1 Chronicles
1.1Ἀδάμ, Σήθ, Ἐνώς, Καϊνᾶν, Μαλελεήλ, Ἰάρεδ, Ἐνώχ, Μαθουσάλα, Λάμεχ, Νῶε.
1.4υἱοὶ Νῶε · Σήμ, Χάμ, Ἰάφεθ.
1.5υἱοὶ Ἰάφεθ · Γαμέρ, Μαγώγ, Μαδαΐμ, Ἰωϋάν, Ἑλισά, Θοβέλ, Μοσὸχ καὶ Θίρας.
1.6καὶ οἱ υἱοὶ Γαμέρ · Ἀσχανὰζ καὶ Ῥιφὰθ καὶ Θοργαμά.
1.7καὶ οἱ υἱοὶ Ἰωϋάν · Ἑλισὰ καὶ Θαρσίς, Κίτιοι καὶ Ῥόδιοι.
1.8καὶ οἱ υἱοὶ Χάμ · Χοὺς καὶ Μεσραΐμ, Φούδ, καὶ Χαναάν.
1.9καὶ υἱοὶ Χούς · Σαβὰ καὶ Εὐιλὰ καὶ Σαβαθὰ καὶ Ῥεγμά, καὶ Σεβεθαχά. καὶ υἱοὶ Ῥεγμά · Σαβὰ καὶ Δαδάν.
1.10καὶ Χοὺς ἐγέννησε τὸν Νεβρώδ · οὗτος ἤρξατο εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς.
1.11καὶ Μεσραΐμ ἐγέννησε τοὺς Λωδιεὶμ καὶ τοὺς Ἀναμιεὶμ καὶ τοὺς Λαβεὶν καὶ τοὺς Νεφθαλὶμ καὶ τοὺς Πατροσωνιεὶμ καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιείμ, καὶ τοὺς Χαφοριεὶμ καὶ Χαναὰν ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον καὶ τὸν Χετταῖον καὶ τὸν Ἰεβουσαῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν Ἀρουκαῖον καὶ τὸν Ἀσενναῖον καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἀμαθί.
1.17υἱοὶ Σήμ · Αἰλὰμ καὶ Ἀσσοὺδ καὶ Ἀρφαξάδ.
1.18καὶ Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, καὶ Σαλὰ ἐγέννησε τὸν Ἐβέρ, καὶ τῷ Ἐβὲρ ἐγεννήθησαν δύο υἱοί ·
1.19ὄνομα τῷ ἑνὶ Φαλέκ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν.
1.20καὶ Ἰεκτὰν ἐγέννησε τὸν Ἐλμωδὰδ καὶ τὸν Σαλὲφ καὶ τὸν Ἀραμὼθ καὶ τὸν Κεδουρὰν καὶ τὸν Αἰγὴν καὶ τὸν Δεκλὰμ καὶ τὸν Γεμιὰν καὶ τὸν Ἀβιμέκλ καὶ τὸν Σαβὰν καὶ τὸν Οὐφεὶρ καὶ τὸν Εὐὶ καὶ τὸν Ὠράμ ·
1.23πάντες οὗτοι υἱοὶ Ἰεκτάν.
1.24υἱοὶ Σήμ · Αἰλὰμ καὶ Ἀσοὺρ καὶ Ἀρφαξάδ. Σαλά, Ἔβερ, Φαλέγ, Ῥαγαῦ, Σερούχ, Νεχώρ, Θάρα, Ἁβραάμ.
1.28υἱοὶ δὲ Ἁβραάμ · Ἰσαὰκ καὶ Ἰσμαήλ.
1.29αὗται δὲ αἱ γενέσεις πρωτοτόκου Ἰσμαήλ · Ναβαιὼθ καὶ Κηδάρ, Ναβδεήλ, Μαβσάμ, Μασμά, Ἰδουμά, Μασσή, Χονδάν, Θαιμάν, Ἰεττούρ, Ναφὲς καὶ Κεδμά.
1.31οὗτοί εἰσιν υἱοὶ Ἰσμαήλ.
1.32καὶ υἱοὶ Χεττούρας παλλακῆς Ἁβραάμ · καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβράμ, Ἰεξάν, Μαδιάμ, Μαδάμ, Σοβάκ, Σωέ. καὶ υἱοὶ Ἰεξάν · Δαιδὰν καὶ Σαβά.
1.33καὶ υἱοὶ Μαδιάμ · Γαιφὰρ καὶ Ὀφὲρ καὶ Ἐνὼχ καὶ Ἀβιδὰ καὶ Ἐλλαδά. πάντες οὗτοι υἱοὶ Χεττούρας.
1.34καὶ ἐγέννησεν Ἁβραὰμ τὸν Ἰσαάκ. καὶ υἱοὶ Ἰσαάκ · Ἰακὼβ καὶ Ἡσαῦ.
1.35υἱοὶ Ἡσαῦ · Ἐλιφὰζ καὶ Ῥαγουὴλ καὶ Ἰεοὺλ καὶ Ἰεγλὸμ καὶ Κορέ.
1.36υἱοὶ Ἐλιφάζ · Θαιμὰν καὶ Ὠμάρ, Σωφὰρ καὶ Γοωθὰμ καὶ Κενὲζ καὶ τῆς Θαμνὰ Ἀμαλήκ.
1.37καὶ υἱοὶ Ῥαγουήλ · Ναχές, Ζαρέ, Σομὲ καὶ Μοζέ.
1.38υἱοὶ Σηΐρ · Λωτάν, Σωβάλ, Σεβεγών, Ἀνά, Δησών, Ὡσὰρ καὶ Λισάν.
1.39καὶ υἱοὶ Λωτάν · Χορρὶ καὶ Αἰμάν, ἀδελφὴ δὲ Λωτὰν Θαμνά.
1.40υἱοὶ Σωβάλ · Γωλάμ, Μαναχάθ, Γαιβήλ, Σὼβ καὶ Ὠνάν. υἱοὶ δὲ Σεβεγών · Ἀϊὰ καὶ Ἀνά.
1.41υἱοὶ Ἀνά · Δαισών. υἱοὶ δὲ Δαισών · Ἐμερὼν καὶ Ἐσεβὰν καὶ Ἰεθρὰν καὶ Χαρράν.
1.42καὶ υἱοὶ Ὡσάρ · Βαλαὰμ καὶ Ζουκὰμ καὶ Ἰωκάν. υἱοὶ Δαισάν · Ὢς καὶ Ἀράν.
1.43καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν · Βαλὰκ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά.
1.44καὶ ἀπέθανε Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ’αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρρας.
1.45καὶ ἀπέθανεν Ἰωβάβ, καὶ ἐβασίλευσεν ἀντ’αὐτοῦ Ἀσὸμ ἐκ γῆς Θαιμανών.
1.46καὶ ἀπέθανεν Ἀσόμ, καὶ ἐβασίλευσεν ἀντ’αὐτοῦ Ἀδὰδ υἱὸς Βαρὰδ ὁ πατάξας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ.
1.47καὶ ἀπέθανεν Ἀδάδ, καὶ ἐβασίλευσεν ἀντ’αὐτοῦ Σεβλὰ ἐκ Μασεκκᾶς.
1.48καὶ ἀπέθανε Σεβλά, καὶ ἐβασίλευσεν ἀντ’αὐτοῦ Σαοὺλ ἐκ Ῥοωβὼθ τῆς παρὰ ποταμόν.
1.49καὶ ἀπέθανε Σαούλ, καὶ ἐβασίλευσεν ἀντ’αὐτοῦ Βαλαεννὼρ υἱὸς Ἀχοβώρ.
1.50καὶ ἀπέθανε Βαλαεννώρ, καὶ ἐβασίλευσεν ἀντ’αὐτοῦ Ἀδὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ.
1.51ἡγεμόνες Ἐδώμ · ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλαδά, ἡγεμὼν Ἰεθέρ, ἡγεμὼν Ἐλιβαμάς, ἡγεμὼν Ἠλάς, ἡγεμὼν Φινών, ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαβσάρ, ἡγεμὼν Μαγεδιήλ, ἡγεμὼν Ζαφωΐν.
1.53οὗτοι ἡγεμόνες Ἐδώμ.
2.1ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ · Ῥουβήν, Συμεών, Λευί, Ἰούδα, Ἰσσάχαρ, Ζαβουλών, Δάν, Ἰωσήφ, Βενιαμίν, Νεφθαλί, Γάδ, Ἀσήρ.
2.3υἱοὶ Ἰούδα · Ἤρ, Αὐνάν, Σηλώμ, τρεῖς ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαύας τῆς Χανανίτιδος. καὶ ἦν Ἢρ ὁ πρωτότοκος Ἰούδα πονηρὸς ἐναντίον Κυρίου, καὶ ἀπέκτεινεν αὐτόν.
2.4καὶ Θάμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρὲς καὶ τὸν Ζαρά. πάντες υἱοὶ Ἰούδα πέντε.
2.5υἱοὶ Φαρές · Ἐσρὼμ καὶ Ἰεμουήλ.
2.6καὶ υἱοὶ Ζαρά · Ζαμβρὶ καὶ Αἰθὰν καὶ Αἰμὰν καὶ Καλχὰλ καὶ Δαράδ, πάντες πέντε.
2.7καὶ υἱοὶ Χαρμί · Ἄχαρ ὁ ἐμποδοστάτης Ἰσραήλ, ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα.
2.8καὶ υἱοὶ Αἰθάν, Ἀζαρίας.
2.9καὶ υἱοὶ Ἐσρώμ, οἳ ἐτέχθησαν αὐτῷ · ὁ Ἱεραμεὴλ καὶ ὁ Ἀρὰμ καὶ ὁ Χαλέβ.
2.10καὶ Ἀρὰμ ἐγέννησε τὸν Ἀμιναδὰβ καὶ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσὼν ἄρχοντα οἴκου Ἰούδα, καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμών, καὶ Σαλμὼν ἐγέννησε τὸν Βοόζ, καὶ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ, καὶ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί, καὶ Ἰεσσαὶ ἐγέννησε τὸν πρωτότοκον αὐτοῦ τὸν Ἐλιάβ ·
2.13Ἀμιναδὰβ ὁ δεύτερος, Σαμαὰ ὁ τρίτος, Ναθαναὴλ ὁ τέταρτος, Ζαδδαΐ ὁ πέμπτος, Ἀσὸμ ὁ ἕκτος, Δαυὶδ ὁ ἕβδομος, καὶ ἡ ἀδελφὴ αὐτῶν Σαρουία καὶ Ἀβιγαία ·
2.16καὶ υἱοὶ Σαρουία · Ἀβισὰ καὶ Ἰωὰβ καὶ Ἀσαήλ, τρεῖς.
2.17καὶ Ἀβιγαία ἐγέννησε τὸν Ἀμεσσά · καὶ πατὴρ Ἀμεσσὰ Ἰοθὸρ ὁ Ἰσμαηλίτης.
2.18καὶ Χαλὲβ υἱὸς Ἐσρὼμ ἔλαβε τὴν Γαζουβὰ γυναῖκα καὶ τὴν Ἱεριώθ. καὶ οὗτοι υἱοὶ αὐτῆς · Ἰασὰρ καὶ Σουβὰβ καὶ Ὀρνά.
2.19καὶ ἀπέθανε Γαζουβά, καὶ ἔλαβεν ἑαυτῷ Χαλὲβ τὴν Ἐφράθ, καὶ ἔτεκεν αὐτῷ τὸν Ὤρ ·
2.20καὶ Ὢρ ἐγέννησε τὸν Οὐρί, καὶ Οὐρὶ ἐγέννησε τὸν Βεσελεήλ.
2.21καὶ μετὰ ταῦτα εἰσῆλθεν Ἐσρὼν πρὸς τὴν θυγατέρα Μαχὶρ πατρὸς Γαλαάδ, καὶ οὗτος ἔλαβεν αὐτήν, καὶ αὐτὸς ἑξηκονταπέντε ἐτῶν ἦν. καὶ ἔτεκεν αὐτῷ τὸν Σερούχ.
2.22καὶ Σεροὺχ ἐγέννησε τὸν Ἰαΐρ. καὶ ἦσαν αὐτῷ εἴκοσι καὶ τρεῖς πόλεις ἐν τῇ Γαλαάδ.
2.23καὶ ἔλαβε Γεδσοὺρ καὶ Ἀρὰμ τὰς κώμας Ἰαΐρ ἐξ αὐτῶν, τὴν Κανὰθ καὶ τὰς κώμας αὐτῆς, ἑξήκοντα πόλεις · πᾶσαι αὗται υἱῶν Μαχὶρ πατρὸς Γαλαάδ.
2.24καὶ μετὰ τὸ ἀποθανεῖν Ἐσρὼν ἦλθε Χαλὲβ εἰς Ἐφραθά. καὶ ἡ γυνὴ Ἐσρὼν Ἀβιά, καὶ ἔτεκεν αὐτῷ τὸν Ἀσχὼδ πατέρα Θεκωέ.
2.25καὶ ἦσαν οἱ υἱοὶ Ἱεραμεὴλ πρωτοτόκου Ἐσρών, ὁ πρωτότοκος Ῥάμ, καὶ Βαανὰ καὶ Ἀρὰν καὶ Ἀσὸμ ἀδελφὸς αὐτοῦ.
2.26καὶ ἦν γυνὴ ἑτέρα τῷ Ἱεραμεήλ, καὶ ὄνομα αὐτῇ Ἀτάρα · αὕτη ἐστὶ μήτηρ Ὀζόμ.
2.27καὶ ἦσαν υἱοὶ Ῥὰμ πρωτοτόκου Ἱεραμεήλ · Μαὰς καὶ Ἰαμὶν καὶ Ἀκόρ.
2.28καὶ ἦσαν υἱοὶ Ὀζόμ · Σαμαΐ καὶ Ἰαδαέ. καὶ υἱοὶ Σαμαΐ · Ναδὰβ καὶ Ἀβισούρ.
2.29καὶ ὄνομα τῆς γυναικὸς Ἀβισοὺρ Ἀβιχαία, καὶ ἔτεκεν αὐτῷ τὸν Ἀχαβὰρ καὶ τὸν Μωήλ.
2.30καὶ υἱοὶ Ναδάβ · Σαλὰδ καὶ Ἀπφαίν. καὶ ἀπέθανε Σαλὰδ οὐκ ἔχων τέκνα.
2.31καὶ υἱοὶ Ἀπφαίν · Ἰσεμιήλ. καὶ υἱοὶ Ἰσεμιήλ · Σωσάν. καὶ υἱοὶ Σωσάν · Ἀαδαί.
2.32καὶ υἱοὶ Ἀαδαί · Ἀχισαμάς, Ἰεθέρ, Ἰωνάθαν · καὶ ἀπέθανεν Ἰεθὲρ οὐκ ἔχων τέκνα.
2.33καὶ υἱοὶ Ἰωνάθαν · Φαλὲδ καὶ Ὁζάμ. οὗτοι ἦσαν υἱοὶ Ἱεραμεήλ.
2.34καὶ οὐκ ἦσαν τῷ Σωσὰν υἱοί, ἀλλ’ἢ θυγατέρες · καὶ τῷ Σωσὰν παῖς Αἰγύπτιος, καὶ ὄνομα αὐτῷ Ἰωχήλ, καὶ ἔδωκε Σωσὰν τὴν θυγατέρα αὐτοῦ τῷ Ἰωχὴλ παιδὶ αὐτοῦ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Ἐθθί.
2.36καὶ Ἐθθὶ ἐγέννησε τὸν Ναθάν, καὶ Ναθὰν ἐγέννησε τὸν Ζαβέδ, καὶ Ζαβὲδ ἐγέννησε τὸν Ἀφαμήλ, καὶ Ἀφαμὴλ ἐγέννησε τὸν Ὠβήδ, καὶ Ὠβὴδ ἐγέννησε τὸν Ἰηού, καὶ Ἰηοὺ ἐγέννησε τὸν Ἀζαρίαν, καὶ Ἀζαρίας ἐγέννησε τὸν Χελλής, καὶ Χελλὴς ἐγέννησε τὸν Ἐλεασά, καὶ Ἐλεασὰ ἐγέννησε τὸν Σοσομαΐ, καὶ Σοσομαΐ ἐγέννησε τὸν Σαλούμ, καὶ Σαλοὺμ ἐγέννησε τὸν Ἰεχεμίαν, καὶ Ἰεχεμίας ἐγέννησε τὸν Ἐλισαμά, καὶ Ἐλισαμὰ ἐγέννησε τὸν Ἰσμαήλ.
2.42καὶ υἱοὶ Χαλὲβ ἀδελφοῦ Ἱεραμεήλ · Μαρισὰ ὁ πρωτότοκος αὐτοῦ, οὗτος πατὴρ Ζίφ · καὶ υἱοὶ Μαρισὰ πατρὸς Χεβρών.
2.43καὶ υἱοὶ Χεβρών · Κορὲ καὶ Θαπφοὺς καὶ Ῥεκὸμ καὶ Σαμαά.
2.44καὶ Σαμαὰ ἐγέννησε τὸν Ῥαὲμ πατέρα Ἰεκλάν, καὶ Ἰεκλὰν ἐγέννησε τὸν Σαμαΐ ·
2.45καὶ υἱὸς αὐτοῦ Μαών, καὶ Μαὼν πατὴρ Βαιθσούρ.
2.46καὶ Γαιφὰ ἡ παλλακὴ Χαλὲβ ἐγέννησε τὸν Ἀρρὰν καὶ τὸν Μωσὰ καὶ τὸν Γεζουέ.
2.47καὶ υἱοὶ Ἀδδαΐ · Ῥαγὲμ καὶ Ἰωάθαμ καὶ Σωγὰρ καὶ Φαλὲκ καὶ Γαιφὰ καὶ Σαγαέ.
2.48καὶ ἡ παλλακὴ Χαλὲβ Μωχὰ ἐγέννησε τὸν Σαβὲρ καὶ τὸν Θαράμ.
2.49καὶ ἐγέννησε Σαγαὲ πατέρα Μαρμηνὰ καὶ τὸν Σαοὺ πατέρα Μαχαμηνὰ καὶ πατέρα Γαιβαά · καὶ θυγάτηρ Χαλὲβ Ἀσχά.
2.50οὗτοι ἦσαν υἱοὶ Χαλέβ. υἱοὶ Ὢρ πρωτοτόκου Ἐφραθά · Σωβὰλ πατὴρ Καριαθιαρίμ.
2.51Σαλωμὼν πατὴρ Βαιθλαὲμ καὶ Ἀρὶμ πατὴρ Βαιθγεδώρ.
2.52καὶ ἦσαν υἱοὶ τῷ Σωβὰλ πατρὶ Καριαθιαρίμ · Ἀραὰ καὶ Αἰσὶ καὶ Ἀμμανὶθ καὶ Οὐμασφαέ, πόλις Ἰαΐρ, Αἰθαλὶμ καὶ Μιφιθὶμ καὶ Ἡσαμαθὶμ καὶ Ἡμασαραΐμ ·
2.53ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαῖοι καὶ υἱοὶ Ἐσθαάμ.
2.54υἱοὶ Σαλωμών · Βαιθλαέμ, Νετωφαθί, Ἀταρὼθ οἴκου Ἰωὰβ καὶ ἥμισυ τῆς Μαλαθί, Ἠσαρί, πατριαὶ γραμματέων κατοικοῦντες ἐν Ἰάβις, Θαργαθιΐμ, Σαμαθιΐμ, καὶ Σωχαθίμ ·
2.55οὗτοι οἱ Κιναῖοι οἱ ἐλθόντες ἐκ Μεσημὰ πατρὸς οἴκου Ῥηχάβ.
3.1καὶ οὗτοι ἦσαν υἱοὶ Δαυὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών · ὁ πρωτότοκος Ἀμνὼν τῇ Ἀχιναὰμ τῇ Ἰεζραηλίτιδι, ὁ δεύτερος Δαμνιὴλ τῇ Ἀβιγαίᾳ τῇ Καρμηλίᾳ, ὁ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μωχὰ θυγατρὸς Θολμαΐ βασιλέως Γεδσούρ, ὁ τέταρτος Ἀδωνία υἱὸς Ἀγγίθ, ὁ πέμπτος Σαφατία τῆς Ἀβιτάλ, ὁ ἕκτος Ἰεθραὰμ τῇ Ἀγλᾷ γυναικὶ αὐτοῦ.
3.4ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρών, καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.
3.5καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ἱερουσαλήμ · Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμών, τέσσαρες τῇ Βηρσαβεὲ θυγατρὶ Ἀμιήλ, καὶ Ἰεβαὰρ καὶ Ἐλισὰ καὶ Ἐλιφαλὴθ καὶ Ναγαὶ καὶ Ναφὲκ καὶ Ἰαφιὲ καὶ Ἑλισαμὰ καὶ Ἐλιαδὰ καὶ Ἐλιφαλά, ἐννέα.
3.9πάντες υἱοὶ Δαυίδ, πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θημὰρ ἀδελφὴ αὐτῶν.
3.10υἱοὶ Σαλωμών · Ῥοβοάμ, Ἀβιὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰωσαφὰτ υἱὸς αὐτοῦ, Ἰωρὰμ υἱὸς αὐτοῦ, Ὀχοζίας υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ, Ἀμασίας υἱὸς αὐτοῦ, Ἀζαρίας υἱὸς αὐτοῦ, Ἰωάθαμ υἱὸς αὐτοῦ, Ἄχαζ υἱὸς αὐτοῦ, Ἐζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ, Ἀμὼν υἱὸς αὐτοῦ, Ἰωσία υἱὸς αὐτοῦ.
3.15καὶ υἱοὶ Ἰωσία · πρωτότοκος Ἰωανάν, ὁ δεύτερος Ἰωακίμ, ὁ τρίτος Σεδεκίας, ὁ τέταρτος Σαλούμ.
3.16καὶ υἱοὶ Ἰωακίμ · Ἰεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ.
3.17καὶ υἱοὶ Ἰεχονία · Ἀσίρ, Σαλαθιὴλ υἱὸς αὐτοῦ, Μελχιρὰμ καὶ Φαδαΐας καὶ Σανεσὰρ καὶ Ἰεκεμία καὶ Ὡσαμὰθ καὶ Ναβαδίας.
3.19καὶ υἱοὶ Σαλαθιήλ · Ζοροβάβελ καὶ Σεμεΐ. καὶ υἱοὶ Ζοροβάβελ · Μοσολλὰμ καὶ Ἀνανία καὶ Σαλωμεθὶ ἀδελφὴ αὐτῶν καὶ Ἀσουβὲ καὶ Ὀὸλ καὶ Βαραχία καὶ Ἀσαδία καὶ Ἀσοβέδ, πέντε.
3.21καὶ υἱοὶ Ἀνανία · Φαλεττία καὶ Ἰεσίας υἱὸς αὐτοῦ, Ῥαφὰλ υἱὸς αὐτοῦ, Ὀρνὰ υἱὸς αὐτοῦ, Ἀβδία υἱὸς αὐτοῦ, Σεχενίας υἱὸς αὐτοῦ.
3.22καὶ υἱὸς Σεχενία, Σαμαΐα, καὶ υἱοὶ Σαμαΐα · Χαττοὺς καὶ Ἰωὴλ καὶ Βερρὶ καὶ Νωαδία καὶ Σαφάθ, ἓξ.
3.23καὶ υἱοὶ Νωαδία · Ἐλιθενὰν καὶ Ἐζεκία καὶ Ἐζρικάμ, τρεῖς.
3.24καὶ υἱοὶ Ἐλιθενάν · Ὀδολία καὶ Ἑλιασεβὼν καὶ Φαδαΐα καὶ Ἀκοὺβ καὶ Ἰωανὰν καὶ Δαλααΐα καὶ Ἀνάν, ἑπτά.
4.1καὶ υἱοὶ Ἰούδα · Φαρές, Ἐσρὼμ καὶ Χαρμὶ καὶ Ὤρ, Σουβὰλ καὶ Ῥάδα υἱὸς αὐτοῦ ·
4.2καὶ Σουβὰλ ἐγέννησε τὸν Ἰέθ, καὶ Ἰὲθ ἐγέννησε τὸν Ἀχιμαΐ, καὶ τὸν Λαάδ · αὗται αἱ γενέσεις τοῦ Σαραθί.
4.3καὶ οὗτοι υἱοὶ Αἰτάμ · Ἰεζραὴλ καὶ Ἰεσμὰν καὶ Ἰεβδάς, καὶ ὄνομα ἀδελφῆς αὐτῶν Ἐσηλεββών.
4.4καὶ Φανουὴλ πατὴρ Γεδώρ, καὶ Ἀζὴρ πατὴρ Ὠσάν. οὗτοι υἱοὶ Ὢρ τοῦ πρωτοτόκου Ἐφραθὰ πατρὸς Βαθαλαέν.
4.5καὶ τῷ Ἀσοὺρ πατρὶ Θεκωὲ ἦσαν δύο γυναῖκες, Ἀωδὰ καὶ Θοαδά.
4.6καὶ ἔτεκεν αὐτῷ Ἀωδὰ τὸν Ὠχαία καὶ τὸν Ἠφὰλ καὶ τὸν Θεμὰν καὶ τὸν Ἀασθήρ · πάντες οὗτοι υἱοὶ Ἀωδᾶς.
4.7καὶ υἱοὶ Θοαδᾶς · Σερὲθ καὶ Σαὰρ καὶ Ἐθνάν.
4.8καὶ Κὼς ἐγέννησε τὸν Ἐνὼβ καὶ τὸν Σαβαθά. καὶ γεννήσεις ἀδελφοῦ Ῥηχὰβ υἱοῦ Ἰαρίν.
4.9καὶ ἦν Ἰγαβὴς ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ · καὶ ἡ μήτηρ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰγαβὴς λέγουσα · ἔτεκον ὡς γαβής.
4.10καὶ ἐπεκαλέσατο Ἰγαβὴς τὸν Θεὸν Ἰσραὴλ λέγων · ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ ᾖ ἡ χείρ σου μετ’ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με · καὶ ἐπήγαγεν ὁ Θεὸς πάντα, ὅσα ᾐτήσατο.
4.11καὶ Χαλὲβ πατὴρ Ἀσχὰ ἐγέννησε τὸν Μαχίρ · οὗτος πατὴρ Ἀσσαθών.
4.12καὶ Ἀσσαθὼν ἐγέννησε τὸν Βαθραίαν καὶ τὸν Βεσσηὲ καὶ τὸν Θανὰ πατέρα πόλεως Ναᾶς ἀδελφοῦ Ἐσελὼμ τοῦ Κενεζί · οὗτοι ἄνδρες Ῥηφά.
4.13καὶ υἱοὶ Κενέζ · Γοθονιὴλ καὶ Σαραΐα. καὶ υἱοὶ Γοθονιήλ, Ἀθάθ.
4.14καὶ Μαναθὶ ἐγέννησε τὸν Γοφερά. καὶ Σαραΐα ἐγέννησε τὸν Ἰωὰβ πατέρα Ἀγεαδδαΐρ, ὅτι τέκτονες ἦσαν.
4.15καὶ υἱοὶ Χαλὲβ υἱοῦ Ἰεφοννή · Ἠρά, Ἀδὰ καὶ Νοόμ. καὶ υἱοὶ Ἀδά, Κενέζ.
4.16καὶ υἱοὶ Γεσεήλ · Ζὶφ καὶ Ζεφὰ καὶ Θεφιὰ καὶ Ἐσεραήλ.
4.17καὶ υἱοὶ Ἐσρί · Ἰεθέρ, Μωρὰδ καὶ Ἄφερ καὶ Ἰαμών. καὶ ἐγέννησεν Ἰεθὲρ τὸν Μαρὼν καὶ τὸν Σεμαΐ καὶ τὸν Μαρὲθ πατέρα Ἐσθαιμών.
4.18καὶ ἡ γυνὴ αὐτοῦ (αὕτη Ἀδία) ἔτεκε τὸν Ἰάρεδ πατέρα Γεδὼρ καὶ τὸν Ἀβὲρ πατέρα Σωχὼν καὶ τὸν Χετιὴλ πατέρα Ζαμών. καὶ οὗτοι υἱοὶ Βετθία θυγατρὸς Φαραώ, ἣν ἔλαβε Μωρήδ.
4.19καὶ υἱοὶ γυναικὸς τῆς Ἰδουΐας ἀδελφῆς Ναχὲμ πατρὸς Κεϊλά, Γαρμὶ καὶ Ἐσθαιμών, Νωχαθί.
4.20καὶ υἱοὶ Σεμιών · Ἀμνὼν καὶ Ἀνὰ υἱὸς Φανὰ καὶ Θιλών. καὶ υἱοὶ Σεΐ · Ζωὰθ καὶ υἱοὶ Ζωάβ, υἱοὶ Σηλὼμ υἱοῦ Ἰούδα ·
4.21Ἢρ πατὴρ Ληχάβ, καὶ Λααδὰ πατὴρ Μαρισὰ καὶ γενέσεις οἰκείων Ἐφραδαβὰκ τῷ οἴκῳ Ἐσοβὰ καὶ Ἰωακὶμ καὶ ἄνδρες Χωζηβὰ καὶ Ἰωὰς καὶ Σαράφ, οἳ κατῴκησαν ἐν Μωάβ ·
4.22καὶ ἀπέστρεψεν αὐτοὺς ἀβεδηρὶν ἀθουκιΐμ.
4.23οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ἀταΐμ καὶ Γαδηρὰ μετὰ τοῦ βασιλέως, ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ.
4.24υἱοὶ Συμεών · Ναμουὴλ καὶ Ἰαμίν, Ἰαρίβ, Ζαρέ, Σαούλ ·
4.25Σαλὲμ υἱὸς αὐτοῦ, Μαβασὰμ υἱὸς αὐτοῦ, Μασμὰ υἱὸς αὐτοῦ, Ἀμουὴλ υἱὸς αὐτοῦ, Σαβοὺδ υἱὸς αὐτοῦ, Ζακχοὺρ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ.
4.27καὶ τῷ Σεμεΐ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς · καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί · καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ἰούδα.
4.28καὶ κατῴκησαν ἐν Βηρσαβεὲ καὶ Σαμὰ καὶ Μωλαδά, καὶ ἐν Ἐσηρσουὰλ καὶ ἐν Βαλαὰ καὶ ἐν Βοασὸμ καὶ ἐν Θουλὰδ καὶ ἐν Βαθουὴλ καὶ ἐν Ἑρμὰ καὶ ἐν Σικελὰγ καὶ ἐν Βαιθμαριμὼθ καὶ Ἡμισουσεωσὶν καὶ οἶκον Βαρουσεωρίμ ·
4.31αὗται αἱ πόλεις αὐτῶν ἕως βασιλέως Δαυίδ.
4.32καὶ ἐπαύλεις αὐτῶν · Αἰτὰν καὶ Ἠνρεμμὼν καὶ Θοκκὰν καὶ Αἰσάν, πόλεις πέντε.
4.33καὶ πᾶσαι ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βάαλ · αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν.
4.34καὶ Μοσωβὰβ καὶ Ἰεμολὸχ καὶ Ἰωσία υἱὸς Ἀμασία καὶ Ἰωὴλ (καὶ οὗτος υἱὸς Ἀσαβία), υἱὸς Σαραία, υἱὸς Ἀσιὴλ καὶ Ἐλιωναΐ καὶ Ἰακαβὰ καὶ Ἰασουΐα καὶ Ἀσαΐα καὶ Ἰεδιὴλ καὶ Ἰσμαὴλ καὶ Βαναίας καὶ Ζουζὰ υἱὸς Σαφαΐ υἱοῦ Ἀλὼν υἱοῦ Ἰεδιὰ υἱοῦ Σεμρὶ υἱοῦ Σαμαίου.
4.38οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν · καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος, καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γέραρα ἕως τῶν ἀνατολῶν τῆς Γαὶ τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν ·
4.40καὶ εὗρον νομὰς πλείονας καὶ ἀγαθάς, καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χὰμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν.
4.41καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ’ὀνόματος ἐν ἡμέραις Ἐζεκίου βασιλέως Ἰούδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀναθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ’αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ.
4.42καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεὼν ἐπορεύθησαν εἰς ὄρος Σηὶρ ἄνδρες πεντακόσιοι, καὶ Φαλαεττία καὶ Νωαδία καὶ Ῥαφαΐα καὶ Ὀζιὴλ υἱοὶ Ἰεσὶ ἄρχοντες αὐτῶν ·
4.43καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ Ἀμαλὴκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.
5.1καὶ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ, ὅτι οὖτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκε τὴν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ἰωσὴφ υἱῷ Ἰσραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια ·
5.2ὅτι Ἰούδας δυνατὸς ἰσχύϊ καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ Ἰωσήφ.
5.3υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ · Ἐνὼχ καὶ Φαλλούς, Ἀσρὼμ καὶ Χαρμί.
5.4υἱοὶ Ἰωήλ · Σεμεΐ καὶ Βαναία υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεΐ ·
5.5υἱὸς αὐτοῦ Μιχά, υἱὸς αὐτοῦ Ῥηχά, υἱὸς αὐτοῦ Ἰωήλ, υἱὸς αὐτοῦ Βεήλ, ὃν μετῴκισε Θαγλαθφαλλασὰρ βασιλεὺς Ἀσσούρ ·
5.6οὗτος ἄρχων τῶν Ῥουβήν.
5.7καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν · ὁ ἄρχων Ἰωὴλ καὶ Ζαχαρία καὶ Βαλὲκ υἱὸς Ἀζοὺζ υἱὸς Σαμά, υἱὸς Ἰωήλ ·
5.8οὗτος κατῴκησεν ἐν Ἀροὴρ καὶ ἐπὶ Ναβαῦ, καὶ Βελμασσὼν καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλαάδ.
5.10καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς αὐτῶν πάντες κατ’ἀνατολὰς τῆς Γαλαάδ.
5.11υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν γῇ Βασὰν ἕως Σελχά.
5.12Ἰωὴλ πρωτότοκος καὶ Σαφὰμ ὁ δεύτερος, καὶ Ἰανὶν ὁ γραμματεὺς ἐν Βασάν.
5.13καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ’οἴκους πατριῶν αὐτῶν · Μιχαήλ, Μοσολλὰμ καὶ Σεβεὲ καὶ Ἰωρεὲ καὶ Ἰωαχὰν καὶ Ζουέ, καὶ Ὠβήδ, ἑπτά.
5.14οὗτοι υἱοὶ Ἀβιχαία υἱοῦ Οὐρὶ υἱοῦ Ἰδαΐ υἱοῦ Γαλαὰδ υἱοῦ Μιχαὴλ υἱοῦ Ἰεσαΐ υἱοῦ Ἰεδδαΐ υἱοῦ Ζαβουχὰμ ἀδελφοῦ υἱοῦ Ἀβδιὴλ υἱοῦ Γουνί ·
5.15ἄρχων οἴκου πατριῶν.
5.16κατῴκουν ἐν Γαλαάδ, ἐν Βασὰν καὶ ἐν ταῖς κώμαις · αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρὼν ἕως ἐξόδου.
5.17πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ἰωάθαμ βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ βασιλέως Ἰσραήλ.
5.18υἱοὶ Ῥουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσῆ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν.
5.19καὶ ἐποίουν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν καὶ Ἰτουραίων καὶ Ναφισαίων καὶ Ναδαβαίων καὶ κατίσχυσαν ἐπ’αὐτῶν, καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Ἀγαραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν Θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπ’αὐτόν.
5.21καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας ·
5.22ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ Θεοῦ ὁ πόλεμος. καὶ κατῴκησαν ἀντ’αὐτῶν ἕως τῆς μετοικεσίας.
5.23καὶ ἡμίσεις φυλῆς Μανασσῆ κατῴκησαν ἐν τῇ γῇ ἀπὸ Βασὰν ἕως Βαὰλ Ἐρμὼν καὶ Σανὶρ καὶ ὄρος Ἀερμών · καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν.
5.24καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν · Ὀφὲρ καὶ Σεΐ καὶ Ἐλιὴλ καὶ Ἱερμία καὶ Ὠδουΐα καὶ Ἰεδιήλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν.
5.25καὶ ἠθέτησαν ἐν Θεῷ πατέρων αὐτῶν καὶ ἐπόρνευσαν ὀπίσω θεῶν τῶν λαῶν τῆς γῆς, οὓς ἐξῇρεν ὁ Θεὸς ἀπὸ προσώπου αὐτῶν.
5.26καὶ ἐπήγειρεν ὁ Θεὸς Ἰσραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως Ἀσσοὺρ καὶ τὸ πνεῦμα Θαγλαθφαλλασὰρ βασιλέως Ἀσσούρ, καὶ μετῴκισε τὸν Ῥουβὴν καὶ τὸν Γαδδὶ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλὰχ καὶ Χαβὼρ καὶ ἐπὶ ποταμὸν Γωζὰν ἕως τῆς ἡμέρας ταύτης.
5.27υἱοὶ Λευί · Γεδσών, Καὰθ καὶ Μεραρί.
5.28καὶ υἱοὶ Καάθ · Ἄμβραμ καὶ Ἰσσάαρ, Χεβρὼν καὶ Ὀζιήλ.
5.29καὶ υἱοὶ Ἄμβραμ · Ἀαρὼν καὶ Μωυσῆς καὶ Μαριάμ. καὶ υἱοὶ Ἀαρών · Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεάζαρ καὶ Ἰθάμαρ.
5.30Ἐλεάζαρ ἐγέννησε τὸν Φινεές, Φινεὲς ἐγέννησε τὸν Ἀβισού, Ἀβισοὺ ἐγέννησε τὸν Βωκαΐ, Βωκαΐ ἐγέννησε τὸν Ὀζί, Ὀζὶ ἐγέννησε τὸν Ζαραία, Ζαραία ἐγέννησε τὸν Μαριὴλ καὶ Μαριὴλ ἐγέννησε τὸν Ἀμαρία, καὶ Ἀμαρία ἐγέννησε τὸν Ἀχιτώβ, καὶ Ἀχιτὼβ ἐγέννησε τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησε τὸν Ἀχιμάας, καὶ Ἀχιμάας ἐγέννησε τὸν Ἀζαρίαν, καὶ Ἀζαρίας ἐγέννησε τὸν Ἰωανάν, καὶ Ἰωανὰν ἐγέννησε τὸν Ἀζαρίαν ·
5.36οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησε Σαλωμὼν ἐν Ἱερουσαλήμ.
5.37καὶ ἐγέννησεν Ἀζαρίας τὸν Ἀμαρία, καὶ Ἀμαρία ἐγέννησε τὸν Ἀχιτώβ, καὶ Ἀχιτὼβ ἐγέννησε τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησε τὸν Σαλώμ, καὶ Σαλὼμ ἐγέννησε τὸν Χελκίαν, καὶ Χελκίας ἐγέννησε τὸν Ἀζαρίαν, καὶ Ἀζαρίας ἐγέννησε τὸν Σαραία, καὶ Σαραίας ἐγέννησε τὸν Ἰωσαδάκ, καὶ Ἰωσαδὰκ ἐπορεύθη ἐν τῇ μετοικεσίᾳ μετὰ Ἰούδα καὶ Ἱερουσαλὴμ ἐν χειρὶ Ναβουχοδονόσορ.
6.1υἱοὶ Λευί · Γεδσών, Καὰθ καὶ Μεραρί.
6.2καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσών · Λοβενὶ καὶ Σεμεΐ.
6.3υἱοὶ Καάθ · Ἄμβραμ καὶ Ἰσσάαρ, Χεβρὼν καὶ Ὀζιήλ.
6.4υἱοὶ Μεραρί · Μοολὶ καὶ Ὁμουσί. καὶ αὗται αἱ πατριαὶ τοῦ Λευὶ κατὰ πατριὰς αὐτῶν.
6.5τῷ Γεδσών · τῷ Λοβενὶ υἱῷ αὐτοῦ Ἰὲθ υἱὸς αὐτοῦ, Ζαμμὰ υἱὸς αὐτοῦ, Ἰωὰχ υἱὸς αὐτοῦ, Ἀδδὶ υἱὸς αὐτοῦ, Ζαρὰ υἱὸς αὐτοῦ, Ἰεθρὶ υἱὸς αὐτοῦ.
6.7υἱοὶ Καάθ · Ἀμιναδὰβ υἱὸς αὐτοῦ, Κορὲ υἱὸς αὐτοῦ, Ἀσὴρ υἱὸς αὐτοῦ.
6.8Ἑλκανὰ υἱὸς αὐτοῦ, Ἀβισὰφ υἱὸς αὐτοῦ, Θαὰθ υἱὸς αὐτοῦ, Οὐριὴλ υἱὸς αὐτοῦ, Ὀζία υἱὸς αὐτοῦ, Σαοὺλ υἱὸς αὐτοῦ.
6.10καὶ υἱοὶ Ἑλκανά, Ἀμασὶ καὶ Ἀχιμώθ, Ἑλκανὰ υἱὸς αὐτοῦ, Σουφὶ υἱὸς αὐτοῦ καὶ Ναὰθ υἱὸς αὐτοῦ, Ἐλιὰβ υἱὸς αὐτοῦ, Ἱερεὰμ υἱὸς αὐτοῦ, Ἑλκανὰ υἱὸς αὐτοῦ.
6.13υἱοὶ Σαμουήλ · ὁ πρωτότοκος Σανὶ καὶ Ἀβιά.
6.14υἱοὶ Μεραρί · Μοολί, Λοβενὶ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ, Ὀζὰ υἱὸς αὐτοῦ, Σαμαὰ υἱὸς αὐτοῦ, Ἀγγία υἱὸς αὐτοῦ, Ἀσαΐας υἱὸς αὐτοῦ.
6.16καὶ οὗτοι, οὓς κατέστησε Δαυὶδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ, καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον Κυρίου ἐν Ἱερουσαλήμ, καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν.
6.18καὶ οὗτοι οἱ ἑστηκότες καὶ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καάθ · Αἰμὰν ὁ ψαλτῳδὸς υἱὸς Ἰωήλ, υἱοῦ Σαμουήλ, υἱοῦ Ἑλκανά, υἱοῦ Ἱερεβὰμ υἱοῦ Ἐλιὴλ υἱοῦ Θοοὺ υἱοῦ Σοὺφ υἱοῦ Ἑλκανὰ υἱοῦ Μαὰθ υἱοῦ Ἀμαθὶ υἱοῦ Ἑλκανὰ υἱοῦ Ἰωὴλ υἱοῦ Ἀζαρία υἱοῦ Σαφανία υἱοῦ Θαὰθ υἱοῦ Ἀσὴρ υἱοῦ Ἀβιασὰφ υἱοῦ Κορὲ υἱοῦ Ἰσάαρ υἱοῦ Καὰθ υἱοῦ Λευὶ υἱοῦ Ἰσραήλ.
6.24καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἀσὰφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ · Ἀσὰφ υἱὸς Βαραχία υἱοῦ Σαμαὰ υἱοῦ Μιχαὴλ υἱοῦ Βαασία υἱοῦ Μελχία υἱοῦ Ἀθανὶ υἱοῦ Ζαραΐ υἱοῦ Ἀδαΐ υἱοῦ Αἰθὰν υἱοῦ Ζαμμὰ υἱοῦ Σεμεΐ υἱοῦ Ἰεὲθ υἱοῦ Γεθσὼν υἱοῦ Λευί.
6.29καὶ υἱοὶ Μεραρὶ οἱ ἀδελφοὶ αὐτῶν ἐξ ἀριστερῶν · Αἰθὰν υἱὸς Κισὰ υἱοῦ Ἀβαΐ υἱοῦ Μαλὼχ υἱοῦ Ἀσεβὶ υἱοῦ Ἀμεσία υἱοῦ Χελκίου υἱοῦ Ἀμασαΐ υἱοῦ Βανὶ υἱοῦ Σεμὴρ υἱοῦ Μοολὶ υἱοῦ Μουσὶ υἱοῦ Μεραρὶ υἱοῦ Λευί.
6.33καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ’οἴκους πατριῶν αὐτῶν, οἱ Λευῖται οἱ δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ Θεοῦ.
6.34καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ἰσραὴλ κατὰ πάντα, ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ Θεοῦ.
6.35καὶ οὗτοι υἱοὶ Ἀαρών · Ἐλεάζαρ υἱὸς αὐτοῦ, Φινεὲς υἱὸς αὐτοῦ, Ἀβισοὺ υἱὸς αὐτοῦ, Βωκαὶ υἱὸς αὐτοῦ, Ὀζὶ υἱὸς αὐτοῦ, Ζαραΐα υἱὸς αὐτοῦ, Μαριὴλ υἱὸς αὐτοῦ, Ἀμαρία υἱὸς αὐτοῦ, Ἀχιτὼβ υἱὸς αὐτοῦ, Σαδὼκ υἱὸς αὐτοῦ, Ἀχιμάας υἱὸς αὐτοῦ.
6.39καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν, ἐν τοῖς ὁρίοις αὐτῶν · τοῖς υἱοῖς Ἀαρὼν τῇ πατριᾷ τοῦ Κααθὶ — ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος — καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρὼν ἐν γῇ Ἰούδα καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς ·
6.41καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλὲβ υἱῷ Ἰεφοννή.
6.42καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρὼν καὶ τὴν Λοβνὰ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἐσθαμὼ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰεθθὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὶρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀσὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμὺς καὶ τὰ περισπόρια αὐτῆς.
6.45καὶ ἐκ φυλῆς Βενιαμὶν τὴν Γαβαὲ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γαλεμὲθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀναθὼθ καὶ τὰ περισπόρια αὐτῆς · πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν.
6.46καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κλήρῳ πόλεις δέκα.
6.47καὶ τοῖς υἱοῖς Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ἰσσάχαρ, ἐκ φυλῆς Ἀσήρ, ἀπὸ φυλῆς Νεφθαλί, ἐκ φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν πόλεις τρισκαίδεκα.
6.48καὶ τοῖς υἱοῖς Μεραρί κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ῥουβήν, ἐκ φυλῆς Γάδ, ἐκ φυλῆς Ζαβουλὼν κλήρῳ πόλεις δεκαδύο.
6.49καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν ·
6.50καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ἰούδα καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν καὶ ἐκ φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας, ἃς ἐκάλεσεν αὐτὰς ἐπ’ὀνόματος.
6.51καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καὰθ καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Ἐφραίμ.
6.52καὶ ἔδωκαν αὐτοῖς τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχὲμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Ἐφραὶμ καὶ τὴν Γαζὲρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰεκμαὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βαιθωρὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἐγλὰμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γεθρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν Ἀνὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰεμβλάαν καὶ τὰ περισπόρια αὐτῆς, κατὰ πατριὰν τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις.
6.56τοῖς υἱοῖς Γεδσὼν ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασσῆ τὴν Γωλὰν ἐκ τῆς Βασὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀσηρὼθ καὶ τὰ περισπόρια αὐτῆς ·
6.57καὶ ἐκ φυλῆς Ἰσσάχαρ τὴν Κέδες καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δεβερὶ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὼρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ζαβὼρ καὶ τὴν Αἰνὰν καὶ τὰ περισπόρια αὐτῆς ·
6.59καὶ ἐκ φυλῆς Ἀσὴρ τὴν Μαασὰλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀβδὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀκὰκ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ῥοὼβ καὶ τὰ περισπόρια αὐτῆς ·
6.61καὶ ἀπὸ φυλῆς Νεφθαλὶ τὴν Κέδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαΐμ καὶ τὰ περισπόρια αὐτῆς.
6.62τοῖς υἱοῖς Μεραρὶ τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλὼν τὴν Ῥεμμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Θαλλιὰ καὶ τὰ περισπόρια αὐτῆς, ἐκ τοῦ πέραν τοῦ Ἰορδάνου τὴν Ἱεριχὼ κατὰ δυσμὰς τοῦ Ἰορδάνου ·
6.63ἐκ φυλῆς Ῥουβὴν τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰασὰ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καδμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαεφλὰ καὶ τὰ περισπόρια αὐτῆς καὶ ἐκ φυλῆς Γὰδ τὴν Ῥαμμὼθ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μααναΐμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἐσεβὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς.
7.1καὶ τοῖς υἱοῖς Ἰσσάχαρ · Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺβ καὶ Σεμερών, τέσσαρες.
7.2καὶ υἱοὶ Θωλά · Ὀζί, Ῥαφαΐα καὶ Ἰεριὴλ καὶ Ἰαμαΐ καὶ Ἰεβασὰμ καὶ Σαμουήλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλά, ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν. ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυὶδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι.
7.3καὶ υἱοὶ Ὀζί · Ἰεζραΐα καὶ υἱοὶ Ἰεζραΐα · Μιχαήλ, Ἀβδιοὺ καὶ Ἰωὴλ καὶ Ἰεσία, πέντε, ἄρχοντες πάντες.
7.4καὶ ἐπ’αὐτῶν κατὰ γενέσεις αὐτῶν, κατ’οἴκους πατριῶν αὐτῶν, ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες, ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς.
7.5καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς Ἰσσάχαρ καὶ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες, ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων.
7.6υἱοὶ Βενιαμίν · Βαλὲ καὶ Βαχὶρ καὶ Ἰαδιήλ, τρεῖς.
7.7καὶ υἱοὶ Βαλέ · Ἀσεβὼν καὶ Ὀζὶ καὶ Ὀζιὴλ καὶ Ἰεριμὼθ καὶ Οὐρί, πέντε, ἄρχοντες οἴκων πατριῶν ἰσχυροὶ δυνάμει, καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριακοντατέσσαρες.
7.8καὶ υἱοὶ Βαχίρ · Ζεμιρὰ καὶ Ἰωὰς καὶ Ἐλιέζερ καὶ Ἐλιθενὰν καὶ Ἀμαρία καὶ Ἰεριμὼθ καὶ Ἀβιοὺδ καὶ Ἀναθὼθ καὶ Ἐλμεμέθ · πάντες οὗτοι υἱοὶ Βαχίρ.
7.9καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει, εἴκοσι χιλιάδες καὶ διακόσιοι.
7.10καὶ υἱοὶ Ἰαδιήλ · Βαλαάν. καὶ υἱοὶ Βαλαάν · Ἰαοὺς καὶ Βενιαμὶν καὶ Ἀὼθ καὶ Χανανὰ καὶ Ζαιθὰν καὶ Θαρσὶ καὶ Ἀχισαάρ.
7.11πάντες οὗτοι υἱοὶ Ἰαδιήλ, ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι, ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν.
7.12καὶ Σαπφὶν καὶ Ἀπφὶν καὶ υἱοὶ Ῥαώμ · υἱὸς αὐτοῦ Ἀέρ.
7.13υἱοὶ Νεφθαλί · Ἰασιήλ, Γωνὶ καὶ Ἰσσιὴρ καὶ Σαλλούρ, υἱοὶ Βαλαά.
7.14υἱοὶ Μανασσῆ · Ἀσεριήλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα · ἔτεκε δὲ αὐτῷ καὶ Μαχὶρ πατέρα Γαλαάδ.
7.15καὶ Μαχὶρ ἔλαβε γυναῖκα τῷ Ἀμφὶν καὶ Μαμφίν · καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχά. καὶ ὄνομα τῷ δευτέρῳ Σαλπαάδ, καὶ ἐγεννήθησαν τῷ Σαλπαὰδ θυγατέρες.
7.16καὶ ἔτεκε Μοωχὰ γυνὴ Μαχὶρ υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές, καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σόρος · υἱοὶ αὐτοῦ Οὐλὰμ καὶ Ῥοκόμ.
7.17καὶ υἱοὶ Οὐλάμ, Βαδάν. οὗτοι υἱοὶ Γαλαὰδ υἱοῦ Μαχὶρ υἱοῦ Μανασσῆ.
7.18καὶ ἡ ἀδελφὴ αὐτοῦ ἡ Μαλεχὲθ ἔτεκε τὸν Ἰσαδὲκ καὶ τὸν Ἀβιέζερ καὶ τὸν Μαελά.
7.19καὶ ἦσαν υἱοὶ Σεμιρά · Ἰααὶμ καὶ Συχὲμ καὶ Λαχὶμ καὶ Ἀνιάν.
7.20καὶ υἱοὶ Ἐφραίμ · Σωθαλὰ καὶ Βαρὰδ υἱὸς αὐτοῦ καὶ Θαὰθ υἱὸς αὐτοῦ, Ἐλεαδὰ υἱὸς αὐτοῦ, Νομεὲ υἱὸς αὐτοῦ, Ζαβὲδ υἱὸς αὐτοῦ, Σωθελὲ υἱὸς αὐτοῦ καὶ Ἀζὲρ καὶ Ἐλεάδ.
7.21καὶ ἀπέκτειναν αὐτοὺς οἱ ἄνδρες Γὲθ οἱ τεχθέντες ἐν τῇ γῇ, ὅτι κατέβησαν τοῦ λαβεῖν τὰ κτήνη αὐτῶν.
7.22καὶ ἐπένθησεν Ἐφραὶμ ὁ πατὴρ αὐτῶν ἡμέρας πολλάς, καὶ ἦλθον οἱ ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν.
7.23καὶ εἰσῆλθε πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βαραγά, ὅτι ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου.
7.24καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν κάτω καὶ τὴν ἄνω. καὶ υἱοὶ Ὀζάν · Σεηρά, καὶ Ῥαφὴ υἱοὶ αὐτοῦ, Σαρὰφ καὶ Θαλεὲς υἱοὶ αὐτοῦ, Θαὲν υἱὸς αὐτοῦ.
7.26τῷ Λααδὰν υἱῷ αὐτοῦ υἱὸς Ἀμιούδ, Ἐλισαμαΐ υἱὸς αὐτοῦ, Νοὺμ υἱὸς αὐτοῦ, Ἰησουὲ υἱὸς αὐτοῦ.
7.28καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν · Βαιθὴλ καὶ αἱ κῶμαι αὐτῆς, κατ’ἀνατολὰς Νοαράν, πρὸς δυσμαῖς Γαζὲρ καὶ αἱ κῶμαι αὐτῆς · καὶ Συχὲμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιὰν καὶ αἱ κῶμαι αὐτῆς.
7.29καὶ ἕως ὁρίων υἱῶν Μανασσῆ · Βαιθσαὰν καὶ αἱ κῶμαι αὐτῆς, Θαανὰχ καὶ αἱ κῶμαι αὐτῆς, Μαγεδδὼ καὶ αἱ κῶμαι αὐτῆς, Δὼρ καὶ αἱ κῶμαι αὐτῆς. ἐν ταύταις κατῴκησαν υἱοὶ Ἰωσὴφ υἱοῦ Ἰσραήλ.
7.30υἱοὶ Ἀσήρ · Ἰεμνὰ καὶ Σουΐα. καὶ Ἰσουΐ καὶ Βεριὰ καὶ Σορὲ ἀδελφὴ αὐτῶν.
7.31καὶ υἱοὶ Βεριά · Χάβερ καὶ Μελχιήλ, οὗτος πατὴρ Βερζαΐθ.
7.32καὶ Χάβερ ἐγέννησε τὸν Ἰαφλὴτ καὶ τὸν Σαμὴρ καὶ τὸν Χωθὰμ καὶ τὴν Σωλὰ ἀδελφὴν αὐτῶν.
7.33καὶ υἱοὶ Ἰαφλήτ · Φασὲκ καὶ Βαβαὴλ καὶ Ἀσίθ · οὗτοι υἱοὶ Ἰαφλήτ.
7.34καὶ υἱοὶ Σεμμήρ · Ἀχιουραογὰ καὶ Ὀβὰ καὶ Ἀρὰμ καὶ Βανηελάμ ·
7.35ἀδελφοὶ αὐτοῦ Σοφὰ καὶ Ἰμανὰ καὶ Σελλὴς καὶ Ἀμάλ.
7.36υἱοὶ Σωφά · Σουὲ καὶ Ἀρναφὰρ καὶ Σουδὰ καὶ Βαρὶν καὶ Ἰμρὰν καὶ Σοβὰλ καὶ Ὢδ καὶ Σεμμὰ καὶ Σαλισὰ καὶ Ἰεθρὰν καὶ Βεηρά.
7.38καὶ υἱοὶ Ἰεθήρ · Ἰεφινὰ καὶ Φασφὰ καὶ Ἀρά.
7.39καὶ υἱοὶ Ὡλά · Ὀρέχ, Ἀνιὴλ καὶ Ῥασιά.
7.40πάντες οὗτοι υἱοὶ Ἀσήρ, πάντες ἄρχοντες πατριῶν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει, ἄρχοντες ἡγούμενοι · ὁ ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν, ἀριθμὸς αὐτῶν ἄνδρες εἰκοσιὲξ χιλιάδες.
8.1καὶ Βενιαμὶν ἐγέννησε Βαλὲ πρωτότοκον αὐτοῦ καὶ Ἀσβὴλ τὸν δεύτερον, Ἀαρὰ τὸν τρίτον, Νωὰ τὸν τέταρτον καὶ Ῥαφὴ τὸν πέμπτον.
8.3καὶ ἦσαν υἱοὶ τῷ Βαλέ · Ἀδὶρ καὶ Γηρὰ καὶ Ἀβιοὺδ καὶ Ἀβισουὲ καὶ Νοαμὰ καὶ Ἀχιὰ καὶ Γηρὰ καὶ Σεφουφὰμ καὶ Οὐράμ.
8.6οὗτοι υἱοὶ Ἀώδ · οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσι Γαβεέ, καὶ μετῴκισαν αὐτοὺς εἰς Μαναχαθί ·
8.7καὶ Νοομὰ καὶ Ἀχιὰ καὶ Γηρά · οὗτος Ἰεγλαὰμ καὶ ἐγέννησε τὸν Ἀζὰ καὶ τὸν Ἰαχιχώ.
8.8καὶ Σααρὶν ἐγέννησεν ἐν τῷ πεδίῳ Μωὰβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ὡσὶν καὶ τὴν Βααδὰ γυναῖκα αὐτοῦ.
8.9καὶ ἐγέννησεν ἐκ τῆς Ἀδὰ γυναικὸς αὐτοῦ τὸν Ἰωβὰβ καὶ τὸν Σεβιὰ καὶ τὸν Μισὰ καὶ τὸν Μελχὰμ καὶ τὸν Ἰαὼς καὶ τὸν Σαβιὰ καὶ τὸν Μαρμά ·
8.10οὗτοι ἄρχοντες τῶν πατριῶν.
8.11καὶ ἐκ τῆς Ὡσὶν ἐγέννησε τὸν Ἀβιτὼλ καὶ τὸν Ἀλφαάλ.
8.12καὶ υἱοὶ Ἀλφαάλ · Ὠβήδ, Μισαάλ, Σεμμήρ · οὗτος ᾠκοδόμησε τὴν Ὠνὼ καὶ τὴν Λὼδ καὶ τὰς κώμας αὐτῆς ·
8.13καὶ Βεριὰ καὶ Σαμά. οὗτοι ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Αἰλάμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γέθ.
8.14καὶ ἀδελφὸς αὐτοῦ Σωσὴκ καὶ Ἀριμὼθ καὶ Ζαβαδία, καὶ Ὠρὴδ καὶ Ἔδερ καὶ Μιχαὴλ καὶ Ἰεσφὰ καὶ Ἰωδά, υἱοὶ Βεριά.
8.17καὶ Ζαβαδία καὶ Μοσολλὰμ καὶ Ἀζακὶ καὶ Ἀβὰρ καὶ Ἰσαμαρὶ καὶ Ἰεζλίας καὶ Ἰωβάβ, υἱοὶ Ἐλφαάλ.
8.19καὶ Ἰακὶμ καὶ Ζαχρὶ καὶ Ζαβδὶ καὶ Ἐλιωναΐ καὶ Σαλαθὶ καὶ Ἐλιηλὶ καὶ Ἀδαΐα καὶ Βαραΐα καὶ Σαμαράθ, υἱοὶ Σαμαΐθ.
8.22καὶ Ἰεσφὰν καὶ Ὠβὴδ καὶ Ἐλεὴλ καὶ Ἀβδιὼν καὶ Ζεχρὶ καὶ Ἀνὰν καὶ Ἀνανία καὶ Ἀμβρὶ καὶ Αἰλὰμ καὶ Ἀναθὼθ καὶ Ἰαθὶν καὶ Ἰεφαδίας καὶ Φανουήλ, υἱοὶ Σωσήκ, καὶ Σαμσαρὶ καὶ Σααρίας καὶ Γοθολία καὶ Ἰαρασία καὶ Ἐριὰ καὶ Ζεχρί, υἱοὶ Ἱεροάμ.
8.28οὗτοι ἄρχοντες πατριῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες · οὗτοι κατῴκησαν ἐν Ἱερουσαλήμ ·
8.29καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαών, καὶ ὄνομα γυναικὶ αὐτοῦ Μααχά.
8.30καὶ ὁ υἱὸς αὐτῆς ὁ πρωτότοκος Ἀβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ καὶ Γεδοὺρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζακχοὺρ καὶ Μακελώθ ·
8.32καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά · καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἱερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν.
8.33καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Ἀσαβάλ.
8.34καὶ υἱὸς Ἰωνάθαν Μεριβαάλ. καὶ ὁ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά.
8.35καὶ υἱοὶ Μιχά · Φίθων καὶ Μελὰχ καὶ Θαρὰχ καὶ Ἀχάζ.
8.36καὶ Ἀχὰζ ἐγέννησε τὸν Ἰαδά, καὶ Ἰαδὰ ἐγέννησε τὸν Σαλαιμὰθ καὶ τὸν Ἀσμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μαισά, καὶ Μαισὰ ἐγέννησε τὸν Βαανά ·
8.37Ῥαφαΐα υἱὸς αὐτοῦ, Ἐλασὰ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ.
8.38καὶ τῷ Ἐσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν · Ἐζρικὰμ πρωτότοκος αὐτοῦ καὶ Ἰσμαὴλ καὶ Σαραΐα καὶ Ἀβδία καὶ Ἀνὰν καὶ Ἀσά · πάντες οὗτοι υἱοὶ Ἐσήλ.
8.39καὶ υἱοὶ Ἀσήλ ἀδελφοῦ αὐτοῦ · Αἰλὰμ πρωτότοκος αὐτοῦ καὶ Ἰὰς ὁ δεύτερος καὶ Ἐλιφαλὲτ ὁ τρίτος.
8.40καὶ ἦσαν υἱοὶ Αἰλὰμ ἰσχυροὶ ἄνδρες δυνάμει, τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμίν.
9.1καὶ πᾶς Ἰσραὴλ ὁ συλλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν, καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ἰσραήλ, οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ δεδομένοι.
9.3καὶ ἐν Ἱερουσαλὴμ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ἰούδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ ἀπὸ τῶν υἱῶν Ἐφραὶμ καὶ Μανασσῆ ·
9.4Γνωθὶ καὶ υἱὸς Ἀμμιούδ, υἱοῦ Ἀμρί, υἱοῦ υἱῶν Φαρὲς υἱοῦ Ἰούδα.
9.5καὶ ἐκ τῶν Σηλωνί · Ἀσαΐα πρωτότοκος αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ.
9.6ἐκ τῶν υἱῶν Ζαρά · Ἰεὴλ καὶ ἀδελφοὶ αὐτῶν, ἑξακόσιοι καὶ ἐνενήκοντα.
9.7καὶ ἐκ τῶν υἱῶν Βενιαμίν · σαλὼ υἱὸς Μοσολλὰμ υἱοῦ Ὠδουΐα υἱοῦ Ἀσινοῦ καὶ Ἰεμναὰ υἱὸς Ἱεροβοὰμ καὶ Ἠλώ ·
9.8οὗτοι υἱοὶ Ὀζὶ υἱοῦ Μαχίρ · καὶ Μασσαλὴμ υἱὸς Σαφατία υἱοῦ Ῥαγουὴλ υἱοῦ Ἰεμναΐ καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἐννακόσιοι πεντηκονταέξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ’οἴκους πατριῶν αὐτῶν.
9.10καὶ ἀπὸ τῶν ἱερέων · Ἰωδαὲ καὶ Ἰωαρὶμ καὶ Ἰαχὶν καὶ Ἀζαρία υἱὸς Χελκία υἱοῦ Μοσολλὰμ υἱοῦ Σαδὼκ υἱοῦ Μαραϊὼθ υἱοῦ Ἀχιτὼβ ἡγούμενος οἴκου τοῦ Θεοῦ καὶ Ἀδαΐα υἱὸς Ἰραὰμ υἱοῦ Φασχὼρ υἱοῦ Μελχία καὶ Μαασαία υἱὸς Ἀδιὴλ υἱοῦ Ἐζιρὰ υἱοῦ Μοσολλὰμ υἱοῦ Μασελμὼθ υἱοῦ Ἐμμὴρ καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν αὐτῶν χίλιοι καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα, ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ Θεοῦ.
9.14καὶ ἐκ τῶν Λευιτῶν · Σαμαΐα υἱὸς Ἀσὼβ υἱοῦ Ἐζρικὰμ υἱοῦ Ἀσαβία ἐκ τῶν υἱῶν Μεραρί, καὶ Βακβακὰρ καὶ Ἀρὴς καὶ Γαλαὰλ καὶ Ματθανίας υἱὸς Μιχὰ υἱοῦ Ζεχρὶ υἱοῦ Ἀσὰφ καὶ Ἀβδία υἱὸς Σαμία υἱοῦ Γαλαὰλ υἱοῦ Ἰδιθοῦν καὶ Βαραχία υἱὸς Ὀσσὰ υἱοῦ Ἑλκανά, ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατί.
9.17οἱ πυλωροί · Σαλώμ, Ἀκούμ, Τελμὼν καὶ Αἰμὰν καὶ ἀδελφοὶ αὐτῶν, Σαλὼμ ὁ ἄρχων ·
9.18καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ’ἀνατολάς · αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευί.
9.19καὶ Σαλὼμ υἱὸς Κωρὴ υἱοῦ Ἀβιασὰφ υἱοῦ Κορέ. καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς Κυρίου φυλάσσοντες τὴν εἴσοδον.
9.20καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ ἡγούμενος ἦν ἐπ’αὐτῶν ἔμπροσθεν Κυρίου, καὶ οὗτοι μετ’αὐτοῦ.
9.21Ζαχαρίας υἱὸς Μασαλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
9.22πάντες οἱ ἐκλεκτοὶ ἐπὶ τῆς πύλης ἐν ταῖς πύλαις διακόσιοι καὶ δεκαδύο · οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν · τούτους ἔστησε Δαυὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν.
9.23καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ Κυρίου καὶ ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν.
9.24κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατὰ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον.
9.25καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων.
9.26ὅτι ἐν πίστει εἰσὶ τέσσαρες δυνατοὶ τῶν πυλῶν. καὶ οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ Θεοῦ παρεμβάλλουσιν, ὅτι ἐπ’αὐτοὺς ἡ φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωΐ πρωΐ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.
9.28καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσι καὶ ἐν ἀριθμῷ ἐξοίσουσι.
9.29καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων.
9.30καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα.
9.31καὶ Ματταθίας ἐκ τῶν Λευιτῶν (οὗτος ὁ πρωτότοκος τῷ Σαλὼμ τῷ Κορίτῃ) ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως.
9.32καὶ Βαναΐας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον.
9.33καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ’αὐτοῖς ἐν τοῖς ἔργοις.
9.34οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες · οὗτοι κατῴκησαν ἐν Ἱερουσαλήμ.
9.35καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαὼν Ἰεήλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μααχά.
9.36καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Ἀβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ καὶ Γεδοὺρ καὶ ἀδελφὸς καὶ Ζακχοὺρ καὶ Μακελώθ.
9.38καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά. καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἱερουσαλὴμ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.
9.39καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Ἀσαβάλ.
9.40καὶ υἱὸς Ἰωνάθαν Μεριβαάλ · καὶ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά.
9.41καὶ υἱοὶ Μιχά · Φιθὼν καὶ Μαλὰχ καὶ Θαράχ.
9.42καὶ Ἀχὰζ ἐγέννησε τὸν Ἰαδά, καὶ Ἰαδὰ ἐγέννησε τὸν Γαλεμὲθ καὶ τὸν Γαζμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μασά, καὶ Μασὰ ἐγέννησε τὸν Βαανά, Ῥαφαΐα υἱὸς αὐτοῦ, Ἐλασὰ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ.
9.44καὶ τῷ Ἐσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν · Ἐζρικὰμ πρωτότοκος αὐτοῦ καὶ Ἰσμαὴλ καὶ Σαραΐα καὶ Ἀβδία καὶ Ἀνὰν καὶ Ἀσά. οὗτοι υἱοὶ Ἐσήλ.
10.1καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς τὸν Ἰσραήλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων, καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουέ.
10.2καὶ κατεδίωξαν οἱ ἀλλόφυλοι ὀπίσω Σαοὺλ καὶ ὀπίσω τῶν υἱῶν αὐτοῦ, καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν Ἰωνάθαν καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Μελχισουὲ υἱοὺς Σαούλ.
10.3καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαούλ, καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τόξοις καὶ πόνοις, καὶ ἐπόνεσεν ἀπὸ τῶν τόξων.
10.4καὶ εἶπε Σαοὺλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ · σπάσαι τὴν ρομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσί μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα · καὶ ἔλαβε Σαοὺλ τὴν ρομφαίαν καὶ ἐπέπεσεν ἐπ’αὐτήν.
10.5καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανε Σαούλ, καὶ ἔπεσε καί γε αὐτὸς ἐπὶ τὴν ρομφαίαν αὐτοῦ καὶ ἀπέθανε.
10.6καὶ ἀπέθανε Σαοὺλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανε.
10.7καὶ εἶδε πᾶς ἀνὴρ Ἰσραὴλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν Ἰσραὴλ καὶ ὅτι ἀπέθανε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον · καὶ ἦλθον οἱ ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς.
10.8καὶ ἐγένετο τῇ ἑπομένῃ καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας καὶ εὗρον τὸν Σαοὺλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουέ.
10.9καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ ·
10.10καὶ ἔθηκαν τὰ σκεύη αὐτῶν ἐν οἴκῳ θεοῦ αὐτῶν καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγών.
10.11καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλαὰδ ἅπαντα, ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ υἱῷ Ἰσραήλ.
10.12καὶ ἠγέρθησαν ἐκ Γαλαὰδ πᾶς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ καὶ ἤνεγκαν αὐτὰ εἰς Ἰαβὶς καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν Ἰαβὶς καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας.
10.13καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησε τῷ Θεῷ κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύλαξεν · ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῶ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης ·
10.14καὶ οὐκ ἐζήτησε Κύριον, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψε τὴν βασιλείαν τῷ Δαυὶδ υἱῷ Ἰεσσαί.
11.1καὶ ἦλθε πᾶς Ἰσραὴλ πρὸς Δαυὶδ ἐν Χεβρὼν λέγοντες · ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς ·
11.2καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ, καὶ εἶπεν Ἰσραὴλ Κύριός σοι · σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ.
11.3καὶ ἦλθον πάντες πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἔναντι Κυρίου, καὶ ἔχρισαν τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ Ἰσραὴλ κατὰ τὸν λόγον Κυρίου, διὰ χειρὸς Σαμουήλ.
11.4καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ (αὕτη Ἰεβούς), καὶ ἐκεῖ οἱ Ἰεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν εἶπον τῷ Δαυίδ ·
11.5οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιὼν (αὕτη ἡ πόλις Δαυίδ).
11.6καὶ εἶπε Δαυίδ · πᾶς τύπτων Ἰεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν · καὶ ἀνέβη ἐπ’αὐτὴν ἐν πρώτοις Ἰωὰβ υἱὸς Σαρουΐα καὶ ἐγένετο εἰς ἄρχοντα.
11.7καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ · διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυίδ ·
11.8καὶ ᾠκοδόμησε τὴν πόλιν κύκλῳ · καὶ ἐπολέμησε καὶ ἔλαβε τὴν πόλιν.
11.9καὶ ἐπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ’αὐτοῦ.
11.10καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυίδ, οἱ κατισχύοντες μετ’αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ἰσραὴλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ Ἰσραήλ ·
11.11καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυίδ · Ἰεσεβάαλ υἱὸς Ἀχαμανὶ πρῶτος τῶν τριάκοντα · οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί.
11.12καὶ μετ’αὐτὸν Ἐλεάζαρ υἱὸς Δωδαΐ ὁ Ἀχωχί · οὗτος ἦν ἐν τοῖς τρισὶ δυνατοῖς.
11.13οὗτος ἦν μετὰ Δαυὶδ ἐν Φασοδομίν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων ·
11.14καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην.
11.15καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον Ὀδολλάμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων.
11.16καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ.
11.17καὶ ἐπεθύμησε Δαυὶδ καὶ εἶπε · τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ;
11.18καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεέμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυίδ, καὶ οὐκ ἠθέλησε Δαυὶδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ καὶ εἶπεν ·
11.19ἵλεώς μου ὁ Θεὸς τοῦ ποιῆσαι τὸ ρῆμα τοῦτο, εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό · καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
11.20καὶ Ἀβεσαὰ ἀδελφὸς Ἰωάβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν, ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.
11.22καὶ Βαναίας υἱὸς Ἰωδαὲ υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαήλ · οὗτος ἐπάταξε τοὺς δύο ἀριὴλ Μωὰβ καὶ οὗτος κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος ·
11.23καὶ οὗτος ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ’αὐτὸν Βαναίας ἐν ράβδῳ καὶ ἀφείλετο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.
11.24ταῦτα ἐποίησε Βαναίας υἱὸς Ἰωδαέ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς ·
11.25ὑπὲρ τοὺς τριάκοντα ἦν ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο · καὶ κατέστησεν αὐτὸν Δαυὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.
11.26καὶ δυνατοὶ τῶν δυνάμεων · Ἀσαὴλ ἀδελφὸς Ἰωάβ, Ἐλεανὰν υἱὸς Δωδωὲ ἐκ Βηθλεέμ, Σαμμὼθ ὁ Ἀρωρί, Χελλὴς ὁ Φελωνί, Ὡρὰ υἱὸς Ἐκκὶς ὁ Θεκωί, Ἀβιέζερ ὁ Ἀναθωθί, Σοβοχαὶ ὁ Ἀσωθί, Ἠλὶ ὁ Ἀχωνί, Μοοραΐ ὁ Νετωφαθί, Χολὸδ υἱὸς Νοοζὰ ὁ Νετωφαθί, Αἰρὶ υἱὸς Ῥεβιὲ ἐκ βουνοῦ Βενιαμίν, Βαναίας ὁ Φαραθωνί, Οὐρὶ ἐκ Ναχαλὶ Γάας, Ἀβιὴλ ὁ Γαραβαιθί, Ἀζμὼθ ὁ Βαρωμί, Ἐλιαβὰ ὁ Σαλαβωνί, υἱὸς Ἀσὰμ τοῦ Γιζωνίτου, Ἰωνάθαν υἱὸς Σωλὰ ὁ Ἀραρί, Ἀχὶμ υἱὸς Ἀχὰρ ὁ Ἀραρί, Ἐλφὰτ υἱὸς Θυροφὰρ ὁ Μεχωραθρί, Ἀχία ὁ Φελλωνί, Ἠσερὲ ὁ Χαρμαδαΐ, Νααραὶ υἱὸς Ἀζοβαί, Ἰωὴλ υἱὸς Νάθαν, Μεβαὰλ υἱὸς Ἀγαρί, Σελὴ ὁ Ἀμμωνί, Ναχὼρ ὁ Βηρωθί, αἴρων σκεύη Ἰωὰβ υἱῷ Σαρουΐα, Ἰρὰ ὁ Ἰεθρί, Γαρὴβ ὁ Ἰεθρί, Οὐρία ὁ Χεττί, Ζαβὲτ υἱὸς Ἀχαϊά, Ἀδινὰ υἱὸς Σαιζὰ τοῦ Ῥουβὴν ἄρχων, καὶ ἐπ’αὐτῷ τριάκοντα.
11.43Ἀνὰν υἱὸς Μοωχά, καὶ Ἰωσαφὰτ ὁ Ματθανί, Ὀζία ὁ Ἀσταρωθί, Σαμαθὰ καὶ Ἰειὴλ υἱοὶ Χωθὰμ τοῦ Ἀραρί, Ἰεδιὴλ υἱὸς Σαμερὶ καὶ Ἰωζαὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ Θωσαΐ, Ἐλιὴλ ὁ Μαωΐ καὶ Ἰαριβί, καὶ Ἰωσία υἱὸς αὐτοῦ, Ἐλλαὰμ καὶ Ἰεθαμὰ ὁ Μωαβίτης, Δαλιὴλ καὶ Ὠβὴδ καὶ Ἰεσσιὴλ ὁ Μεσωβία.
12.1καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Σικελάγ, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαοὺλ υἱοῦ Κίς, καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις ·
12.2ἐκ τῶν ἀδελφῶν Σαοὺλ ἐκ Βενιαμίν ·
12.3ὁ ἄρχων Ἀχιέζερ καὶ Ἰωὰς υἱὸς Ἀσμὰ τοῦ Γαβαθίτου καὶ Ἰωὴλ καὶ Ἰωφαλὴτ υἱοὶ Ἀσμὼθ καὶ Βερχία καὶ Ἰηοὺλ ὁ Ἀναθωθὶ καὶ Σαμαΐας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα Ἱερεμία καὶ Ἰεζιὴλ καὶ Ἰωανὰν καὶ Ἰωζαβὰθ ὁ Γαδαραθιίμ, Ἀζαΐ καὶ Ἰαριμοὺθ καὶ Βααλιὰ καὶ Σαμαραΐα καὶ Σαφατίας ὁ Χαραιφιήλ, Ἡλκανὰ καὶ Ἰησουνὶ καὶ Ὀζριὴλ καὶ Ἰωζαρὰ καὶ Σοβοκὰμ καὶ οἱ Κορῖται καὶ Ἰελία καὶ Ζαβαδία υἱοὶ Ἰραὰμ καὶ οἱ τοῦ Γεδώρ.
12.9καὶ ἀπὸ τοῦ Γαδδὶ ἐχωρίσθησαν πρὸς Δαυὶδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος τὰ πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει ·
12.10Ἀζὲρ ὁ ἄρχων, Ἀβδία ὁ δεύτερος, Ἐλιὰβ ὁ τρίτος, Μασμανὰ ὁ τέταρτος, Ἱερμιὰ ὁ πέμπτος, Ἰεθὶ ὁ ἕκτος, Ἐλιὰβ ὁ ἕβδομος, Ἰωανὰν ὁ ὄγδοος, Ἐλιαζὲρ ὁ ἔνατος, Ἱερμιὰ ὁ δέκατος, Μελχαβαναὶ ὁ ἑνδέκατος.
12.15οὗτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις.
12.16οὗτοι οἱ διαβάντες τὸν Ἰορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν.
12.17καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ Ἰούδα εἰς βοήθειαν τοῦ Δαυίδ, καὶ Δαυὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς ·
12.18εἰ εἰς εἰρήνην ἥκατε πρός με, εἴη μοι καρδία καθ’ἑαυτὴν ἐφ’ὑμᾶς · καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ Θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο.
12.19καὶ πνεῦμα ἐνέδυσε τὸν Ἀμασαὶ ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπε · πορεύου καὶ ὁ λαός σου Δαυὶδ υἱὸς Ἰεσσαί · εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου, ὅτι ἐβοήθησέ σοι ὁ Θεὸς σου. καὶ προσεδέξατο αὐτοὺς Δαυὶδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων.
12.20καὶ ἀπὸ Μανασσῆ προσεχώρησαν πρὸς Δαυὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον · καὶ οὐκ ἐβοήθησεν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων · ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς κύριον αὐτοῦ Σαούλ ·
12.21ἐν τῷ πορευθῆναι τὸν Δαυὶδ εἰς Σικελὰγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσῆ Ἐδνὰ καὶ Ἰωζαβὰθ καὶ Ῥωδιὴλ καὶ Μιχαὴλ καὶ Ἰωσαβαὶθ καὶ Ἐλιμοὺθ καὶ Σεμαθί, ἀρχηγοὶ χιλιάδων εἰσὶ τοῦ Μανασσῆ.
12.22καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυὶδ ἐπὶ τὸν γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει ·
12.23ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις τοῦ Θεοῦ.
12.24καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς, οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου.
12.25υἱοὶ Ἰούδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως.
12.26τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν.
12.27τῶν υἱῶν Λευὶ τετρακισχίλιοι καὶ ἑξακόσιοι.
12.28καὶ Ἰωδαὲ ὁ ἡγούμενος τῷ Ἀαρὼν καὶ μετ’αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι.
12.29καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύϊ καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἰκοσιδύο.
12.30καὶ τῶν υἱῶν Βενιαμὶν τῶν ἀδελφῶν Σαοὺλ τρεῖς χιλιάδες · καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαούλ.
12.31καὶ ἀπὸ υἱῶν Ἐφραὶμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύϊ, ἄνδρες ὀνομαστοὶ κατ’οἴκους πατριῶν αὐτῶν.
12.32καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ δεκαοκτὼ χιλιάδες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυίδ.
12.33καὶ ἀπὸ τῶν υἱῶν Ἰσσάχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι Ἰσραὴλ εἰς τὰς ἀρχὰς αὐτῶν, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ’αὐτῶν.
12.34καὶ ἀπὸ Ζαβουλὼν ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσι σκεύεσι πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυὶδ οὐ χεροκένως.
12.35καὶ ἀπὸ Νεφθαλὶ ἄρχοντες χίλιοι καὶ μετ’αὐτῶν ἐν θυρεοῖς καὶ δόρασι τριακονταεπτὰ χιλιάδες.
12.36καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἰκοσιοκτὼ χιλιάδες καὶ ὀκτακόσιοι.
12.37καὶ ἀπὸ τοῦ Ἀσὴρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες.
12.38καὶ ἐκ πέραν τοῦ Ἰορδάνου ἀπὸ Ῥουβὴν καὶ Γαδδὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν πᾶσι σκεύεσι πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες.
12.39πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρὼν τοῦ βασιλεῦσαι τὸν Δαυὶδ ἐπὶ πάντα Ἰσραήλ · καὶ ὁ κατάλοιπος Ἰσραὴλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυίδ.
12.40καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν οἰ ἀδελφοὶ αὐτῶν.
12.41καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ἰσσάχαρ καὶ Ζαβουλὼν καὶ Νεφθαλὶ ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν Ἰσραήλ.
13.1καὶ ἐβουλεύσατο Δαυὶδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων, παντὶ ἡγουμένῳ, καὶ εἶπε Δαυὶδ τῇ πάσῃ ἐκκλησίᾳ Ἰσραήλ ·
13.2εἰ ἐφ’ὑμῖν ἀγαθὸν καὶ παρὰ Κυρίου τοῦ Θεοῦ ἡμῶν εὐοδωθῇ, ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ Ἰσραήλ, καὶ μετ’αὐτῶν οἱ ἱερεῖς οἱ Λευῖται ἐν πόλεσι κατασχέσεως αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς, καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν πρὸς ἡμᾶς ·
13.3ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ’ἡμερῶν Σαούλ.
13.4καὶ εἶπε πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ.
13.5καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα Ἰσραὴλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ἡμὰθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ Θεοῦ ἐκ πόλεως Ἰαρίμ.
13.6καὶ ἀνήγαγεν αὐτὴν Δαυίδ, καὶ πᾶς Ἰσραὴλ ἀνέβη εἰς πόλιν Δαυίδ, ἣ ἦν τοῦ Ἰούδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ Κυρίου καθημένου ἐπὶ Χερουβίμ, οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ.
13.7καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ Θεοῦ ἐφ’ἅμαξαν καινὴν ἐξ οἴκου Ἀμαναδάβ, καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν.
13.8καὶ Δαυὶδ καὶ πᾶς Ἰσραὴλ παίζοντες ἐναντίον τοῦ Θεοῦ ἐν πάσῃ δυνάμει καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπάνοις, καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξι.
13.9καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος, καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος.
13.10καὶ ἐθυμώθη Κύριος ὀργῇ ἐπὶ Ὀζὰ καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν, καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ Θεοῦ.
13.11καὶ ἠθύμησε Δαυίδ, ὅτι διέκοψε Κύριος διακοπὴν ἐν Ὀζά, καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον Διακοπὴ Ὀζὰ ἕως τῆς ἡμέρας ταύτης.
13.12καὶ ἐφοβήθη Δαυὶδ τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων · πῶς εἰσοίσω τὴν κιβωτὸν τοῦ Θεοῦ πρὸς ἐμαυτόν;
13.13καὶ οὐκ ἀπέστρεψε Δαυὶδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυίδ, καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθθαίου.
13.14καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ Θεοῦ ἐν οἴκῳ Ἀβεδδαρὰ τρεῖς μῆνας · καὶ εὐλόγησεν ὁ Θεὸς Ἀβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ.
14.1καὶ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον.
14.2καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.
14.3καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας ἐν Ἱερουσαλήμ, καὶ ἐτέχθησαν Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.
14.4καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων, οἳ ἦσαν αὐτῷ ἐν Ἱερουσαλήμ · Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμὼν καὶ Ἰβαὰρ καὶ Ἐλισαὲ καὶ Ἐλιφαλὲτ καὶ Ναγὲθ καὶ Ναφὰγ καὶ Ἰαφιὲ καὶ Ἐλισαμαὲ καὶ Ἐλιαδὲ καὶ Ἐλιφαλέτ.
14.8καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυὶδ βασιλεὺς ἐπὶ πάντα Ἰσραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυίδ · καὶ ἤκουσε Δαυὶδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς.
14.9καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων.
14.10καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Θεοῦ λέγων · εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν αὐτῷ Κύριος · ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου.
14.11καὶ ἀνέβη εἰς Βαὰλ Φαρασὶν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυίδ · καὶ εἶπε Δαυίδ · διέκοψεν ὁ Θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος · διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ Φαρασίν.
14.12καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν οἱ ἀλλόφυλοι, καὶ εἶπε Δαυὶδ κατακαῦσαι αὐτοὺς ἐν πυρί.
14.13καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων.
14.14καὶ ἠρώτησε Δαυὶδ ἔτι ἐν Θεῷ, καὶ εἶπεν αὐτῷ ὁ Θεός · οὐ πορεύσῃ ὀπίσω αὐτῶν, ἀποστρέφου ἀπ’αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων ·
14.15καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων, τότε εἰσελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ Θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων.
14.16καὶ ἐποίησε καθὼς ἐνετείλατο αὐτῷ ὁ Θεός, καὶ ἐπάταξε τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαὼν ἕως Γαζηρά.
14.17καὶ ἐγένετο ὄνομα Δαυὶδ ἐν πάσῃ τῇ γῇ, καὶ Κύριος ἔδωκε τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.
15.1καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυίδ, καὶ ἡτοίμασε τὸν τόπον τῇ κιβωτῷ τοῦ Θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν.
15.2τότε εἶπε Δαυίδ · οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀλλ’ἢ τοὺς Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος αἴρειν τὴν κιβωτὸν Κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος.
15.3καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα Ἰσραὴλ ἐν Ἱερουσαλὴμ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Κυρίου εἰς τὸν τόπον, ὃν ἡτοίμασεν αὐτῇ.
15.4καὶ συνήγαγε Δαυὶδ τοὺς υἱοὺς Ἀαρὼν τοὺς Λευίτας.
15.5τῶν υἱῶν Καάθ · Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν εἴκοσι.
15.6τῶν υἱῶν Μεραρί · Ἀσαΐα ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι εἴκοσι.
15.7τῶν υἱῶν Γηρσάμ · Ἰωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν τριάκοντα.
15.8τῶν υἱῶν Ἐλισαφάν · Σεμεΐ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι.
15.9τῶν υἱῶν Χεβρών · Ἐλιὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὀγδοήκοντα.
15.10τῶν υἱῶν Ὀζιήλ · Ἀμιναδὰβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν δεκαδύο.
15.11καὶ ἐκάλεσε Δαυὶδ τὸν Σαδὼκ καὶ Ἀβιάθαρ, τοὺς ἱερεῖς, καὶ τοὺς Λευίτας, τὸν Οὐριήλ, Ἀσαΐαν καὶ Ἰωὴλ καὶ Σαμαίαν καὶ Ἐλιὴλ καὶ Ἀμιναδάβ, καὶ εἶπεν αὐτοῖς ·
15.12ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραήλ, οὗ ἡτοίμασα αὐτῇ ·
15.13ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ Θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐξεζητήσαμεν ἐν κρίματι.
15.14καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Θεοῦ Ἰσραήλ.
15.15καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ Θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ Θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπ’αὐτούς.
15.16καὶ εἶπε Δαυὶδ τοῖς ἄρχουσι τῶν Λευιτῶν · στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης.
15.17καὶ ἔστησαν οἱ Λευῖται τὸν Αἰμὰν υἱὸν Ἰωήλ · ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ἀσὰφ υἱὸς Βαραχία. καὶ ἐκ τῶν υἱῶν Μεραρὶ ἀδελφῶν αὐτοῦ Αἰθὰν υἱὸς Κισαίου.
15.18καὶ μετ’αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι Ζαχαρίας καὶ Ὀζιὴλ καὶ Σεμιραμὼθ καὶ Ἰεϊὴλ καὶ Ἐλιωὴλ καὶ Ἐλιὰβ καὶ Βαναία καὶ Μαασαΐα καὶ Ματταθία καὶ Ἐλιφαλία καὶ Μακενία καὶ Ἀβδεδὸμ καὶ Ἰεϊὴλ καὶ Ὀζίας, οἱ πυλωροί.
15.19καὶ οἱ ψαλτῳδοί, Αἰμάν, Ἀσὰφ καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι ·
15.20Ζαχαρίας καὶ Ὀζιήλ, Σεμιραμώθ, Ἰεϊήλ, Ὠνί, Ἐλιάβ, Μασαίας, Βαναίας ἐν νάβλαις ἐπὶ ἀλαιμώθ.
15.21καὶ Ματταθίας καὶ Ἐλιφαλίας καὶ Μακενίας καὶ Ἀβδεδὸμ καὶ Ἰεϊὴλ καὶ Ὀζίας ἐν κινύραις ἀμασενὶθ τοῦ ἐνισχῦσαι.
15.22καὶ Χωνενία ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν.
15.23καὶ Βαραχία καὶ Ἐλκανὰ πυλωροὶ τῆς κιβωτοῦ.
15.24καὶ Σοβνία καὶ Ἰωσαφὰτ καὶ Ναθαναὴλ καὶ Ἀμασαΐ καὶ Ζαχαρία καὶ Βαναΐ καὶ Ἐλιέζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ Θεοῦ. καὶ Ἀβδεδὸμ καὶ Ἰεΐα πυλωροὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ.
15.25καὶ ἦν Δαυὶδ καὶ οἱ πρεσβύτεροι Ἰσραὴλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης ἐξ οἴκου Ἀβδεδὸμ ἐν εὐφροσύνῃ.
15.26καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν Θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
15.27καὶ Δαυὶδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενίας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων, καὶ ἐπὶ Δαυὶδ στολὴ βυσσίνη.
15.28καὶ πᾶς Ἰσραὴλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφὲρ καὶ ἐν σάλπιγξι καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες ἐν νάβλαις καὶ ἐν κινύραις.
15.29καὶ ἐγένετο ἡ κιβωτὸς διαθήκης Κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυίδ, καὶ Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ παρέκυψε διὰ τῆς θυρίδος καὶ εἶδε τὸν βασιλέα Δαυὶδ ὀρχούμενον καὶ παίζοντα, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.
16.1καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυίδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ Θεοῦ.
16.2καὶ συνετέλεσε Δαυὶδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου.
16.3καὶ διεμέρισε παντὶ ἀνδρὶ Ἰσραὴλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην.
16.4καὶ ἔταξε κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης Κυρίου ἐκ τῶν Λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν Κύριον τὸν Θεὸν Ἰσραήλ ·
16.5Ἀσὰφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαρίας, Ἰεϊήλ, Σεμιραμώθ, Ἰεϊήλ, Ματταθίας, Ἐλιὰβ καὶ Βαναίας, καὶ Ἀβδεδὸμ καὶ Ἰεϊὴλ ἐν ὀργάνοις, νάβλαις, κινύραις, καὶ Ἀσὰφ ἐν κυμβάλοις ἀναφωνῶν.
16.6καὶ Βαναίας καὶ Ὀζιὴλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξι διαπαντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ Θεοῦ.
16.7ἐν τῇ ἡμέρᾳ ἐκείνη τότε ἔταξε Δαυὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν Κύριον ἐν χειρὶ Ἀσὰφ καὶ τῶν ἀδελφῶν αὐτοῦ.
16.8ἐξομολογεῖσθε τῷ Κυρίῳ, ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ, γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ.
16.9ᾄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ, διηγήσασθε πᾶσι τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησε Κύριος.
16.10αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ, εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ.
16.11ζητήσατε τὸν Κύριον καὶ ἰσχύσατε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός.
16.12μνημονεύετε τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησε, τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ.
16.13σπέρμα Ἰσραὴλ παῖδες αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.
16.14αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.
16.15μνημονεύων εἰς αἰῶνα διαθήκης αὐτοῦ, λόγον αὐτοῦ, ὃν ἐνετείλατο εἰς χιλίας γενεάς, ὃν διέθετο τῷ Ἁβραὰμ καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ἰσαάκ ·
16.17ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, τῷ Ἰσραὴλ διαθήκην αἰώνιον λέγων ·
16.18σοὶ δώσω τὴν γῆν Χαναὰν σχοίνισμα κληρονομίας ὑμῶν.
16.19ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ.
16.20καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον.
16.21οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς καὶ ἤλεγξε περὶ αὐτῶν βασιλεῖς ·
16.22μὴ ἅψησθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
16.23ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ.
16.24ἐξηγεῖσθε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.
16.25ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.
16.26ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα, καὶ ὁ Θεὸς ἡμῶν οὐρανοὺς ἐποίησε.
16.27δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ, ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ.
16.28δότε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, δότε τῷ Κυρίῳ δόξαν καὶ ἰσχύν ·
16.29δότε τῷ Κυρίῳ δόξαν ὀνόματος αὐτοῦ, λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε Κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ.
16.30φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ, κατορθωθήτω ἡ γῆ καὶ μὴ σαλευθήτω ·
16.31εὐφρανθήτω ὁ οὐρανὸς καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ εἰπάτωσαν ἐν τοῖς ἔθνεσι · Κύριος βασιλεύων.
16.32βομβήσει ἡ θάλασσα σὺν τῷ πληρώματι καὶ ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ ·
16.33τότε εὐφρανθήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου Κυρίου, ὅτι ἦλθε κρῖναι τὴν γῆν.
16.34ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
16.35καὶ εἴπατε · σῶσον ἡμᾶς, ὁ Θεὸς τῆς σωτηρίας ἡμῶν, καὶ ἄθροισον ἡμᾶς, καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσί σου.
16.36εὐλογημένος Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος · καὶ ἐρεῖ πᾶς ὁ λαός · ἀμήν. καὶ ᾔνεσαν τῷ Κυρίῳ.
16.37καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης Κυρίου τὸν Ἀσὰφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διαπαντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν.
16.38καὶ Ἀβδεδὸμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑξήκοντα καὶ ὀκτώ, καὶ Ἀβδεδὸμ υἱὸς Ἰδιθοὺν καὶ Ὀσσὰ εἰς πυλωρούς.
16.39καὶ τὸν Σαδὼκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον τῆς σκηνῆς Κυρίου ἐν Βαμὰ τῇ ἐν Γαβαὼν τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ Κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διαπαντὸς τὸ πρωΐ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ Κυρίου ὅσα ἐνετείλατο ἐφ’υἱοῖς Ἰσραὴλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ Θεοῦ ·
16.41καὶ μετ’αὐτοῦ Αἰμὰν καὶ Ἰδιθοὺν καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ’ὀνόματος τοῦ αἰνεῖν τὸν Κύριον, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ μετ’αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ, οἱ δὲ υἱοὶ Ἰδιθοὺν εἰς τὴν πύλην.
16.43καὶ ἐπορεύθη πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐπέστρεψε Δαυὶδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ.
17.1καὶ ἐγένετο ὡς κατῴκησε Δαυὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν τὸν προφήτην · ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέρρεων.
17.2καὶ εἶπε Νάθαν πρὸς Δαυίδ · πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει, ὅτι Θεὸς μετὰ σοῦ.
17.3καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος Κυρίου πρὸς Νάθαν ·
17.4πορεύου καὶ εἰπὸν πρὸς Δαυὶδ τὸν δοῦλόν μου · οὕτως εἶπε Κύριος · οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ ·
17.5ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν Ἰσραήλ, ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καλύμματι ἐν πᾶσιν, οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ ·
17.6εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραήλ, οἷς ἐνετειλάμην τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων, ὅτι οὐκ ᾠκοδομήσατέ μοι οἶκον κέδρινον.
17.7καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυίδ · τάδε λέγει Κύριος παντοκράτωρ · ἐγὼ ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ ·
17.8καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύθης, καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.
17.9καὶ θήσομαι τόπον τῷ λαῷ μου Ἰσραὴλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ’ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ’ἀρχῆς καὶ ἀφ’ἡμερῶν, ὦν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἐταπείνωσα πάντας τοὺς ἐχθρούς σου, καὶ αὐξήσω σε, καὶ οἶκον οἰκοδομήσει σοι Κύριος.
17.11καὶ ἔσται ὅταν πληρωθῶσιν ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ ·
17.12αὐτὸς οἰκοδομήσει μοι οἶκον, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος.
17.13ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν · καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου.
17.14καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος.
17.15κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησε Νάθαν πρὸς Δαυίδ.
17.16καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ καὶ ἐκάθισεν ἀπέναντι Κυρίου καὶ εἶπε · τίς εἰμι ἐγὼ Κύριε ὁ Θεός, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος;
17.17καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου, ὁ Θεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με ὡς ὅρασις τοῦ ἀνθρώπου καὶ ὕψωσάς με, Κύριε ὁ Θεός.
17.18τί προσθήσει ἔτι Δαυὶδ πρός σε τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας.
17.19καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην.
17.20Κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ κατὰ πάντα, ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν.
17.21καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ἰσραὴλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ὁ Θεὸς τοῦ λυτρώσασθαι λαὸν ἑαυτῷ, τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανές, τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου, οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου, ἔθνη.
17.22καὶ ἔδωκας τὸν λαόν σου Ἰσραὴλ σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σύ, Κύριε, ἐγενήθης αὐτοῖς εἰς Θεόν.
17.23καὶ νῦν, Κύριε, ὁ λόγος σου, ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πιστωθήτω ἕως αἰῶνος. καὶ ποίησον καθὼς ἐλάλησας, καὶ πιστωθήτω καὶ μεγαλυνθήτω τὸ ὄνομά σου ἕως αἰῶνος λεγόντων ·
17.24Κύριε Κύριε, παντοκράτωρ Θεὸς Ἰσραήλ, καὶ ὁ οἶκος Δαυὶδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου.
17.25ὅτι σὺ Κύριος ὁ Θεός μου ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον · διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου.
17.26καὶ νῦν, Κύριε, σὺ εἶ αὐτὸς Θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα ·
17.27καὶ νῦν ἦρξαι τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου · ὅτι σύ, Κύριε, εὐλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα.
18.1καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβε τὴν Γὲθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων.
18.2καὶ ἐπάταξε τὴν Μωάβ, καὶ ἦσαν Μωὰβ παῖδες τῷ Δαυὶδ φέροντες δῶρα.
18.3καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ βασιλέα Σουβὰ Ἡμάθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην.
18.4καὶ προκατελάβετο Δαυὶδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν · καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα.
18.5καὶ ἦλθε Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Ἀδρααζὰρ βασιλεῖ Σουβά, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν.
18.6καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυὶδ εἰς παῖδας φέροντας δῶρα, καὶ ἔσωζε Κύριος Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.
18.7καὶ ἔλαβε Δαυὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τοὺς παῖδας Ἀδρααζάρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ἱερουσαλήμ.
18.8καὶ ἐκ τῆς μεταβηχὰς καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν Ἀδρααζὰρ ἔλαβε Δαυὶδ χαλκὸν πολὺν σφόδρα · ἐξ αὐτοῦ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ.
18.9καὶ ἤκουσε Θωὰ βασιλεὺς Ἡμὰθ ὅτι ἐπάταξε Δαυὶδ τὴν πᾶσαν δύναμιν Ἀδρααζὰρ βασιλέως Σουβά, καὶ ἀπέστειλε τὸν Ἀδουρὰμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυὶδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν Ἀδρααζὰρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Θωὰ ἦν τῷ Ἀδρααζάρ.
18.11καὶ πάντα τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ, καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ Ἰδουμαίας καὶ Μωὰβ καὶ ἐξ υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλήκ.
18.12καὶ Ἀβεσσὰ υἱὸς Σαρουΐας ἐπάταξε τὴν Ἰδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτωκαίδεκα χιλιάδας.
18.13καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς · καὶ ἦσαν πάντες οἱ Ἰδουμαῖοι παῖδες Δαυίδ. καὶ ἔσωζε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.
18.14καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα Ἰσραὴλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ.
18.15καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλοὺδ ὑπομνηματογράφος καὶ Σαδὼκ υἱὸς Ἀχιτὼβ καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς καὶ Σουσὰ γραμματεὺς καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τοῦ Χερεθθὶ καὶ ἐπὶ τοῦ Φελεθθὶ καὶ υἱοὶ Δαυὶδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως.
19.1καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανε Ναὰς βασιλεὺς υἱῶν Ἀμμών, καὶ ἐβασίλευσεν Ἀνὰν υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ.
19.2καὶ εἶπε Δαυίδ · ποιήσω ἔλεος μετὰ Ἀνὰν υἱοῦ Ναάς, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ’ἐμοῦ ἔλεος · καὶ ἀπέστειλεν ἀγγέλους Δαυὶδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυὶδ εἰς γῆν υἱῶν Ἀμμὼν πρὸς Ἀνὰν τοῦ παρακαλέσαι αὐτόν.
19.3καὶ εἶπον ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἀνάν · μὴ δοξάζων Δαυὶδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέ σοι παρακαλοῦντας; οὐχὶ ὅπως ἐξερευνήσωσι τὴν πόλιν καὶ τοῦ κατασκοπῆσαι τὴν γῆν ἦλθον παῖδες αὐτοῦ πρός σε;
19.4καὶ ἔλαβεν Ἀνὰν τοὺς παῖδας Δαυὶδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλε τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς.
19.5καὶ ἦλθον ἀπαγγεῖλαι τῷ Δαυὶδ περὶ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς, ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα. καὶ εἶπεν ὁ βασιλεύς · καθίσατε ἐν Ἱεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἀνακάμψατε.
19.6καὶ εἶδον οἱ υἱοὶ Ἀμμὼν ὅτι ᾐσχύνθη λαὸς Δαυίδ, καὶ ἀπέστειλεν Ἀνὰν καὶ υἱοὶ Ἀμμὼν χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχὰ καὶ παρὰ Σωβὰ ἅρματα καὶ ἱππεῖς.
19.7καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα Μοοχὰ καὶ τὸν λαὸν αὐτοῦ καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβά, καὶ οἱ υἱοὶ Ἀμμὼν συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι.
19.8καὶ ἤκουσε Δαυὶδ καὶ ἀπέστειλε τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν στρατιὰν τῶν δυνατῶν.
19.9καὶ ἐξῆλθον οἱ υἱοὶ Ἀμμὼν καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως, καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ’ἑαυτοὺς ἐν τῷ πεδίῳ.
19.10καὶ εἶδεν Ἰωὰβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν, καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ἰσραήλ, καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου ·
19.11καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν Ἀμμών.
19.12καὶ εἶπεν · ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ ὁ Σύρος, καὶ ἔσῃ μοι εἰς σωτηρίαν, καὶ ἐὰν οἱ υἱοὶ Ἀμμὼν κρατήσωσιν ὑπὲρ σέ, καὶ σώσω σε ·
19.13ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει.
19.14καὶ παρετάξατο Ἰωὰβ καὶ ὁ λαὸς ὁ μετ’αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον, καὶ ἔφυγον ἀπ’αὐτῶν.
19.15καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδον ὅτι ἔφυγον οἱ Σύροι, καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ἀβεσσὰ καὶ ἀπὸ προσώπου Ἰωὰβ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν. καὶ ἦλθεν Ἰωὰβ εἰς Ἱερουσαλήμ.
19.16καὶ εἶδεν ὁ Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ἰσραήλ, καὶ ἀπέστειλεν ἀγγέλους, καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφὰ ἀρχιστράτηγος δυνάμεως Ἀδρααζὰρ ἔμπροσθεν αὐτῶν.
19.17καὶ ἀπηγγέλη τῷ Δαυίδ, καὶ συνήγαγε τὸν πάντα Ἰσραὴλ καὶ διέβη τὸν Ἰορδάνην καὶ ἦλθεν ἐπ’αὐτοὺς καὶ παρετάξατο ἐπ’αὐτούς, καὶ παρατάσσεται Σύρος ἐξεναντίας Δαυὶδ εἰς πόλεμον καὶ ἐπολέμησαν αὐτόν, καὶ ἔφυγε Σύρος ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἀπέκτεινε Δαυὶδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν καὶ τὸν Σωφὰ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινε.
19.19καὶ εἶδον παῖδες Ἀδρααζὰρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ἰσραήλ, καὶ διέθεντο μετὰ Δαυὶδ καὶ ἐδούλευσαν αὐτῷ · καὶ οὐκ ἠθέλησε Σύρος τοῦ βοηθῆσαι τοῖς υἱοῖς Ἀμμὼν ἔτι.
20.1καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν Ἰωὰβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς, καὶ ἔφθειραν τὴν χώραν υἱῶν Ἀμμών · καὶ ἦλθε καὶ περιεκάθισε τὴν Ῥαββά · καὶ Δαυὶδ ἐκάθισεν ἐν Ἱερουσαλήμ · καὶ ἐπάταξεν Ἰωὰβ τὴν Ῥαββὰ καὶ κατέσκαψεν αὐτήν.
20.2καὶ ἔλαβε Δαυὶδ τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ ἐν αὐτῷ λίθος τίμιος, καὶ ἦν ἐπὶ τὴν κεφαλὴν Δαυίδ · καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα.
20.3καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγε καὶ διέπρισε πρίοσι καὶ ἐν σκεπάρνοις σιδηροῖς καὶ ἐν διασχίζουσι · καὶ οὕτως ἐποίησε Δαυὶδ τοῖς πᾶσιν υἱοῖς Ἀμμών. καὶ ἀνέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς Ἱερουσαλήμ.
20.4καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζὲρ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξε Σοβοχαὶ ὁ Οὐσαθὶ τὸν Σαφοὺ ἀπὸ τῶν υἱῶν τῶν γιγάντων, καὶ ἐταπείνωσεν αὐτόν.
20.5καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ἐλλανὰν υἱὸς Ἰαΐρ τὸν Λαχμὶ ἀδελφὸν Γολιὰθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.
20.6καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ, καὶ ἦν ἀνὴρ ὑπερμεγέθης, καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ, εἰκοσιτέσσαρες, καὶ οὗτος ἦν ἀπόγονος γιγάντων.
20.7καὶ ὠνείδισε τὸν Ἰσραήλ, καὶ ἐπάταξεν αὐτὸν Ἰωνάθαν υἱὸς Σαμαὰ ἀδελφοῦ Δαυίδ.
20.8οὗτοι ἐγένοντο Ῥαφὰ ἐν Γέθ · πάντες ἦσαν τέσσαρες γίγαντες, καὶ ἔπεσον ἐν χειρὶ Δαυὶδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ.
21.1καὶ ἔστη διάβολος ἐν τῷ Ἰσραὴλ καὶ ἐπέσεισε τὸν Δαυὶδ τοῦ ἀριθμῆσαι τὸν Ἰσραήλ.
21.2καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως · πορεύθητε, ἀριθμήσατε τὸν Ἰσραὴλ ἀπὸ Βηρσαβεὲ καὶ ἕως Δὰν καὶ ἐνέγκατε πρός με, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν.
21.3καὶ εἶπεν Ἰωάβ · προσθείη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως βλέποντες · πάντες τῷ κυρίῳ μου παῖδες · ἱνατί ζητεῖ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ἰσραήλ.
21.4τὸ δὲ ρῆμα τοῦ βασιλέως ἴσχυσεν ἐπὶ Ἰωάβ, καὶ ἐξῆλθεν Ἰωὰβ καὶ διῆλθεν ἐν παντὶ Ἰσραὴλ καὶ ἦλθεν εἰς Ἱερουσαλήμ.
21.5καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυίδ, καὶ ἦν πᾶς Ἰσραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ υἱοὶ Ἰούδα τετρακόσιαι καὶ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν.
21.6καὶ τὸν Λευὶ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσε λόγος τοῦ βασιλέως τὸν Ἰωάβ.
21.7καὶ πονηρὸν ἐναντίον τοῦ Θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξε τὸν Ἰσραήλ.
21.8καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν · ἡμάρτηκα σφόδρα, ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο · καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώθην σφόδρα.
21.9καὶ ἐλάλησε Κύριος πρὸς Γὰδ τὸν ὁρῶντα λέγων ·
21.10πορεύου καὶ λάλησον πρὸς Δαυὶδ λέγων · οὕτω λέγει Κύριος · τρία αἱρῶ ἐγὼ ἐπὶ σέ, ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι.
21.11καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ καὶ εἶπεν αὐτῷ · οὕτως λέγει Κύριος · ἔκλεξαι σεαυτῷ ἢ τρία ἔτη λιμοῦ, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου καὶ μάχαιραν ἐχθρῶν σου τοῦ ἐξολοθρεῦσαι, ἢ τρεῖς ἡμέρας ρομφαίαν Κυρίου καὶ θάνατον ἐν τῇ γῇ καὶ ἄγγελος Κυρίου ἐξολοθρεύων ἐν πάσῃ κληρονομίᾳ Ἰσραήλ ·
21.12καὶ νῦν ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με λόγον.
21.13καὶ εἶπε Δαυὶδ πρὸς Γάδ · στενά μοι καὶ τὰ τρία σφόδρα · ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω.
21.14καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραήλ, καὶ ἔπεσον ἐξ Ἰσραὴλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.
21.15καὶ ἀπέστειλεν ὁ Θεὸς ἄγγελον εἰς Ἱερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι αὐτήν. καὶ ὡς ἐξωλόθρευσεν, εἶδε Κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ ἀγγέλῳ τῷ ἐξολοθρεύοντι · ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου · καὶ ὁ ἄγγελος Κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.
21.16καὶ ἐπῇρε Δαυὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ ρομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ἱερουσαλήμ · καὶ ἔπεσε Δαυὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν.
21.17καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν · οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ; καὶ ἐγώ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα, καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν; Κύριε ὁ Θεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, Κύριε.
21.18καὶ ἄγγελος Κυρίου εἶπε τῷ Γὰδ τοῦ εἰπεῖν πρὸς Δαυίδ, ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον Κυρίῳ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.
21.19καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ, ὃν ἐλάλησεν ἐν ὀνόματι Κυρίου.
21.20καὶ ἐπέστρεψεν Ὀρνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τέσσαρας υἱοὺς αὐτοῦ μετ’αὐτοῦ μεθαχαβίν · καὶ Ὀρνὰ ἦν ἁλοῶν πυρούς.
21.21καὶ ἦλθε Δαυὶδ πρὸς Ὀρνά, καὶ Ὀρνὰ ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησε τῷ Δαυὶδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν.
21.22καὶ εἶπε Δαυὶδ πρὸς Ὀρνά · δός μοι τὸν τόπον σου τῆς ἅλω, καὶ οἰκοδομήσω ἐπ’αὐτῷ θυσιαστήριον τῷ Κυρίῳ · ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ.
21.23καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυίδ · λαβὲ σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον ἑαυτοῦ · ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα.
21.24καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ τῷ Ὀρνά · οὐχί, ὅτι ἀγοράζων ἀγοράσω ἐν ἀργυρίῳ ἀξίῳ, ὅτι οὐ μὴ λάβω ἅ ἐστί σοι Κυρίῳ τοῦ ἀνανέγκαι ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ.
21.25καὶ ἔδωκε Δαυὶδ τῷ Ὀρνὰ ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους.
21.26καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου · καὶ ἐβόησε πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατηνάλωσε τὴν ὁλοκαύτωσιν.
21.27καὶ εἶπε Κύριος πρὸς τὸν ἄγγελον, καὶ κατέθηκε τὴν ρομφαίαν εἰς τὸν κολεὸν αὐτῆς.
21.28ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυὶδ ὅτι ἐπήκουσεν αὐτῷ Κύριος ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ.
21.29καὶ σκηνὴ Κυρίου, ἣν ἐποίησε Μωυσῆς ἐν τῇ ἐρήμῳ, καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμὰ ἐν Γαβαών ·
21.30καὶ οὐκ ἐδύνατο Δαυὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν Θεόν, ὅτι οὐ κατέσπευσεν ἀπὸ προσώπου τῆς ρομφαίας ἀγγέλου Κυρίου.
22.1καὶ εἶπε Δαυίδ · οὗτός ἐστιν ὁ οἶκος Κυρίου τοῦ Θεοῦ καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ Ἰσραήλ.
22.2καὶ εἶπε Δαυὶδ συναγαγεῖν πάντας τοὺς προσηλύτους τοὺς ἐν γῇ Ἰσραὴλ καὶ κατέστησε λατόμους λατομῆσαι λίθους ξυστοὺς τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ.
22.3καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τῶν θυρωμάτων καὶ τῶν πυλῶν καὶ τοὺς στροφεῖς ἡτοίμασε Δαυὶδ καὶ χαλκὸν εἰς πλῆθος, οὐκ ἦν σταθμός ·
22.4καὶ ξύλα κέδρινα, οὐκ ἦν ἀριθμός, ὅτι ἐφέροσαν οἱ Σιδώνιοι καὶ οἱ Τύριοι ξύλα κέδρινα εἰς πλῆθος τῷ Δαυίδ.
22.5καὶ εἶπε Δαυίδ · Σαλωμὼν ὁ υἱός μου παιδάριον ἁπαλόν, καὶ ὁ οἶκος τοῦ οἰκοδομῆσαι τῷ Κυρίῳ εἰς μεγαλωσύνην ἄνω, εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν ἑτοιμάσω αὐτῷ · καὶ ἡτοίμασε Δαυὶδ εἰς πλῆθος ἔμπροσθεν τῆς τελευτῆς αὐτοῦ.
22.6καὶ ἐκάλεσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ τοῦ οἰκοδομῆσαι τὸν οἶκον τῷ Κυρίῳ Θεῷ Ἰσραήλ.
22.7καὶ εἶπε Δαυὶδ Σαλωμών · τέκνον, ἐμοὶ ἐγένετο ἐπὶ ψυχῇ τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ.
22.8καὶ ἐγένετό μοι λόγος Κυρίου λέγων · αἷμα εἰς πλῆθος ἐξέχεας καὶ πολέμους μεγάλους ἐποίησας · οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου, ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τὴν γῆν ἐναντίον μου.
22.9ἰδοὺ υἱὸς τίκτεταί σοι, οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, ὅτι Σαλωμὼν ὄνομα αὐτῷ, καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ Ἰσραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ.
22.10οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ οὗτος ἔσται μοι εἰς υἱὸν κα- κἀγὼ αὐτῷ εἰς πατέρα, καὶ ἀνορθώσω θρόνον βασιλείας αὐτοῦ ἐν Ἰσραὴλ ἕως αἰῶνος.
22.11καὶ νῦν, υἱέ μου, ἔσται μετὰ σοῦ Κύριος, καὶ εὐοδώσει, καὶ οἰκοδομήσεις οἶκον τῷ Κυρίῳ Θεῷ σου, ὡς ἐλάλησε περὶ σοῦ.
22.12ἀλλ’ἢ δῴη σοι σοφίαν καὶ σύνεσιν Κύριος καὶ κατισχύσαι σε ἐπὶ Ἰσραὴλ καὶ τοῦ φυλάσσεσθαι καὶ τοῦ ποιεῖν τὸν νόμον Κυρίου τοῦ Θεοῦ σου.
22.13τότε εὐοδώσει, ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐπὶ Ἰσραήλ · ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μη δὲ πτοηθῇς.
22.14καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον Κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον, οὗ οὐκ ἔστι σταθμός, ὅτι εἰς πλῆθός ἐστι · καὶ ξύλα καὶ λίθους ἡτοίμασα, καὶ πρὸς ταῦτα πρόσθες.
22.15καὶ μετὰ σοῦ εἰς πλῆθος ποιούντων ἔργα, τεχνῖται καὶ οἰκοδόμοι λίθων καὶ τέκτονες ξύλων καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ, ἐν χρυσίῳ καὶ ἀργυρίῳ, ἐν χαλκῷ καὶ ἐν σιδήρῳ οὐκ ἔστιν ἀριθμός.
22.16ἀνάστηθι καὶ ποίει, καὶ Κύριος μετὰ σοῦ.
22.17καὶ ἐνετείλατο Δαυὶδ τοῖς πᾶσιν ἄρχουσιν Ἰσραὴλ ἀντιλαβέσθαι τῷ Σαλωμὼν υἱῷ αὐτοῦ ·
22.18οὐχὶ Κύριος μεθ’ὑμῶν; καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν, ὅτι ἔδωκεν ἐν χερσὶν ὑμῶν τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ὑπετάγη ἡ γῆ ἐναντίον Κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ.
22.19νῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ Κυρίῳ Θεῷ ὑμῶν καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα τῷ Θεῷ ὑμῶν τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ Θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι Κυρίου.
23.1καὶ Δαυὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ ἐβασίλευσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ ἀντ’αὐτοῦ ἐπὶ Ἰσραήλ.
23.2καὶ συνήγαγε τοὺς πάντας ἄρχοντας Ἰσραὴλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας.
23.3καὶ ἠρίθμησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας.
23.4ἀπὸ τῶν ἐργοδιωκτῶν ἐπὶ τὰ ἔργα οἴκου Κυρίου εἰκοσιτέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ Κυρίῳ ἐν ὀργάνοις, οἷς ἐποίησε τοῦ αἰνεῖν τῷ Κυρίῳ.
23.6καὶ διεῖλεν αὐτοὺς Δαυὶδ ἐφημερίας τοῖς υἱοῖς Λευί, τῷ Γεδσών, Καὰθ καὶ Μεραρί.
23.7καὶ τῷ Γεδσών · Ἐδὰν καὶ Σεμεΐ.
23.8υἱοὶ τῷ Ἐδάν · ἄρχων Ἰεϊὴλ καὶ Ζηθὰν καὶ Ἰωήλ, τρεῖς.
23.9υἱοὶ Σεμεΐ · Σαλωμίθ, Ἰεϊὴλ καὶ Δάν, τρεῖς. οὗτοι ἄρχοντες πατριῶν τῶν Ἐδάν.
23.10καὶ τοῖς υἱοῖς Σεμεΐ · Ἰὲθ καὶ Ζιζὰ καὶ Ἰωὰς καὶ Βεριά · οὗτοι υἱοὶ Σεμεΐ τέσσαρες.
23.11καὶ ἦν Ἰὲθ ὁ ἄρχων καὶ Ζιζὰ ὁ δεύτερος · καὶ Ἰωὰς καὶ Βεριὰ οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν.
23.12υἱοὶ Καάθ · Ἀμβράμ, Ἰσαάρ, Χεβρών, Ὀζιήλ, τέσσαρες.
23.13υἱοὶ Ἀμβράμ, Ἀαρὼν καὶ Μωυσῆς. καὶ διεστάλη Ἀαρὼν τοῦ ἁγιασθῆναι ἅγια ἁγίων, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος, τοῦ θυμιᾶν ἐναντίον τοῦ Κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος.
23.14καὶ Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευί.
23.15υἱοὶ Μωυσῆ · Γηρσὰμ καὶ Ἐλιέζερ.
23.16υἱοὶ Γηρσάμ · Σουβαὴλ ὁ ἄρχων.
23.17καὶ ἦσαν υἱοὶ τῷ Ἐλιέζερ · Ῥαβιὰ ὁ ἄρχων · καὶ οὐκ ἦσαν τῷ Ἐλιέζερ υἱοὶ ἕτεροι. καὶ υἱοὶ Ῥαβιὰ ηὐξήθησαν εἰς ὕψος.
23.18υἱοὶ Ἰσαάρ · Σαλωμὼθ ὁ ἄρχων.
23.19υἱοὶ Χεβρών · Ἱεριὰ ὁ ἄρχων, Ἀμαδιὰ ὁ δεύτερος, Ἱεζιὴλ ὁ τρίτος, Ἰεκεμίας ὁ τέταρτος.
23.20υἱοὶ Ὀζιήλ · Μιχὰ ὁ ἄρχων καὶ Ἰσιὰ ὁ δεύτερος.
23.21υἱοὶ Μεραρί · Μοολὶ καὶ Μουσί. υἱοὶ Μοολί · Ἐλεάζαρ καὶ Κίς.
23.22καὶ ἀπέθανεν Ἐλεάζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοί, ἀλλ’ἢ θυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κὶς ἀδελφοὶ αὐτῶν.
23.23υἱοὶ Μουσί · Μοολὶ καὶ Ἐδὲρ καὶ Ἰαριμώθ, τρεῖς.
23.24οὗτοι υἱοὶ Λευὶ κατ’οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου Κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω.
23.25ὅτι εἶπε Δαυίδ · κατέπαυσε Κύριος ὁ Θεὸς Ἰσραὴλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν Ἱερουσαλὴμ ἕως αἰῶνος.
23.26καὶ οἱ Λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς ·
23.27ὅτι ἐν τοῖς λόγοις Δαυὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευὶ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ·
23.28ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χειρὶ Ἀαρὼν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ Θεοῦ καὶ εἰς τοὺς ἄρτους τῆς προθέσεως καὶ εἰς τὴν σεμίδαλιν τῆς θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πᾶν μέτρον καὶ τοῦ στῆναι πρωΐ τοῦ αἰνεῖν καὶ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ οὕτω τὸ ἑσπέρας καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ Κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς, κατὰ ἀριθμόν, κατὰ τὴν κρίσιν ἐπ’αὐτοῖς διαπαντὸς τῷ Κυρίῳ.
23.32καὶ φυλάξουσι τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὴν φυλακὴν τοῦ ἁγίου καὶ τὰς φυλακὰς υἱῶν Ἀαρὼν ἀδελφῶν αὐτῶν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου.
24.1καὶ τοῖς υἱοῖς Ἀαρὼν διαιρέσεις · Ναδὰβ καὶ Ἀβιοὺδ καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ.
24.2καὶ ἀπέθανε Ναδὰβ καὶ Ἀβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς · καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθάμαρ υἱοὶ Ἀαρών.
24.3καὶ διεῖλεν αὐτοὺς Δαυὶδ καὶ Σαδὼκ ἐκ τῶν υἱῶν Ἐλεάζαρ καὶ Ἀχιμέλεχ ἐκ τῶν υἱῶν Ἰθάμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατ’οἴκους πατριῶν αὐτῶν.
24.4καὶ εὑρέθησαν οἱ υἱοὶ Ἐλεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ἰθάμαρ, καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς Ἐλεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἑκκαίδεκα, καὶ τοῖς υἱοῖς Ἰθάμαρ κατ’οἴκους πατριῶν ὀκτώ.
24.5καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς Ἐλεάζαρ καὶ ἐν τοῖς υἱοῖς Ἰθάμαρ.
24.6καὶ ἔγραψεν αὐτοὺς Σαμαΐας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ Ἐλεάζαρ καὶ εἷς εἷς τῷ Ἰθάμαρ.
24.7καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ἰωαρίμ, τῷ Ἰεδίᾳ ὁ δεύτερος, τῷ Χαρὶβ ὁ τρίτος, τῷ Σεωρὶμ ὁ τέταρτος, τῷ Μελχίᾳ ὁ πέμπτος, τῷ Μεϊαμὶν ὁ ἕκτος, τῷ Κὼς ὁ ἕβδομος, τῷ Ἀβίᾳ ὁ ὄγδοος, τῷ Ἰησοῦ ὁ ἔνατος, τῷ Σεχενίᾳ ὁ δέκατος, τῷ Ἐλιαβὶ ὁ ἑνδέκατος, τῷ Ἰακὶμ ὁ δωδέκατος, τῷ Ὀπφᾷ ὁ τρισκαιδέκατος, τῷ Ἰεσβαὰλ ὁ τεσσαρεσκαιδέκατος, τῷ Βελγᾷ ὁ πεντεκαιδέκατος, τῷ Ἐμμὴρ ὁ ἑκκαιδέκατος, τῷ Χηζὶν ὁ ἑπτακαιδέκατος, τῷ Ἀφεσὴ ὁ ὀκτωκαιδέκατος, τῷ Φεταίᾳ ὁ ἐννεακαιδέκατος, τῷ Ἐζεκὴλ ὁ εἰκοστός, τῷ Ἀχὶμ ὁ εἷς καὶ εἰκοστός, τῷ Γαμοὺλ ὁ δεύτερος καὶ εἰκοστός, τῷ Ἀδαλλαὶ ὁ τρίτος καὶ εἰκοστός, τῷ Μαασαὶ ὁ τέταρτος καὶ εἰκοστός.
24.19αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ἀαρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ.
24.20καὶ τοῖς υἱοῖς Λευὶ τοῖς καταλοίποις · τοῖς υἱοῖς Ἀμβρὰμ Σωβαήλ · τοῖς υἱοῖς Σωβαὴλ Ἰεδία.
24.21τῷ Ῥααβίᾳ ὁ ἄρχων Ἰεσίας, καὶ τῷ Ἰσααρὶ Σαλωμώθ ·
24.22τοῖς υἱοῖς Σαλωμὼθ Ἰάθ.
24.23υἱοὶ Ἰεδιοῦ · Ἀμαδία ὁ δεύτερος, Ἰαζιὴλ ὁ τρίτος, Ἰεκμοὰμ ὁ τέταρτος.
24.24τοῖς υἱοῖς Ὀζιὴλ Μιχά · υἱοὶ Μιχὰ Σαμήρ.
24.25ἀδελφὸς Μιχὰ Ἰσία · υἱὸς Ἰσία Ζαχαρία.
24.26υἱοὶ Μεραρὶ Μοολὶ καὶ Μουσί. υἱοὶ Ὀζία υἱοὶ Βοννί.
24.27υἱοὶ Μεραρὶ τῷ Ὀζίᾳ, υἱοὶ αὐτοῦ Ἰσοὰμ καὶ Σακχοὺρ καὶ Ἀβαΐ, τῷ Μοολὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ ·
24.28καὶ ἀπέθανεν Ἐλεάζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί.
24.29τῷ Κίς · υἱοὶ τοῦ Κὶς Ἱεραμεήλ.
24.30καὶ υἱοὶ τοῦ Μουσὶ Μοολὶ καὶ Ἐδὲρ καὶ Ἰαριμώθ. οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ’οἴκους πατριῶν αὐτῶν.
24.31καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ἀαρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ Ἀχιμέλεχ καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, πατριάρχαι ἀραὰβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.
25.1καὶ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν καὶ Ἰδιθοὺν τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν.
25.2υἱοὶ Ἀσάφ, Σακχοὺρ Ἰωσὴφ καὶ Ναθανίας καὶ Ἐραήλ, υἱοὶ Ἀσὰφ ἐχόμενοι τοῦ βασιλέως.
25.3τῷ Ἰδιθοὺν υἱοὶ Ἰδιθούν · Γοδολίας καὶ Σουρὶ καὶ Ἰσέας καὶ Σεμεΐ καὶ Ἀσαβίας καὶ Ματταθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθούν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ Κυρίῳ.
25.4τῷ Αἰμὰν υἱοὶ Αἰμάν · Βουκίας καὶ Ματθανίας καὶ Ὀζιὴλ καὶ Σουβαὴλ καὶ Ἰεριμὼθ καὶ Ἀνανίας καὶ Ἀνὰν καὶ Ἑλιαθὰ καὶ Γοδολλαθὶ καὶ Ῥωμετθιέζερ καὶ Ἰεσβασακὰ καὶ Μαλλιθὶ καὶ Ὠθηρὶ καὶ Μεαζώθ ·
25.5πάντες οὗτοι υἱοὶ τῷ Αἰμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ ὑψῶσαι κέρας. καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τεσσαρεσκαίδεκα, καὶ θυγατέρας τρεῖς.
25.6πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ Θεοῦ, ἐν κυμβάλοις καὶ νάβλαις καὶ ἐν κινύραις εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχόμενα τοῦ βασιλέως καὶ Ἀσάφ, καὶ Ἰδιθοὺν καὶ Αἰμάν.
25.7καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν Κυρίῳ, πᾶς συνιών, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ.
25.8καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων.
25.9καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ἀσὰφ τῷ Ἰωσὴφ Γοδολίας · ὁ δεύτερος Ἡνεία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.10ὁ τρίτος Ζακχούρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.11ὁ τέταρτος Ἰεσρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.12ὁ πέμπτος Ναθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.13ὁ ἕκτος Βουκίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.14ὁ ἕβδομος Ἰσεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.15ὁ ὄγδοος Ἰωσία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.16ὁ ἔνατος Ματθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.17ὁ δέκατος Σεμεΐα, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.18ὁ ἑνδέκατος Ἀσριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.19ὁ δωδέκατος Ἀσαβία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.20ὁ τρισκαιδέκατος Σουβαήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.21ὁ τεσσαρεσκαιδέκατος Ματταθίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.22ὁ πεντεκαιδέκατος Ἰεριμώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.23ὁ ἑκκαιδέκατος Ἀνανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.24ὁ ἑπτακαιδέκατος Ἰεσβασακά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.25ὁ ὀκτωκαιδέκατος Ἀνανί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.26ὁ ἐννεακαιδέκατος Μαλλιθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.27ὁ εἰκοστὸς Ἑλιαθά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.28ὁ εἰκοστὸς πρῶτος Ὠθηρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.29ὁ εἰκοστὸς δεύτερος Γοδολλαθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.30ὁ εἰκοστὸς τρίτος Μεαζώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο ·
25.31ὁ εἰκοστὸς τέταρτος Ῥωμετθιέζερ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο.
26.1εἰς διαιρέσεις τῶν πυλῶν · υἱοὶ Κορεΐμ Μοσελλεμία υἱὸς Κωρὴ ἐκ τῶν υἱῶν Ἀσάφ.
26.2καὶ τῷ Μοσελλεμίᾳ υἱοί · Ζαχαρίας ὁ πρωτότοκος, Ἰαδιὴλ ὁ δεύτερος, Ζαβαδία ὁ τρίτος, Ἰεθνουὴλ ὁ τέταρτος, Ἰωλὰμ ὁ πέμπτος, Ἰωνάθαν ὁ ἕκτος, Ἐλιωναΐ ὁ ἕβδομος, Ἀβδεδὸμ ὁ ὄγδοος.
26.4καὶ τῷ Ἀβδεδὸμ υἱοί · Σαμαίας ὁ πρωτότοκος, Ἰωζαβὰθ ὁ δεύτερος, Ἰωὰθ ὁ τρίτος, Σαχὰρ ὁ τέταρτος, Ναθαναὴλ ὁ πέμπτος, Ἀμιὴλ ὁ ἕκτος, Ἰσσάχαρ ὁ ἕβδομος, Φελαθὶ ὁ ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ὁ Θεός.
26.6καὶ τῷ Σαμαίᾳ υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ῥωσαὶ εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν.
26.7υἱοὶ Σαμαΐ · Ὀθνὶ καὶ Ῥαφαὴλ καὶ Ὠβὴδ καὶ Ἐλζαβὰθ καὶ Ἀχιούδ, υἱοὶ δυνατοί, Ἑλιοῦ καὶ Σαβαχία καὶ Ἰσβακώμ.
26.8πάντες ἀπὸ τῶν υἱῶν Ἀβδεδόμ, αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ Ἀβδεδόμ.
26.9καὶ τῷ Μοσελλεμίᾳ υἱοὶ καὶ ἀδελφοὶ δεκακαιοκτὼ δυνατοί.
26.10καὶ τῷ Ὠσᾷ τῶν υἱῶν Μεραρὶ υἱοὶ φυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἦν πρωτότοκος, καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα τῆς διαιρέσεως τῆς δευτέρας.
26.11Χελκίας ὁ δεύτερος, Ταβλαὶ ὁ τρίτος, Ζαχαρίας ὁ τέταρτος · πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ Ὀσᾷ τρισκαίδεκα.
26.12τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν, ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ Κυρίου.
26.13καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κατ’οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα.
26.14καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σελεμίᾳ καὶ Ζαχαρίᾳ · υἱοὶ Ἰωὰς τῷ Μελχίᾳ ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος Βορρᾶ ·
26.15τῷ Ἀβδεδὸμ Νότον κατέναντι οἴκου ἐσεφίν.
26.16εἰς δεύτερον · τῷ Ὀσᾷ πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως · φυλακὴ κατέναντι φυλακῆς.
26.17πρὸς ἀνατολὰς ἕξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸν ἐσεφὶν δύο ·
26.18εἰς διαδεχομένους καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὴν τρίβον δύο διαδεχομένους.
26.19αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς τοῦ Κορέ, καὶ τοῖς υἱοῖς Μεραρί.
26.20καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων ·
26.21υἱοὶ Λαδὰν οὖτοι, υἱοὶ τῷ Γηρσωνὶ τῷ Λαδάν, ἄρχοντες πατριῶν τῷ Λαδὰν τῷ Γηρσωνὶ Ἰεϊήλ.
26.22υἱοὶ Ἰεϊὴλ Ζεθὸμ καὶ Ἰωὴλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου.
26.23τῷ Ἀμβρὰμ καὶ Ἰσάαρ, Χεβρὼν καὶ Ὀζιήλ ·
26.24καὶ Σουβαὴλ ὁ τοῦ Γηρσὰμ τοῦ Μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν.
26.25καὶ τῷ ἀδελφῷ αὐτοῦ Ἐλιέζερ Ῥαβίας υἱὸς καὶ Ἰωσίας καὶ Ἰωρὰμ καὶ Ζεχρὶ καὶ Σαλωμώθ.
26.26αὐτὸς Σαλωμὼθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως, ἃ ἔλαβεν ἐκ πόλεων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ’αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ Θεοῦ, καὶ ἐπὶ πάντων τῶν ἁγίων τοῦ Θεοῦ Σαμουὴλ τοῦ προφήτου καὶ Σαοὺλ τοῦ Κὶς καὶ Ἀβεννὴρ τοῦ Νὴρ καὶ Ἰωὰβ τοῦ Σαρουΐα ·
26.28πᾶν ὃ ἡγίασαν, διὰ χειρὸς Σαλωμὼθ καὶ τῶν ἀδελφῶν αὐτοῦ.
26.29τῷ Ἰσσααρὶ Χωνενία καὶ υἱοὶ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ἰσραὴλ τοῦ γραμματεύειν καὶ διακρίνειν.
26.30τῷ Χεβρωνὶ Ἀσαβίας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ἰσραήλ, πέραν τοῦ Ἰορδάνου πρὸς δυσμαῖς, εἰς πᾶσαν λειτουργίαν Κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως.
26.31τοῦ Χεβρωνί · Ἰωρίας ὁ ἄρχων τῶν Χεβρωνὶ κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς · ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ἰαζὴρ τῆς Γαλααδίτιδος, καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, δισχίλιοι ἑπτακόσιοι οἱ ἄρχοντες τῶν πατριῶν ·
26.32καὶ κατέστησεν αὐτοὺς Δαυὶδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ῥουβηνὶ καὶ Γαδδὶ καὶ ἡμίσους φυλῆς Μανασσῆ εἰς πᾶν πρόσταγμα Κυρίου καὶ λόγον βασιλέως.
27.1καὶ υἱοὶ Ἰσραὴλ κατὰ ἀρθιμὸν αὐτῶν, ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ βασιλεῖ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευμένου μῆνα ἐκ μηνός, εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες.
27.2καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου, Ἰσβοὰζ ὁ τοῦ Ζαβδιήλ, ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες.
27.3ἀπὸ τῶν υἱῶν Φαρὲς ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου.
27.4καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδία ὁ ἐκ Χώκ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ καὶ Μακελλὼθ ὁ ἡγούμενος, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες, ἄρχοντες δυνάμεως.
27.5ὁ τρίτος τὸν μῆνα τὸν τρίτον Βαναίας ὁ τοῦ Ἰωδαὲ ὁ ἱερεὺς ὁ ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες ·
27.6αὐτὸς Βαναίας ὁ δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Ζαβὰδ ὁ υἱὸς αὐτοῦ.
27.7ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ἀσαὴλ ὁ ἀδελφὸς Ἰωὰβ καὶ Ζαβαδίας υἱὸς αὐτοῦ, καὶ οἱ ἀδελφοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες.
27.8ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαμαὼθ ὁ Ἰεσραέ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες.
27.9ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Ὀδουΐας ὁ τοῦ Ἐκκῆς ὁ Θεκωΐτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες.
27.10ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Χελλὴς ὁ ἐκ Φαλλοὺς ἀπὸ τῶν υἱῶν Ἐφραίμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες.
27.11ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαΐ ὁ Οὐσαθὶ τῷ Ζαραΐ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες.
27.12ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Ἀβιέζερ ὁ ἐξ Ἀναθὼθ ὁ ἐκ γῆς Βενιαμίν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
27.13ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρὰ ὁ ἐκ Νετωφαθὶ τῷ Ζαραΐ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες.
27.14ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναίας ὁ ἐκ Φαραθὼν ἐκ τῶν υἱῶν Ἐφραίμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες.
27.15ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδία ὁ ἐκ Νετωφαθὶ τῷ Γοθονιήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες.
27.16καὶ ἐπὶ τῶν φυλῶν Ἰσραήλ · τῷ Ῥουβὴν ἡγούμενος Ἐλιέζερ ὁ τοῦ Ζεχρί, τῷ Συμεὼν Σαφατίας ὁ τοῦ Μααχά, τῷ Λευὶ Ἀσαβίας ὁ τοῦ Καμουήλ, τῷ Ἀαρὼν Σαδώκ, τῷ Ἰούδᾳ Ἐλιὰβ τῶν ἀδελφῶν Δαυίδ, τῷ Ἰσσάχαρ Ἀμβρὶ ὁ τοῦ Μιχαήλ, τῷ Ζαβουλὼν Σαμαΐας ὁ τοῦ Ἀβδίου, τῷ Νεφθαλὶ Ἰεριμὼθ ὁ τοῦ Ὀζιήλ, τῷ Ἐφραὶμ Ὠσὴ ὁ τοῦ Ὀζίου, τῷ ἡμίσει φυλῆς Μανασσῆ Ἰωὴλ υἱὸς Φαδαΐα, τῷ ἡμίσει φυλῆς Μανασσῆ τῷ ἐν γῇ Γαλαὰδ Ἰαδαΐ ὁ τοῦ Ζαδαίου, τοῖς υἱοῖς Βενιαμὶν Ἰασιὴλ ὁ τοῦ Ἀβεννήρ, τῷ Δὰν Ἀζαριὴλ ὁ τοῦ Ἰρωάβ.
27.22οὗτοι πατριάρχαι τῶν φυλῶν Ἰσραήλ.
27.23καὶ οὐκ ἔλαβε Δαυὶδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω, ὅτι εἶπε Κύριος πληθῦναι τὸν Ἰσραὴλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ.
27.24καὶ Ἰωὰβ ὁ τοῦ Σαρουΐα ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσε, καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ Ἰσραήλ, καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυίδ.
27.25καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ἀσμὼθ ὁ τοῦ Ὀδιήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ἰωνάθαν ὁ τοῦ Ὀζίου.
27.26καὶ ἐπὶ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Ἐσδρὶ ὁ τοῦ Χελούβ, καὶ ἐπὶ τῶν χωρίων Σεμεΐ ὁ ἐκ Ῥαήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαβδὶ ὁ τοῦ Σεφνί, καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλλανὰν ὁ Γεδωρίτης, ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ἰωάς, καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Σαρὼν Σατραΐ ὁ Σαρωνίτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσι Σωφὰτ ὁ τοῦ Ἀδλί, ἐπὶ δὲ τῶν καμήλων Ἀβίας ὁ Ἰσμαηλίτης, ἐπὶ δὲ τῶν ὄνων Ἰαδίας ὁ ἐκ Μεραθών, καὶ ἐπὶ τῶν προβάτων Ἰαζὶζ ὁ Ἀγαρίτης.
27.31πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυὶδ τοῦ βασιλέως.
27.32καὶ Ἰωνάθαν ὁ πατράδελφος Δαυὶδ σύμβουλος, ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός, καὶ Ἰεὴλ ὁ τοῦ Ἀχαμὶ μετὰ τῶν υἱῶν τοῦ βασιλέως, καὶ Ἀχιτόφελ σύμβουλος τοῦ βασιλέως, καὶ Χουσὶ ὁ πρῶτος φίλος τοῦ βασιλέως, καὶ μετὰ τοῦτον Ἀχιτόφελ ἐχόμενος Ἰωδαὲ ὁ τοῦ Βαναίου καὶ Ἀβιάθαρ ·
27.34καὶ Ἰωὰβ ἀρχιστράτητος τοῦ βασιλέως.
28.1καὶ ἐξεκκλησίασε Δαυὶδ πάντας τοὺς ἄρχοντας Ἰσραήλ, ἄρχοντας τῶν κριτῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων καὶ τοὺς γαζοφύλακας καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ καὶ πάσης τῆς κτήσεως τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ σὺν τοῖς εὐνούχοις καὶ τοὺς δυνάστας καὶ τοὺς μαχητὰς τῆς στρατιᾶς ἐν Ἱερουσαλήμ.
28.2καὶ ἔστη Δαυὶδ ἐν μέσῳ τῆς ἐκκλησίας καὶ εἶπεν · ἀκούσατέ μου, ἀδελφοί μου καὶ λαός μου. ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομῆσαι οἶκον ἀναπαύσεως τῆς κιβωτοῦ διαθήκης Κυρίου καὶ στάσιν ποδῶν Κυρίου ἡμῶν, καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια ·
28.3καὶ ὁ Θεὸς εἶπεν · οὐκ οἰκοδομήσεις ἐμοὶ οἶκον τοῦ ἐπονομάσαι τὸ ὄνομά μου ἐπ’αὐτῷ, ὅτι ἄνθρωπος πολεμιστὴς εἶ σὺ καὶ αἷμα ἐξέχεας.
28.4καὶ ἐξελέξατο Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ Ἰσραὴλ εἰς τὸν αἰῶνα · καὶ ἐν Ἰούδᾳ ᾑρέτικε τὸ βασίλειον καὶ ἐξ οἴκου Ἰούδα τὸν οἶκον τοῦ πατρός μου, καὶ ἐν τοῖς υἱοῖς τοῦ πατρός μου ἐν ἐμοὶ ἠθέλησε τοῦ γενέσθαι με εἰς βασιλέα ἐπὶ παντὶ Ἰσραήλ.
28.5καὶ ἀπὸ πάντων τῶν υἱῶν μου (ὅτι πολλοὺς υἱοὺς ἔδωκέ μοι Κύριος) ἐξελέξατο ἐν Σαλωμὼν τῷ υἱῷ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας Κυρίου ἐπὶ τὸν Ἰσραήλ ·
28.6καὶ εἶπέ μοι ὁ Θεός · Σαλωμὼν ὁ υἱός σου οἰκοδομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου, ὅτι ᾑρέτικα ἐν αὐτῷ εἶναί μου υἱόν, κα- κἀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ κατορθώσω τὴν βασιλείαν αὐτοῦ ἕως αἰῶνος, ἐὰν ἰσχύσῃ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ κρίματά μου ὡς ἡ ἡμέρα αὕτη.
28.8καὶ νῦν κατὰ πρόσωπον πάσης ἐκκλησίας Κυρίου καὶ ἐν ὠσὶ Θεοῦ ἡμῶν φυλάξασθε καὶ ζητήσατε πάσας τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἵνα κληρονομήσητε τὴν γῆν τὴν ἀγαθὴν καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν μεθ’ὑμᾶς ἕως αἰῶνος.
28.9καὶ νῦν, Σαλωμὼν υἱέ μου, γνῶθι τὸν Θεὸν τῶν πατέρων σου καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐτάζει Κύριος καὶ πᾶν ἐνθύμημα γινώσκει · ἐὰν ζητήσῃς αὐτόν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτόν, καταλείψει σε εἰς τέλος.
28.10ἰδὲ νῦν ὅτι Κύριος ᾑρέτικέ σε οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα · ἴσχυε καὶ ποίει.
28.11καὶ ἔδωκε Δαυὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ καὶ τῶν ζακχῶν αὐτοῦ καὶ τῶν ὑπερῴων καὶ τῶν ἀποθηκῶν τῶν ἐσωτέρων καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ.
28.12καὶ τὸ παράδειγμα, ὃ εἶχεν ἐν πνεύματι αὐτοῦ, τῶν αὐλῶν οἴκου Κυρίου καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων καὶ τῶν καταλυμάτων καὶ τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν τῆς λατρείας οἴκου Κυρίου, καὶ τὸν σταθμὸν τῆς ὁλκῆς αὐτῶν τῶντε χρυσῶν καὶ ἀργυρῶν, λυχνιῶν τὴν ὁλκὴν ἔδωκεν αὐτῷ καὶ τῶν λύχνων.
28.16ἔδωκεν αὐτῷ ὁμοίως τὸν σταθμὸν τῶν τραπεζῶν τῆς προθέσεως, ἑκάστης τραπέζης χρυσῆς καὶ ὡσαύτως τῶν ἀργυρῶν, καὶ τῶν κρεαγρῶν καὶ σπονδείων καὶ τῶν φιαλῶν τῶν χρυσῶν καὶ τὸν σταθμὸν τῶν χρυσῶν καὶ ἀργυρῶν, καὶ θυΐσκων κεφφουρὲ ἑκάστου σταθμοῦ.
28.18καὶ τὸν τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων ἐκ χρυσίου δοκίμου σταθμὸν ὑπέδειξεν αὐτῷ καὶ τὸ παράδειγμα τοῦ ἅρματος τῶν Χερουβὶμ τῶν διαπεπετασμένων ταῖς πτέρυξι καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης Κυρίου.
28.19πάντα ἐν γραφῇ χειρὸς Κυρίου ἔδωκε Δαυὶδ Σαλωμὼν κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν τῆς κατεργασίας τοῦ παραδείγματος.
28.20καὶ εἶπε Δαυὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ · ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει, μὴ φοβοῦ μη δὲ πτοηθῇς, ὅτι Κύριος ὁ Θεός μου μετὰ σοῦ, οὐ ἀνήσει σε καὶ οὐ μή σε ἐγκαταλίπῃ ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου. καὶ ἰδοὺ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ ζακχὼ αὐτοῦ καὶ τὰ ὑπερῷα καὶ τὰς ἀποθήκας τὰς ἐσωτέρας καὶ τὸν οἶκον τοῦ ἱλασμοῦ καὶ τὸ παράδειγμα οἴκου Κυρίου.
28.21καὶ ἰδοὺ αἱ ἐφημερίαι τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν λειτουργίαν οἴκου Κυρίου καὶ μετὰ σοῦ ἐν πάσῃ πραγματείᾳ καὶ πᾶς πρόθυμος ἐν σοφίᾳ κατὰ πᾶσαν τέχνην καὶ οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς εἰς πάντας τοὺς λόγους σου.
29.1καὶ εἶπε Δαυὶδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ · Σαλωμὼν ὁ υἱός μου, εἰς ὃν ᾑρέτικεν ἐν αὐτῷ Κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ, ἀλλ’ἢ Κυρίῳ Θεῷ.
29.2κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον Θεοῦ μου χρυσίον, ἀργύριον, χαλκόν, σίδηρον, ξύλα, λίθους σοόμ, καὶ πληρώσεως λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ Πάριον πολύν.
29.3καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ Θεοῦ μου ἔστι μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον Θεοῦ μου εἰς ὕψος, ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων, τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφὶρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ, εἰς τὸ χρυσίον τῷ χρυσίῳ καὶ εἰς τὸ ἀργύριον τῷ ἀργυρίῳ, καὶ εἰς πᾶν ἔργον διὰ χειρὸς τῶν τεχνιτῶν.
29.5καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον Κυρίῳ;
29.6καὶ προεθυμήθησαν ἄρχοντες πατριῶν καὶ οἱ ἄρχοντες τῶν υἱῶν Ἰσραήλ, καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι, καὶ οἱ προστάται τῶν ἔργων καὶ οἱ οἰκοδόμοι τοῦ βασιλέως καὶ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου Κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν.
29.8καὶ οἷς εὑρέθη παρ’αὐτοῖς λίθος, ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου διὰ χειρὸς Ἰεϊὴλ τοῦ Γεδσωνί.
29.9καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι, ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ Κυρίῳ, καὶ Δαυὶδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως.
29.10καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυὶδ τὸν Κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων · εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς Ἰσραήλ, ὁ πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος.
29.11σοί, Κύριε, ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις, ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔθνος.
29.12παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις, Κύριε, ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου, παντοκράτωρ, μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα.
29.13καὶ νῦν, Κύριε, ἐξομολογούμεθά σοι καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου.
29.14καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός μου, ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι.
29.15ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν · ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς, καὶ οὐκ ἔστιν ὑπομονή.
29.16Κύριε ὁ Θεὸς ἡμῶν, πρὸς πᾶν τὸ πλῆθος τοῦτο, ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου, ἐκ χειρός σού ἐστι, καὶ σοὶ τὰ πάντα.
29.17καὶ ἔγνων, Κύριε, ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπᾶς · ἐν ἁπλότητι καρδίας προεθυμήθην ταῦτα πάντα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι.
29.18Κύριε ὁ Θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, τῶν πατέρων ἡμῶν, φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρός σε.
29.19καὶ Σαλωμὼν τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ τοῦ ἐπὶ τέλους ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου.
29.20καὶ εἶπε Δαυὶδ πάσῃ τῇ ἐκκλησίᾳ · εὐλογήσατε Κύριον τὸν Θεὸν ἡμῶν · καὶ εὐλόγησε πᾶσα ἡ ἐκκλησία Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ Κυρίῳ, καὶ τῷ βασιλεῖ.
29.21καὶ ἔθυσε Δαυὶδ τῷ Κυρίῳ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ Θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας μόσχους χιλίους, κριοὺς χιλίους, ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτῶν καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ἰσραήλ.
29.22καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμὼν υἱὸν Δαυὶδ καὶ ἔχρισαν αὐτὸν τῷ Κυρίῳ εἰς βασιλέα καὶ Σαδὼκ εἰς ἱερωσύνην.
29.23καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ εὐδοκήθη, καὶ ὑπήκουσαν αὐτοῦ πᾶς Ἰσραήλ ·
29.24οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ Δαυὶδ τοῦ βασιλέως τοῦ πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ.
29.25καὶ ἐμεγάλυνε Κύριος τὸν Σαλωμὼν ἐπάνωθεν παντὸς Ἰσραὴλ καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως, ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ.
29.26καὶ Δαυὶδ υἱὸς Ἰεσσαὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἔτη τεσσαράκοντα, ἐν Χεβρὼν ἔτη ἑπτὰ καὶ ἐν Ἱερουσαλὴμ ἔτη τριακοντατρία.
29.28καὶ ἐτελεύτησεν ἐν γήρᾳ καλῷ, πλήρης ἡμερῶν, πλούτῳ καὶ δόξῃ, καὶ ἐβασίλευσε Σαλωμὼν υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ.
29.29οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυίδ, οἱ πρότεροι καὶ οἱ ὕστεροι, γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουὴλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων Νάθαν τοῦ προφήτου καὶ ἐπὶ λόγων Γὰδ τοῦ βλέποντος περὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τῆς δυναστείας αὐτοῦ, καὶ οἱ καιροί, οἳ ἐγένοντο ἐπ’αὐτῷ, καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς.