοὺθ υἱοῦ Δαυὶδ καὶ Ἀβιγαίαν θυγατέρα Ἑλιὰβ τοῦ Ἰεσσαί, καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν Ἰαοὺς καὶ τὸν Σαμαρίαν καὶ τὸν Ζαάμ.

11.20καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχὰ θυγατέρα Ἀβεσσαλώμ, καὶ ἔτεκεν αὐτῷ τὸν Ἀβιὰ καὶ τὸν Ἰετθὶ καὶ τὸν Ζηζὰ καὶ τὸν Σαλημώθ.

11.21καὶ ἠγάπησε Ῥοβοὰμ τὴν Μααχὰ θυγατέρα Ἀβεσσαλὼμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ, ὅτι γυναῖκας δεκαοκτὼ εἶχε καὶ παλλακὰς τριάκοντα · καὶ ἐγέννησεν υἱοὺς εἴκοσι καὶ ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα.

11.22καὶ κατέστησεν εἰς ἄρχοντα Ἀβιὰ τὸν τῆς Μααχὰ εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν ·

11.23καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσι τοῖς ὁρίοις Ἰούδα καὶ Βενιαμὶν καὶ ἐν ταῖς πόλεσι ταῖς ὀχυραῖς καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολὺ καὶ ᾐτήσατο πλῆθος γυναικῶν.

12

12.1καὶ ἐγένετο ὡς ἡτοιμάσθη βασιλεία Ῥοβοὰμ καὶ ὡς κατεκρατήθη, ἐγκατέλιπε τὰς ἐντολὰς Κυρίου καὶ πᾶς Ἰσραὴλ μετ’αὐτοῦ.

12.2καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ πέμπτῳ τῆς βασιλείας Ῥοβοὰμ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλήμ, ὅτι ἥμαρτον ἐναντίον Κυρίου, ἐν χιλίοις καὶ διακοσίοις ἅρμασι καὶ ἑξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετ’αὐτοῦ ἐξ Αἰγύπτου, Λίβυες, Τρωγοδύται καὶ Αἰθίοπες.

12.4καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν, αἳ ἦσαν ἐν Ἰούδᾳ, καὶ ἦλθον εἰς Ἱερουσαλήμ.

12.5καὶ Σαμαίας προφήτης ἦλθε πρὸς Ῥοβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα τοὺς συναχθέντας εἰς Ἱερουσαλὴμ ἀπὸ προσώπου Σουσακὶμ καὶ εἶπεν αὐτοῖς · οὕτως εἶπε Κύριος · ὑμεῖς ἐγκατελίπετέ με, καὶ ἐγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακίμ.

12.6καὶ ᾐσχύνθησαν οἱ ἄρχοντες Ἰσραὴλ καὶ βασιλεὺς καὶ εἶπαν · δίκαιος Κύριος.

12.7καὶ ἐν τῷ ἰδεῖν Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν λέγων · ἐνετράπησαν, οὐ καταφθερῶ αὐτούς · καὶ δώσω αὐτοὺς ὡς μικρὸς εἰς σωτηρίαν, καὶ οὐ μὴ στάξῃ θυμός μου ἐν Ἱερουσαλήμ, ὅτι ἔσονται εἰς παῖδας καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.

12.9καὶ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβε · καὶ ἔλαβε τοὺς θυρεοὺς τοὺς χρυσοῦς, οὓς ἐποίησε Σαλωμών, καὶ ἐποίησεν βασιλεὺς Ῥοβοὰμ θυρεοὺς χαλκοῦς ἀντ’αὐτῶν.

12.10καὶ κατέστησεν ἐπ’αὐτὸν Σουσακὶμ ἄρχοντας παρατρεχόντων, τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως.

12.11καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον Κυρίου. εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων.

12.12καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπ’αὐτοῦ ὀργὴ Κυρίου καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος · καὶ γὰρ ἐν Ἰούδᾳ ἦσαν λόγοι ἀγαθοί.

12.13καὶ κατίσχυσεν βασιλεὺς Ῥοβοὰμ ἐν Ἱερουσαλὴμ καὶ ἐβασίλευσε. καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, ἐν τῇ πόλει, ἐξελέξατο Κύριος ἐπονομάσαι τό ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραήλ · καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ Ἀμανῖτις.

12.14καὶ ἐποίησε τὸ πονηρόν, ὅτι οὐ κατεύθυνε τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν Κύριον.

12.15καὶ λόγοι Ῥοβοὰμ οἱ πρῶτοι καὶ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαία τοῦ προφήτου καὶ Ἀδδὼ τοῦ ὁρῶντος καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμησε Ῥοβοὰμ τὸν Ἱεροβοὰμ πάσας τὰς ἡμέρας.

12.16καὶ ἀπέθανε Ῥοβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἀβιὰ υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ.

13

13.1ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἱεροβοὰμ ἐβασίλευσεν Ἀβιὰ ἐπὶ Ἰούδαν ·

13.2τρία ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχὰ θυγάτηρ Οὐριὴλ ἀπὸ Γαβαών. καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀβιὰ καὶ ἀνὰ μέσον Ἱεροβοάμ.

13.3καὶ παρετάξατο Ἀβιὰ ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν, καὶ Ἱεροβοὰμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσι, δυνατοὶ πολεμισταὶ δυνάμεως.

13.4καὶ ἀνέστη Ἀβιὰ ἀπὸ τοῦ ὄρους Σομόρων, ἐστιν ἐν τῷ ὄρει Ἐφραίμ, καὶ εἶπεν · ἀκούσατε Ἱεροβοὰμ καὶ πᾶς Ἰσραήλ ·

13.5οὐχ ὑμῖν γνῶναι ὅτι Κύριος Θεὸς Ἰσραὴλ ἔδωκε βασιλέα ἐπὶ τὸν Ἰσραὴλ εἰς τὸν αἰῶνα τῷ Δαυὶδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκῃ ἁλός;

13.6καὶ ἀνέστη Ἱεροβοὰμ τοῦ Ναβὰτ παῖς Σαλωμὼν τοῦ Δαυὶδ καὶ ἀπέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ.

13.7καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι, καὶ ἀντέστη πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμών, καὶ Ῥοβοὰμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ.

13.8καὶ νῦν ὑμεῖς λέγετε ἀντιστῆναι κατὰ πρόσωπον βασιλείας Κυρίου διὰ χειρὸς υἱῶν Δαυίδ · καὶ ὑμεῖς πλῆθος πολὺ καὶ μεθ’ὑμῶν μόσχοι χρυσοῖ, οὓς ἐποίησεν ὑμῖν Ἱεροβοὰμ εἰς θεούς.

13.9 οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς Κυρίου τοὺς υἱοὺς Ἀαρὼν καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς πάσης; προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐν μόσχῳ ἐκ βοῶν καὶ κριοῖς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷ.

13.10καὶ ἡμεῖς Κύριον τὸν Θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν, καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσι τῷ Κυρίῳ οἱ υἱοὶ Ἀαρὼν καὶ οἱ Λευῖται, καὶ ἐν ταῖς ἐφημερίαις αὐτῶν ·

13.11θυμιῶσι τῷ Κυρίῳ ὁλοκαύτωμα πρωΐ καὶ δείλης καὶ θυμίαμα συνθέσεως καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς, καὶ λυχνία χρυσῆ καὶ οἱ λύχνοι τῆς καύσεως ἀνάψαι δείλης, ὅτι φυλάσσομεν τὰς φυλακὰς Κυρίου τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν, καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν.

13.12καὶ ἰδοὺ μεθ’ἡμῶν ἐν ἀρχῇ Κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφ’ἡμᾶς. οἱ υἱοὶ τοῦ Ἰσραὴλ μὴ πολεμήσητε πρὸς Κύριον Θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδώσεται ὑμῖν.

13.13καὶ Ἱεροβοὰμ ἀπέστρεψε τὸ ἔνεδρον ἐλθεῖν αὐτῷ ἐκ τῶν ὄπισθεν · καὶ ἐγένετο ἔμπροσθεν Ἰούδα, καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν.

13.14καὶ ἀπέστρεψεν Ἰούδας, καὶ ἰδοὺ αὐτοῖς πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς Κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι ·

13.15καὶ ἐβόησαν ἄνδρες Ἰούδα καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ἰούδα καὶ Κύριος ἐπάταξε τὸν Ἱεροβοὰμ καὶ τὸν Ἰσραὴλ ἐναντίον Ἀβιὰ καὶ Ἰούδα.

13.16καὶ ἔφυγον οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Ἰούδα, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας αὐτῶν.

13.17καὶ ἐπάταξεν ἐν αὐτοῖς Ἀβιὰ καὶ λαὸς αὐτοῦ πληγὴν μεγάλην, καὶ ἔπεσον τραυματίαι ἀπὸ Ἰσραὴλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί.

13.18καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ Ἰούδα, ὅτι ἤλπισαν ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν.

13.19καὶ κατεδίωξεν Ἀβιὰ ὀπίσω Ἱεροβοὰμ καὶ προκατελάβετο παρ’αὐτοῦ πόλεις, τὴν Βαιθὴλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ἰσανὰ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ἐφρὼν καὶ τὰς κώμας αὐτῆς.

13.20καὶ οὐκ ἔσχεν ἰσχὺν Ἱεροβοὰμ ἔτι πάσας τὰς ἡμέρας Ἀβιά, καὶ ἐπάταξεν αὐτὸν Κύριος, καὶ ἐτελεύτησε.

13.21καὶ κατίσχυσεν Ἀβιὰ καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δεκατέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἰκοσιδύο καὶ ἑκκαίδεκα θυγατέρας.

13.22καὶ οἱ λοιποὶ λόγοι Ἀβιὰ καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου Ἀδδώ.

14

14.1καὶ ἀπέθανεν Ἀβιὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἀσὰ υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ. ἐν ταῖς ἡμέραις Ἀσὰ ἡσύχασεν γῆ Ἰούδα δέκα ἔτη, καὶ ἐποίησε τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον Κυρίου τοῦ Θεοῦ αὐτοῦ.

14.3καὶ ἀπέστησε τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψε τὰς στήλας καὶ ἐξέκοψε τὰ ἄλση καὶ εἶπε τῷ Ἰούδᾳ ἐκζητῆσαι τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τόν νόμον καὶ τὰς ἐντολάς.

14.5καὶ ἀπέστησεν ἀπὸ πασῶν πόλεων Ἰούδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα, καὶ εἰρήνευσε πόλεις τειχήρεις ἐν γῇ Ἰούδα, ὅτι εἰρήνευσεν γῆ ·

14.6καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσι τούτοις, ὅτι κατέπαυσε Κύριος αὐτῷ.

14.7καὶ εἶπε τῷ Ἰούδᾳ · οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλούς, ἐν τῆς γῆς κυριεύσομεν, ὅτι καθὼς ἐξεζητήσαμεν Κύριον τὸν Θεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐώδωσεν ἡμῖν.

14.8καὶ ἐγένετο δύναμις τῷ Ἀσὰ ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ Ἰούδα τριακόσιαι χιλιάδες καὶ ἐν γῇ Βενιαμὶν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως.

14.9καὶ ἐξῆλθεν ἐπ’αὐτοὺς Ζαρὲ Αἰθίοψ ἐν δυνάμει ἐν χιλίαις χιλιάσι καὶ ἅρμασι τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρισά.

14.10καὶ ἐξῆλθεν Ἀσὰ εἰς συνάντησιν αὐτῷ καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βορρᾶν Μαρισά.

14.11καὶ ἐβόησεν Ἀσὰ πρὸς Κύριο Θεὸν αὐτοῦ καὶ εἶπε · Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις · κατίσχυσον ἡμᾶς, Κύριε Θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθομεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο · Κύριε Θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρός σε ἄνθρωπος.

14.12καὶ ἐπάταξε Κύριος τοὺς Αἰθίοπας ἐναντίον Ἰούδα, καὶ ἔφυγον Αἰθίοπες ·

14.13καὶ κατεδίωξεν αὐτοὺς Ἀσὰ καὶ λαὸς αὐτοῦ ἕως Γεδώρ, καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον Κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ, καὶ ἐσκύλευσαν σκῦλα πολλά.

14.14καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδώρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπ’αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς ·

14.15καί γε σκηνὰς κτήσεων, τοὺς Ἀλιμαζονεῖς, ἐξέκοψαν καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλήμ.

15

15.1καὶ Ἀζαρίας υἱὸς Ὠδήδ, ἐγένετο ἐπ’αὐτὸν πνεῦμα Κυρίου, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ἀσὰ καὶ παντὶ Ἰούδᾳ καὶ Βενιαμὶν καὶ εἶπεν ·

15.2ἀκούσατέ μου, Ἀσὰ καὶ πᾶς Ἰούδα καὶ Βενιαμίν. Κύριος μεθ’ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετ’αὐτοῦ, καὶ ἐὰν ἐκζητήσητε αὐτόν, εὑρεθήσεται ὑμῖν, καὶ ἐὰν ἐγκαταλίπητε αὐτόν, ἐγκαταλείψει ὑμᾶς.

15.3καὶ ἡμέραι πολλαὶ τῷ Ἰσραὴλ ἐν οὐ θεῷ ἀληθινῷ καὶ οὐχ ἱερέως ὑποδεικνύοντος καὶ ἐν οὐ νόμῳ ·

15.4καὶ ἐπιστρέψει αὐτοὺς ἐπὶ Κύριον Θεὸν Ἰσραήλ, καὶ εὑρεθήσεται αὐτοῖς.

15.5καὶ ἐν ἐκείνῳ τῷ καιρῷ οὐκ ἔστιν εἰρήνη τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ, ὅτι ἔκστασις Κυρίου ἐπὶ πάντας τοὺς κατοικοῦντας τὰς χώρας.

15.6καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος καὶ πόλις πρὸς πόλιν, ὅτι Θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ θλίψει.

15.7καὶ ὑμεῖς ἰσχύσατε, καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν, ὅτι ἔστι μισθὸς τῇ ἐργασίᾳ ὑμῶν.

15.8καὶ ἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Ἀδὰδ τοῦ προφήτου καὶ κατίσχυσε καὶ ἐξέβαλε τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς Ἰούδα καὶ Βενιαμὶν καὶ ἀπὸ τῶν πόλεων, ὧν κατέσχεν Ἱεροβοὰμ ἐν ὄρει Ἐφραίμ, καὶ ἐνεκαίνισε τὸ θυσιαστήριον Κυρίου, ἦν ἔμπροσθεν τοῦ ναοῦ Κυρίου.

15.9καὶ ἐξεκκλησίασε τὸν Ἰούδαν καὶ Βενιαμὶν καὶ τοὺς προσηλύτους τοὺς παροικοῦντας μετ’αὐτοῦ ἀπὸ Ἐφραὶμ καὶ ἀπὸ Μανασσῆ καὶ ἀπὸ Συμεών, ὅτι προσετέθησαν πρὸς αὐτὸν πολλοὶ τοῦ Ἰσραὴλ ἐν τῷ ἰδεῖν αὐτούς, ὅτι Κύριος Θεὸς αὐτοῦ μετ’αὐτοῦ.

15.10καὶ συνήχθησαν εἰς Ἱερουσαλὴμ ἐν τῷ μηνὶ τῷ τρίτῳ ἐν τῷ ἔτει τῷ πεντεκαιδεκάτῳ τῆς βασιλείας Ἀσά.

15.11καὶ ἔθυσε τῷ Κυρίῳ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν σκύλων, ὧν ἤνεγκαν, μόσχους ἑπτακοσίους καὶ πρόβατα ἑπτακισχίλια.

15.12καὶ διῆλθεν ἐν διαθήκῃ ζητῆσαι Κύριον Θεὸν τῶν πατέρων αὐτῶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτῶν ·

15.13καὶ πᾶς, ὃς ἐὰν μὴ ἐκζητήσῃ τὸν Κύριον Θεὸν τοῦ Ἰσραήλ, ἀποθανεῖται ἀπὸ νεωτέρου ἕως πρεσβυτέρου, ἀπὸ ἀνδρὸς ἕως γυναικός.

15.14καὶ ὤμοσαν ἐν Κυρίῳ ἐν φωνῇ μεγάλῃ καὶ ἐν σάλπιγξι καὶ ἐν κερατίναις.

15.15καὶ ηὐφράνθησαν πᾶς Ἰούδα περὶ τοῦ ὅρκου, ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτόν, καὶ εὑρέθη αὐτοῖς καὶ κατέπαυσε Κύριος αὐτοῖς κυκλόθεν.

15.16καὶ τὴν Μααχὰ τὴν μητέρα αὐτοῦ μετέστησε τοῦ μὴ εἶναι τῇ Ἀστάρτῃ λειτουργοῦσαν καὶ κατέκοψε τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρῳ Κέδρων.

15.17πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν, ἔτι ὑπῆρχεν ἐν τῷ Ἰσραήλ · ἀλλ’ καρδία Ἀσὰ ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ.

15.18καὶ εἰσήνεγκε τὰ ἅγια Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ τὰ ἅγια οἴκου τοῦ Θεοῦ, ἀργύριον καὶ χρυσίον καὶ σκεύη.

15.19καὶ πόλεμος οὐκ ἦν μετ’αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας Ἀσά.

16

16.1καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ἀσὰ ἀνέβη βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν καὶ ᾠκοδόμησε τὴν Ῥαμὰ τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.

16.2καὶ ἔλαβεν Ἀσὰ ἀργύριον καὶ χρυσίον ἐκ θησαυρῶν οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλε πρὸς τὸν υἱὸν τοῦ Ἄδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων ·

16.3διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ ἀνὰ μέσον τοῦ πατρός σου · ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον, δεῦρο καὶ διασκέδασον ἀπ’ἐμοῦ τὸν Βαασὰ βασιλέα Ἰσραὴλ καὶ ἀπελθέτω ἀπ’ἐμοῦ.

16.4καὶ ἤκουσεν υἱὸς Ἄδερ τοῦ βασιλέως Ἀσὰ καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ἰσραὴλ καὶ ἐπάταξε τὴν Ἀϊὼν καὶ τὴν Δὰν καὶ τὴν Ἀβελμαΐν καὶ πάσας τὰς περιχώρους Νεφθαλί.

16.5καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασὰ ἀπέλιπε τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ῥαμὰ καὶ κατέπαυσε τὸ ἔργον αὐτοῦ.

16.6καὶ Ἀσὰ βασιλεὺς ἔλαβε πάντα τὸν Ἰούδαν καὶ ἔλαβε τοὺς λίθους τῆς Ῥαμὰ καὶ τὰ ξύλα αὐτῆς, ᾠκοδόμησε Βαασά, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γαβαὲ καὶ τὴν Μασφά.

16.7καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ἀνανὶ προφήτης πρὸς Ἀσὰ βασιλέα Ἰούδα καὶ εἶπεν αὐτῷ · ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον Θεόν σου, διὰ τοῦτο ἐσώθη δύναμις Συρίας ἀπὸ τῆς χειρός σου.

16.8οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος, εἰς ἱππεῖς εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ Κύριον παρέδωκεν εἰς χεῖράς σου;

16.9ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν. ἠγνόηκας ἐπὶ τούτῳ · ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος.

16.10καὶ ἐθυμώθη Ἀσὰ τῷ προφήτῃ καὶ παρέθετο αὐτὸν εἰς φυλακήν, ὅτι ὠργίσθη ἐπὶ τούτῳ · καὶ ἐλυμήνατο Ἀσὰ ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ.

16.11καὶ ἰδοὺ οἱ λόγοι Ἀσὰ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

16.12καὶ ἐμαλακίσθη Ἀσὰ ἐν τῷ ἔτει τῷ ἐνάτῳ καὶ τριακοστῷ τῆς βασιλείας αὐτοῦ τοὺς πόδας, ἕως σφόδρα ἐμαλακίσθη · καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησε τὸν Κύριον, ἀλλὰ τοὺς ἰατρούς.

16.13καὶ ἐκοιμήθη Ἀσὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτελεύτησεν ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι, ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυίδ, καὶ ἐκοίμησαν αὐτὸν ἐπὶ τῆς κλίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδρα.

17

17.1καὶ ἐβασίλευσεν Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ, καὶ κατίσχυσεν Ἰωσαφὰτ ἐπὶ τὸν Ἰσραήλ.

17.2καὶ ἔδωκε δύναμιν ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα καὶ ἐν πόλεσιν Ἐφραίμ, ἃς προκατελάβετο Ἀσὰ πατὴρ αὐτοῦ.

17.3καὶ ἐγένετο Κύριος μετὰ Ἰωσαφάτ, ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησε τὰ εἴδωλα, ἀλλὰ Κύριον τὸν Θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησε καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη, καὶ οὐχ ὡς τὰ ἔργα τοῦ Ἰσραήλ.

17.5καὶ κατεύθυνε Κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἔδωκε πᾶς Ἰούδα δῶρα τῷ Ἰωσαφάτ, καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή.

17.6καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ Κυρίου, καὶ ἔτι εξῇρε τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα.

17.7καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλε τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν, τὸν Ἀβδίαν καὶ Ζαχαρίαν καὶ Ναθαναὴλ καὶ Μιχαίαν, τοῦ διδάσκειν ἐν πόλεσιν Ἰούδα ·

17.8καὶ μετ’αὐτῶν οἱ Λευῖται Σαμαίας καὶ Ναθανίας καὶ Ζαβδίας καὶ Ἀσιὴλ καὶ Σεμιραμὼθ καὶ Ἰωνάθαν καὶ Ἀδωνίας καὶ Τωβίας, οἱ Λευῖται, καὶ μετ’αὐτῶν Ἐλισαμὰ καὶ Ἰωρὰμ οἱ ἱερεῖς, καὶ ἐδίδασκον ἐν Ἰούδᾳ, καὶ μετ’αὐτῶν βίβλος νόμου Κυρίου, καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐδίδασκον τὸν λαόν.

17.10καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς κύκλῳ Ἰούδα, καὶ οὐκ ἐπολέμουν πρὸς Ἰωσαφάτ ·

17.11καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ Ἰωσαφὰτ δῶρα καὶ ἀργύριον καὶ δόματα, καὶ οἱ Ἄραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους.

17.12καὶ ἦν Ἰωσαφὰτ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν ἐν τῇ Ἰουδαίᾳ οἰκήσεις καὶ πόλεις ὀχυράς.

17.13καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ Ἰουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ἱερουσαλήμ.

17.14καὶ οὗτος ἀριθμὸς αὐτῶν κατ’οἴκους πατριῶν αὐτῶν · καὶ τῷ Ἰούδᾳ χιλίαρχοι, Ἔδνας ἄρχων καὶ μετ’αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες ·

17.15καὶ μετ’αὐτὸν Ἰωανὰν ἡγούμενος καὶ μετ’αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες ·

17.16καὶ μετ’αὐτὸν Ἀμασίας τοῦ Ζαρί, προθυμούμενος τῷ Κυρίῳ, καὶ μετ’αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως.

17.17καὶ ἐκ τοῦ Βενιαμὶν δυνατὸς δυνάμεως Ἐλιαδὰ καὶ μετ’αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες.

17.18καὶ μετ’αὐτὸν Ἰωζαβὰδ καὶ μετ’αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου.

17.19οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ, ἐκτὸς ὧν ἔδωκεν βασιλεὺς ἐν ταῖς πόλεσι ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ Ἰουδαίᾳ.

18

18.1καὶ ἐγενήθη τῷ Ἰωσαφὰτ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Ἀχαάβ.

18.2καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Ἀχαὰβ εἰς Σαμάρειαν · καὶ ἔθυσεν αὐτῷ Ἀχαὰβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ’αὐτοῦ καὶ ἠγάπα αὐτὸν τοῦ συναναβῆναι μετ’αὐτοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδίτιδος.

18.3καὶ εἶπεν Ἀχαὰβ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα · εἰ πορεύσῃ μετ’ἐμοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδίτιδος; καὶ εἶπεν αὐτῷ · ὡς ἐγώ, οὕτω καὶ σύ · ὡς λαός σου καὶ λαός μου μετὰ σοῦ εἰς πόλεμον.

18.4καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραήλ · ζήτησον δὴ σήμερον τὸν Κύριον.

18.5καὶ συνήγαγεν βασιλεὺς Ἰσραὴλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς · εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον ἐπίσχω; καὶ εἶπαν · ἀνάβαινε, καὶ δώσει Θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως.

18.6καὶ εἶπεν Ἰωσαφάτ · οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ’αὐτοῦ;

18.7καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ · ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν Κύριον δι’αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτόν, ὅτι οὐκ ἔστι προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά, οὗτος Μιχαίας υἱὸς Ἰεμβλά. καὶ εἶπεν Ἰωσαφάτ · μὴ λαλείτω βασιλεὺς οὕτως ·

18.8καὶ ἐκάλεσεν βασιλεὺς εὐνοῦχον ἕνα καὶ εἶπε · τάχος Μιχαίαν υἱὸν Ἰεμβλά.

18.9καὶ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολάς, καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν.

18.10καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαναὰν κέρατα σιδηρᾶ καὶ εἶπε · τάδε λέγει Κύριος · ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ.

18.11καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτω λέγοντες · ἀνάβαινε εἰς Ῥαμὼθ Γαλαὰδ καὶ εὐοδωθήσῃ, καὶ δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.

18.12καὶ ἄγγελος πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαίαν ἐλάλησεν αὐτῷ λέγων · ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά.

18.13καὶ εἶπε Μιχαίας · ζῇ Κύριος, ὅτι ἐὰν εἴπῃ Θεὸς πρός με, αὐτὸ λαλήσω.

18.14καὶ ἦλθε πρὸς τόν βασιλέα, καὶ εἶπεν αὐτῷ βασιλεύς · Μιχαία, εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον ἐπίσχω; καὶ εἶπεν · ἀνάβαινε καὶ εὐοδώσεις, καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν.

18.15καὶ εἶπεν αὐτῷ βασιλεύς · ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρός με πλὴν τὴν ἀλήθειαν ἐν ὀνόματι Κυρίου;

18.16καὶ εἶπεν · εἶδον τὸν Ἰσραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα, οἷς οὐκ ἔστι ποιμήν, καὶ εἶπε Κύριος · οὐκ ἔχουσιν ἡγούμενον οὗτοι, ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.

18.17καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ · οὐκ εἶπόν σοι, ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθά, ἀλλ’ κακά;

18.18καὶ εἶπεν · οὐχ οὕτως · ἀκούσατε λόγον Κυρίου · εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ παρειστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ.

18.19καὶ εἶπε Κύριος · τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ῥαμὼθ Γαλαάδ; καὶ οὗτος εἶπεν οὕτως, καὶ οὗτος εἶπεν οὕτως.

18.20καὶ ἐξῆλθε τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν · ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπε Κύριος · ἐν τίνι;

18.21καὶ εἶπεν · ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν · ἀπατήσεις καὶ δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτω.

18.22καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.

18.23καὶ ἤγγισε Σεδεκίας υἱὸς Χαναὰν καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ · ποίᾳ τῇ ὁδῷ παρῆλθε πνεῦμα Κυρίου παρ’ἐμοῦ τοῦ λαλῆσαι πρός σε;

18.24καὶ εἶπε Μιχαίας · ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν εἰσελεύσῃ ταμιεῖον ἐκ ταμιείου τοῦ κατακρυβῆναι.

18.25καὶ εἶπε βασιλεὺς Ἰσραήλ · λάβετε τὸν Μιχαίαν καὶ ἀποστρέψατε πρὸς Ἐμὴρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς Ἰωὰς ἄρχοντα υἱὸν τοῦ βασιλέως καὶ ἐρεῖτε ·

18.26οὕτως εἶπεν βασιλεύς · ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.

18.27καὶ εἶπε Μιχαίας · ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησε Κύριος ἐν ἐμοί · ἀκούσατε λαοὶ πάντες.

18.28καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς Ῥαμὼθ Γαλαάδ.

18.29καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ · κατακάλυψόν με καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου · καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.

18.30καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων τοῖς μετ’αὐτοῦ λέγων · μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν, ἀλλ’ τὸν βασιλέα Ἰσραὴλ μόνον.

18.31καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφάτ, καὶ αὐτοὶ εἶπαν · βασιλεὺς Ἰσραήλ ἐστι, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν · καὶ ἐβόησεν Ἰωσαφάτ, καὶ Κύριος ἔσωσεν αὐτόν, καὶ ἀπέστρεψεν αὐτοὺς Θεὸς ἀπ’αὐτοῦ.

18.32καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ἰσραήλ, καὶ ἀπέστρεψαν ἀπ’αὐτοῦ.

18.33καὶ ἀνὴρ ἔτεινε τόξον εὐστόχως καὶ ἐπάταξε τὸν βασιλέα Ἰσραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπε τῷ ἡνιόχῳ · ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα.

18.34καὶ ἐτροπώθη πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ · καὶ βασιλεὺς Ἰσραὴλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἕως ἑσπέρας καὶ ἀπέθανε δύνοντος τοῦ ἡλίου.

19

19.1καὶ ἐπέστρεψεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς τὸν οἶκον αὐτοῦ εἰς Ἱερουσαλήμ.

19.2καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ἰοὺ τοῦ Ἀνανὶ προφήτης καὶ εἶπεν αὐτῷ · βασιλεῦ Ἰωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς μισουμένῳ ὑπὸ Κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ Κυρίου ·

19.3ὅτι ἀλλ’ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί, ὅτι ἐξῇρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν Κύριον.

19.4καὶ κατῴκησεν Ἰωσαφὰτ ἐν Ἱερουσαλὴμ καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεὲ ἕως ὄρους Ἐφραὶμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν.

19.5καὶ κατέστησε τοὺς κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ὀχυραῖς ἐν πόλει καὶ πόλει καὶ εἶπε τοῖς κριταῖς ·

19.6ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε, ἀλλ’ τῷ Κυρίῳ, καὶ μεθ’ὑμῶν λόγοι τῆς κρίσεως ·

19.7καὶ νῦν γενέσθω φόβος Κυρίου ἐφ’ὑμᾶς, καὶ φυλάσσετε καὶ ποιήσατε, ὅτι οὐκ ἔστι μετὰ Κυρίου Θεοῦ ἡμῶν ἀδικία, οὐ δὲ θαυμάσαι πρόσωπον οὐ δὲ λαβεῖν δῶρα.

19.8καί γε ἐν Ἱερουσαλὴμ κατέστησεν Ἰωσαφὰτ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν Ἰσραὴλ εἰς κρίσιν Κυρίου, καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ.

19.9καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων · οὕτω ποιήσετε ἐν φόβῳ Κυρίου, ἐν ἀληθείᾳ καὶ ἐν πλήρει καρδίᾳ ·

19.10πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφ’ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀνὰ μέσον αἷμα αἵματος καὶ ἀνὰ μέσον τοῦ προστάγματος καὶ ἐντολῆς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ Κυρίῳ, καὶ οὐκ ἔσται ὀργὴ ἐφ’ὑμᾶς καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν · οὕτω ποιήσετε καὶ οὐχ ἁμαρτήσεσθε.

19.11καὶ ἰδοὺ Ἁμαρίας ἱερεὺς ἡγούμενος ἐφ’ὑμᾶς εἰς πάντα λόγον Κυρίου καὶ Ζαβδίας υἱὸς Ἰσμαὴλ ἡγούμενος εἰς οἶκον Ἰούδα πρὸς πάντα λόγον βασιλέως καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν · ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται Κύριος μετὰ τοῦ ἀγαθοῦ.

20

20.1καὶ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωάβ, καὶ υἱοὶ Ἀμμὼν καὶ μετ’αὐτῶν ἐκ τῶν Μιναίων πρὸς Ἰωσαφὰτ εἰς πόλεμον.

20.2καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ Ἰωσαφὰτ λέγοντες · ἥκει ἐπὶ σὲ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας, καὶ ἰδού εἰσιν ἐν Ἀσασὰν Θαμὰρ (αὕτη ἐστὶν Ἐγγαδί).

20.3καὶ ἐφοβήθη καὶ ἔδωκεν Ἰωσαφὰτ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν Κύριον καὶ ἐκήρυξε νηστείαν ἐν παντὶ Ἰούδᾳ.

20.4καὶ συνήχθη Ἰούδας ἐκζητῆσαι τὸν Κύριον, καὶ ἀπὸ πασῶν τῶν πόλεων Ἰούδα ἦλθον ζητῆσαι τὸν Κύριον.

20.5καὶ ἀνέστη Ἰωσαφὰτ ἐν ἐκκλησίᾳ Ἰούδα ἐν Ἱερουσαλὴμ ἐν οἴκῳ Κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς καὶ εἶπε ·

20.6Κύριε Θεὸς τῶν πατέρων μου, οὐχὶ σὺ εἶ Θεὸς ἐν οὐρανῷ ἄνω καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν καὶ ἐν τῇ χειρί σου ἰσχὺς δυναστείας καὶ οὐκ ἔστι πρός σε ἀντιστῆναι;

20.7οὐχὶ σὺ Κύριος ἐξολοθρεύσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου τοῦ λαοῦ σου Ἰσραὴλ καὶ ἔδωκας αὐτὴν σπέρματι Ἁβραὰμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα;

20.8καὶ κατῴκησαν ἐν αὐτῇ καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου λέγοντες ·

20.9ἐὰν ἐπέλθῃ ἐφ’ἡμᾶς κακά, ρομφαία, κρίσις, θάνατος, λιμός, στησόμεθα ἐναντίον τοῦ οἴκου τούτου καὶ ἐναντίον σου, ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ, καὶ βοησόμεθα πρὸς σὲ ἀπὸ τῆς θλίψεως, καὶ ἀκούσῃ καὶ σώσεις.

20.10καὶ νῦν ἰδοὺ οἱ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ καὶ ὄρος Σηείρ, εἰς οὓς οὐκ ἔδωκας τῷ Ἰσραὴλ διελθεῖν δι’αὐτῶν, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ὅτι ἐξέκλιναν ἀπ’αὐτῶν καὶ οὐκ ἐξωλόθρευσαν αὐτούς.

20.11καὶ νῦν ἰδοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐφ’ἡμᾶς ἐξελθεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν, ἧς ἔδωκας ἡμῖν.

20.12Κύριε Θεὸς ἡμῶν, οὐ κρινεῖς ἐν αὐτοῖς; ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφ’ἡμᾶς, καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς, ἀλλ’ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν.

20.13καὶ πᾶς Ἰούδας ἑστηκὼς ἔναντι Κυρίου, καὶ τὰ παιδία αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν.

20.14καὶ τῷ Ὀζιὴλ τῷ τοῦ Ζαχαρίου τῶν υἱῶν Βαναίου τῶν υἱῶν Ἐλεϊὴλ τοῦ Ματθανίου τοῦ Λευίτου ἀπὸ τῶν υἱῶν Ἀσάφ, ἐγένετο ἐπ’αὐτὸν πνεῦμα Κυρίου ἐν τῇ ἐκκλησίᾳ καὶ εἶπεν ·

20.15ἀκούσατε πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ βασιλεὺς Ἰωσαφάτ · τάδε λέγει Κύριος ὑμῖν αὐτοῖς · μὴ φοβεῖσθε μη δὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου, ὅτι οὐχ ὑμῖν ἐστιν παράταξις, ἀλλ’ τῷ Θεῷ.

20.16αὔριον κατάβητε ἐπ’αὐτούς · ἰδοὺ ἀναβαίνουσι κατὰ τὴν ἀνάβασιν Ἀσάς, καὶ εὑρήσετε αὐτοὺς ἐπ’ἄκρου ποταμοῦ τῆς ἐρήμου Ἰεριήλ.

20.17οὐχ ὑμῖν ἐστι πολεμῆσαι · ταῦτα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν Κυρίου μεθ’ὑμῶν, Ἰούδα καὶ Ἱερουσαλήμ · μὴ φοβηθῆτε μη δὲ πτοηθῆτε αὔριον ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς, καὶ Κύριος μεθ’ὑμῶν.

20.18καὶ κύψας Ἰωσαφὰτ ἐπὶ πρόσωπον αὐτοῦ καὶ πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἔπεσαν ἔναντι Κυρίου προσκυνῆσαι Κυρίῳ.

20.19καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἀπὸ τῶν υἱῶν Κορὲ αἰνεῖν Κυρίῳ Θεῷ Ἰσραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος.

20.20καὶ ὤρθρισαν πρωΐ καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκωέ, καὶ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἔστη Ἰωσαφὰτ καὶ ἐβόησε καὶ εἶπεν · ἀκούσατέ μου Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ · ἐμπιστεύσατε ἐν Κυρίῳ Θεῷ ἡμῶν, καὶ ἐμπιστευθήσεσθε · ἐμπιστεύσατε ἐν προφήτῃ αὐτοῦ, καὶ εὐοδωθήσεσθε.

20.21καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ καὶ ἔστησε ψαλτῳδοὺς καὶ αἰνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως, καὶ ἔλεγον · ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

20.22καὶ ἐν τῷ ἄρξασθαι αὐτοὺς τῆς αἰνέσεως καὶ τῆς ἐξομολογήσεως ἔδωκε Κύριος πολεμεῖν τοὺς υἱοὺς Ἀμμὼν ἐπὶ Μωὰβ καὶ ὄρος Σηεὶρ τοὺς ἐξελθόντας ἐπὶ Ἰούδαν, καὶ ἐτροπώθησαν.

20.23καὶ ἀνέστησαν οἱ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηεὶρ ἐξολοθρεῦσαι καὶ ἐκτρῖψαι αὐτούς · καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηείρ, ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολοθρευθῆναι.

20.24καὶ Ἰούδας ἦλθεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου καὶ ἐπέβλεψε καὶ εἶδε τὸ πλῆθος, καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς, οὐκ ἦν σωζόμενος.

20.25καὶ ἐξῆλθεν Ἰωσαφὰτ καὶ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν καὶ εὗρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκῦλα καὶ σκεύη ἐπιθυμητὰ καὶ ἐσκύλευσαν ἐν αὐτοῖς. καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα, ὅτι πολλὰ ἦν.

20.26καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχθησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας, ἐκεῖ γὰρ ηὐλόγησαν τὸν Κύριον · διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τῆς ἡμέρας ταύτης.

20.27καὶ ἐπέστρεψε πᾶς ἀνὴρ Ἰούδα εἰς Ἱερουσαλὴμ καὶ Ἰωσαφὰτ ἡγούμενος αὐτῶν ἐν εὐφροσύνῃ μεγάλῃ, ὅτι εὔφρανεν αὐτοὺς Κύριος ἀπὸ τῶν ἐχθρῶν αὐτῶν, καὶ εἰσῆλθον εἰς Ἱερουσαλὴμ ἐν νάβλαις καὶ κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἶκον Κυρίου.

20.29καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι Κύριος ἐπολέμησε πρὸς τοὺς ὑπεναντίους Ἰσραήλ.

20.30καὶ εἰρήνευσεν βασιλεία Ἰωσαφάτ, καὶ κατέπαυσεν αὐτῷ Θεὸς αὐτοῦ κυκλόθεν.

20.31καὶ ἐβασίλευσεν Ἰωσαφὰτ ἐπὶ τὸν Ἰούδαν, ὢν ἐτῶν τριακονταπέντε ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀζουβὰ θυγάτηρ Σαλί.

20.32καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ Ἀσὰ καὶ οὐκ ἐξέκλινε τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον Κυρίου ·

20.33ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχε, καὶ ἔτι λαὸς οὐ κατεύθυνε τὴν καρδίαν αὐτῶν πρὸς Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν.

20.34καὶ οἱ λοιποὶ λόγοι Ἰωσαφὰτ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ἰοὺ τοῦ Ἀνανί, ὃς κατέγραψε βιβλίον βασιλέων Ἰσραήλ.

20.35καὶ μετὰ ταῦτα ἐκοινώνησεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς Ὀχοζίαν βασιλέα Ἰσραήλ (καὶ οὗτος ἠνόμησεν) ἐν τῷ ποιῆσαι καὶ πορευθῆναι πρὸς αὐτὸν τοῦ ποιῆσαι πλοῖα τοῦ πορευθῆναι εἰς Θαρσεῖς καὶ ἐποίησε πλοῖα ἐν Γασιὼν Γαβέρ.

20.37καὶ ἐπροφήτευσεν Ἐλιέζερ τοῦ Δωδία ἀπὸ Μαρισῆς ἐπὶ Ἰωσαφὰτ λέγων · ὡς ἐφιλίασας τῷ Ὀχοζίᾳ, ἔθραυσε Κύριος τὸ ἔργον σου, καὶ συνετρίβη τὰ πλοῖά σου. καὶ οὐκ ἐδυνάσθη πορευθῆναι εἰς Θαρσεῖς.

21

21.1καὶ ἐκοιμήθη Ἰωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ.

21.2καὶ αὐτῷ ἀδελφοὶ υἱοὶ Ἰωσαφὰτ ἕξ, Ἀζαρίας καὶ Ἰεϊὴλ καὶ Ζαχαρίας καὶ Ἀζαρίας καὶ Μιχαὴλ καὶ Σαφατίας · πάντες οὗτοι υἱοὶ Ἰωσαφὰτ βασιλέως Ἰούδα.

21.3καὶ ἔδωκεν αὐτοῖς πατὴρ αὐτῶν δόματα πολλά, ἀργύριον καὶ χρυσίον καὶ ὅπλα μετὰ τῶν πόλεων τετειχισμένων ἐν Ἰούδᾳ · καὶ τὴν βασιλείαν ἔδωκε τῷ Ἰωράμ, ὅτι οὗτος πρωτότοκος.

21.4καὶ ἀνέστη Ἰωρὰμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ἐκραταιώθη καὶ ἀπέκτεινε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἐν ρομφαίᾳ καὶ ἀπὸ τῶν ἀρχόντων Ἰσραήλ.

21.5ὄντος αὐτοῦ τριάκοντα καὶ δύο ἐτῶν, κατέστη Ἰωρὰμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.

21.6καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραήλ, ὡς ἐποίησεν οἶκος Ἀχαάβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτοῦ γυνή, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου.

21.7καὶ οὐκ ἐβούλετο Κύριος ἐξολοθρεῦσαι τὸν οἶκον Δαυὶδ διὰ τὴν διαθήκην, ἣν διέθετο τῷ Δαυίδ, καὶ ὡς εἶπεν αὐτῷ δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.

21.8ἐν ταῖς ἡμέραις ἐκείναις ἀπέστη Ἐδὼμ ἀπὸ τοῦ Ἰούδα καὶ ἐβασίλευσαν ἐφ’ἑαυτοὺς βασιλέα.

21.9καὶ ᾤχετο Ἰωρὰμ μετὰ τῶν ἀρχόντων καὶ πᾶσα ἵππος μετ’αὐτοῦ · καὶ ἐγένετο καὶ ἠγέρθη νυκτὸς καὶ ἐπάταξεν Ἐδὼμ τὸν κυκλοῦντα αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν λαὸς εἰς τὰ σκηνώματα αὐτῶν.

21.10καὶ ἀπέστη ἀπὸ Ἰούδα Ἐδὼμ ἕως τῆς ἡμέρας ταύτης · τότε ἀπέστη Λομνὰ ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ χειρὸς αὐτοῦ, ὅτι ἐγκατέλιπε Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτοῦ ·

21.11καὶ γὰρ αὐτὸς ἐποίησεν ὑψηλὰ ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐξεπόρνευσε τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ καὶ ἀπεπλάνησε τὸν Ἰούδαν.

21.12καὶ ἦλθεν αὐτῷ ἐν γραφῇ παρὰ Ἠλιοὺ τοῦ προφήτου λέγων · τάδε λέγει Κύριος Θεὸς Δαυὶδ τοῦ πατρός σου · ἀνθ’ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ἰωσαφὰτ τοῦ πατρός σου καὶ ἐν ὁδοῖς Ἀσὰ βασιλέως Ἰούδα καὶ ἐπορεύθης ἐν ὁδοῖς βασιλέων Ἰσραὴλ καὶ ἐξεπόρνευσας τὸν Ἰούδαν καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ, ὡς ἐξεπόρνευσεν οἶκος Ἀχαάβ, καὶ τοὺς ἀδελφούς σου υἱοὺς τοῦ πατρός σου τοὺς ἀγαθοὺς ὑπὲρ σὲ ἀπέκτεινας, ἰδοὺ Κύριος πατάξει σε πληγὴν μεγάλην ἐν τῷ λαῷ σου καὶ ἐν τοῖς υἱοῖς σου καὶ ἐν γυναιξί σου καὶ ἐν πάσῃ τῇ ἀποσκευῇ σου.

21.15καὶ σὺ ἐν μαλακίᾳ πονηρᾷ, ἐν νόσῳ κοιλίας, ἕως οὗ ἐξέλθῃ κοιλία σου μετὰ τῆς μαλακίας ἐξ ἡμερῶν εἰς ἡμέρας.

21.16καὶ ἐπήγειρε Κύριος ἐπὶ Ἰωρὰμ τοὺς ἀλλοφύλους καὶ τοὺς Ἄραβας καὶ τοὺς ὁμόρους τῶν Αἰθιόπων, καὶ ἀνέβησαν ἐπὶ Ἰούδαν καὶ κατεδυνάστευον καὶ ἀπέστρεψαν πᾶσαν τὴν ἀποσκευήν, ἣν εὗρον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ οὐ κατελείφθη αὐτῷ υἱός, ἀλλ’ Ὀχοζίας μικρότατος τῶν υἱῶν αὐτοῦ.

21.18καὶ μετὰ ταῦτα πάντα ἐπάταξεν αὐτὸν Κύριος εἰς τὴν κοιλίαν μαλακίαν, οὐκ ἔστιν ἰατρεία.

21.19καὶ ἐγένετο ἐξ ἡμερῶν εἰς ἡμέρας, καὶ ὡς ἦλθε καιρὸς τῶν ἡμερῶν ἡμέρας δύο, ἐξῆλθεν κοιλία αὐτοῦ μετὰ τῆς νόσου, καὶ ἀπέθανεν ἐν μαλακίᾳ πονηρᾷ. καὶ οὐκ ἐποίησεν λαὸς αὐτοῦ ἐκφορὰν καθὼς ἐκφορὰν πατέρων αὐτοῦ.

21.20ἦν τριάκοντα καὶ δύο ἐτῶν, ὅτε ἐβασίλευσε, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ · καὶ ἐπορεύθη οὐκ ἐν ἐπαίνῳ καὶ ἐτάφη ἐν πόλει Δαυὶδ καὶ οὐκ ἐν τάφοις τῶν βασιλέων.

22

22.1καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ τὸν Ὀχοζίαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ’αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινε τὸ ἐπελθὸν ἐπ’αὐτοὺς λῃστήριον, οἱ Ἄραβες καὶ οἱ Ἀλιμοζονεῖς · καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἰωρὰμ βασιλέως Ἰούδα.

22.2ὢν ἐτῶν εἴκοσιν Ὀχοζίας ἐβασίλευσε καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρί.

22.3καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαάβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν ·

22.4καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου ὡς οἶκος Ἀχαάβ, ὅτι αὐτοὶ ἦσαν αὐτῷ σύμβουλοι μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, τοῦ ἐξολοθρεῦσαι αὐτόν, καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ εἰς πόλεμον ἐπὶ Ἀζαὴλ βασιλέα Συρίας εἰς Ῥαμὼθ Γαλαάδ ·

22.5καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ἰωράμ.

22.6καὶ ἐπέστρεψεν Ἰωρὰμ τοῦ ἰατρευθῆναι εἰς Ἰεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ῥαμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Ἀζαὴλ βασιλέα Συρίας · καὶ Ὀχοζίας υἱὸς Ἰωρὰμ βασιλεὺς Ἰούδα κατέβη θεάσασθαι τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ εἰς Ἰεζράελ, ὅτι ἠρρώστει.

22.7καὶ παρὰ τοῦ Θεοῦ ἐγένετο καταστροφὴ Ὀχοζίᾳ ἐλθεῖν πρὸς Ἰωράμ · καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθε μετ’αὐτοῦ Ἰωρὰμ πρὸς Ἰοὺ υἱὸν Ναμεσσεΐ χριστὸν Κυρίου εἰς τὸν οἶκον Ἀχαάβ.

22.8καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ἰοὺ τὸν οἶκον Ἀχαάβ, καὶ εὗρε τοὺς ἄρχοντας Ἰούδα καὶ τοὺς ἀδελφοὺς Ὀχοζίου λειτουργοῦντας τῷ Ὀχοζίᾳ καὶ ἀπέκτεινεν αὐτούς.

22.9καὶ εἶπε τοῦ ζητῆσαι τὸν Ὀχοζίαν, καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ἰού, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν · υἱὸς Ἰωσαφάτ ἐστιν, ὃς ἐζήτησε τὸν Κύριον ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ. καὶ οὐκ ἦν ἐν οἴκῳ Ὀχοζίᾳ κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.

22.10καὶ Γοθολία μήτηρ Ὀχοζίου εἶδεν ὅτι τέθνηκεν υἱὸς αὐτῆς καὶ ἠγέρθη καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ἰούδα.

22.11καὶ ἔλαβεν Ἰωσαβὲθ θυγάτηρ τοῦ βασιλέως τὸν Ἰωὰς υἱὸν Ὀχοζίου καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμιεῖον τῶν κλινῶν · καὶ ἔκρυψεν αὐτὸν Ἰωσαβὲθ θυγάτηρ τοῦ βασιλέως Ἰωράμ, ἀδελφὴ Ὀχοζίου, γυνὴ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου τῆς Γοθολίας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν.

22.12καὶ ἦν μετ’αὐτοῦ ἐν οἴκῳ τοῦ Θεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοθολία ἐβασίλευσεν ἐπὶ τῆς γῆς.

23

23.1καὶ ἐν τῷ ἔτει τῷ ὀγδόῳ ἐκραταίωσεν Ἰωδαὲ καὶ ἔλαβε τοὺς ἑκατοντάρχους, τὸν Ἀζαρίαν υἱὸν Ἰωρὰμ καὶ τὸν Ἰσμαὴλ υἱὸν Ἰωανὰν καὶ τὸν Ἀζαρίαν υἱὸν Ὠβὴδ καὶ τὸν Μαασαίαν υἱὸν Ἀδαΐα καὶ τὸν Ἐλισαφὰν υἱὸν Ζαχαρίου, μεθ’ἑαυτοῦ εἰς οἶκον Κυρίου.

23.2καὶ ἐκύκλωσαν τὸν Ἰούδαν καὶ συνήγαγον τοὺς Λευίτας ἐκ πασῶν τῶν πόλεων Ἰούδα καὶ ἄρχοντας πατριῶν τοῦ Ἰσραήλ, καὶ ἦλθον εἰς Ἱερουσαλήμ.

23.3καὶ διέθεντο πᾶσα ἐκκλησία Ἰούδα διαθήκην ἐν οἴκῳ τοῦ Θεοῦ μετὰ τοῦ βασιλέως, καὶ ἔδειξεν αὐτοῖς τὸν υἱὸν τοῦ βασιλέως καὶ εἶπεν αὐτοῖς · ἰδοὺ υἱὸς τοῦ βασιλέως βασιλευσάτω, καθὼς ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Δαυίδ.

23.4νῦν λόγος οὗτος, ὃν ποιήσετε · τὸ τρίτον ἐξ ὑμῶν εἰσπορευέσθωσαν τὸ σάββατον, τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ εἰς τὰς πύλας τῶν εἰσόδων, καὶ τὸ τρίτον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῇ μέσῃ, καὶ πᾶς λαὸς ἐν αὐλαῖς οἴκου Κυρίου.

23.6καὶ μὴ εἰσελθέτω εἰς οἶκον Κυρίου ἐὰν μὴ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λειτουργοῦντες τῶν Λευιτῶν · αὐτοὶ εἰσελεύσονται, ὅτι ἅγιοί εἰσι, καὶ πᾶς λαὸς φυλασσέτω φυλακὰς Κυρίου.

23.7καὶ κυκλώσουσιν οἱ Λευῖται τὸν βασιλέα κύκλῳ, ἀνδρὸς σκεῦος σκεῦος ἐν χειρὶ αὐτοῦ, καὶ εἰσπορευόμενος εἰς τὸν οἶκον ἀποθανεῖται · καὶ ἔσονται μετὰ τοῦ βασιλέως ἐκπορευομένου καὶ εἰσπορευομένου αὐτοῦ.

23.8καὶ ἐποίησαν οἱ Λευῖται καὶ πᾶς Ἰούδα κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτοῖς Ἰωδαὲ ἱερεύς, καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπ’ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου, ὅτι οὐ κατέλυσεν Ἰωδαὲ ἱερεὺς τὰς ἐφημερίας.

23.9καὶ ἔδωκεν Ἰωδαὲ τὰς μαχαίρας καὶ τοὺς θυρεοὺς καὶ τὰ ὅπλα, ἦν τοῦ βασιλέως Δαυίδ, ἐν οἴκῳ τοῦ Θεοῦ.

23.10καὶ ἔστησε τὸν λαὸν πάντα, ἕκαστον ἐν τοῖς ὅπλοις αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τῆς ἀριστερᾶς τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ.

23.11καὶ ἐξήγαγε τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ’αὐτὸν τὸ βασίλειον καὶ τὰ μαρτύρια, καὶ ἐβασίλευσαν καὶ ἔχρισαν αὐτὸν Ἰωδαὲ ἱερεὺς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ εἶπαν · ζήτω βασιλεύς.

23.12καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τοῦ λαοῦ τρεχόντων καὶ ἐξομολογουμένων καὶ αἰνούντων τὸν βασιλέα καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα εἰς οἶκον Κυρίου.

23.13καὶ εἶδε καὶ ἰδοὺ βασιλεὺς ἐπὶ τῆς στάσεως αὐτοῦ, καὶ ἐπὶ τῆς εἰσόδου οἱ ἄρχοντες καὶ αἱ σάλπιγγες καὶ οἱ ἄρχοντες περὶ τὸν βασιλέα, καὶ πᾶς λαὸς τῆς γῆς ηὐφράνθη καὶ ἐσάλπισαν ταῖς σάλπιγξι καὶ οἱ ᾄδοντες ἐν τοῖς ὀργάνοις ᾠδοὶ καί ὑμνοῦντες αἶνον · καὶ διέρρηξε Γοθολία τὴν στολὴν αὐτῆς καὶ ἐβόησεν · ἐπιτιθέμενοι ἐπιτίθεσθε.

23.14καὶ ἐξῆλθεν Ἰωδαὲ ἱερεύς, καὶ ἐνετείλατο Ἰωδαὲ ἱερεὺς τοῖς ἑκατοντάρχοις καὶ τοῖς ἀρχηγοῖς τῆς δυνάμεως καὶ εἶπεν αὐτοῖς · ἐκβάλετε αὐτὴν ἐκτὸς τοῦ οἴκου καὶ εἰσέλθατε ὀπίσω αὐτῆς, καὶ ἀποθανέτω μαχαίρᾳ · ὅτι εἶπεν ἱερεύς · μὴ ἀποθανέτω ἐν οἴκῳ Κυρίου.

23.15καὶ ἔδωκαν αὐτῇ ἄνεσιν καὶ διῆλθε διὰ τῆς πύλης τῶν ἱππέων τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐθανάτωσαν αὐτὴν ἐκεῖ.

23.16καὶ διέθετο Ἰωδαὲ διαθήκην ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοῦ βασιλέως εἶναι λαὸν τῷ Κυρίῳ.

23.17καὶ εἰσῆλθε πᾶς λαὸς τῆς γῆς εἰς οἶκον Βάαλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν καὶ τὸν Ματθὰν ἱερέα Βάαλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ.

23.18καὶ ἐνεχείρισεν Ἰωδαὲ ἱερεὺς τὰ ἔργα οἴκου Κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευιτῶν καὶ ἀνέστησε τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ἃς διέστειλε Δαυὶδ ἐπὶ τὸν οἶκον Κυρίου καὶ ἀνενέγκαι ὁλοκαυτώματα Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Μωυσῆ, ἐν εὐφροσύνῃ καὶ ἐν ᾠδαῖς διὰ χειρὸς Δαυίδ.

23.19καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου Κυρίου, καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πᾶν πρᾶγμα.

23.20καὶ ἔλαβε τοὺς πατριάρχας καὶ τοὺς δυνατοὺς καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ καὶ πάντα τὸν λαὸν τῆς γῆς καὶ ἐπεβίβασαν τὸν βασιλέα εἰς οἶκον Κυρίου, καὶ εἰσῆλθε διὰ τῆς πύλης τῆς ἐσωτέρας εἰς τὸν οἶκον τοῦ βασιλέως, καὶ ἐκάθισαν τὸν βασιλέα ἐπὶ τοῦ θρόνου τῆς βασιλείας.

23.21καὶ ηὐφράνθη πᾶς λαὸς τῆς γῆς, καὶ πόλις ἡσύχασε, καὶ τὴν Γοθολίαν ἐθανάτωσαν μαχαίρᾳ.

24

24.1ὢν ἐτῶν ἑπτὰ Ἰωὰς ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Σαβιὰ ἐκ Βηρσαβεέ.

24.2καὶ ἐποίησεν Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας Ἰωδαὲ τοῦ ἱερέως.

24.3καὶ ἔλαβεν Ἰωδαέ δύο γυναῖκας ἑαυτῷ, καὶ ἐγέννησαν υἱοὺς καὶ θυγατέρας.

24.4καὶ ἐγένετο μετά ταῦτα καί ἐγένετο ἐπὶ καρδίαν Ἰωὰς ἐπισκευάσαι τὸν οἶκον Κυρίου.

24.5καὶ συνήγαγε τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ εἶπεν αὐτοῖς · ἐξέλθατε εἰς τὰς πόλεις Ἰούδα καὶ συναγάγετε ἀπὸ παντὸς Ἰσραὴλ ἀργύριον κατισχῦσαι τὸν οἶκον Κυρίου ἐνιαυτὸν κατ’ἐνιαυτὸν καὶ σπεύσατε λαλῆσαι · καὶ οὐκ ἔσπευσαν οἱ Λευῖται.

24.6καὶ ἐκάλεσεν βασιλεὺς Ἰωὰς τὸν Ἰωδαέ τὸν ἄρχοντα καὶ εἶπεν αὐτῷ · διατί οὐκ ἐπεσκέψω περὶ τῶν Λευιτῶν τοῦ εἰσενέγκαι ἀπὸ Ἰούδα καὶ Ἱερουσαλὴμ τὸ κεκριμένον ὑπὸ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ, ὅτι ἐξεκκλησίασε τὸν Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου;

24.7ὅτι Γοθολία ἦν ἄνομος, καὶ οἱ υἱοὶ αὐτῆς κατέσπασαν τὸν οἶκον τοῦ Θεοῦ · καὶ γὰρ τὰ ἅγια οἴκου Κυρίου ἐποίησαν ταῖς Βααλίμ.

24.8καὶ εἶπεν βασιλεύς · γενηθήτω γλωσσόκομον καὶ τεθήτω ἐν πύλῃ οἴκου Κυρίου ἔξω ·

24.9καὶ κηρυξάτωσαν ἐν Ἰούδᾳ καὶ ἐν Ἱερουσαλὴμ εἰσενέγκαι Κυρίῳ, καθὼς εἶπε Μωυσῆς παῖς τοῦ Θεοῦ ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ.

24.10καὶ ἔδωκαν πάντες ἄρχοντες καὶ πᾶς λαὸς καὶ εἰσέφερον καὶ ἐνέβαλλον εἰς τὸ γλωσσόκομον, ἕως οὗ ἐπληρώθη, καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας τοῦ βασιλέως διὰ χειρὸς τῶν Λευιτῶν καὶ ὡς εἶδον ὅτι ἐπλεόνασε τὸ ἀργύριον, καὶ ἦλθεν γραμματεὺς τοῦ βασιλέως καὶ προστάτης τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐξεκένωσαν τὸ γλωσσόκομον καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ ·

24.11οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας καὶ συνήγαγον ἀργύριον πολύ.

24.12καὶ ἔδωκεν αὐτὸ βασιλεὺς καὶ Ἰωδαὲ ἱερεὺς τοῖς ποιοῦσι τὰ ἔργα εἰς ἐργασίαν οἴκου Κυρίου, καὶ ἐμισθοῦντο λατόμους καὶ τέκτονας ἐπισκευάσαι τὸν οἶκον Κυρίου καὶ χαλκεῖς σιδήρου καὶ χαλκοῦ ἐπισκευάσαι τὸν οἶκον Κυρίου.

24.13καὶ ἐποίουν οἱ ποιοῦντες τὰ ἔργα, καὶ ἀνέβη μῆκος τῶν ἔργων ἐν χερσὶν αὐτῶν καὶ ἀνέστησαν τὸν οἶκον Κυρίου ἐπὶ τὴν στάσιν αὐτοῦ καὶ ἐνίσχυσαν.

24.14καὶ ὡς συνετέλεσαν, ἤνεγκαν πρὸς τὸν βασιλέα καὶ πρὸς Ἰωδαὲ τὸ κατάλοιπον τοῦ ἀργυρίου, καὶ ἐποίησαν σκεύη εἰς οἶκον Κυρίου, σκεύη λειτουργικὰ ὁλοκαυτωμάτων καὶ θυΐσκας χρυσᾶς καὶ ἀργυρᾶς · καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις ἐν οἴκῳ Κυρίου διαπαντὸς πάσας τὰς ἡμέρας Ἰωδαέ.

24.15καὶ ἐγήρασεν Ἰωδαὲ πλήρης ἡμερῶν καὶ ἐτελεύτησεν ὢν ἑκατὸν καὶ τριάκοντα ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν ·

24.16καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ μετὰ τῶν βασιλέων, ὅτι ἐποίησεν ἀγαθωσύνην μετὰ Ἰσραὴλ καὶ μετὰ τοῦ Θεοῦ καὶ τοῦ οἴκου αὐτοῦ.

24.17καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰωδαὲ εἰσῆλθον οἱ ἄρχοντες Ἰούδα καὶ προσεκύνησαν τὸν βασιλέα · τότε ἐπήκουσεν αὐτοῖς βασιλεύς.

24.18καὶ ἐγκατέλιπον τὸν οἶκον Κυρίου Θεοῦ τῶν πατέρων αὐτῶν καὶ ἐδούλευον ταῖς Ἀστάρταις καὶ τοῖς εἰδώλοις · καὶ ἐγένετο ὀργὴ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ταύτῃ.

24.19καὶ ἀπέστειλε πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς Κύριον, καὶ οὐκ ἤκουσαν · καὶ διεμαρτύρατο αὐτοῖς, καὶ οὐχ ὑπήκουσαν.

24.20καὶ πνεῦμα Θεοῦ ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπε · τάδε λέγει Κύριος · τί παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε, ὅτι ἐγκατελίπετε τὸν Κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς.

24.21καὶ ἐπέθεντο αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὸν δι’ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου.

24.22καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους, οὗ ἐποίησεν Ἰωδαὲ πατὴρ αὐτοῦ μετ’αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέθνησκεν, εἶπεν · ἴδοι Κύριος καὶ κρινάτω.

24.23καὶ ἐγένετο μετὰ τὴν συντέλειαν τοῦ ἐνιαυτοῦ ἀνέβη ἐπ’αὐτὸν δύναμις Συρίας καὶ ἦλθεν ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλὴμ καὶ κατέφθειραν πάντας τοὺς ἄρχοντας τοῦ λαοῦ ἐν τῷ λαῷ καὶ πάντα τά σκῦλα αὐτῶν ἀπέστειλαν τῷ βασιλεῖ Δαμασκοῦ ·

24.24ὅτι ἐν ὀλίγοις ἀνδράσι παρεγένετο δύναμις Συρίας, καὶ Θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν δύναμιν πολλὴν σφόδρα, ὅτι ἐγκατέλιπον Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν · καὶ μετὰ Ἰωὰς ἐποίησε κρίματα.

24.25καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπ’αὐτοῦ, ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ἰωδαέ τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανε · καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων.

24.26καὶ οἱ ἐπιθέμενοι ἐπ’αὐτὸν Ζαβὲδ τοῦ Σαμαὰθ Ἀμμανίτης καὶ Ἰωζαβὲδ τοῦ Σομαρὼθ Μωαβίτης καὶ οἱ υἱοὶ αὐτοῦ πάντες, καὶ προσῆλθον αὐτῷ οἱ πέντε.

24.27καὶ τὰ λοιπὰ ἰδοὺ γεγραμμένα ἐπὶ τὴν γραφὴν τῶν βασιλέων · καὶ ἐβασίλευσεν Ἀμασίας υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ.

25

25.1ὢν εἴκοσι καὶ πέντε ἐτῶν ἐβασίλευσεν Ἀμασίας καὶ εἰκοσιεννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰωαδὲν ἀπὸ Ἱερουσαλήμ.

25.2καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ἀλλ’οὐκ ἐν καρδίᾳ πλήρει.

25.3καὶ ἐγένετο ὡς κατέστη βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐθανάτωσε τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ ·

25.4καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινε κατὰ τὴν διαθήκην τοῦ νόμου Κυρίου, καθὼς γέγραπται, ὡς ἐνετείλατο Κύριος λέγων · οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ οἱ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ἀλλ’ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται.

25.5καὶ συνήγαγεν Ἀμασίας τὸν οἶκον Ἰούδα καὶ ἀνέστησεν αὐτοὺς κατ’οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους ἐν παντὶ Ἰούδᾳ καὶ Ἱερουσαλήμ · καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας ἐξελθεῖν εἰς πόλεμον δυνατοὺς κρατοῦντας δόρυ καὶ θυρεόν.

25.6καὶ ἐμισθώσατο ἀπὸ Ἰσραὴλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύϊ ἑκατὸν ταλάντων ἀργυρίου.

25.7καὶ ἄνθρωπος τοῦ Θεοῦ ἦλθε πρὸς αὐτὸν λέγων · βασιλεῦ, οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ἰσραήλ, ὅτι οὐκ ἔστι Κύριος μετά Ἰσραήλ, πάντων τῶν υἱῶν Ἐφραίμ.

25.8ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις, καὶ τροπώσεταί σε Κύριος ἐναντίον τῶν ἐχθρῶν, ὅτι ἐστὶ παρὰ Κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι.

25.9καὶ εἶπεν Ἀμασίας τῷ ἀνθρώπῳ τοῦ Θεοῦ · καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα, ἔδωκα τῇ δυνάμει Ἰσραήλ; καὶ εἶπεν ἄνθρωπος τοῦ Θεοῦ · ἔστι τῷ Κυρίῳ δοῦναί σοι πλεῖστα τούτων.

25.10καὶ διεχώρισεν Ἀμασίας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Ἐφραὶμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν, καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ἰούδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ.

25.11καὶ Ἀμασίας κατίσχυσε καὶ παρέλαβε τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηεὶρ δέκα χιλιάδας ·

25.12καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ἰούδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο.

25.13καὶ οἱ υἱοὶ τῆς δυνάμεως, οὓς ἀπέστρεψεν Ἀμασίας τοῦ μὴ πορευθῆναι μετ’αὐτοῦ εἰς πόλεμον, καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ἰούδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρὼν καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσαν σκῦλα πολλά.

25.14καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Ἀμασίαν πατάξαντα τὴν Ἰδουμαίαν καὶ ἤνεγκε πρὸς αὐτοὺς τοὺς θεοὺς υἱῶν Σηεὶρ καὶ ἔστησεν αὐτοὺς ἑαυτῷ εἰς θεοὺς καὶ ἐναντίον αὐτῶν προσεκύνει καὶ αὐτὸς αὐτοῖς ἔθυε.

25.15καὶ ἐγένετο ὀργὴ Κυρίου ἐπὶ Ἀμασίαν, καὶ ἀπέστειλεν αὐτῷ προφήτην καὶ εἶπεν αὐτῷ · τί ἐζήτησας τοὺς Θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλοντο τὸν λαὸν ἑαυτῶν ἐκ χειρός σου;

25.16καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ · μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε ἵνα μὴ μαστιγωθῇς. καὶ ἐσιώπησεν προφήτης καὶ εἶπεν, ὅτι γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου.

25.17καὶ ἐβουλεύσατο Ἀμασίας βασιλεὺς Ἰούδα καὶ ἀπέστειλε πρὸς Ἰωὰς υἱὸν Ἰωάχαζ υἱοῦ Ἰηοὺ βασιλέα Ἰσραὴλ λέγων · δεῦρο καὶ ὀφθῶμεν προσώποις.

25.18καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμασίαν βασιλέα Ἰούδα λέγων · ἀχοὺχ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων · δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα. καὶ ἰδοὺ ἐλεύσεται τά θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ · καὶ ἦλθον τὰ θηρία καὶ κατεπάτησαν τὸν ἀχούχ.

25.19εἶπας · ἰδοὺ ἐπάταξα τὴν Ἰδουμαίαν καὶ ἐπαίρει σε καρδία σου βαρεῖα · νῦν κάθισον ἐν οἴκῳ σου καὶ ἱνατί συμβάλλεις ἐν κακίᾳ καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ;

25.20καὶ οὐκ ἤκουσεν Ἀμασίας, ὅτι παρὰ Κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας, ὅτι ἐξεζήτησε τοὺς θεοὺς τῶν Ἰδουμαίων.

25.21καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραήλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Ἀμασίας βασιλεὺς Ἰούδα ἐν Βαιθσαμύς, ἐστι τοῦ Ἰούδα.

25.22καὶ ἐτροπώθη Ἰούδας κατὰ πρόσωπον Ἰσραήλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ.

25.23καὶ τὸν Ἀμασίαν βασιλέα Ἰούδα τὸν τοῦ Ἰωὰς υἱοῦ Ἰωάχαζ κατέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσαμὺς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ἱερουσαλήμ, ἀπὸ πύλης Ἐφραὶμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις ·

25.24καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ παρὰ τῷ Ἀβδεδὸμ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν.

25.25καὶ ἔζησεν Ἀμασίας τοῦ Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς τὸν τοῦ Ἰωάχαζ βασιλέα Ἰσραὴλ ἔτη δεκαπέντε.

25.26καὶ οἱ λοιποὶ λόγοι Ἀμασίου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ;

25.27καὶ ἐν τῷ καιρῷ, ἀπέστη Ἀμασίας ἀπὸ Κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ἱερουσαλὴμ εἰς Λαχίς · καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.

25.28καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ.

26

26.1καὶ ἔλαβε πᾶς λαὸς τῆς γῆς τὸν Ὀζίαν, καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμασίου.

26.2αὐτὸς ᾠκοδόμησε τὴν Αἰλάθ, αὐτὸς ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.

26.3υἱὸς ἑκκαίδεκα ἐτῶν ἐβασίλευσεν Ὀζίας καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἀπὸ Ἱερουσαλήμ.

26.4καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ἀμασίας πατὴρ αὐτοῦ.

26.5καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιόντος ἐν φόβῳ Κυρίου · καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησε τὸν Κύριον, καὶ εὐώδωσεν αὐτῷ Κύριος.

26.6καὶ ἐξῆλθε καὶ ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους καὶ κατέσπασε τὰ τείχη Γὲθ καὶ τὰ τείχη Ἰαβνὴ καὶ τὰ τείχη Ἀζώτου καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου καὶ ἐν τοῖς ἀλλοφύλοις.

26.7καὶ κατίσχυσεν αὐτὸν Κύριος ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας καὶ ἐπὶ τοὺς Μιναίους.

26.8καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Ὀζίᾳ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω.

26.9καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλὴμ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν πύλην τῆς φάραγγος καὶ ἐπὶ τῶν γωνιῶν καὶ κατίσχυσε.

26.10καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησε λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφηλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν.

26.11καὶ ἐγένετο τῷ Ὀζίᾳ δύναμις ποιοῦσα πόλεμον καὶ ἐκπορευομένη εἰς παράταξιν εἰς πόλεμον καὶ εἰσπορευομένη εἰς παράταξιν εἰς ἀριθμόν, καὶ ἦν ἀριθμὸς αὐτῶν διὰ χειρὸς Ἰεϊὴλ τοῦ γραμματέως καὶ Μαασίου τοῦ κριτοῦ, διὰ χειρὸς Ἀνανίου τοῦ διαδόχου τοῦ βασιλέως.

26.12πᾶς ἀριθμὸς τῶν πατριαρχῶν τῶν δυνατῶν εἰς πόλεμον δισχίλιοι ἑξακόσιοι, καὶ μετ’αὐτῶν δύναμις πολεμικὴ τριακόσιαι χιλιάδες καὶ ἑπτακισχίλιοι καί πεντακόσιοι ·

26.13οὗτοι οἱ ποιοῦντες πόλεμον ἐν δυνάμει ἰσχύος βοηθῆσαι τῷ βασιλεῖ ἐπὶ τοὺς ὑπεναντίους.

26.14καὶ ἡτοίμασεν αὐτοῖς Ὀζίας πάσῃ τῇ δυνάμει θυρεοὺς καὶ δόρατα καὶ περικεφαλαίας καὶ θώρακας καὶ τόξα καὶ σφενδόνας εἰς λίθους.

26.15καὶ ἐποίησεν ἐν Ἱερουσαλὴμ μηχανὰς μεμηχανευμένας λογιστοῦ τοῦ εἶναι ἐπὶ τῶν πύργων καὶ ἐπὶ τῶν γωνιῶν βάλλειν βέλεσι καὶ λίθοις μεγάλοις · καὶ ἠκούσθη κατασκευὴ αὐτῶν ἕως πόρρω, ὅτι ἐθαυμαστώθη τοῦ βοηθῆναι, ἕως οὗ κατίσχυσε.

26.16καὶ ὡς κατίσχυσεν, ὑψώθη καρδία αὐτοῦ τοῦ καταφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων.

26.17καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ἱερεὺς καὶ μετ’αὐτοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοὶ καὶ ἔστησαν ἐπὶ Ὀζίαν τὸν βασιλέα καὶ εἶπαν αὐτῷ ·

26.18οὐ σοί, Ὀζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλ’ τοῖς ἱερεῦσιν υἱοῖς Ἀαρὼν τοῖς ἡγιασμένοις θυμιάσαι · ἔξελθε ἐκ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου, καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ.

26.19καὶ ἐθυμώθη Ὀζίας, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ, καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς καὶ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων.

26.20καὶ ἐπέστρεψε πρὸς αὐτὸν Ἀζαρίας ἱερεὺς πρῶτος καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ · καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν Κύριος.

26.21καὶ Ὀζίας βασιλεὺς ἦν λεπρὸς ἕως ἡμέρας τῆς τελευτῆς αὐτοῦ, καὶ ἐν οἴκῳ ἀφφουσὼθ ἐκάθητο λεπρός, ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου Κυρίου · καὶ Ἰωάθαμ υἱὸς αὐτοῦ ἐπὶ τῆς βασιλείας αὐτοῦ κρίνων τὸν λαὸν τῆς γῆς.

26.22καὶ οἱ λοιποὶ λόγοι Ὀζίου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ὑπὸ Ἰεσσίου τοῦ προφήτου.

26.23καὶ ἐκοιμήθη Ὀζίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ πεδίῳ τῆς ταφῆς τῶν βασιλέων, ὅτι εἶπαν ὅτι λεπρός ἐστι. καὶ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ.

27

27.1υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ἰωάθαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἱερουσὰ θυγάτηρ Σαδώκ.

27.2καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ἐποίησεν Ὀζίας πατὴρ αὐτοῦ, ἀλλ’οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, καὶ ἔτι λαὸς κατεφθείρετο.

27.3αὐτὸς ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ὑψηλὴν καὶ ἐν τείχει τοῦ Ὀφλὰ ᾠκοδόμησε πολλά · καὶ πόλεις ᾠκοδόμησεν ἐν ὄρει Ἰούδα καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους.

27.5αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν Ἀμμὼν καὶ κατίσχυσεν ἐπ’αὐτόν · καὶ ἐδίδουν αὐτῷ οἱ υἱοὶ Ἀμμὼν καὶ κατ’ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας · ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς υἱῶν Ἀμμὼν κατ’ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ ἐν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ.

27.6καὶ κατίσχυσεν Ἰωάθαμ, ὅτι ἡτοίμασε τὰς ὁδοὺς αὐτοῦ ἐναντίον Κυρίου Θεοῦ αὐτοῦ.

27.7καὶ οἱ λοιποὶ λόγοι Ἰωάθαμ καὶ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

27.9καὶ ἐκοιμήθη Ἰωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἄχαζ υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ.

28

28.1υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἄχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ · καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ὡς Δαυὶδ πατὴρ αὐτοῦ.

28.2καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ἰσραήλ · καὶ γὰρ γλυπτὰ ἐποίησε τοῖς εἰδώλοις αὐτῶν καὶ ἔθυεν ἐν Βενεννὸμ καὶ διῆγε τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ, καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.

28.5καὶ παρέδωκεν αὐτὸν Κύριος Θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν · καὶ γὰρ εἰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτόν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην.

28.6καὶ ἀπέκτεινε Φακεὲ τοῦ Ῥομελία βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδᾳ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ ἐν τῷ καταλιπεῖν αὐτοὺς Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν.

28.7καὶ ἀπέκτεινε Ζεχρὶ δυνατὸς τοῦ Ἐφραὶμ τὸν Μαασὰ τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Ἐζρικὰν ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Ἑλκανὰ τὸν διάδοχον τοῦ βασιλέως.

28.8καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας καὶ υἱοὺς καὶ θυγατέρας, καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν.

28.9καὶ ἐκεῖ ἦν προφήτης τοῦ Κυρίου, Ὠδὴδ ὄνομα αὐτῷ, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς · ἰδοὺ ὀργὴ Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ Ἰούδαν, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ · καὶ ἕως τῶν οὐρανῶν ἔφθακε.

28.10καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἱερουσαλὴμ ὑμεῖς λέγετε κατακτήσασθαι εἰς δούλους καὶ δούλας · οὐκ ἰδού εἰμι μεθ’ὑμῶν μαρτυρῆσαι Κυρίῳ Θεῷ ὑμῶν;

28.11καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ θυμοῦ Κυρίου ἐφ’ὑμῖν.

28.12καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Ἐφραίμ, Οὐδείας τοῦ Ἰωανοῦ καὶ Βαραχίας τοῦ Μωσολαμὼθ καὶ Ἐζεκίας τοῦ Σελλὴμ καὶ Ἀμασίας τοῦ Ἐλδαΐ, ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου, καὶ εἶπαν αὐτοῖς ·

28.13οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ Κυρίῳ ἐφ’ἡμᾶς ὑμεῖς λέγετε, προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν ἡμῶν, ὅτι πολλὴ ἁμαρτία ἡμῶν καὶ ὀργὴ θυμοῦ Κυρίου ἐπὶ τὸν Ἰσραήλ.

28.14καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας.

28.15καὶ ἀνέστησαν ἄνδρες, οἳ ἐπεκλήθησαν ἐν ὀνόματι, καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδυσαν αὐτοὺς καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο καὶ ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος καὶ κατέστησαν αὐτοὺς εἰς Ἱεριχὼ πόλιν Φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν.

28.16ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν βασιλεὺς Ἄχαζ πρὸς βασιλέα Ἀσσοὺρ βοηθῆσαι αὐτῷ καὶ ἐν τούτῳ, ὅτι οἱ Ἰδουμαῖοι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ἰούδᾳ καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ ἀπὸ λιβὸς τοῦ Ἰούδα καὶ ἔλαβον τὴν Βαιθσαμὺς καὶ τὴν Ἀϊλὼν καὶ τὴν Γαδηρὼθ καὶ τὴν Σωχὼ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Θαμνὰ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαμζὼ καὶ τὰς κώμας αὐτῆς καὶ κατῴκησαν ἐκεῖ ·

28.19ὅτι ἐταπείνωσε Κύριος τὸν Ἰούδαν διὰ Ἄχαζ βασιλέα Ἰούδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ Κυρίου.

28.20καὶ ἦλθεν ἐπ’αὐτὸν Θαγλαθφελλασὰρ βασιλεὺς Ἀσσοὺρ καὶ ἐπάταξεν αὐτόν.

28.21καὶ ἔλαβεν Ἄχαζ τὰ ἐν οἴκῳ Κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκε τῷ βασιλεῖ Ἀσσοὺρ καὶ οὐκ εἰς βοήθειαν αὐτῷ ἦν, ἀλλ’ τῷ θλιβῆναι αὐτόν.

28.22καὶ προσέθηκε τοῦ ἀποστῆναι ἀπὸ Κυρίου. καὶ εἶπεν βασιλεὺς Ἄχαζ ·

28.23ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με · καὶ εἶπεν ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς, αὐτοῖς τοίνυν θύσω, καὶ ἀντιλήψονταί μου. καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ἰσραήλ.

28.24καὶ ἀπέστησεν Ἄχαζ τὰ σκεύη οἴκου Κυρίου καὶ κατέκοψεν αὐτὰ καὶ ἔκλεισε τὰς θύρας οἴκου Κυρίου καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ἱερουσαλήμ ·

28.25καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ἰούδᾳ ἐποίησεν ὑψηλὰ θυμιᾶν θεοῖς ἀλλοτρίοις, καὶ παρώργισαν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν.

28.26καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ ἔσχαται ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

28.27καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ἰσραήλ · καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ.

29

29.1καὶ Ἐζεκίας ἐβασίλευσεν ὢν εἴκοσι καὶ πέντε ἐτῶν καὶ εἴκοσιν ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀββὰ θυγάτηρ Ζαχαρίου.

29.2καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησε Δαυὶδ πατὴρ αὐτοῦ.

29.3καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ, ἐν τῷ μηνὶ τῷ πρώτῳ ἀνέῳξε τὰς θύρας οἴκου Κυρίου καὶ ἐπεσκεύασεν αὐτάς.

29.4καὶ εἰσήγαγε τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλῖτος τὸ πρὸς ἀνατολὰς καὶ εἶπεν αὐτοῖς ·

29.5ἀκούσατε, οἱ Λευῖται, νῦν ἁγνίσθητε καὶ ἁγνίσατε τὸν οἶκον Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων ·

29.6ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου Θεοῦ ἡμῶν καὶ ἐγκατέλιπαν αὐτὸν καὶ ἀπέστρεψαν τὸ πρόσωπον αὐτῶν ἀπὸ τῆς σκηνῆς Κυρίου καὶ ἔδωκαν αὐχένα καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ καὶ ἔσβεσαν τοὺς λύχνους καὶ θυμίαμα οὐκ ἐθυμίασαν καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ Θεῷ Ἰσραήλ.

29.8καὶ ὠργίσθη ὀργῇ Κύριος ἐπὶ τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς ἀφανισμὸν καὶ εἰς συρισμόν, ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν.

29.9καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν ἐν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, καὶ νῦν ἐστιν.

29.10ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην Κυρίου Θεοῦ Ἰσραήλ, καὶ ἀποστρέψει τὴν ὀργὴν τοῦ θυμοῦ αὐτοῦ ἀφ’ἡμῶν.

29.11καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ᾑρέτικε Κύριος στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν καὶ εἶναι αὐτῷ λειτουργοῦντας καὶ θυμιῶντας.

29.12καὶ ἀνέστησαν οἱ Λευῖται, Μαὰθ τοῦ Ἀμασὶ καὶ Ἰωὴλ τοῦ Ἀζαρίου ἐκ τῶν υἱῶν Καὰθ καὶ ἐκ τῶν υἱῶν Μεραρὶ Κὶς τοῦ Ἀβδὶ καὶ Ἀζαρίας τοῦ Ἰαλλελήλ, καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνὶ Ἰωδαὰδ τοῦ Ζεμμὰθ καὶ Ἰωαδὰμ τοῦ Ἰωαχά, καὶ τῶν υἱῶν Ἐλισαφὰν Ζαμβρὶ καὶ Ἰεϊήλ, καὶ τῶν υἱῶν Ἀσὰφ Ζαχαρίας καὶ Ματθανίας, καὶ τῶν υἱῶν Αἰμὰν Ἰεϊὴλ καὶ Σεμεΐ, καὶ τῶν υἱῶν Ἰδιθοὺν Σαμαίας καὶ Ὀζιήλ, καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος Κυρίου καθαρίσαι τὸν οἶκον Κυρίου.

29.16καὶ εἰσῆλθον οἱ ἱερεῖς ἔσω εἰς τὸν οἶκον Κυρίου ἁγνίσαι καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἴκῳ Κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου Κυρίου, καὶ ἐδέξαντο οἱ Λευῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κέδρων ἔξω.

29.17καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ πρώτῃ νουμηνίᾳ τοῦ πρώτου μηνὸς ἁγνίσαι καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν Κυρίου καὶ ἥγνισαν τὸν οἶκον Κυρίου ἐν ἡμέραις ὀκτὼ καὶ τῇ ἡμέρᾳ τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου συνετέλεσαν.

29.18καὶ εἰσῆλθαν ἔσω πρὸς Ἐζεκίαν τὸν βασιλέα καὶ εἶπαν · ἡγνίσαμεν πάντα τὰ ἐν οἴκῳ Κυρίου, τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς ·

29.19καὶ πάντα τὰ σκεύη, ἐμίανεν βασιλεὺς Ἄχαζ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ, ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν, ἰδού ἐστιν ἐναντίον τοῦ θυσιαστηρίου Κυρίου.

29.20καὶ ὤρθρισεν Ἐζεκίας βασιλεὺς καὶ συνήγαγε τοὺς ἄρχοντας τῆς πόλεως καὶ ἀνέβη εἰς οἶκον Κυρίου καὶ ἀνήνεγκε μόσχους ἑπτά, κριοὺς ἑπτά, ἀμνοὺς ἑπτά, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ Ἰσραὴλ καὶ εἶπε τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον Κυρίου.

29.22καὶ ἔθυσαν τοὺς μόσχους, καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἷμα καὶ προσέχεαν ἐπὶ τὸ θυσιαστήριον · καὶ ἔθυσαν τοὺς κριούς, καὶ προσέχεαν τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον · καὶ ἔθυσαν τοὺς ἀμνούς, καὶ περιέχεον τὸ αἷμα τῷ θυσιαστηρίῳ ·

29.23καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας, καὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπ’αὐτούς, καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς καί ἐξιλάσαντο τὸ αἷμα αὐτῶν πρὸς τὸ θυσιαστήριον καὶ ἐξιλάσαντο περὶ παντὸς Ἰσραήλ, ὅτι εἶπεν βασιλεύς, περὶ παντὸς Ἰσραὴλ ὁλοκαύτωσις καὶ τὰ περὶ ἁμαρτίας.

29.25καὶ ἔστησε τοὺς Λευίτας ἐν οἴκῳ Κυρίου ἐν κυμβάλοις καί ἐν νάβλαις καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυὶδ τοῦ βασιλέως καὶ Γὰδ τοῦ ὁρῶντος τῷ βασιλεῖ καὶ Νάθαν τοῦ προφήτου, ὅτι διὰ ἐντολῆς Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν.

29.26καὶ ἔστησαν οἱ Λευῖται ἐν ὀργάνοις Δαυὶδ καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξι.

29.27καὶ εἶπεν Ἐζεκίας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον · καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν ἤρξαντο ᾄδειν Κυρίῳ, καὶ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυὶδ βασιλέως Ἰσραήλ.

29.28καὶ πᾶσα ἐκκλησία προσεκύνει, καὶ οἱ ψαλτῳδοὶ ᾄδοντες, καὶ σάλπιγγες σαλπίζουσαι, ἕως οὗ συνετελέσθη ὁλοκαύτωσις.

29.29καὶ ὡς συνετέλεσαν ἀναφέροντες, ἔκαμψεν βασιλεὺς καὶ πάντες οἱ εὑρεθέντες καὶ προσεκύνησαν.

29.30καὶ εἶπεν Ἐζεκίας βασιλεὺς καὶ οἱ ἄρχοντες τοῖς Λευίταις ὑμνεῖν τὸν Κύριον ἐν λόγοις Δαυὶδ καὶ Ἀσὰφ τοῦ προφήτου · καὶ ὕμνουν ἐν εὐφροσύνῃ καὶ ἔπεσον καὶ προσεκύνησαν.

29.31καὶ ἀπεκρίθη Ἐζεκίας καὶ εἶπε · νῦν ἐπληρώσατε τὰς χεῖρας ὑμῶν Κυρίῳ, προσαγάγετε καί φέρετε θυσίας αἰνέσεως εἰς οἶκον Κυρίου · καὶ ἀνήνεγκεν ἐκκλησία θυσίας καὶ αἰνέσεις εἰς οἶκον Κυρίου καὶ πᾶς πρόθυμος τῇ καρδίᾳ ὁλοκαυτώσεις.

29.32καὶ ἐγένετο ἀριθμὸς τῆς ὁλοκαυτώσεως, ἧς ἀνήνεγκεν ἐκκλησία, μόσχοι ἑβδομήκοντα, κριοὶ ἑκατόν, ἀμνοὶ διακόσιοι · εἰς ὁλοκαύτωσιν Κυρίῳ πάντα ταῦτα.

29.33καὶ οἱ ἡγιασμένοι μόσχοι ἑξακόσιοι, πρόβατα τρισχίλια.

29.34ἀλλ’ οἱ ἱερεῖς ἦσαν ὀλίγοι καὶ οὐκ ἠδύναντο ἐκδεῖραι τὴν ὁλοκαύτωσιν, καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται, ἕως οὗ συνετελέσθη τὸ ἔργον καὶ ἕως οὗ ἡγνίσθησαν οἱ ἱερεῖς, ὅτι οἱ Λευῖται προθύμως ἥγνισαν παρὰ τοὺς ἱερεῖς.

29.35καὶ ὁλοκαύτωσις πολλὴ ἐν τοῖς στέασι τῆς τελειώσεως τοῦ σωτηρίου καὶ τῶν σπονδῶν τῆς ὁλοκαυτώσεως · καὶ κατωρθώθη τὸ ἔργον ἐν οἴκῳ Κυρίου.

29.36καὶ ηὐφράνθη Ἐζεκίας καὶ πᾶς λαὸς διὰ τὸ ἡτοιμακέναι τὸν Θεὸν τῷ λαῷ, ὅτι ἐξάπινα ἐγένετο λόγος.

30

30.1καὶ ἀπέστειλεν Ἐζεκίας ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδα καὶ ἐπιστολὰς ἔγραψαν ἐπὶ τὸν Ἐφραὶμ καὶ Μανασσῆ ἐλθεῖν εἰς οἶκον Κυρίου εἰς Ἱερουσαλὴμ ποιῆσαι τὸ φασὲκ τῷ Κυρίῳ Θεῷ Ἰσραήλ.

30.2καὶ ἐβουλεύσατο βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἐκκλησία ἐν Ἱερουσαλὴμ ποιῆσαι τὸ φασὲκ τῷ μηνὶ τῷ δευτέρῳ ·

30.3οὐ γὰρ ἠδυνάσθησαν ποιῆσαι αὐτὸ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι οἱ ἱερεῖς οὐχ ἡγνίσθησαν ἱκανοί, καὶ λαὸς οὐ συνήχθη εἰς Ἱερουσαλήμ.

30.4καὶ ἤρεσεν λόγος ἐναντίον τοῦ βασιλέως καὶ ἐναντίον τῆς ἐκκλησίας.

30.5καὶ ἔστησαν λόγον διελθεῖν κήρυγμα ἐν παντὶ Ἰσραὴλ ἀπὸ Βηρσαβεὲ ἕως Δάν, ἐλθόντας ποιῆσαι τὸ φασὲκ Κυρίῳ Θεῷ Ἰσραὴλ εἰς Ἱερουσαλήμ, ὅτι πλῆθος οὐκ ἐποίησε κατά τὴν γραφήν.

30.6καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ἰσραὴλ καὶ Ἰούδαν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως λέγοντες · οἱ υἱοὶ Ἰσραὴλ ἐπιστρέψατε πρὸς Κύριον Θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, καὶ ἐπιστρέψει τοὺς ἀνασεσωσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ἀσσούρ ·

30.7καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν, οἳ ἀπέστησαν ἀπὸ Κυρίου Θεοῦ πατέρων αὐτῶν, καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν, καθὼς ὑμεῖς ὁρᾶτε.

30.8καὶ νῦν μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς οἱ πατέρες ὑμῶν · δότε δόξαν Κυρίῳ τῷ Θεῷ καὶ εἰσέλθετε εἰς τὸ ἁγίασμα αὐτοῦ, ἡγίασεν εἰς τὸν αἰῶνα, καὶ δουλεύσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν, καὶ ἀποστρέψει ἀφ’ὑμῶν θυμὸν ὀργῆς.

30.9ὅτι ἐν τῷ ἐπιστρέφειν ὑμᾶς πρὸς Κύριον οἱ ἀδελφοὶ ὑμῶν καὶ τὰ τέκνα ὑμῶν ἔσονται ἐν οἰκτιρμοῖς ἔναντι πάντων τῶν αἰχμαλωτισάντων αὐτούς, καὶ ἀποστρέψει εἰς τὴν γῆν ταύτην, ὅτι ἐλεήμων καὶ οἰκτίρμων Κύριος Θεὸς ἡμῶν, καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀφ’ὑμῶν, ἐάν ἐπιστρέψωμεν πρὸς αὐτόν.

30.10καὶ ἦσαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τῷ ὄρει Ἐφραὶμ καὶ Μανασσῆ καὶ ἕως Ζαβουλών, καὶ ἐγένοντο ὡς καταγελῶντες αὐτῶν καὶ καταμωκώμενοι ·

30.11ἀλλὰ ἄνθρωποι Ἀσὴρ καὶ ἀπὸ Μανασσῆ καὶ ἀπὸ Ζαβουλὼν ἐνετράπησαν καὶ ἦλθον εἰς Ἱερουσαλὴμ καὶ εἰς Ἰούδα.

30.12καὶ ἐγένετο χεὶρ Κυρίου δοῦναι αὐτοῖς καρδίαν μίαν ἐλθεῖν τοῦ ποιῆσαι κατὰ τὰ προστάγματα τοῦ βασιλέως καὶ τῶν ἀρχόντων ἐν λόγῳ Κυρίου, καὶ συνήχθησαν εἰς Ἱερουσαλὴμ λαὸς πολὺς τοῦ ποιῆσαι τὴν ἑορτὴν τῶν ἀζύμων ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐκκλησία πολλὴ σφόδρα.

30.14καὶ ἀνέστησαν καὶ καθεῖλαν τὰ θυσιαστήρια τὰ ἐν Ἱερουσαλήμ καὶ πάντα, ἐν οἷς ἐθυμίων τοῖς ψευδέσι, κατέσπασαν καὶ ἔρριψαν εἰς τὸν χειμάρρουν Κέδρων.

30.15καὶ ἔθυσαν τὸ φασὲκ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ δευτέρου · καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐνετράπησαν καὶ ἡγνίσθησαν καὶ εἰσήνεγκαν ὁλοκαυτώματα ἐν οἴκῳ Κυρίου.

30.16καὶ ἔστησαν ἐπὶ τὴν στάσιν αὐτῶν κατὰ τὸ κρίμα αὐτῶν, κατὰ τὴν ἐντολὴν Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ, καὶ οἱ ἱερεῖς ἐδέχοντο τὰ αἵματα ἐκ χειρὸς τῶν Λευιτῶν ·

30.17ὅτι πλῆθος τῆς ἐκκλησίας οὐχ ἡγνίσθη, καὶ οἱ Λευῖται ἦσαν τοῦ θύειν τὸ φασὲκ παντὶ τῷ μὴ δυναμένῳ ἁγνισθῆναι τῷ Κυρίῳ.

30.18ὅτι τὸ πλεῖστον τοῦ λαοῦ ἀπὸ Ἐφραὶμ καὶ Μανασσῆ καὶ Ἰσσάχαρ καὶ Ζαβουλὼν οὐχ ἡγνίσθησαν, ἀλλ’ἔφαγον τὸ φασὲκ παρὰ τὴν γραφήν. καὶ προσηύξατο Ἐζεκίας περὶ αὐτῶν λέγων · Κύριος ἀγαθὸς ἐξιλασάσθω ὑπὲρ πάσης καρδίας κατευθυνούσης ἐκζητῆσαι Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν καὶ οὐ κατὰ τὴν ἁγνείαν τῶν ἁγίων.

30.20καὶ ἐπήκουσε Κύριος τῷ Ἐζεκίᾳ καὶ ἰάσατο τὸν λαόν.

30.21καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν Ἱερουσαλὴμ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ μεγάλῃ καὶ καθυμνοῦντες τῷ Κυρίῳ ἡμέραν καθ’ἡμέραν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν ὀργάνοις τῷ Κυρίῳ.

30.22καὶ ἐλάλησεν Ἐζεκίας ἐπὶ πᾶσαν καρδίαν τῶν Λευιτῶν καὶ τῶν συνιόντων σύνεσιν ἀγαθὴν τῷ Κυρίῳ · καὶ συνετέλεσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας θύοντες θυσίαν σωτηρίου καὶ ἐξομολογούμενοι τῷ Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν.

30.23καὶ ἐβουλεύσατο ἐκκλησία ἅμα ποιῆσαι ἑπτὰ ἡμέρας ἄλλας · καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ.

30.24ὅτι Ἐζεκίας ἀπήρξατο τῷ Ἰούδᾳ τῇ ἐκκλησίᾳ χιλίους μόσχους καὶ ἑπτακισχίλια πρόβατα, καὶ οἱ ἄρχοντες ἀπήρξαντο τῷ λαῷ μόσχους χιλίους καὶ πρόβατα δέκα χιλιάδας, καὶ τὰ ἅγια τῶν ἱερέων εἰς πλῆθος.

30.25καὶ ηὐφράνθη πᾶσα ἐκκλησία, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶσα ἐκκλησία Ἰούδα καὶ οἱ εὑρεθέντες ἐξ Ἱερουσαλὴμ καὶ οἱ προσήλυτοι οἱ ἐλθόντες ἀπὸ γῆς Ἰσραὴλ καὶ οἱ κατοικοῦντες Ἰούδα.

30.26καὶ ἐγένετο εὐφροσύνη μεγάλη ἐν Ἱερουσαλήμ · ἀπὸ ἡμερῶν Σαλωμὼν υἱοῦ Δαυὶδ βασιλέως Ἰσραὴλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ἱερουσαλήμ.

30.27καὶ ἀνέστησαν οἱ ἱερεῖς οἱ Λευῖται καὶ εὐλόγησαν τὸν λαόν · καὶ ἐπηκούσθη φωνὴ αὐτῶν, καὶ ἦλθεν προσευχὴ αὐτῶν εἰς τὸ κατοικητήριον τὸ ἅγιον αὐτοῦ εἰς τὸν οὐρανόν.

31

31.1καὶ ὡς συνετελέσθη πάντα ταῦτα, ἐξῆλθε πᾶς Ἰσραὴλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ἰούδα καὶ συνέτριψαν τὰς στήλας καὶ ἔκοψαν τά ἄλση καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Βενιαμίν, καὶ ἐξ Ἐφραὶμ καὶ ἀπὸ Μανασσῆ ἕως εἰς τέλος, καὶ ἐπέστρεψαν πᾶς Ἰσραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ εἰς τὰς πόλεις αὐτῶν.

31.2καὶ ἔταξεν Ἐζεκίας τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τὰς ἐφημερίας ἑκάστου κατὰ τὴν ἑαυτοῦ λειτουργίαν τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις εἰς τὴν ὁλοκαύτωσιν καὶ εἰς τὴν θυσίαν τοῦ σωτηρίου καὶ αἰνεῖν καὶ ἐξομολογεῖσθαι καὶ λειτουργεῖν ἐν ταῖς πύλαις ἐν ταῖς αὐλαῖς οἴκου Κυρίου.

31.3καὶ μερὶς τοῦ βασιλέως ἐκ τῶν ὑπαρχόντων αὐτοῦ εἰς τὰς ὁλοκαυτώσεις τὴν πρωϊνὴν καὶ τὴν δειλινὴν καὶ ὁλοκαυτώσεις εἰς τὰ σάββατα καὶ εἰς τὰς νουμηνίας καὶ εἰς τὰς ἑορτὰς τὰς γεγραμμένας ἐν τῷ νόμῳ Κυρίου.

31.4καὶ εἶπαν τῷ λαῷ τοῖς κατοικοῦσιν ἐν Ἱερουσαλὴμ δοῦναι τὴν μερίδα τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ὅπως κατισχύσωσιν ἐν τῇ λειτουργίᾳ οἴκου Κυρίου.

31.5καὶ ὡς προσέταξε τὸν λόγον, ἐπλεόνασεν Ἰσραὴλ ἀπαρχὴν σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ πᾶν γέννημα ἀγροῦ, καὶ ἐπιδέκατα πάντα εἰς πλῆθος ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ καὶ Ἰούδα.

31.6καὶ οἱ κατοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων καὶ ἐπιδέκατα αἰγῶν καὶ ἡγίασαν τῷ Κυρίῳ Θεῷ αὐτῶν καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωροὺς σωρούς ·

31.7ἐν τῷ μηνὶ τῷ τρίτῳ ἤρξαντο οἱ σωροὶ θεμελιοῦσθαι, καὶ ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ συνετελέσθησαν.

31.8καὶ ἦλθεν Ἐζεκίας καὶ οἱ ἄρχοντες καὶ εἶδον τοὺς σωροὺς καὶ ηὐλόγησαν τὸν Κύριον καὶ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.

31.9καὶ ἐπυνθάνετο Ἐζεκίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν ὑπὲρ τῶν σωρῶν, καὶ εἶπε πρὸς αὐτὸν Ἀζαρίας ἱερεὺς ἄρχων εἰς οἶκον Σαδὼκ καὶ εἶπεν ·

31.10ἐξ οὗ ἦρκται ἀπαρχὴ φέρεσθαι εἰς οἶκον Κυρίου, ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν ἕως εἰς πλῆθος, ὅτι Κύριος ηὐλόγησε τὸν λαὸν αὐτοῦ, καὶ κατελίπομεν ἐπὶ τὸ πλῆθος τοῦτο.

31.11καὶ εἶπεν Ἐζεκίας ἔτι ἑτοιμάσαι παστοφόρια εἰς οἶκον Κυρίου, καὶ ἡτοίμασαν.

31.12καὶ ἤνεγκαν ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει, καὶ ἐπ’αὐτῶν ἐπιστάτης Χωνενίας Λευίτης, καὶ Σεμεΐ ἀδελφὸς αὐτοῦ διαδεχόμενος, καὶ Ἰεϊὴλ καὶ Ὀζαζίας καὶ Ναὲθ καὶ Ἀσαὴλ καὶ Ἱεριμὼθ καὶ Ἰωζαβὰδ καὶ Ἐλιὴλ καὶ Σαμαχία καὶ Μαὰθ καὶ Βαναΐας καὶ οἱ υἱοὶ αὐτοῦ καθεσταμένοι διὰ Χωνενίου καὶ Σεμεΐ τοῦ ἀδελφοῦ αὐτοῦ, καθὼς προσέταξεν Ἐζεκίας βασιλεὺς καὶ Ἀζαρίας ἡγούμενος οἴκου Κυρίου.

31.14καὶ Κωρὴ τοῦ Ἰεμνὰ Λευίτης πυλωρὸς κατὰ ἀνατολὰς ἐπὶ τῶν δομάτων δοῦναι τὰς ἀπαρχὰς Κυρίου καὶ τὰ ἅγια τῶν ἁγίων διὰ χειρὸς Ὀδὸμ καὶ Βενιαμὶν καὶ Ἰησοῦς καὶ Σεμεΐ καὶ Ἀμαρίας, καὶ Σεχονίας διὰ χειρὸς τῶν ἱερέων ἐν πίστει δοῦναι τοῖς ἀδελφοῖς αὐτῶν κατὰ τὰς ἐφημερίας, κατὰ τὸν μέγαν καὶ τὸν μικρόν, ἐκτὸς τῆς ἐπιγονῆς τῶν ἀρσενικῶν ἀπὸ τριετοῦς καὶ ἐπάνω, παντὶ τῷ εἰσπορευομένῳ εἰς οἶκον Κυρίου, εἰς λόγον ἡμερῶν εἰς ἡμέραν, εἰς λειτουργίαν ἐφημερίαις διατάξεως αὐτῶν.

31.17οὗτος καταλοχισμὸς τῶν ἱερέων κατ’οἴκους πατριῶν, καὶ οἱ Λευῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐν διατάξει, ἐν καταλοχίαις, ἐν πάσῃ ἐπιγονῇ υἱῶν αὐτῶν καὶ θυγατέρων αὐτῶν εἰς πᾶν πλῆθος, ὅτι ἐν πίστει ἥγνισαν τὸ ἅγιον τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερατεύουσι, καὶ οἱ ἀπὸ τῶν πόλεων αὐτῶν ἐν πάσῃ πόλει καὶ πόλει ἄνδρες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι, δοῦναι μερίδα παντὶ ἀρσενικῷ ἐν τοῖς ἱερεῦσι καὶ παντὶ καταριθμουμένῳ ἐν τοῖς Λευίταις.

31.20καὶ ἐποίησεν οὕτως Ἐζεκίας ἐν παντὶ Ἰούδᾳ καὶ ἐποίησε τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον τοῦ Κυρίου Θεοῦ αὐτοῦ.

31.21καὶ ἐν παντὶ ἔργῳ, ἤρξατο ἐν ἐργασίᾳ ἐν οἴκῳ Κυρίου, καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐξεζήτησε τὸν Θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ καὶ ἐποίησε καὶ εὐωδώθη.

32

32.1καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθε Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων καὶ ἦλθεν ἐπὶ Ἰούδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπε προκαταλαβέσθαι αὐτάς.

32.2καὶ εἶδεν Ἐζεκίας ὅτι ἥκει Σενναχηρὶμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐπὶ Ἱερουσαλήμ, καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ τῶν δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἦν ἔξω τῆς πόλεως, καὶ συνεπίσχυσαν αὐτῷ.

32.4καὶ συνήγαγε λαὸν πολὺν καὶ ἐνέφραξε τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως λέγων · μὴ ἔλθῃ βασιλεὺς Ἀσσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ.

32.5καὶ κατίσχυσεν Ἐζεκίας καὶ ᾠκοδόμησε πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο καὶ κατίσχυσε τὸ ἀνάλημμα τῆς πόλεως Δαυὶδ καὶ κατεσκεύασεν ὅπλα πολλά.

32.6καὶ ἔθετο ἄρχοντας τοῦ πολέμου ἐπὶ τὸν λαόν, καὶ συνήχθησαν πρὸς αὐτὸν ἐπὶ τὴν πλατεῖαν τῆς πύλης τῆς φάραγγος, καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτῶν λέγων ·

32.7ἰσχύσατε καὶ ἀνδρίζεσθε καὶ μὴ φοβηθῆτε, μη δὲ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως Ἀσσοὺρ καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετ’αὐτοῦ, ὅτι μεθ’ἡμῶν πλείονες μετ’αὐτοῦ ·

32.8μετ’αὐτοῦ βραχίονες σάρκινοι, μεθ’ἡμῶν δὲ Κύριος Θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν. καὶ κατεθάρσησεν λαὸς ἐπὶ τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰούδα.

32.9καὶ μετὰ ταῦτα ἀπέστειλε Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων τοὺς παῖδας ἑαυτοῦ ἐπὶ Ἱερουσαλήμ, καὶ αὐτὸς ἐπὶ Λαχὶς καὶ πᾶσα στρατιὰ μετ’αὐτοῦ, καὶ ἀπέστειλε πρὸς Ἐζεκίαν βασιλέα Ἰούδα καὶ πρὸς πάντα Ἰούδα τὸν ἐν Ἱερουσαλὴμ λέγων ·

32.10οὕτως λέγει Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων · ἐπὶ τί ὑμεῖς πεποίθατε καὶ καθήσεσθε ἐν τῇ περιοχῇ ἐν Ἱερουσαλήμ;

32.11οὐχὶ Ἐζεκίας ἀπατᾷ ὑμᾶς τοῦ παραδοῦναι ὑμᾶς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν λέγων · Κύριος Θεὸς ἡμῶν σώσει ἡμᾶς ἐκ χειρὸς βασιλέως Ἀσσούρ;

32.12οὐχ οὗτός ἐστιν Ἐζεκίας, ὃς περιεῖλε τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ καὶ εἶπε τῷ Ἰούδᾳ καὶ τοῖς κατοικοῦσιν ἐν Ἱερουσαλὴμ λέγων · κατέναντι τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπ’αὐτῷ θυμιάσατε;

32.13οὐ γνώσεσθε , τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πᾶσι τοῖς λαοῖς τῶν χωρῶν; μὴ δυνάμενοι ἠδύναντο θεοὶ τῶν ἐθνῶν πάσης τῆς γῆς σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου;

32.14τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων, οὓς ἐξωλόθρευσαν οἱ πατέρες μου; μὴ ἐδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου, ὅτι δυνήσεται Θεὸς ὑμῶν σῶσαι ὑμᾶς ἐκ χειρός μου;

32.15νῦν οὖν μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας καὶ μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ · ὅτι οὐ μὴ δύνηται Θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι Θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου.

32.16καὶ ἔτι ἐλάλησαν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸν Κύριον Θεὸν καὶ ἐπὶ Ἐζεκίαν παῖδα αὐτοῦ.

32.17καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν Κύριον Θεὸν Ἰσραὴλ καὶ εἶπε περὶ αὐτοῦ λέγων · ὡς οἱ θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο λαοὺς αὐτῶν ἐκ χειρος μου, οὕτως οὐ μὴ ἐξέληται Θεὸς Ἐζεκίου λαὸν αὐτοῦ ἐκ χειρός μου, καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ ἐπὶ τὸν λαὸν Ἱερουσαλὴμ τὸν ἐπὶ τοῦ τείχους, τοῦ φοβῆσαι αὐτοὺς καὶ κατασπάσαι, ὅπως προκαταλάβωνται τὴν πόλιν.

32.19καὶ ἐλάλησεν ἐπὶ Θεὸν Ἱερουσαλήμ, ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς, ἔργα χειρῶν ἀνθρώπων.

32.20καὶ προσηύξατο Ἐζεκίας βασιλεὺς καὶ Ἡσαΐας υἱὸς Ἀμὼς προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν.

32.21καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ, καὶ ἀπέστρεψε μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν ἑαυτοῦ. καὶ ἦλθεν εἰς οἶκον Θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ρομφαίᾳ.

32.22καὶ ἔσωσε Κύριος τὸν Ἐζεκίαν καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ ἐκ χειρὸς Σενναχηρὶμ βασιλέως Ἀσσοὺρ καὶ ἐκ χειρὸς πάντων καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν.

32.23καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς Ἱερουσαλὴμ καὶ δόματα τῷ Ἐζεκίᾳ βασιλεῖ Ἰούδα, καὶ ὑπερήρθη κατ’ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν μετὰ ταῦτα.

32.24ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Ἐζεκίας ἕως θανάτου · καὶ προσηύξατο πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ, καὶ σημεῖον ἔδωκεν αὐτῷ.

32.25καὶ οὐ κατὰ τὸ ἀνταπόδομα, ἔδωκεν αὐτῷ ἀνταπέδωκεν Ἐζεκίας, ἀλλὰ ὑψώθη καρδία αὐτοῦ, καὶ ἐγένετο ἐπ’αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ Ἱερουσαλήμ.

32.26καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ αὐτὸς καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ’αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου.

32.27καὶ ἐγένετο τῷ Ἐζεκίᾳ πλοῦτος καὶ δόξα πολλὴ σφόδρα, καὶ θησαυροὺς ἐποίησεν αὐτῷ ἀργυρίου καὶ χρυσίου καὶ τοῦ λίθου τοῦ τιμίου καὶ εἰς τὰ ἀρώματα καὶ ὁπλοθήκας καὶ εἰς σκεύη ἐπιθυμητὰ καὶ πόλεις εἰς τὰ γεννήματα τοῦ σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ κώμας καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια καὶ πόλεις, ἃς ᾠκοδόμησεν αὐτῷ, καὶ ἀποσκευὴν προβάτων καὶ βοῶν εἰς πλῆθος, ὅτι ἔδωκεν αὐτῷ Κύριος ἀποσκευὴν πολλὴν σφόδρα.

32.30αὐτὸς Ἐζεκίας ἐνέφραξε τὴν ἔξοδον τοῦ ὕδατος Γιὼν τὸ ἄνω καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τῆς πόλεως Δαυίδ · καὶ εὐωδώθη Ἐζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.

32.31καὶ οὕτως τοῖς πρεσβευταῖς τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσι πρὸς αὐτὸν πυθέσθαι παρ’αὐτοῦ τό τέρας, ἐγένετο ἐπὶ τῆς γῆς, ἐγκατέλιπεν αὐτὸν Κύριος τοῦ πειράσαι αὐτόν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.

32.32καὶ τὰ λοιπὰ τῶν λόγων Ἐζεκίου καὶ τὸ ἔλεος αὐτοῦ ἰδοὺ γέγραπται ἐν τῇ προφητείᾳ Ἡσαΐου υἱοῦ Ἀμὼς τοῦ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

32.33καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυίδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ · καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ.

33

33.1ὢν δεκαδύο ἐτῶν Μανασσῆς ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ πεντηκονταπέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.

33.2καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν, οὓς ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.

33.3καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλά, κατέσπασεν Ἐζεκίας πατὴρ αὐτοῦ, καὶ ἔστησε στήλας τοῖς Βααλὶμ καὶ ἐποίησεν ἄλση καὶ προσεκύνησε πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς.

33.4καὶ ᾠκοδόμησε θυσιαστήρια ἐν οἴκῳ Κυρίου, οὗ εἶπε Κύριος · ἐν Ἱερουσαλὴμ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα.

33.5καὶ ᾠκοδόμησε θυσιαστήρια πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου.

33.6καὶ αὐτὸς διήγαγε τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν Γεβενεννὸμ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐφαρμακεύετο καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ ἐπᾳοιδούς · καὶ ἐπλήθυνε τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ παροργίσαι αὐτόν.

33.7καὶ ἔθηκε τὸ γλυπτὸν καὶ τὸ χωνευτόν, εἰκόνα ἣν ἐποίησεν, ἐν οἴκῳ Θεοῦ, οὗ εἶπε Θεὸς πρὸς Δαυὶδ καὶ πρὸς Σαλωμὼν υἱὸν αὐτοῦ · ἐν τῷ οἴκῳ τούτῳ καὶ Ἱερουσαλήμ, ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ἰσραήλ, θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα ·

33.8καὶ οὐ προσθήσω σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, πλὴν ἐὰν φυλάσσωνται τοῦ ποιῆσαι πάντα, ἐνετειλάμην αὐτοῖς, κατὰ πάντα τὸν νόμον καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ Μωϋσῆ.

33.9καὶ ἐπλάνησε Μανασσῆς τὸν Ἰούδαν καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔθνη, ἐξῇρε Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

33.10καὶ ἐλάλησε Κύριος ἐπὶ Μανασσῆ καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ οὐκ ἐπήκουσαν.

33.11καὶ ἤγαγε Κύριος ἐπ’αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως τοῦ βασιλέως Ἀσσούρ, καὶ κατέλαβον τὸν Μανασσῆ ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ ἤγαγον εἰς Βαβυλῶνα.

33.12καὶ ὡς ἐθλίβη, ἐζήτησε τὸ πρόσωπον Θεοῦ τοῦ Κυρίου αὐτοῦ καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου Θεοῦ πατέρων αὐτοῦ.

33.13καὶ προσηύξατο πρὸς αὐτόν, καὶ ἐπήκουσεν αὐτοῦ · καὶ ἐπήκουσε τῆς βοῆς αὐτοῦ καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ · καὶ ἔγνω Μανασσῆς, ὅτι Κύριος αὐτός ἐστι Θεός.

33.14καὶ μετὰ ταῦτα ᾠκοδόμησε τεῖχος ἔξω τῆς πόλεως Δαυὶδ ἀπὸ λιβὸς κατὰ Γιὼν ἐν τῷ χειμάρρῳ καὶ κατὰ τὴν εἴσοδον τὴν διὰ τῆς πύλης τῆς ἰχθυϊκῆς ἐκπορευομένων τὴν πύλην τὴν κυκλόθεν καὶ εἰς Ὀφλὰ καὶ ὕψωσε σφόδρα. καὶ κατέστησεν ἄρχοντας τῆς δυνάμεως ἐν πάσαις ταῖς πόλεσι ταῖς τειχήρεσιν ἐν Ἰούδᾳ καὶ περιεῖλε τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου καὶ πάντα τὰ θυσιαστήρια, ᾠκοδόμησεν ἐν ὄρει οἴκου Κυρίου καὶ ἐν Ἱερουσαλὴμ καὶ ἔξωθεν τῆς πόλεως.

33.16καὶ κατώρθωσε τὸ θυσιαστήριον Κυρίου καὶ ἐθυσίασεν ἐπ’αὐτὸ θυσίαν σωτηρίου καὶ αἰνέσεως καὶ εἶπε τῷ Ἰούδᾳ τοῦ δουλεύειν Κυρίῳ Θεῷ Ἰσραήλ ·

33.17πλὴν ἔτι λαὸς ἐπὶ τῶν ὑψηλῶν ἐθυσίαζε, πλὴν Κύριος Θεὸς αὐτῶν.

33.18καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσῆ καὶ προσευχὴ αὐτοῦ πρὸς τὸν Θεὸν καὶ λόγοι τῶν ὁρώντων τῶν λαλούντων πρὸς αὐτὸν ἐπ’ὀνόματι Θεοῦ Ἰσραὴλ ἰδοὺ ἐπὶ λόγων προσευχῆς αὐτοῦ, ὡς καὶ ἐπήκουσεν αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ καὶ ἀποστάσεις αὐτοῦ καὶ οἱ τόποι, ἐφ’οἷς ᾠκοδόμησεν ἐν αὐτοῖς τὰ ὑψηλὰ καὶ ἔστησεν ἐκεῖ ἄλση καὶ γλυπτά, πρὸ τοῦ ἐπιστρέψαι, ἰδοὺ γέγραπται ἐπὶ τῶν λόγων τῶν ὁρώντων.

33.20καὶ ἐκοιμήθη Μανασσῆς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν παραδείσῳ οἴκου αὐτοῦ · καὶ ἐβασίλευσεν ἀντ’αὐτοῦ Ἀμὼν υἱὸς αὐτοῦ.

33.21ὢν ἐτῶν εἴκοσι καὶ δύο Ἀμὼν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.

33.22καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς ἐποίησε Μανασσῆς πατὴρ αὐτοῦ, καὶ πᾶσι τοῖς εἰδώλοις, οἷς ἐποίησε Μανασσῆς πατὴρ αὐτοῦ, ἔθυεν Ἀμὼν καὶ ἐδούλευσεν αὐτοῖς.

33.23καὶ οὐκ ἐταπεινώθη ἐναντίον Κυρίου, ὡς ἐταπεινώθη Μανασσῆς πατὴρ αὐτοῦ, ὅτι υἱὸς αὐτοῦ Ἀμὼν ἐπλήθυνε πλημμέλειαν.

33.24καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ καὶ ἐπάταξαν αὐτὸν ἐν οἴκῳ αὐτοῦ.

33.25καὶ ἐπάταξεν λαὸς τῆς γῆς τοὺς ἐπιθεμένους ἐπὶ τὸν βασιλέα Ἀμών, καὶ ἐβασίλευσεν λαὸς τῆς γῆς τὸν Ἰωσίαν υἱὸν αὐτοῦ ἀντ’αὐτοῦ.

34

34.1ὢν ὀκτὼ ἐτῶν Ἰωσίας ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.

34.2καὶ ἐποίησε τὸ εὐθὲς ἐναντίον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινε δεξιὰ καὶ ἀριστερά.

34.3καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ καὶ αὐτὸς ἔτι παιδάριον ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν Θεὸν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ τῶν ἄλσεων καὶ ἀπὸ τῶν περιβωμίων καὶ ἀπὸ τῶν χωνευτῶν.

34.4καὶ κατέσπασε τὰ κατὰ πρόσωπον αὐτοῦ θυσιαστήρια τῶν Βααλὶμ καὶ τὰ ὑψηλὰ τὰ ἐπ’αὐτῶν καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ συνέτριψε καὶ ἐλέπτυνε καὶ ἔρριψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς καὶ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια ·

34.5καὶ ἐκαθάρισε τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλήμ.

34.6καὶ ἐν πόλεσι Μανασσῆ καὶ Ἐφραὶμ καὶ Συμεὼν καὶ Νεφθαλὶ καὶ τοῖς τόποις αὐτῶν κύκλῳ καὶ κατέσπασε τὰ θυσιαστήρια καὶ τὰ ἄλση, καὶ εἴδωλα κατέκοψε λεπτὰ καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ἰσραήλ, καὶ ἀπέστρεψεν εἰς Ἱερουσαλήμ.

34.8καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ τῆς βασιλείας αὐτοῦ τοῦ καθαρίσαι τὴν γῆν καὶ τὸν οἶκον ἀπέστειλε τὸν Σαφὰν υἱὸν Ἐσελία καὶ τὸν Μαασὰ ἄρχοντα τῆς πόλεως καὶ τὸν Ἰουὰχ υἱὸν Ἰωάχαζ τὸν ὑπομνηματογράφον αὐτοῦ κραταιῶσαι τὸν οἶκον Κυρίου τοῦ Θεοῦ αὐτοῦ.

34.9καὶ ἦλθον πρὸς Χελκίαν τὸν ἱερέα τὸν μέγαν καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθὲν εἰς οἶκον Θεοῦ, συνήγαγον οἱ Λευῖται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασσῆ καὶ Ἐφραὶμ καὶ τῶν ἀρχόντων καὶ ἀπὸ παντὸς καταλοίπου ἐν Ἰσραὴλ καὶ υἱῶν Ἰούδα καὶ Βενιαμὶν καὶ οἰκούντων ἐν Ἱερουσαλήμ, καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα οἱ καθεσταμένοι ἐν οἴκῳ Κυρίου καὶ ἔδωκαν αὐτὸ ποιοῦσι τὰ ἔργα, οἳ ἐποίουν ἐν οἴκῳ Κυρίου, ἐπισκευάσαι καὶ κατισχῦσαι τὸν οἶκον.

34.11καὶ ἔδωκαν τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις ἀγοράσαι λίθους τετραπέδους καὶ ξύλα εἰς δοκοὺς στεγάσαι τοὺς οἴκους, οὓς ἐξωλόθρευσαν βασιλεῖς Ἰούδα ·

34.12καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τῶν ἔργων, καὶ ἐπ’αὐτῶν ἐπίσκοποι Ἰὲθ καὶ Ἀβδίας οἱ Λευῖται ἐξ υἱῶν Μεραρὶ καὶ Ζαχαρίας καὶ Μοσολλὰμ ἐκ τῶν υἱῶν Καὰθ ἐπισκοπεῖν καὶ πᾶς Λευίτης καὶ πᾶς συνιὼν ἐν ὀργάνοις ᾠδῶν.

34.13καὶ ἐπὶ τῶν νωτοφόρων καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα ἐργασία καὶ ἐργασία, καὶ ἀπὸ τῶν Λευιτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί.

34.14καὶ ἐν τῷ ἐκφέρειν αὐτοὺς τὸ ἀργύριον τὸ εἰσοδιασθὲν εἰς οἶκον Κυρίου εὗρε Χελκίας ἱερεὺς βιβλίον νόμου Κυρίου διὰ χειρὸς Μωυσῆ.

34.15καὶ ἀπεκρίθη Χελκίας καὶ εἶπε πρὸς Σαφὰν τὸν γραμματέα · βιβλίον νόμου εὗρον ἐν οἴκῳ Κυρίου · καὶ ἔδωκε Χελκίας τὸ βιβλίον τῷ Σαφάν.

34.16καὶ εἰσήνεγκε Σαφὰν τὸ βιβλίον πρὸς τὸν βασιλέα καὶ ἀπέδωκεν ἔτι τῷ βασιλεῖ λόγον · πᾶν τὸ δοθὲν ἀργύριον ἐν χειρὶ τῶν παίδων σου τῶν ποιούντων τὸ ἔργον, καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἔδωκαν ἐπὶ χεῖρα τῶν ἐπισκόπων καὶ ἐπὶ χεῖρα τῶν ποιούντων τὴν ἐργασίαν.

34.18καὶ ἀπήγγειλε Σαφὰν γραμματεὺς τῷ βασιλεῖ λόγον λέγων · βιβλίον δέδωκέ μοι Χελκίας ἱερεύς · καὶ ἀνέγνω αὐτὸ Σαφὰν ἐναντίον τοῦ βασιλέως.

34.19καὶ ἐγένετο ὡς ἤκουσεν βασιλεὺς τοὺς λόγους τοῦ νόμου, καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ.

34.20καὶ ἐνετείλατο βασιλεὺς τῷ Χελκίᾳ καὶ τῷ Ἀχικὰμ υἱῷ Σαφὰν καὶ τῷ Ἀβδὼν υἱῷ Μιχαία καὶ τῷ Σαφὰν τῷ γραμματεῖ καὶ τῷ Ἀσαΐᾳ παιδὶ τοῦ βασιλέως λέγων ·

34.21πορεύθητε ζητήσατε τὸν Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ καταλειφθέντος ἐν Ἰσραὴλ καὶ Ἰούδᾳ περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος, ὅτι μέγας θυμὸς Κυρίου ἐκκέκαυται ἐν ἡμῖν, διότι οὐκ εἰσήκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων Κυρίου τοῦ ποιῆσαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.

34.22καὶ ἐπορεύθη Χελκίας καὶ οἷς εἶπεν βασιλεὺς πρὸς Ὄλδαν τὴν προφῆτιν γυναῖκα Σελλὴμ υἱοῦ Θεκωὲ υἱοῦ Ἀρὰς φυλάσσουσαν τὰς ἐντολάς καὶ αὕτη κατῴκει ἐν Ἱερουσαλὴμ ἐν μασαναί καὶ ἐλάλησαν αὐτῇ κατὰ ταῦτα.

34.23καὶ εἶπεν αὐτοῖς · οὕτως εἶπε Κύριος Θεὸς Ἰσραήλ · εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με.

34.24οὕτω λέγει Κύριος · ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακά, τοὺς πάντας λόγους τοὺς γεγραμμένους ἐν τῷ βιβλίῳ τῷ ἀνεγνωσμένῳ ἐναντίον τοῦ βασιλέως Ἰούδα, ἀνθ’ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίασαν θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν ·

34.25καὶ ἐξεκαύθη θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται.

34.26καὶ ἐπὶ βασιλέα Ἰούδα τὸν ἀποστείλαντα ὑμᾶς τοῦ ζητῆσαι τὸν Κύριον οὕτως ἐρεῖτε αὐτῷ · οὕτω λέγει Κύριος Θεὸς Ἰσραήλ · τοὺς λόγους, οὓς ἤκουσας, καὶ ἐνετράπη καρδία σου καὶ ἐταπεινώθης ἀπὸ προσώπου μου ἐν τῷ ἀκοῦσαί σε τοὺς λόγους μου ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὸν καὶ ἐταπεινώθης ἐναντίον μου καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας κατεναντίον μου, καὶ ἐγὼ ἤκουσα, φησὶ Κύριος ·

34.28ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ προστεθήσῃ πρὸς τὰ μνήματά σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου ἐν πᾶσι τοῖς κακοῖς, οἷς ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν. καὶ ἀπέδωκαν τῷ βασιλεῖ λόγον, καὶ ἀπέστειλεν βασιλεὺς καὶ συνήγαγε τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἱερουσαλήμ.

34.30καὶ ἀνέβη βασιλεὺς εἰς οἶκον Κυρίου καὶ πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου · καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας λόγους βιβλίου τῆς διαθήκης τοὺς εὑρεθέντας ἐν οἴκῳ Κυρίου.

34.31καὶ ἔστη βασιλεὺς ἐπὶ τὸν στῦλον καὶ διέθετο διαθήκην ἐναντίον Κυρίου τοῦ πορευθῆναι ἐνώπιον Κυρίου τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ μαρτύρια καὶ προστάγματα αὐτοῦ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ, ὥστε ποιεῖν τοὺς λόγους τῆς διαθήκης τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ τούτῳ.

34.32καὶ ἔστησε πάντας τοὺς εὑρεθέντας ἐν Ἱερουσαλὴμ καὶ Βενιαμίν, καὶ ἐποίησαν οἱ κατοικοῦντες Ἱερουσαλὴμ διαθήκην ἐν οἴκῳ Κυρίου Θεοῦ πατέρων αὐτῶν.

34.33καὶ περιεῖλεν Ἰωσίας τὰ πάντα βδελύγματα ἐκ πάσης τῆς γῆς, ἦν υἱῶν Ἰσραήλ, καὶ ἐποίησε πάντας τοὺς εὑρεθέντας ἐν Ἱερουσαλὴμ καὶ ἐν Ἰσραὴλ τοῦ δουλεύειν Κυρίῳ Θεῷ αὐτῶν πάσας τὰς ἡμέρας αὐτοῦ · οὐκ ἐξέκλινεν ἀπὸ ὄπισθεν Κυρίου Θεοῦ πατέρων αὐτοῦ.

35

35.1καὶ ἐποίησεν Ἰωσίας τὸ φασὲκ τῷ Κυρίῳ Θεῷ αὐτοῦ, καὶ ἔθυσε τὸ φασὲκ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου.

35.2καὶ ἔστησε τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου Κυρίου.

35.3καὶ εἶπε τοῖς Λευίταις τοῖς δυνατοῖς ἐν παντὶ Ἰσραὴλ τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ Κυρίῳ, καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον, ὃν ᾠκοδόμησε Σαλωμὼν υἱὸς Δαυὶδ τοῦ βασιλέως Ἰσραήλ. καὶ εἶπεν βασιλεύς · οὐκ ἔστιν ὑμῖν ἐπ’ὤμων ἆραι οὐδέν · νῦν οὖν λειτουργήσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν καὶ τῷ λαῷ αὐτοῦ Ἰσραὴλ καὶ ἑτοιμάσθητε κατ’οἴκους πατριῶν ὑμῶν καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως Ἰσραὴλ καὶ διὰ χειρὸς Σαλωμὼν υἱοῦ αὐτοῦ καὶ στῆτε ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελφοῖς ὑμῶν υἱοῖς τοῦ λαοῦ, καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευίταις, καὶ θύσατε τὸ φασὲκ καὶ ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν τοῦ ποιῆσαι κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Μωυσῆ.

35.7καὶ ἀπήρξατο Ἰωσίας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν, πάντα εἰς τὸ φασέκ, καὶ πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας καὶ μόσχων τρεῖς χιλιάδας · ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως.

35.8καὶ οἱ ἄρχοντες αὐτοῦ ἀπήρξαντο τῷ λαῷ καὶ τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις · ἔδωκε δὲ Χελκίας καὶ Ζαχαρίας καὶ Ἰιὴλ οἱ ἄρχοντες τοῖς ἱερεῦσιν οἴκου Θεοῦ καὶ ἔδωκεν εἰς τὸ φασὲκ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους δισχίλια ἑξακόσια καὶ μόσχους τριακοσίους.

35.9καὶ Χωνενίας καὶ Βαναίας καὶ Σαμαίας καὶ Ναθαναὴλ ἀδελφὸς αὐτοῦ καὶ Ἀσαβίας καὶ Ἰιὴλ καὶ Ἰωζαβὰδ ἄρχοντες τῶν Λευιτῶν ἀπήρξαντο τοῖς Λευίταις εἰς τὸ φασὲκ πρόβατα πεντακισχίλια καὶ μόσχους πεντακοσίους.

35.10καὶ κατωρθώθη λειτουργία, καὶ ἔστησαν οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν καὶ οἱ Λευῖται ἐπὶ τὰς διαιρέσεις αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως καὶ ἔθυσαν τὸ φασέκ, καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἷμα ἐκ χειρὸς αὐτῶν, καὶ οἱ Λευῖται ἐξέδειραν.

35.12καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ τὴν διαίρεσιν κατ’οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ τοῦ προσάγειν τῷ Κυρίῳ, ὡς γέγραπται ἐν βίβλῳ Μωυσῆ, καὶ οὕτως εἰς τὸ πρωΐ.

35.13καὶ ὤπτησαν τὸ φασὲκ ἐν πυρὶ κατὰ τὴν κρίσιν καὶ τὰ ἅγια ὕψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησι · καὶ εὐωδώθη, καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ.

35.14καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν, ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα ἕως νυκτός, καὶ οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών.

35.15καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ἀσὰφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυὶδ καὶ Ἀσὰφ καὶ Αἰμὰν καὶ Ἰδιθὼμ οἱ προφῆται τοῦ βασιλέως καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας τῶν ἁγίων, ὅτι ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς.

35.16καὶ κατωρθώθη καὶ ἡτοιμάσθη πᾶσα λειτουργία Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ ποιῆσαι τὸ φασὲκ καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον Κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως Ἰωσίου.

35.17καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες τὸ φασὲκ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας.

35.18καὶ οὐκ ἐγένετο φασὲκ ὅμοιον αὐτῷ ἐν Ἰσραὴλ ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ παντὸς βασιλέως Ἰσραὴλ οὐκ ἐποίησαν τὸ φασέκ, ἐποίησεν Ἰωσίας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς Ἰούδα καὶ Ἰσραὴλ εὑρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ τῷ Κυρίῳ.

35.19τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσίου ἐποιήθη τὸ φασὲκ τοῦτο.

35.19ακαὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θεραφὶν καὶ τὰ εἴδωλα καὶ τὰ καρησίμ, ἦν ἐν γῇ Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ ἐνεπύρισεν βασιλεὺς Ἰωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου, οὗ εὗρε Χελκίας ἱερεὺς ἐν τῷ οἴκῳ Κυρίου.

35.19βὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ’αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ ·

35.19γπλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μεγάλου, οὗ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰούδᾳ, ἐπὶ πάντα τὰ παροργίσματα αὐτοῦ, παρώργισε Μανασσῆς.

35.19δκαὶ εἶπε Κύριος · καί γε τὸν Ἰούδαν ἀποστήσω ἀπὸ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραήλ, καὶ ἀπωσάμην τὴν πόλιν, ἣν ἐξελεξάμην τὴν Ἱερουσαλήμ, καὶ τὸν οἶκον ὃν εἶπα · ἔσται τὸ ὄνομά μου ἐκεῖ.

35.20καὶ ἀνέβη φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη βασιλεὺς Ἰωσίας εἰς συνάντησιν αὐτῷ.

35.21καὶ ἀπέστειλε πρὸς αὐτὸν ἀγγέλους λέγων · τί ἐμοὶ καὶ σοί, βασιλεῦ Ἰούδα; οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον πολεμῆσαι, καὶ Θεὸς εἶπε τοῦ κατασπεῦσαί με · πρόσεχε ἀπὸ τοῦ Θεοῦ τοῦ μετ’ἐμοῦ μὴ καταφθείρῃ σε.

35.22καὶ οὐκ ἀπέστρεψεν Ἰωσίας τὸ πρόσωπον αὐτοῦ ἀπ’αὐτοῦ, ἀλλ’ πολεμεῖν αὐτὸν ἐκραταιώθη καὶ οὐκ ἤκουσε τῶν λόγων Νεχαὼ διά στόματος Θεοῦ καὶ ἦλθε τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδδώ.

35.23καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ἰωσίαν · καὶ εἶπεν βασιλεὺς τοῖς παισὶν αὐτοῦ · ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα.

35.24καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτεραῖον, ἦν αὐτῷ, καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλήμ · καὶ ἀπέθανε καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ. καὶ πᾶς Ἰούδα καὶ Ἱερουσαλὴμ ἐπένθησαν ἐπὶ Ἰωσίαν, καὶ ἐθρήνησεν Ἱερεμίας ἐπὶ Ἰωσίαν, καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ἰωσίαν ἕως τῆς σήμερον ·

35.25καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ἰσραήλ, καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων.

35.26καὶ ἦσαν οἱ λοιποὶ λόγοι Ἰωσίου καὶ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ Κυρίου ·

35.27καὶ οἱ λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰσραὴλ καὶ Ἰούδα.

36

36.1καὶ ἔλαβεν λαὸς τῆς γῆς τὸν Ἰωάχαζ υἱὸν Ἰωσίου καὶ ἔχρισαν αὐτόν, καὶ κατέστησαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ εἰς βασιλέα ἐπὶ Ἰερουσαλήμ.

36.2υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν Ἰωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀμιτὰλ θυγάτηρ Ἱερεμίου ἐκ Λοβενά.

36.2βκαὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα, ἐποίησαν οἱ πατέρες αὐτοῦ.

36.2γκαὶ ἔδησεν αὐτὸν φαραὼ Νεχαὼ ἐν Δεβλαθὰ ἐν γῇ Αἰμάθ, τοῦ μὴ βασιλεύειν αὐτὸν ἐν Ἱερουσαλήμ, καὶ μετήγαγεν αὐτὸν βασιλεὺς εἰς Αἴγυπτον, καὶ ἐπέβαλε φόρον ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου.

36.4καὶ κατέστησε φαραὼ Νεχαὼ τὸν Ἐλιακὶμ υἱὸν Ἰωσίου βασιλέα ἐπὶ Ἰούδα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ καὶ μετέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακίμ · καὶ τὸν Ἰωάχαζ ἀδελφὸν αὐτοῦ ἔλαβε φαραὼ Νεχαώ, καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ.

36.4ακαὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκε τῷ φαραῷ · τότε ἤρξατο γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα φαραώ, καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι φαραῷ Νεχαῷ.

36.5ὢν εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρὰ θυγάτηρ Νηρίου ἐκ Ῥαμά. καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.

36.5αἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν γῆν, καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη καὶ ἀπέστη ἀπ’αὐτοῦ.

36.5βκαὶ ἀπέστειλε Κύριος ἐπ’αὐτοὺς τοὺς Χαλδαίους καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν Ἀμμὼν καὶ τῆς Σαμαρείας, καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον κατὰ τὸν λόγον Κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν.

36.5γπλὴν θυμὸς Κυρίου ἦν ἐπὶ Ἰούδαν τοῦ ἀποστῆναι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ τὰς ἁμαρτίας Μανασσῆ ἐν πᾶσιν, οἷς ἐποίησε, καὶ ἐν αἵματι ἀθῴῳ, ἐξέχεεν Ἰωακὶμ καὶ ἔπλησε τὴν Ἱερουσαλὴμ αἵματος ἀθῴου, καὶ οὐκ ἠθέλησε Κύριος ἐξολοθρεῦσαι αὐτούς.

36.6καὶ ἀνέβη ἐπ’αὐτὸν Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα.

36.7καὶ μέρος τῶν σκευῶν οἴκου Κυρίου ἀπήνεγκεν εἰς Βαβυλῶνα καὶ ἔθηκεν αὐτὰ ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι.

36.8καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωακὶμ καὶ πάντα, ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἐκοιμήθη Ἰωακὶμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Γανοζὰ μετά τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰεχονίας υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ.

36.9ὀκτὼ ἐτῶν Ἰεχονίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον καὶ δέκα ἡμέρας ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου.

36.10καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ ἀπέστειλεν βασιλεὺς Ναβουχοδονόσορ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου Κυρίου καὶ ἐβασίλευσε Σεδεκίαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ Ἰούδαν καὶ Ἱερουσαλήμ.

36.11ἐτῶν εἴκοσιν υἱὸς καὶ ἑνὸς ἔτους Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.

36.12καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου Θεοῦ αὐτοῦ, οὐκ ἐνετράπη ἀπὸ προσώπου Ἱερεμίου τοῦ προφήτου καὶ ἐκ στόματος Κυρίου ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονόσορ ἀθετῆσαι, ὥρκισεν αὐτὸν κατὰ τοῦ Θεοῦ καὶ ἐσκλήρυνε τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσε τοῦ μὴ ἐπιστρέψαι πρὸς Κύριον Θεὸν Ἰσραήλ.

36.14καὶ πάντες οἱ ἔνδοξοι Ἰούδα καὶ οἱ ἱερεῖς καὶ λαὸς τῆς γῆς ἐπλήθυναν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν καὶ ἐμίαναν τὸν οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλήμ.

36.15καὶ ἐξαπέστειλε Κύριος Θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρὶ τῶν προφητῶν αὐτοῦ ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ, ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ καὶ τοῦ ἁγιάσματος αὐτοῦ ·

36.16καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐξουθενοῦντες τοὺς λόγους αὐτοῦ καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη θυμὸς Κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα.

36.17καὶ ἤγαγεν ἐπ’αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινε τοὺς νεανίσκους αὐτῶν ἐν ρομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησε καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον · τὰ πάντα παρέδωκεν ἐν χερσίν αὐτῶν.

36.18καὶ πάντα τὰ σκεύη οἴκου τοῦ Θεοῦ τά μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως καὶ τῶν μεγιστάνων, πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα.

36.19καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ κατέσκαψε τὸ τεῖχος Ἱερουσαλὴμ καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν.

36.20καὶ ἀπῴκισε τοὺς καταλοίπους εἰς Βαβυλῶνα, καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων τοῦ πληρωθῆναι λόγον Κυρίου διὰ στόματος Ἱερεμίου ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι ·

36.21πάσας τὰς ἡμέρας ἐρημώσεως αὐτῆς ἐσαββάτισεν εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.

36.22ἔτους πρώτου Κύρου βασιλέως Περσῶν, μετὰ τὸ πληρωθῆναι ρῆμα Κυρίου διὰ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ παρήγγειλε κηρύξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων ·

36.23τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν πάσαις ταῖς βασιλείαις τῆς γῆς · ἔδωκέ μοι Κύριος Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν Ἱερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ. τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; ἔσται Θεὸς αὐτοῦ μετ’αὐτοῦ, καὶ ἀναβήτω.