Septuagint

2 Kings

1

1.1καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ καὶ Δαυὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμαλήκ, καὶ ἐκάθισε Δαυὶδ ἐν Σεκελὰκ ἡμέρας δύο.

1.2καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαούλ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.

1.3καὶ εἶπεν αὐτῷ Δαυίδ · πόθεν σὺ παραγίνῃ; καὶ εἶπε πρὸς αὐτόν · ἐκ τῆς παρεμβολῆς Ἰσραὴλ ἐγὼ διασέσωσμαι.

1.4καὶ εἶπεν αὐτῷ Δαυίδ · τίς λόγος οὗτος; ἀπάγγειλόν μοι. καὶ εἶπεν ὅτι ἔφυγεν λαὸς ἐκ τοῦ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον · καὶ Σαοὺλ καὶ Ἰωνάθαν υἱὸς αὐτοῦ ἀπέθανε.

1.5καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ · πῶς οἶδας ὅτι τέθνηκε Σαοὺλ καὶ Ἰωνάθαν υἱὸς αὐτοῦ;

1.6καὶ εἶπε τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ · περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουέ, καὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ.

1.7καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέ με καὶ ἐκάλεσέ με, καὶ εἶπα · ἰδοὺ ἐγώ.

1.8καὶ εἶπέ μοι · τίς εἶ σύ; καὶ εἶπα · Ἀμαληκίτης ἐγώ εἰμι.

1.9καὶ εἶπε πρός με · στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχε με σκότος δεινόν, ὅτι πᾶσα ψυχή μου ἐν ἐμοί.

1.10καὶ ἐπέστην ἐπ’αὐτὸν καὶ ἐθανάτωσα αὐτόν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν · καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε.

1.11καὶ ἐκράτησε Δαυὶδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ’αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν.

1.12καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ἰούδα καὶ ἐπὶ τὸν οἶκον Ἰσραήλ, ὅτι ἐπλήγησαν ἐν ρομφαίᾳ.

1.13εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ · πόθεν εἶ σύ; καὶ εἶπεν · υἱὸς ἀνδρὸς παροίκου Ἀμαληκίτου ἐγώ εἰμι.

1.14καὶ εἶπεν αὐτῷ Δαυίδ · πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου;

1.15καὶ ἐκάλεσε Δαυὶδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπε · προσελθὼν ἀπάντησον αὐτῷ · καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανε.

1.16καὶ εἶπε πρὸς αὐτὸν Δαυίδ · τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι στὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι, ἐγὼ ἐθανάτωσα τὸν χριστὸν Κυρίου.

1.17καὶ ἐθρήνησε Δαυὶδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ.

1.18καὶ εἶπε τοῦ διδάξαι τοὺς υἱοὺς Ἰούδα · ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς.

1.19στήλωσον, Ἰσραήλ, ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν · πῶς ἔπεσαν δυνατοί;

1.20μὴ ἀναγγείλητε ἐν Γὲθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκάλωνος, μή ποτε εὐφρανθῶσι θυγατέρες ἀλλοφύλων, μή ποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων.

1.21ὄρη τὰ ἐν Γελβουὲ μὴ καταβάτω δρόσος καὶ μὴ ὑετὸς ἐφ’ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν, θυρεὸς Σαοὺλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ.

1.22ἀφ’αἵματος τραυματιῶν καὶ ἀπὸ στέατος δυνατῶν τόξον Ἰωνάθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ρομφαία Σαοὺλ οὐκ ἀνέκαμψε κενή.

1.23Σαοὺλ καὶ Ἰωνάθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ διακεχωρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν · ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν.

1.24θυγατέρες Ἰσραήλ, ἐπὶ Σαοὺλ κλαύσατε, τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν.

1.25πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου · Ἰωνάθαν ἐπὶ τὰ ὕψη σου τραυματίας.

1.26ἀλγῶ ἐπὶ σοί, ἀδελφέ μου Ἰωνάθαν · ὡραιώθης μοι σφόδρα, ἐθαυμαστώθη ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν.

1.27πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά;

2

2.1καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησε Δαυὶδ ἐν Κυρίῳ λέγων · εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ἰούδα; καὶ εἶπε Κύριος πρὸς αὐτόν · ἀνάβηθι. καὶ εἶπε Δαυίδ · ποῦ ἀναβῶ; καὶ εἶπεν · εἰς Χεβρών.

2.2καὶ ἀνέβη ἐκεῖ Δαυὶδ εἰς Χεβρὼν καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινόομ Ἰεζραηλῖτις καὶ Ἀβιγαία γυνὴ Νάβαλ τοῦ Καρμηλίου, καὶ οἱ ἄνδρες οἱ μετ’αὐτοῦ, ἕκαστος καὶ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσι Χεβρών.

2.4καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας καὶ χρίουσι τὸν Δαυὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα. καὶ ἀπήγγειλαν τῷ Δαυὶδ λέγοντες · ὅτι οἱ ἄνδρες Ἰαβὶς τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαούλ.

2.5καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ἰαβὶς τῆς Γαλααδίτιδος καὶ εἶπε πρὸς αὐτοὺς Δαυίδ · εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐποιήσατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν, ἐπὶ Σαοὺλ τὸν χριστὸν Κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ.

2.6καὶ νῦν ποιήσαι Κύριος μεθ’ὑμῶν ἔλεος καὶ ἀλήθειαν, καί γε ἐγὼ ποιήσω μεθ’ὑμῶν τὰ ἀγαθὰ ταῦτα, ὅτι ἐποιήσατε τὸ ρῆμα τοῦτο ·

2.7καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς, ὅτι τέθνηκεν κύριος ὑμῶν Σαούλ, καί γε ἐμὲ κέχρικεν οἶκος Ἰούδα ἐφ’ἑαυτὸν εἰς βασιλέα.

2.8καὶ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβε τὸν Ἰεβοσθὲ υἱὸν Σαοὺλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναὲμ καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρὶ καὶ ἐπὶ τὴν Ἰεζράελ καὶ ἐπὶ τὸν Ἐφραὶμ καὶ ἐπὶ τὸν Βενιαμὶν καὶ ἐπὶ πάντα Ἰσραήλ.

2.10τεσσαράκοντα ἐτῶν Ἰεβοσθὲ υἱὸς Σαούλ, ὅτε ἐβασίλευσεν ἐπὶ Ἰσραήλ, καὶ δύο ἔτη ἐβασίλευσε, πλὴν τοῦ οἴκου Ἰούδα, οἳ ἦσαν ὀπίσω Δαυίδ ·

2.11καὶ ἐγένοντο αἱ ἡμέραι, ἃς Δαυὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον Ἰούδα, ἑπτὰ ἔτη καὶ μῆνας ἕξ.

2.12καὶ ἐξῆλθεν Ἀβεννὴρ υἱὸς Νὴρ καὶ οἱ παῖδες Ἰεβοσθὲ υἱοῦ Σαοὺλ ἐκ Μαναὲμ εἰς Γαβαών ·

2.13καὶ Ἰωὰβ υἱὸς Σαρουΐας καὶ οἱ παῖδες Δαυὶδ ἐξήλθοσαν ἐκ Χεβρὼν καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτό, καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴ κρήνην ἐντεῦθεν, καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν.

2.14καὶ εἶπεν Ἀβεννὴρ πρὸς Ἰωάβ · ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν · καὶ εἶπεν Ἰωάβ · ἀναστήτωσαν.

2.15καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμὶν δώδεκα τῶν Ἰεβοσθὲ υἱοῦ Σαοὺλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυίδ.

2.16καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσι κατὰ τὸ αὐτό · καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μερὶς τῶν ἐπιβούλων, ἐστιν ἐν Γαβαών.

2.17καὶ ἐγένετο πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔπταισεν Ἀβεννὴρ καὶ ἄνδρες Ἰσραὴλ ἐνώπιον παίδων Δαυίδ.

2.18καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουΐας, Ἰωὰβ καὶ Ἀβεσσὰ καὶ Ἀσαήλ, καὶ Ἀσαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ.

2.19καὶ κατεδίωξεν Ἀσαὴλ ὀπίσω Ἀβεννὴρ καὶ οὐκ ἐξέκλινε τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐ δὲ εἰς ἀριστερὰ κατόπισθεν Ἀβεννήρ.

2.20καὶ ἐπέβλεψεν Ἀβεννὴρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν · εἰ σὺ εἶ αὐτὸς Ἀσαήλ; καὶ εἶπεν · ἐγώ εἰμι.

2.21καὶ εἶπεν αὐτῷ Ἀβεννήρ · ἔκλινον σὺ εἰς τὰ δεξιὰ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σεαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ · καὶ οὐκ ἠθέλησεν Ἀσαὴλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ.

2.22καὶ προσέθετο ἔτι Ἀβεννὴρ λέγων τῷ Ἀσαήλ · ἀπόστηθι ἀπ’ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν · καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ἰωάβ;

2.23καὶ ποῦ ἐστι ταῦτα; ἐπίστρεφε πρὸς Ἰωὰβ τὸν ἀδελφόν σου. καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν Ἀβεννὴρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθε τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ. καὶ ἐγένετο πᾶς ἐρχόμενος ἕως τοῦ τόπου, οὗ ἔπεσεν ἐκεῖ Ἀσαὴλ καὶ ἀπέθανε, καὶ ὑφίστατο.

2.24καὶ κατεδίωξεν Ἰωὰβ καὶ Ἀβεσσὰ ὀπίσω Ἀβεννήρ · καὶ ἥλιος ἔδυνε. καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Ἀμμάν, ἐστιν ἐπὶ προσώπου Γαί, ὁδὸν ἔρημον Γαβαών.

2.25καὶ συναθροίζονται οἱ υἱοὶ Βενιαμὶν οἱ ὀπίσω Ἀβεννὴρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός.

2.26καὶ ἐκάλεσεν Ἀβεννὴρ Ἰωὰβ καὶ εἶπε · μὴ εἰς νῖκος καταφάγεται ρομφαία; οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀποστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν;

2.27καὶ εἶπεν Ἰωάβ · ζῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωϊόθεν ἀνέβη ἂν λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ.

2.28καὶ ἐσάλπισεν Ἰωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ἰσραὴλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν.

2.29καὶ Ἀβεννὴρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν Ἰορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν.

2.30καὶ Ἰωὰβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Ἀβεννὴρ καὶ συνήθροισε πάντα τὸν λαόν, καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυίδ ἐννεακαίδεκα ἄνδρες καὶ Ἀσαήλ.

2.31καὶ οἱ παῖδες Δαυὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμὶν τῶν ἀνδρῶν Ἀβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ’αὐτοῦ.

2.32καὶ αἴρουσι τὸν Ἀσαὴλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ. καὶ ἐπορεύθη Ἰωὰβ καὶ οἱ ἄνδρες οἱ μετ’αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών.

3

3.1καὶ ἐγένετο πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ · καὶ οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει.

3.2καὶ ἐτέχθησαν τῷ Δαυὶδ υἱοὶ ἐν Χεβρών, καὶ ἦν πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχινόομ τῆς Ἰεζραηλίτιδος, καὶ δεύτερος αὐτοῦ Δαλουΐα τῆς Ἀβιγαίας τῆς Καρμηλίας, καὶ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θολμὶ βασιλέως Γεσίρ, καὶ τέταρτος Ὀρνία υἱὸς Φεγγίθ, καὶ πέμπτος Σαβατία τῆς Ἀβιτάλ, καὶ ἕκτος Ἰεθεραὰμ τῆς Αἰγλὰ γυναικὸς Δαυίδ ·

3.5οὗτοι ἐτέχθησαν τῷ Δαυὶδ ἐν Χεβρών.

3.6καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ, καὶ Ἀβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ.

3.7καὶ τῷ Σαοὺλ παλλακὴ Ῥεσφὰ θυγάτηρ Ἰάλ · καὶ εἶπεν Ἰεβοσθὲ υἱὸς Σαοὺλ πρὸς Ἀβεννήρ · τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου;

3.8καὶ ἐθυμώθη σφόδρα Ἀβεννὴρ περὶ τοῦ λόγου τούτου τῷ Ἰεβοσθέ, καὶ εἶπεν Ἀβεννὴρ πρὸς αὐτόν · μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα σήμερον ἔλεος μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ περὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυίδ · καὶ ἐπιζητεῖς ἐπ’ἐμὲ σὺ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον;

3.9τάδε ποιήσαι Θεὸς τῷ Ἀβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσε Κύριος τῷ Δαυίδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαούλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυὶδ ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἰούδαν ἀπὸ Δὰν ἕως Βηρσαβεέ.

3.11καὶ οὐκ ἠδυνάσθη ἔτι Ἰεβοσθὲ ἀποκριθῆναι τῷ Ἀβεννὴρ ρῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν.

3.12καὶ ἀπέστειλεν Ἀβεννὴρ ἀγγέλους πρὸς Δαυὶδ εἰς Θαιλὰμ οὗ ἦν, παραχρῆμα λέγων · διάθου διαθήκην σου μετ’ἐμοῦ, καὶ ἰδοὺ χεὶρ μου μετὰ σοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ἰσραήλ.

3.13καὶ εἶπε Δαυίδ · καλῶς ἐγὼ διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων · οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχὸλ θυγατέρα Σαοὺλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου.

3.14καὶ ἐξαπέστειλε Δαυὶδ πρὸς Ἰεβοσθὲ υἱὸν Σαοὺλ ἀγγέλους λέγων · ἀπόδος μοι τὴν γυναῖκά μου τὴν Μελχόλ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων.

3.15καὶ ἀπέστειλεν Ἰεβοσθὲ καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιὴλ υἱοῦ Σελλῆς.

3.16καὶ ἐπορεύετο ἀνὴρ αὐτῆς μετ’αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακίμ · καὶ εἶπε πρὸς αὐτὸν Ἀβεννήρ · πορεύου, ἀνάστρεφε · καὶ ἀνέστρεψε.

3.17καὶ εἶπεν Ἀβεννὴρ πρὸς τοὺς πρεσβυτέρους Ἰσραὴλ λέγων · χθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυὶδ βασιλεύειν ἐφ’ὑμῶν ·

3.18καὶ νῦν ποιήσατε, ὅτι Κύριος ἐλάλησε περὶ Δαυὶδ λέγων · ἐν χειρὶ τοῦ δούλου μου Δαυὶδ σώσω τὸν Ἰσραὴλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν.

3.19καὶ ἐλάλησεν Ἀβεννὴρ ἐν τοῖς ὠσὶ Βενιαμίν. καὶ ἐπορεύθη Ἀβεννὴρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυὶδ εἰς Χεβρὼν πάντα, ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ἰσραὴλ καὶ ἐν ὀφθαλμοῖς οἴκου Βενιαμίν.

3.20καὶ ἦλθεν Ἀβεννὴρ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ μετ’αὐτοῦ εἴκοσιν ἄνδρες. καὶ ἐποίησε Δαυὶδ τῷ Ἀβεννὴρ καὶ τοῖς ἀνδράσι τοῖς μετ’αὐτοῦ πότον.

3.21καὶ εἶπεν Ἀβεννὴρ πρὸς Δαυίδ · ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ἰσραὴλ καὶ διαθήσομαι μετ’αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιθυμεῖ ψυχή σου. καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἀβεννήρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ.

3.22καὶ ἰδοὺ οἱ παῖδες Δαυὶδ καὶ Ἰωὰβ παρεγένοντο ἐκ τῆς ἐξοδίας, καὶ σκῦλα πολλὰ ἔφερον μεθ’ἑαυτῶν · καὶ Ἀβεννὴρ οὐκ ἦν μετὰ Δαυὶδ εἰς Χεβρών, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ.

3.23καὶ Ἰωὰβ καὶ πᾶσα στρατιὰ αὐτοῦ ἤλθοσαν, καὶ ἀπηγγέλη τῷ Ἰωὰβ λέγοντες · ἥκει Ἀβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυίδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ.

3.24καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα καὶ εἶπε · τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Ἀβεννὴρ πρὸς σέ, καὶ ἱνατί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ;

3.25 οὐκ οἶδας τὴν κακίαν Ἀβεννὴρ υἱοῦ Νήρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα, ὅσα σὺ ποιεῖς;

3.26καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τοῦ Δαυὶδ καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἀβεννὴρ ὀπίσω, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεειράμ · καὶ Δαυὶδ οὐκ ᾔδει.

3.27καὶ ἐπέστρεψε τὸν Ἀβεννὴρ εἰς Χεβρών, καὶ ἐξέκλινεν αὐτὸν Ἰωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἱματι Ἀσαὴλ τοῦ ἀδελφοῦ Ἰωάβ.

3.28καὶ ἤκουσε Δαυὶδ μετὰ ταῦτα καὶ εἶπεν · ἀθῶός εἰμι ἐγὼ καὶ βασιλεία μου ἀπὸ Κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Ἀβεννὴρ υἱοῦ Νήρ ·

3.29καταντησάτωσαν ἐπὶ κεφαλὴν Ἰωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλείποι ἐκ τοῦ οἴκου Ἰωὰβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ρομφαίᾳ καὶ ἐλασσούμενος ἄρτοις.

3.30Ἰωὰβ δὲ καὶ Ἀβεσσὰ ἀδελφὸς αὐτοῦ διαπαρετηροῦντο τὸν Ἀβεννὴρ ἀνθ’ὧν ἐθανάτωσε τὸν Ἀσαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαών, ἐν τῷ πολέμῳ.

3.31καὶ εἶπε Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ’αὐτοῦ · διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν Ἀβεννήρ · καὶ βασιλεὺς Δαυὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης.

3.32καὶ θάπτουσι τὸν Ἀβεννὴρ ἐν Χεβρών · καὶ ᾖρεν βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσε πᾶς λαὸς ἐπὶ Ἀβεννήρ.

3.33καὶ ἐθρήνησεν βασιλεὺς ἐπὶ Ἀβεννὴρ καὶ εἶπεν · εἰ κατὰ τὸν θάνατον Νάβαλ ἀποθανεῖται Ἀβεννήρ;

3.34αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις · οὐ προσήγαγεν ὡς Νάβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας. καὶ συνήχθη πᾶς λαὸς τοῦ κλαῦσαι αὐτόν.

3.35καὶ ἦλθε πᾶς λαὸς περιδειπνῆσαι τὸν Δαυὶδ ἄρτοις ἔτι οὔσης ἡμέρας, καὶ ὤμοσε Δαυὶδ λέγων · τάδε ποιήσαι μοι Θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ἥλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἀπὸ παντός τινος.

3.36καὶ ἔγνω πᾶς λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα, ὅσα ἐποίησεν βασιλεὺς ἐνώπιον τοῦ λαοῦ.

3.37καὶ ἔγνω πᾶς λαὸς καὶ πᾶς Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Ἀβεννὴρ υἱὸν Νήρ.

3.38καὶ εἶπεν βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ · οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ἰσραήλ;

3.39καὶ ὅτι ἐγώ εἰμι συγγενὴς σήμερον καὶ καθεσταμένος ὑπὸ βασιλέως; οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουΐας σκληρότεροί μού εἰσιν · ἀποδῷ Κύριος τῷ ποιοῦντι τὰ πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.

4

4.1καὶ ἤκουσεν Ἰεβοσθὲ υἱὸς Σαοὺλ ὅτι τέθνηκεν Ἀβεννὴρ υἱὸς Νὴρ ἐν Χεβρών, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες Ἰσραὴλ παρείθησαν.

4.2καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Ἰεβοσθὲ υἱῷ Σαούλ, ὄνομα τῷ ἑνὶ Βαανὰ καὶ ὄνομα τῷ δευτέρῳ Ῥηχάβ, υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμίν · ὅτι Βηρὼθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμίν, καὶ ἀπέδρασαν οἱ Βηθωραῖοι εἰς Γεθθαὶμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης.

4.4καὶ τῷ Ἰωνάθαν υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας · υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ἰεζραήλ, καὶ ᾖρεν αὐτὸν τιθηνὸς αὐτοῦ καὶ ἔφυγε, καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὸν καὶ ἀναχωρεῖν, καὶ ἔπεσε καὶ ἐχωλάνθη, καὶ ὄνομα αὐτῷ Μεμφιβοσθέ.

4.5καὶ ἐπορεύθησαν υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου Ῥεκχὰ καὶ Βαανὰ καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Ἰεβοσθέ. καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας, καὶ ἰδοὺ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρε πυροὺς καὶ ἐνύσταξε καὶ ἐκάθευδε, καὶ Ῥεκχὰ καὶ Βαανὰ οἱ ἀδελφοὶ διέλαθον καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ Ἰεβοσθὲ ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσι καὶ ἀφαιροῦσι τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα.

4.8καὶ ἤνεγκαν τὴν κεφαλὴν Ἰεβοσθὲ τῷ Δαυὶδ εἰς Χεβρὼν καὶ εἶπαν πρὸς τὸν βασιλέα · ἰδοὺ κεφαλὴ Ἰεβοσθὲ υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκε Κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ, ὡς ἡμέρα αὕτη, ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ.

4.9καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ῥεκχὰ καὶ τῷ Βαανὰ ἀδελφῷ αὐτοῦ υἱοῖς Ῥεμμὼν τοῦ Βηρωθαίου καὶ εἶπεν αὐτοῖς · ζῇ Κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, ὅτι ἀπαγγείλας μοι ὅτι τέθνηκε Σαούλ, καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα αὐτὸν ἐν Σεκελάκ, ἔδει με δοῦναι εὐαγγέλια.

4.11καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ · καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολοθρεύσω ὑμᾶς ἐκ τῆς γῆς.

4.12καὶ ἐνετείλατο Δαυὶδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτείνουσιν αὐτοὺς καὶ κολοβοῦσι τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρών · καὶ τὴν κεφαλὴν Ἰεβοσθὲ ἔθαψαν ἐν τῷ τάφῳ Ἀβεννὴρ υἱοῦ Νήρ.

5

5.1καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ εἶπαν αὐτῷ · ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς ·

5.2καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφ’ἡμῖν, σὺ ἦσθα ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ, καὶ εἶπε Κύριος πρὸς σέ · σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ.

5.3καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου, καὶ χρίουσι τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ.

5.4υἱὸς τριάκοντα ἐτῶν Δαυὶδ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν, ἑπτὰ ἔτη καὶ μῆνας ἓξ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν Ἰούδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν ἐν Ἱερουσαλήμ.

5.6καὶ ἀπῆλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν. καὶ ἐρρέθη τῷ Δαυίδ · οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυὶδ ὧδε.

5.7καὶ κατελάβετο Δαυὶδ τὴν περιοχὴν Σιὼν (αὕτη πόλις τοῦ Δαυίδ).

5.8καὶ εἶπε Δαυὶδ τῇ ἡμέρᾳ ἐκείνῃ · πᾶς τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυίδ · διὰ τοῦτο ἐροῦσι · τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου.

5.9καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη πόλις Δαυίδ · καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ.

5.10καὶ διεπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ’αὐτοῦ.

5.11καὶ ἀπέστειλε Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καί τέκτονας λίθων καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυίδ.

5.12καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ὅτι ἐπῄρθη βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.

5.13καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ἱερουσαλὴμ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρών, καὶ ἐγένοντο τῷ Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.

5.14καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Ἱερουσαλήμ · Σαμμοὺς καὶ Σωβὰβ καὶ Νάθαν καὶ Σαλωμὼν καὶ Ἐβεὰρ καὶ Ἐλισοὺς καὶ Ναφὲκ καὶ Ἰεφιὲς καὶ Ἐλισαμὰ καὶ Ἐλιδαὲ καὶ Ἐλιφαλάθ, Σαμαέ, Ἰεσσιβάθ, Νάθαν, Γαλαμαάν, Ἰεβαάρ, Θεησοῦς, Ἐλιφαλάτ, Ναγέδ, Ναφέκ, Ἰωνάθαν, Λεασαμύς, Βααλιμάθ, Ἐλιφαάθ.

5.17καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι κέχρισται Δαυὶδ βασιλεὺς ἐπὶ Ἰσραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυίδ · καὶ ἤκουσε Δαυὶδ καὶ κατέβη εἰς τὴν περιοχήν.

5.18καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν Τιτάνων καὶ ἠρώτησε Δαυὶδ διὰ Κυρίου λέγων ·

5.19εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπε Κύριος πρὸς Δαυίδ · ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου.

5.20καὶ ἦλθε Δαυὶδ ἐκ τῶν ἐπάνω διακοπῶν καὶ ἔκοψε τοὺς ἀλλοφύλους ἐκεῖ, καὶ εἶπε Δαυίδ · διέκοψε Κύριος τοὺς ἐχθροὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ, ὡς διακόπτεται ὕδατα · διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐπάνω διακοπῶν.

5.21καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ’αὐτοῦ.

5.22καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων.

5.23καὶ ἐπηρώτησε Δαυὶδ διὰ Κυρίου καὶ εἶπε Κύριος · οὐκ ἀναβήσῃ εἰς συνάντησιν αὐτῶν, ἀποστρέφου ἀπ’αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τοῦ Κλαυθμῶνος ·

5.24καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ Κλαυθμῶνος, τότε καταβήσῃ πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται Κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων.

5.25καὶ ἐποίησε Δαυὶδ καθὼς ἐνετείλατο αὐτῷ Κύριος, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους ἀπό Γαβαὼν ἕως τῆς γῆς Γαζηρά.

6

6.1καὶ συνήγαγεν ἔτι Δαυὶδ πάντα νεανίαν ἐξ Ἰσραήλ, ὡς ἑβδομήκοντα χιλιάδας.

6.2καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυὶδ καὶ πᾶς λαὸς μετ’αὐτοῦ καὶ ἀπὸ τῶν ἀρχόντων Ἰούδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ, ἐφ’ἣν ἐπεκλήθη τὸ ὄνομα τοῦ Κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν Χερουβὶν ἐπ’αὐτῆς.

6.3καὶ ἐπεβίβασαν τὴν κιβωτὸν Κυρίου ἐφ’ἅμαξαν καινὴν καὶ ᾖραν αὐτὴν ἐξ οἴκου Ἀμιναδὰβ τοῦ ἐν τῷ βουνῷ · καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ Ἀμιναδὰβ ἦγον τὴν ἅμαξαν σὺν τῇ κιβωτῷ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ.

6.5καὶ Δαυὶδ καὶ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον Κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ, καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς.

6.6καὶ παραγίνονται ἕως ἅλω Ναχών, καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ Θεοῦ κατασχεῖν αὐτὴν καὶ ἐκράτησεν αὐτήν, ὅτι περιέσπασεν αὐτὴν μόσχος.

6.7καὶ ἐθυμώθη ὀργῇ Κύριος τῷ Ὀζά, καὶ ἔπαισεν αὐτὸν ἐκεῖ Θεός, καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ Κυρίου ἐνώπιον τοῦ Θεοῦ.

6.8καὶ ἠθύμησε Δαυὶδ ὑπὲρ οὗ διέκοψε Κύριος διακοπὴν ἐν τῷ Ὀζά · καὶ ἐκλήθη τόπος ἐκεῖνος Διακοπὴ Ὀζὰ ἕως τῆς ἡμέρας ταύτης.

6.9καὶ ἐφοβήθη Δαυὶδ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων · πῶς εἰσελεύσεται πρός με κιβωτὸς Κυρίου;

6.10καὶ οὐκ ἐβούλετο Δαυὶδ τοῦ ἐκκλῖναι πρὸς αὐτὸν τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὴν πόλιν Δαυίδ, καὶ ἀπέκλινεν αὐτὴν Δαυὶδ εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθθαίου.

6.11καὶ ἐκάθισεν κιβωτὸς τοῦ Κυρίου εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθθαίου μῆνας τρεῖς · καὶ εὐλόγησε Κύριος ὅλον τὸν οἶκον Ἀβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ.

6.12καὶ ἀπηγγέλη τῷ βασιλεῖ Δαυὶδ λέγοντες · εὐλόγησε Κύριος τὸν οἶκον Ἀβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ ἕνεκα τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἐπορεύθη Δαυὶδ καὶ ἀνήγαγε τὴν κιβωτὸν τοῦ Κυρίου ἐκ τοῦ οἴκου Ἀβεδδαρὰ εἰς τὴν πόλιν Δαυὶδ ἐν εὐφροσύνῃ.

6.13καὶ ἦσαν μετ’αὐτοῦ αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ καὶ θῦμα μόσχος καὶ ἄρνες.

6.14καὶ Δαυὶδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον Κυρίου, καὶ Δαυὶδ ἐνδεδυκὼς στολὴν ἔξαλλον.

6.15καὶ Δαυὶδ καὶ πᾶς οἶκος Ἰσραὴλ ἀνήγαγον τὴν κιβωτὸν Κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος.

6.16καὶ ἐγένετο τῆς κιβωτοῦ παραγινομένης ἕως πόλεως Δαυὶδ καὶ Μελχὸλ θυγάτηρ Σαοὺλ διέκυπτε διὰ τῆς θυρίδος καὶ εἶδε τὸν βασιλέα Δαυὶδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον Κυρίου καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς.

6.17καὶ φέρουσι τὴν κιβωτὸν τοῦ Κυρίου καὶ ἀνέθησαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυίδ · καὶ ἀνήνεγκε Δαυὶδ ὁλοκαυτώματα ἐνώπιον Κυρίου καὶ εἰρηνικάς.

6.18καὶ συνετέλεσε Δαυὶδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου τῶν δυνάμεων.

6.19καὶ διεμέρισε παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ἰσραὴλ ἀπὸ Δὰν ἕως Βηρσαβεὲ καὶ ἀπό ἀνδρὸς ἕως γυναικός, ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου · καὶ ἀπῆλθε πᾶς λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.

6.20καὶ ἐπέστρεψε Δαυὶδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ, καὶ ἐξῆλθε Μελχὸλ θυγάτηρ Σαοὺλ εἰς ἀπάντησιν Δαυὶδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπε · τί δεδόξασται σήμερον βασιλεὺς Ἰσραήλ, ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ, καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων;

6.21καὶ εἶπε Δαυὶδ πρὸς Μελχόλ · ἐνώπιον Κυρίου ὀρχήσομαι · εὐλογητὸς Κύριος, ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ἰσραήλ · καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον Κυρίου καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου καὶ μετὰ τῶν παιδισκῶν, ὧν εἶπάς με μὴ δοξασθῆναι.

6.23καὶ τῇ Μελχὸλ θυγατρὶ Σαοὺλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν.

7

7.1καὶ ἐγένετο ὅτε ἐκάθισεν βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ Κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν κύκλῳ, καὶ εἶπεν βασιλεὺς πρὸς Νάθαν τὸν προφήτην ·

7.2ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ κιβωτὸς τοῦ Θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς.

7.3καὶ εἶπε Νάθαν πρὸς τὸν βασιλέα · πάντα, ὅσα ἂν ἐν τῇ καρδίᾳ σου, βάδιζε καὶ ποίει, ὅτι Κύριος μετὰ σοῦ.

7.4καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Νάθαν λέγων ·

7.5πορεύου, καὶ εἰπὸν πρὸς τὸν δοῦλόν μου Δαυίδ · τάδε λέγει Κύριος · οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ·

7.6ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφ’ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ, ἐν πᾶσιν, οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ, εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραήλ, ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ἰσραὴλ λέγων ·

7.7ἱνατί οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον;

7.8καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυίδ · τάδε λέγει Κύριος παντοκράτωρ · ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ἰσραὴλ καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύου, καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.

7.10καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ἰσραὴλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ’ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ’ἀρχῆς, ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου, καὶ ἀπαγγελεῖ σοι Κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ.

7.12καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ ·

7.13αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα.

7.14ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν · καὶ ἐὰν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ράβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων ·

7.15τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’αὐτοῦ, καθὼς ἀπέστησα ἀφ’ὧν ἀπέστησα ἐκ προσώπου μου.

7.16καὶ πιστωθήσεται οἶκος αὐτοῦ καὶ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου. καὶ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα.

7.17κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησε Νάθαν πρὸς Δαυίδ.

7.18καὶ εἰσῆλθεν βασιλεὺς Δαυὶδ καὶ ἐκάθισεν ἐνώπιον Κυρίου καὶ εἶπε · τίς εἰμι ἐγώ, Κύριέ μου Κύριε, καὶ τίς οἶκός μου, ὅτι ἠγάπησάς με ἕως τούτων;

7.19καὶ κατεσμικρύνθην μικρὸν ἐνώπιόν σου, Κύριέ μου Κύριε. καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν · οὗτος δὲ νόμος τοῦ ἀνθρώπου, Κύριέ μου Κύριε.

7.20καὶ τί προσθήσει Δαυὶδ ἔτι τοῦ λαλῆσαι πρός σε; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, Κύριέ μου Κύριε.

7.21διὰ τὸν λόγον σου πεποίηκας, καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου ἕνεκεν τοῦ μεγαλῦναί σε, Κύριέ μου Κύριε, ὅτι οὐκ ἔστιν ὡς σὺ καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ ἐν πᾶσιν, οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν.

7.23καὶ τίς ὡς λαός σου Ἰσραὴλ ἔθνος ἄλλο ἐν τῇ γῇ; ὡς ὡδήγησεν αὐτὸν Θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαόν, τοῦ θέσθαι σε ὄνομα, τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν, τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὓς ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα;

7.24καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ἰσραὴλ εἰς λαὸν ἕως αἰῶνος, καὶ σύ, Κύριε, ἐγένου αὐτοῖς εἰς Θεόν.

7.25καὶ νῦν, Κύριέ μου Κύριε, τὸ ρῆμα, ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ, πίστωσον ἕως τοῦ αἰῶνος, Κύριε παντοκράτωρ Θεὲ τοῦ Ἰσραήλ · καὶ νῦν καθὼς ἐλάλησας, μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος.

7.27Κύριε παντοκράτωρ Θεὸς Ἰσραήλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου, λέγων · οἶκον οἰκοδομήσω σοι · διὰ τοῦτο εὗρεν δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρός σε τὴν προσευχὴν ταύτην.

7.28καὶ νῦν, Κύριέ μου Κύριε, σὺ εἶ Θεός, καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα ·

7.29καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου, ὅτι σύ, Κύριέ μου Κύριε, ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται οἶκος τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα.

8

8.1καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς · καὶ ἔλαβε Δαυὶδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων.

8.2καὶ ἐπάταξε Δαυὶδ τὴν Μωὰβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησε, καὶ ἐγένετο Μωὰβ τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια.

8.3καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ υἱὸν Ῥαάβ, βασιλέα Σουβά, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπί τὸν ποταμὸν Εὐφράτην.

8.4καὶ προκατελάβετο Δαυὶδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτά χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν, καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἑαυτῷ ἑκατὸν ἅρματα.

8.5καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Ἀδρααζὰρ βασιλεῖ Σουβά, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν.

8.6καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο Σύρος τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια. καὶ ἔσωσε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.

8.7καὶ ἔλαβε Δαυὶδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν Ἀδρααζὰρ βασιλέως Σουβά, καὶ ἤνεγκεν αὐτὰ εἰς Ἱερουσαλήμ · καὶ ἔλαβεν αὐτὰ Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ἱερουσαλὴμ ἐν ἡμέραις Ῥοβοὰμ υἱοῦ Σολομῶντος.

8.8καὶ ἐκ τῆς Μασβὰκ καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Ἀδρααζὰρ ἔλαβεν βασιλεὺς Δαυὶδ χαλκὸν πολὺν σφόδρα · ἐν αὐτῷ ἐποίησε Σολομῶν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη.

8.9καὶ ἤκουσε Θοοὺ βασιλεὺς Ἡμὰθ ὅτι ἐπάταξε Δαυὶδ πᾶσαν τὴν δύναμιν Ἀδρααζάρ, καὶ ἀπέστειλε Θοοὺ Ἰεδδουρὰν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν Ἀδρααζὰρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀντικείμενος ἦν τῷ Ἀδρααζάρ, καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ.

8.11καὶ ταῦτα ἡγίασεν βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου, οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων, ὧν κατεδυνάστευσεν, ἐκ τῆς Ἰδουμαίας καὶ ἐκ τῆς Μωὰβ καὶ ἐκ τῶν υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλὴκ καὶ ἐκ τῶν σκύλων Ἀδρααζὰρ υἱοῦ Ῥαὰβ βασιλέως Σουβά.

8.13καὶ ἐποίησε Δαυὶδ ὄνομα · καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξε τὴν Ἰδουμαίαν ἐν Γεβελὲμ εἰς ὀκτωκαίδεκα χιλιάδας.

8.14καὶ ἔθετο ἐν τῇ Ἰδουμαίᾳ φρουράν, ἐν πάσῃ τῇ Ἰδουμαίᾳ, καὶ ἐγένοντο πάντες οἱ Ἰδουμαῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.

8.15καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα Ἰσραήλ. καὶ ἦν Δαυὶδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ.

8.16καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιὰδ ἐπὶ τῶν ὑπομνημάτων, καὶ Σαδοὺκ υἱὸς Ἀχιτὼβ καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς, καὶ Ἀσὰ γραμματεύς, καὶ Βαναίας υἱὸς Ἰωδαὲ σύμβουλος, καὶ Χελεθθὶ καὶ Φελεττί ·

8.18καὶ οἱ υἱοὶ Δαυὶδ αὐλάρχαι ἦσαν.

9

9.1καὶ εἶπε Δαυίδ · εἰ ἔστιν ἔτι ὑπολελειμμένος ἐν τῷ οἴκῳ Σαοὺλ καὶ ποιήσω μετ’αὐτοῦ ἔλεος ἕνεκεν Ἰωνάθαν;

9.2καὶ ἐκ τοῦ οἴκου Σαοὺλ ἦν παῖς, καὶ ὄνομα αὐτῷ Σιβά, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυίδ · καὶ εἶπε πρὸς αὐτὸν βασιλεὺς · σὺ εἶ Σιβά; καὶ εἶπεν · ἐγὼ δοῦλος σός.

9.3καὶ εἶπεν βασιλεύς · εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαοὺλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ’αὐτοῦ ἔλεος Θεοῦ; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα · ἔτι ἐστίν υἱὸς τῷ Ἰωνάθαν πεπληγὼς τοὺς πόδας.

9.4καὶ εἶπεν βασιλεύς · ποῦ οὗτος; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα · ἰδοὺ ἐν οἴκῳ Μαχὶρ υἱοῦ Ἀμιὴλ ἐκ τῆς Λαδάβαρ.

9.5καὶ ἀπέστειλεν βασιλεύς Δαυὶδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχὶρ υἱοῦ Ἀμιὴλ ἐκ τῆς Λαδάβαρ.

9.6καὶ παραγίνεται Μεμφιβοσθὲ υἱὸς Ἰωνάθαν υἱοῦ Σαοὺλ πρὸς τὸν βασιλέα Δαυὶδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυίδ · Μεμφιβοσθέ · καὶ εἶπεν · ἰδοὺ δοῦλός σου.

9.7καὶ εἶπεν αὐτῷ Δαυίδ · μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ἰωνάθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαοὺλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ φαγῇ ἄρτον ἐπὶ τῆς τραπέζης μου διαπαντός.

9.8καὶ προσεκύνησε Μεμφιβοσθέ καὶ εἶπε · τίς εἰμι δοῦλός σου, ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί;

9.9καὶ ἐκάλεσεν βασιλεὺς Σιβὰ τὸ παιδάριον Σαοὺλ καὶ εἶπε πρὸς αὐτόν · πάντα ὅσα ἐστὶ τῷ Σαοὺλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου ·

9.10καὶ ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους, καὶ ἔδεται αὐτούς · καὶ Μεμφιβοσθὲ υἱὸς τοῦ κυρίου σου φάγεται διαπαντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. (καὶ τῷ Σιβὰ ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι).

9.11καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα · κατὰ πάντα, ὅσα ἐντέταλται κύριός μου βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτω ποιήσει δοῦλός σου · καὶ Μεμφιβοσθὲ ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυὶδ καθὼς εἷς τῶν υἱῶν αὐτοῦ τοῦ βασιλέως.

9.12καὶ τῷ Μεμφιβοσθὲ υἱὸς μικρὸς ἦν, καὶ ὄνομα αὐτῷ Μιχά. καὶ πᾶσα κατοίκησις τοῦ οἴκου Σιβὰ δοῦλοι τοῦ Μεμφιβοσθέ.

9.13καὶ Μεμφιβοσθὲ κατῴκει ἐν Ἱερουσαλήμ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως αὐτὸς διαπαντὸς ἤσθιε · καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ.

10

10.1καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανε βασιλεὺς υἱῶν Ἀμμών, καὶ ἐβασίλευσεν Ἀννὼν υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ.

10.2καὶ εἶπε Δαυίδ · ποιήσω ἔλεος μετὰ Ἀννὼν υἱοῦ Ναάς, ὃν τρόπον ἐποίησεν πατὴρ αὐτοῦ μετ’αὐτοῦ ἔλεος · καὶ ἀπέστειλε Δαυὶδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ παρεγένοντο οἱ παῖδες Δαυὶδ εἰς τὴν γῆν υἱῶν Ἀμμών.

10.3καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἀννὼν τὸν κύριον αὐτῶν · μὴ παρὰ τὸ δοξάζειν Δαυὶδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέ σοι παρακαλοῦντας; ἀλλ’οὐχὶ ὅπως ἐρευνήσωσι τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλε Δαυὶδ τοὺς παῖδας αὐτοῦ πρός σε;

10.4καὶ ἔλαβεν Ἀννὼν τοὺς παῖδας Δαυὶδ καὶ ἐξύρησε τοὺς πώγωνας αὐτῶν καὶ ἀπέκοψε τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν καὶ ἐξαπέστειλεν αὐτούς.

10.5καὶ ἀπήγγειλαν τῷ Δαυὶδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα · καὶ εἶπεν βασιλεύς · καθίσατε ἐν Ἱεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε.

10.6καὶ εἶδον οἱ υἱοὶ Ἀμμών, ὅτι κατῃσχύνθησαν λαὸς Δαυίδ, καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθραὰμ καὶ τὴν Συρίαν Σουβά, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Μααχά, χιλίους ἄνδρας, καὶ Ἰστώβ, δώδεκα χιλιάδας ἀνδρῶν.

10.7καὶ ἤκουσε Δαυίδ, καὶ ἀπέστειλε τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν δύναμιν, τοὺς δυνατούς.

10.8καὶ ἐξῆλθον οἱ υἱοὶ Ἀμμὼν καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης Συρίας Σουβὰ καὶ Ῥοὼβ καὶ Ἰστὼβ καὶ Μααχὰ μόνοι ἐν ἀγρῷ.

10.9καὶ εἶδεν Ἰωὰβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, ἐκ τοῦ κατὰ πρόσωπον ἐξεναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ ἐπελέξατο ἐκ πάντων τῶν νεανιῶν Ἰσραήλ, καὶ παρετάξαντο ἐξεναντίας Συρίας.

10.10καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν Ἀμμών.

10.11καὶ εἶπεν · ἐὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμέ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν, καὶ ἐὰν κραταιωθῶσιν υἱοὶ Ἀμμὼν ὑπὲρ σέ, καὶ ἐσόμεθα τοῦ σῶσαί σε ·

10.12ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.

10.13καὶ προσῆλθεν Ἰωὰβ καὶ λαὸς αὐτοῦ μετ’αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ.

10.14καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδαν ὅτι ἔφυγε Συρία, καὶ ἔφυγαν ἀπὸ προσώπου Ἀβεσσὰ καὶ εἰσῆλθον εἰς τὴν πόλιν. καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τῶν υἱῶν Ἀμμὼν καὶ παρεγένετο εἰς Ἱερουσαλήμ.

10.15καὶ εἶδε Συρία ὅτι ἔπταισεν ἔμπροσθεν Ἰσραήλ, καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό.

10.16καὶ ἀπέστειλεν Ἀδρααζὰρ καὶ συνήγαγε τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμάκ, καὶ παρεγένοντο εἰς Αἰλάμ, καὶ Σωβὰκ ἄρχων τῆς δυνάμεως Ἀδρααζὰρ ἔμπροσθεν αὐτῶν.

10.17καὶ ἀπηγγέλη τῷ Δαυίδ, καὶ συνήγαγε τὸν πάντα Ἰσραὴλ καὶ διέβη τὸν Ἰορδάνην καὶ παρεγένετο εἰς Αἰλάμ · καὶ παρετάξατο Συρία ἀπέναντι Δαυίδ, καὶ ἐπολέμησαν μετ’αὐτοῦ.

10.18καὶ ἔφυγε Συρία ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἀνεῖλε Δαυὶδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα καὶ τεσσαράκοντα χιλιάδας ἱππέων · καὶ τὸν Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξε, καὶ ἀπέθανεν ἐκεῖ.

10.19καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Ἀδρααζὰρ ὅτι ἔπταισαν ἔμπροσθεν Ἰσραήλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ καὶ ἐδούλευσαν αὐτοῖς. καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Ἀμμών.

11

11.1καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων, καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἰωὰβ καὶ τοὺς παῖδας αὐτοῦ μετ’αὐτοῦ καὶ τὸν πάντα Ἰσραήλ, καὶ διέφθειραν τοὺς υἱοὺς Ἀμμὼν καὶ διεκάθισαν ἐπὶ Ῥαββάθ · καὶ Δαυὶδ ἐκάθισεν ἐν Ἱερουσαλήμ.

11.2καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ γυνὴ καλὴ τῷ εἴδει σφόδρα.

11.3καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐζήτησε τὴν γυναῖκα καὶ εἶπεν · οὐχὶ αὕτη Βηρσαβεὲ θυγάτηρ Ἐλιὰβ γυνὴ Οὐρίου τοῦ Χετταίου;

11.4καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν, καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἐκοιμήθη μετ’αὐτῆς, καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς, καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

11.5καὶ ἐν γαστρὶ ἔλαβεν γυνή · καὶ ἀποστείλασα ἀπήγγειλε τῷ Δαυὶδ καὶ εἶπεν · ἐγώ εἰμι ἐν γαστρὶ ἔχω.

11.6καὶ ἀπέστειλε Δαυὶδ πρὸς Ἰωὰβ λέγων · ἀπόστειλον πρός με τὸν Οὐρίαν τὸν Χετταῖον · καὶ ἀπέστειλεν Ἰωὰβ τὸν Οὐρίαν πρὸς Δαυίδ.

11.7καὶ παραγίνεται Οὐρίας καὶ εἰσῆλθε πρὸς αὐτόν, καὶ ἐπηρώτησε Δαυὶδ εἰς εἰρήνην Ἰωὰβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου.

11.8καὶ εἶπε Δαυὶδ τῷ Οὐρίᾳ · κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου · καὶ ἐξῆλθεν Οὐρίας ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως.

11.9καὶ ἐκοιμήθη Οὐρίας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ.

11.10καὶ ἀνήγγειλαν τῷ Δαυὶδ λέγοντες, ὅτι οὐ κατέβη Οὐρίας εἰς τὸν οἶκον αὐτοῦ. καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν · οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου;

11.11καὶ εἶπεν Οὐρίας πρὸς Δαυίδ · κιβωτὸς καὶ Ἰσραὴλ καὶ Ἰούδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ κύριός μου Ἰωὰβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσι · καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου τοῦ φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶς; ζῇ ψυχή σου, εἰ ποιήσω τὸ ρῆμα τοῦτο.

11.12καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν · κάθισον ἐνταῦθα καί γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε. καὶ ἐκάθισεν Οὐρίας ἐν Ἱερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον.

11.13καὶ ἐκάλεσεν αὐτὸν Δαυίδ, καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιε καὶ ἐμέθυσεν αὐτόν · καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη.

11.14καὶ ἐγένετο πρωΐ καὶ ἔγραψε Δαυὶδ βιβλίον πρὸς Ἰωὰβ καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρίου.

11.15καὶ ἔγραψεν ἐν βιβλίῳ λέγων · εἰσάγαγε τὸν Οὐρίαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται.

11.16καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ἰωὰβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκε τὸν Οὐρίαν εἰς τὸν τόπον, οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ.

11.17καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ἰωάβ, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυίδ, καὶ ἀπέθανε καί γε Οὐρίας Χετταῖος.

11.18καὶ ἀπέστειλεν Ἰωὰβ καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων ·

11.19ἐν τῷ συντελέσαι πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα καὶ ἔσται ἐὰν ἀναβῇ θυμὸς τοῦ βασιλέως, καὶ εἴπῃ σοι ·

11.20τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους;

11.21τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ υἱοῦ Νήρ; οὐχὶ γυνὴ ἔρριψε κλάσμα μύλου ἐπ’αὐτὸν ἀπὸ ἄνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς · καί γε δοῦλός σου Οὐρίας Χετταῖος ἀπέθανε.

11.22καὶ ἐπορεύθη ἄγγελος Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς Ἱερουσαλήμ, καὶ παρεγένετο καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντα, ὅσα ἀπήγγειλεν αὐτῷ Ἰωὰβ πάντα τὰ ρήματα τοῦ πολέμου. καὶ ἐθυμώθη Δαυὶδ πρὸς Ἰωὰβ καὶ εἶπε πρὸς τὸν ἄγγελον · ἱνατί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ’αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος;

11.23καὶ εἶπεν ἄγγελος πρὸς Δαυὶδ ὅτι ἐκραταίωσαν ἐφ’ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλθαν ἐφ’ἡμᾶς εἰς τὸν ἀγρόν, καὶ ἐγενήθημεν ἐπ’αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης, καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους, καὶ ἀπέθανον τῶν παίδων τοῦ βασιλέως, καί γε δοῦλος σου Οὐρίας Χετταῖος ἀπέθανε.

11.25καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἄγγελον · τάδε ἐρεῖς πρὸς Ἰωάβ · μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ρῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται μάχαιρα · κραταίωσον τὸν πόλεμόν σου εἰς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτήν.

11.26καὶ ἤκουσεν γυνὴ Οὐρίου ὅτι ἀπέθανεν Οὐρίας ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς.

11.27καὶ διῆλθε τὸ πένθος καὶ ἀπέστειλε Δαυίδ, καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ υἱόν. καὶ πονηρὸν ἐφάνη τὸ ρῆμα, ἐποίησε Δαυίδ, ἐν ὀφθαλμοῖς Κυρίου.

12

12.1καὶ ἀπέστειλε Κύριος τὸν Νάθαν τὸν προφήτην πρὸς Δαυίδ, καὶ εἰσῆλθε πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ · δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ, εἷς πλούσιος, καὶ εἷς πένης ·

12.2καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα, καὶ τῷ πένητι οὐδὲν ἀλλ’ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποίησατο καὶ ἐξέθρεψεν αὐτὴν καὶ ἡδρύνθη μετ’αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό, ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιε καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδε καὶ ἦν αὐτῷ ὡς θυγάτηρ ·

12.4καὶ ἦλθε πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ τῷ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβε τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν.

12.5καὶ ἐθυμώθη ὀργῇ Δαυὶδ σφόδρα τῷ ἀνδρί, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν · ζῇ Κύριος, ὅτι υἱὸς θανάτου ἀνὴρ ποιήσας τοῦτο καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλασίονα, ἀνθ’ὧν ὅτι ἐποίησε τὸ ρῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο.

12.7καὶ εἶπε Νάθαν πρὸς Δαυίδ · σὺ εἶ ἀνὴρ ποιήσας τοῦτο · τάδε λέγει Κύριος Θεὸς Ἰσραήλ · ἐγώ εἰμι χρίσας σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαοὺλ καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα ·

12.8καὶ εἰ μικρόν ἐστι, προσθήσω σοι κατὰ ταῦτα.

12.9τί ὅτι ἐφαύλισας τὸν λόγον Κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ρομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ρομφαίᾳ υἱῶν Ἀμμών.

12.10καὶ νῦν οὐκ ἀποστήσεται ρομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ’ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Οὐρίου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα.

12.11τάδε λέγει Κύριος · ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήψομαι τὰς γυναῖκάς σου κατ’ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου ·

12.12ὅτι σὺ ἐποίησας κρυβῇ, κἀγὼ ποιήσω τὸ ρῆμα τοῦτο ἐναντίον παντὸς Ἰσραὴλ καὶ ἀπέναντι τοῦ ἡλίου τούτου.

12.13καὶ εἶπε Δαυὶδ τῷ Νάθαν · ἡμάρτηκα τῷ Κυρίῳ. καὶ εἶπε Νάθαν πρὸς Δαυίδ · καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς ·

12.14πλὴν ὅτι παροργίζων παρώργισας τοὺς ἐχθροὺς Κυρίου ἐν τῷ ρήματι τούτῳ, καί γε υἱός σου τεχθείς σοι θανάτῳ ἀποθανεῖται.

12.15καὶ ἀπῆλθε Νάθαν εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἔθραυσε Κύριος τὸ παιδίον, ἔτεκεν γυνὴ Οὐρίου τοῦ Χετταίου τῷ Δαυίδ, καὶ ἠρρώστησε.

12.16καὶ ἐζήτησε Δαυὶδ τὸν Θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσε Δαυὶδ νηστείαν καὶ εἰσῆλθε καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς.

12.17καὶ ἀνέστησαν ἐπ’αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησε καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον.

12.18καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον · καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυὶδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκε τὸ παιδάριον, ὅτι εἶπαν · ἰδοὺ ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν, καὶ οὐκ εἰσήκουσε τῆς φωνῆς ἡμῶν · καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκε τὸ παιδάριον; καὶ ποιήσει κακά.

12.19καὶ συνῆκε Δαυὶδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσι, καὶ ἐνόησε Δαυὶδ ὅτι τέθνηκε τὸ παιδάριον · καὶ εἶπε Δαυὶδ πρὸς τοὺς παῖδας αὐτοῦ · εἰ τέθνηκε τὸ παιδάριον; καὶ εἶπαν · τέθνηκε.

12.20καὶ ἀνέστη Δαυὶδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξε τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ προσεκύνησεν αὐτῷ · καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ᾔτησεν ἄρτον φαγεῖν καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγε.

12.21καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν · τί τὸ ρῆμα τοῦτο, ἐποίησας ἕνεκα τοῦ παιδαρίου; ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανε τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας;

12.22καὶ εἶπε Δαυίδ · ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα · τίς οἶδεν εἰ ἐλεήσει με Κύριος καὶ ζήσεται τὸ παιδάριον;

12.23καὶ νῦν τέθνηκεν · ἱνατί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸν ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με.

12.24καὶ παρεκάλεσε Δαυὶδ Βηρσαβεὲ τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλθε πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ’αὐτῆς καὶ συνέλαβε καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαλωμών, καὶ Κύριος ἠγάπησεν αὐτόν.

12.25καὶ ἀπέστειλεν ἐν χειρὶ Νάθαν τοῦ προφήτου, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰεδεδί, ἕνεκεν Κυρίου.

12.26καὶ ἐπολέμησεν Ἰωὰβ ἐν Ῥαββὰθ υἱῶν Ἀμμὼν καὶ κατέλαβε τὴν πόλιν τῆς βασιλείας.

12.27καὶ ἀπέστειλεν Ἰωὰβ ἀγγέλους πρὸς Δαυὶδ καὶ εἶπεν · ἐπολέμησα ἐν Ῥαββὰθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων ·

12.28καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ’αὐτήν.

12.29καὶ συνήγαγε Δαυὶδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ῥαββὰθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν.

12.30καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυίδ · καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα.

12.31καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγε καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ ὑποτομεῦσι σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου · καὶ οὕτως ἐποίησε πάσαις ταῖς πόλεσιν υἱῶν Ἀμμών. καὶ ἐπέστρεψε Δαυὶδ καὶ πᾶς λαὸς εἰς Ἱερουσαλήμ.

13

13.1καὶ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ Ἀβεσσαλὼμ υἱῷ Δαυὶδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὄνομα αὐτῇ Θημάρ, καὶ ἠγάπησεν αὐτὴν Ἀμνὼν υἱὸς Δαυίδ.

13.2καὶ ἐθλίβετο Ἀμνὼν ὥστε ἀρρωστεῖν διὰ Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ, ὅτι παρθένος ἦν αὕτη, καὶ ὑπέρογκον ἐν ὀφθαλμοῖς Ἀμνὼν τοῦ ποιῆσαί τι αὐτῇ.

13.3καὶ ἦν τῷ Ἀμνὼν ἑταῖρος, καὶ ὄνομα αὐτῷ Ἰωναδάβ, υἱὸς Σαμαὰ τοῦ ἀδελφοῦ Δαυίδ · καὶ Ἰωναδὰβ ἀνὴρ σοφὸς σφόδρα.

13.4καὶ εἶπεν αὐτῷ · τί σοι ὅτι σὺ οὕτως ἀσθενής, υἱὲ τοῦ βασιλέως, τὸ πρωΐ πρωΐ; οὐκ ἀπαγγέλλεις μοι; καὶ εἶπεν αὐτῷ Ἀμνών · Θημὰρ τὴν ἀδελφὴν Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ.

13.5καὶ εἶπεν αὐτῷ Ἰωναδάβ · κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι, καὶ εἰσελεύσεται πατήρ σου τοῦ ἰδεῖν σε, καὶ ἐρεῖς πρὸς αὐτόν · ἐλθέτω δὴ Θημὰρ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ’ὀφθαλμούς μου βρῶμα, ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς.

13.6καὶ ἐκοιμήθη Ἀμνὼν καὶ ἠρρώστησε, καὶ εἰσῆλθεν βασιλεὺς ἰδεῖν αὐτόν, καὶ εἶπεν Ἀμνὼν πρὸς τὸν βασιλέα · ἐλθέτω δὴ Θημὰρ ἀδελφή μου πρός με καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλυρίδας, καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς.

13.7καὶ ἀπέστειλε Δαυὶδ πρὸς Θημὰρ εἰς τὸν οἶκον λέγων · πορεύθητι δὴ εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ σου καὶ ποίησον αὐτῷ βρῶμα.

13.8καὶ ἐπορεύθη Θημὰρ εἰς τὸν οἶκον Ἀμνὼν ἀδελφοῦ αὐτῆς, καὶ αὐτὸς κοιμώμενος. καὶ ἔλαβε τὸ σταῖς καὶ ἐφύρασε καὶ ἐκολλύρισε κατ’ὀφθαλμοὺς αὐτοῦ καὶ ἥψησε τὰς κολλυρίδας ·

13.9καὶ ἔλαβε τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἠθέλησε φαγεῖν. καὶ εἶπεν Ἀμνών · ἐξαγάγετε πάντα ἄνδρα ἀπὸ ἐπάνωθέν μου · καὶ ἐξήγαγον πάντα ἄνδρα ἐπάνωθεν αὐτοῦ.

13.10καὶ εἶπεν Ἀμνὼν πρὸς Θημάρ · εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμιεῖον, καὶ φάγομαι ἐκ τῆς χειρός σου. καὶ ἔλαβε Θημὰρ τὰς κολλυρίδας, ἃς ἐποίησε, καὶ εἰσήνεγκε τῷ Ἀμνὼν ἀδελφῷ αὐτῆς εἰς τὸν κοιτῶνα καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν, καὶ ἐπελάβετο αὐτῆς καὶ εἶπεν αὐτῇ ·

13.11δεῦρο κοιμήθητι μετ’ἐμοῦ, ἀδελφή μου.

13.12καὶ εἶπεν αὐτῷ · μή, ἀδελφέ μου · μὴ ταπεινώσῃς με, διότι οὐ ποιηθήσεται οὕτως ἐν Ἰσραήλ, μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην ·

13.13καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου; καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν Ἰσραήλ · καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα, ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ.

13.14καὶ οὐκ ἠθέλησεν Ἀμνὼν τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ’αὐτῆς.

13.15καὶ ἐμίσησεν αὐτὴν Ἀμνὼν μῖσος μέγα σφόδρα, ὅτι μέγα τὸ μῖσος, ἐμίσησεν αὐτὴν ὑπὲρ τὴν ἀγάπην, ἣν ἠγάπησεν αὐτήν. καὶ εἶπεν αὐτῇ Ἀμνών · ἀνάστηθι καὶ πορεύου.

13.16καὶ εἶπεν αὐτῷ Θημάρ · μή, ἀδελφέ, ὅτι μεγάλη κακία ἐσχάτη ὑπὲρ τὴν πρώτην, ἣν ἐποίησας μετ’ἐμοῦ τοῦ ἐξαποστεῖλαί με. καὶ οὐκ ἠθέλησεν Ἀμνὼν ἀκοῦσαι τῆς φωνῆς αὐτῆς.

13.17καὶ ἐκάλεσε τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου καὶ εἶπεν αὐτῷ · ἐξαποστείλατε δὴ ταύτην ἀπ’ἐμοῦ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς.

13.18καὶ ἐπ’αὐτῆς ἦν χιτὼν καρπωτός, ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν · καὶ ἐξήγαγεν αὐτὴν λειτουργὸς αὐτοῦ ἔξω καὶ ἀπέκλεισε τὴν θύραν ὀπίσω αὐτῆς.

13.19καὶ ἔλαβε Θημὰρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ’αὐτῆς διέρρηξε καὶ ἐπέθηκε τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα.

13.20καὶ εἶπε πρὸς αὐτὴν Ἀβεσσαλὼμ ἀδελφὸς αὐτῆς · μὴ Ἀμνὼν ἀδελφός σου ἐγένετο μετὰ σοῦ; καὶ νῦν, ἀδελφή μου, κώφευσον, ὅτι ἀδελφός σού ἐστι · μὴ θῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι τὸ ρῆμα τοῦτο. καὶ ἐκάθισε Θημὰρ χηρεύουσα ἐν τῷ οἴκῳ Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ αὐτῆς.

13.21καὶ ἤκουσεν βασιλεὺς Δαυὶδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα · καὶ οὐκ ἐλύπησε τὸ πνεῦμα Ἀμνὼν τοῦ υἱοῦ αὐτοῦ, ὅτι ἠγάπα αὐτόν, ὅτι πρωτότοκος αὐτοῦ ἦν.

13.22καὶ οὐκ ἐλάλησεν Ἀβεσσαλὼμ μετὰ Ἀμνὼν ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ, ὅτι ἐμίσει Ἀβεσσαλὼμ τὸν Ἀμνὼν ἐπὶ λόγου, οὗ ἐταπείνωσε Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ.

13.23καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν καὶ ἦσαν κείροντες τῷ Ἀβεσσαλὼμ ἐν Βελασὼρ τῇ ἐχόμενα Ἐφραίμ, καὶ ἐκάλεσεν Ἀβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως.

13.24καὶ ἦλθεν Ἀβεσσαλὼμ πρὸς τὸν βασιλέα καὶ εἶπεν · ἰδοὺ δὴ κείρουσι τῷ δούλῳ σου, πορευθήτω δὴ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σου.

13.25καὶ εἶπεν βασιλεὺς πρὸς Ἀβεσσαλώμ · μὴ δή, υἱέ μου, μὴ πορευθῶμεν πάντες ἡμεῖς, καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ. καὶ ἐβιάσατο αὐτόν, καὶ οὐκ ἠθέλησε τοῦ πορευθῆναι καὶ εὐλόγησεν αὐτόν.

13.26καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς αὐτόν · καὶ εἰ μή, πορευθήτω δὴ μεθ’ἡμῶν Ἀμνὼν ἀδελφός μου. καὶ εἶπεν αὐτῷ βασιλεύς · ἱνατί πορευθῇ μετὰ σοῦ;

13.27καὶ ἐβιάσατο αὐτὸν Ἀβεσσαλώμ, καὶ ἀπέστειλε μετ’αὐτοῦ τὸν Ἀμνὼν καὶ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως. καὶ ἐποίησεν Ἀβεσσαλὼμ πότον κατὰ τὸν πότον τοῦ βασιλέως.

13.28καὶ ἐνετείλατο Ἀβεσσαλὼμ τοῖς παιδαρίοις αὐτοῦ λέγων · ἴδετε ὡς ἂν ἀγαθυνθῇ καρδία Ἀμνὼν ἐν τῷ οἴνῳ καὶ εἴπω πρὸς ὑμᾶς · πατάξατε τὸν Ἀμνών, καὶ θανατώσατε αὐτόν · μὴ φοβηθῆτε, ὅτι οὐχὶ ἐγώ εἰμι ἐντελλόμενος ὑμῖν; ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως.

13.29καί ἐποίησαν τὰ παιδάρια Ἀβεσσαλὼμ τῷ Ἀμνὼν καθὰ ἐνετείλατο αὐτοῖς Ἀβεσσαλώμ. καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ τοῦ βασιλέως καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτοῦ καὶ ἔφυγαν.

13.30καὶ ἐγένετο αὐτῶν ὄντων ἐν τῷ ὁδῷ καὶ ἀκοὴ ἦλθε πρὸς Δαυὶδ λέγων · ἐπάταξεν Ἀβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐ δὲ εἷς.

13.31καὶ ἀνέστη βασιλεὺς καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τὴν γῆν, καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέρρηξαν τὰ ἱμάτια αὐτῶν.

13.32καὶ ἀπεκρίθη Ἰωναδὰβ υἱὸς Σαμαὰ ἀδελφοῦ Δαυὶδ καὶ εἶπε · μὴ εἰπάτω κύριός μου βασιλεύς, ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν, ὅτι Ἀμνὼν μονώτατος ἀπέθανεν · ὅτι ἐπὶ στόματος Ἀβεσσαλὼμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας, ἧς ἐταπείνωσε Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ ·

13.33καὶ νῦν μὴ θέσθω κύριός μου βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ρῆμα λέγων · πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθανον, ὅτι ἀλλ’ Ἀμνὼν μονώτατος ἀπέθανε.

13.34καὶ ἀπέδρα Ἀβεσσαλώμ. καὶ ᾖρε τὸ παιδάριον σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει · καὶ παρεγένετο σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ καὶ εἶπεν · ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τῆς Ὡρωνῆν ἐκ μέρους τοῦ ὄρους.

13.35καὶ εἶπεν Ἰωναδὰβ πρὸς τὸν βασιλέα · ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρεισι · κατὰ τὸν λόγον τοῦ δούλου σου, οὕτως ἐγένετο.

13.36καὶ ἐγένετο ἡνίκα συνετέλεσε λαλῶν, καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθαν καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν, καί γε βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα.

13.37καὶ Ἀβεσσαλὼμ ἔφυγε καὶ ἐπορεύθη πρὸς Θολμὶ υἱὸν Ἐμιοὺδ βασιλέα Γεδσοὺρ εἰς γῆν Μαχάδ. καὶ ἐπένθησεν βασιλεὺς Δαυὶδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας.

13.38καὶ Ἀβεσσαλὼμ ἀπέδρα καὶ ἐπορεύθη εἰς Γεδσοὺρ καὶ ἦν ἐκεῖ ἔτη τρία.

13.39καὶ ἐκόπασε τὸ πνεῦμα τοῦ βασιλέως τοῦ ἐξελθεῖν ὀπίσω Ἀβεσσαλώμ, ὅτι παρεκλήθη ἐπὶ Ἀμνὼν ὅτι ἀπέθανε.

14

14.1καὶ ἔγνω Ἰωὰβ υἱὸς Σαρουΐας ὅτι καρδία τοῦ βασιλέως ἐπὶ Ἀβεσσαλώμ.

14.2καὶ ἀπέστειλεν Ἰωὰβ εἰς Θεκωέ, καὶ ἔλαβεν ἐκεῖθεν γυναῖκα σοφὴν καὶ εἶπε πρὸς αὐτήν · πένθησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενθικὰ καὶ μὴ ἀλείψῃ ἔλαιον καὶ ἔσῃ ὡς γυνὴ πενθοῦσα ἐπὶ τεθνηκότι τοῦτο ἡμέρας πολλὰς καὶ ἐλεύσῃ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ρῆμα τοῦτο ·

14.3καὶ ἔθηκεν Ἰωὰβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς.

14.4καὶ εἰσῆλθεν γυνὴ Θεκωῖτις πρὸς τὸν βασιλέα καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπε · σῶσον, βασιλεῦ, σῶσον.

14.5καὶ εἶπε πρὸς αὐτὴν βασιλεύς · τί ἐστί σοι; δὲ εἶπε · καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι, καὶ ἀπέθανεν ἀνήρ μου.

14.6καί γε τῇ δούλῃ σου δύο υἱοί, καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τῷ ἀγρῷ, καὶ οὐκ ἦν ἐξαιρούμενος ἀνὰ μέσον αὐτῶν, καὶ ἔπαισεν εἷς τὸν ἕνα ἀδελφὸν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτόν.

14.7καὶ ἰδοὺ ἐπανέστη ὅλη πατριὰ πρὸς τὴν δούλην σου καὶ εἶπαν · δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτοῦ καὶ θανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ, οὗ ἀπέκτεινε, καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν · καὶ σβέσουσι τὸν ἄνθρακά μου τὸν καταλειφθέντα, ὥστε μὴ θέσθαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τῆς γῆς.

14.8καὶ εἶπεν βασιλεὺς πρὸς τὴν γυναῖκα · ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου, κἀγὼ ἐντελοῦμαι περὶ σοῦ.

14.9καὶ εἶπεν γυνὴ Θεκωῖτις πρὸς τὸν βασιλέα · ἐπ’ἐμέ, κύριέ μου βασιλεῦ, ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου, καὶ βασιλεὺς καὶ θρόνος αὐτοῦ ἀθῷος.

14.10καὶ εἶπεν βασιλεύς · τίς λαλῶν πρός σε; καί ἄξεις αὐτὸν πρὸς ἐμέ, καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτοῦ.

14.11καὶ εἶπε · μνημονευσάτω δὴ βασιλεὺς τὸν Κύριον Θεὸν αὐτοῦ πληθυνθῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαφθεῖραι καὶ οὐ μὴ ἐξάρωσι τὸν υἱόν μου · καὶ εἶπε · ζῇ Κύριος, εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν.

14.12καὶ εἶπεν γυνή · λαλησάτω δὴ δούλη σου πρὸς τὸν κύριόν μου βασιλέα ρῆμα. καὶ εἶπε · λάλησον.

14.13καὶ εἶπεν γυνή · ἱνατί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν Θεοῦ; ἐκ στόματος τοῦ βασιλέως λόγος οὗτος ὡς πλημμέλεια τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ;

14.14ὅτι θανάτῳ ἀποθανούμεθα, καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τῆς γῆς, οὐ συναχθήσεται · καὶ λήψεται Θεὸς ψυχήν, καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ’αὐτοῦ ἐξεωσμένον.

14.15καὶ νῦν ἦλθον λαλῆσαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ρῆμα τοῦτο, ὅτι ὄψεταί με λαός, καὶ ἐρεῖ δούλη σου · λαλησάτω δὴ πρὸς τὸν κύριόν μου τὸν βασιλέα, εἴπως ποιήσει βασιλεὺς τὸ ρῆμα τῆς δούλης αὐτοῦ ·

14.16ὅτι ἀκούσει βασιλεύς · ρυσάσθω τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας Θεοῦ.

14.17καὶ εἶπεν γυνή · εἴη δὴ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίαν, ὅτι καθὼς ἄγγελος Θεοῦ, οὕτως κύριός μου βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, καὶ Κύριος Θεός σου ἔσται μετὰ σοῦ.

14.18καὶ ἀπεκρίθη βασιλεὺς καὶ εἶπε πρὸς τὴν γυναῖκα · μὴ δὴ κρύψῃς ἀπ’ἐμοῦ ρῆμα, ἐγὼ ἐπερωτῶ σε. καὶ εἶπεν γυνή · λαλησάτω δὴ κύριός μου βασιλεύς.

14.19καὶ εἶπεν βασιλεύς · μὴ χεὶρ Ἰωὰβ ἐν παντὶ τούτῳ μετὰ σοῦ; καὶ εἶπεν γυνὴ τῷ βασιλεῖ · ζῇ ψυχή σου, κύριέ μου βασιλεῦ, εἰ ἔστιν εἰς τὰ δεξιὰ εἰς τὰ ἀριστερὰ ἐκ πάντων, ὧν ἐλάλησεν κύριός μου βασιλεύς, ὅτι δοῦλός σου Ἰωὰβ αὐτὸς ἐνετείλατό μοι, καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους ·

14.20ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ρήματος τούτου ἐποίησεν δοῦλός σου Ἰωὰβ τὸν λόγον τοῦτον, καὶ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ Θεοῦ τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ.

14.21καὶ εἶπεν βασιλεὺς πρὸς Ἰωάβ · ἰδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου τοῦτον · πορεύου, ἐπίστρεψον τὸ παιδάριον τὸν Ἀβεσσαλώμ.

14.22καὶ ἔπεσεν Ἰωὰβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησε καὶ εὐλόγησε τὸν βασιλέα, καὶ εἶπεν Ἰωάβ · σήμερον ἔγνω δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ, ὅτι ἐποίησεν κύριός μου βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ.

14.23καὶ ἀνέστη Ἰωὰβ καὶ ἐπορεύθη εἰς Γεδσοὺρ καὶ ἤγαγε τὸν Ἀβεσσαλὼμ εἰς Ἱερουσαλήμ.

14.24καὶ εἶπεν βασιλεύς · ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω καὶ ἀπέστρεψεν Ἀβεσσαλὼμ εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδε.

14.25καὶ ὡς Ἀβεσσαλὼμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ Ἰσραὴλ αἰνετὸς σφόδρα, ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυφῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος.

14.26καὶ ἐν τῷ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ καὶ ἐγένετο ἀπ’ἀρχῆς ἡμερῶν εἰς ἡμέρας, ὡς ἂν ἐκείρετο, ὅτι κατεβαρύνετο ἐπ’αὐτὸν καὶ κειρόμενος αὐτὴν ἔστησε τὴν τρίχα τῆς κεφαλῆς αὐτοῦ διακοσίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ.

14.27καὶ ἐτέχθησαν τῷ Ἀβεσσαλὼμ τρεῖς υἱοὶ καὶ θυγάτηρ μία, καὶ ὄνομα αὐτῇ Θημάρ · αὕτη ἦν γυνὴ καλὴ σφόδρα καὶ γίνεται γυνὴ τῷ Ῥοβοὰμ υἱῷ Σαλωμὼν καὶ τίκτει αὐτῷ τὸν Ἀβιά.

14.28καὶ ἐκάθισεν Ἀβεσσαλὼμ ἐν Ἱερουσαλὴμ δύο ἔτη ἡμερῶν, καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδε.

14.29καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ πρὸς Ἰωὰβ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα, καὶ οὐκ ἠθέλησεν ἐλθεῖν πρὸς αὐτόν · καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν, καὶ οὐκ ἠθέλησε παραγενέσθαι.

14.30καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς τοὺς παῖδας αὐτοῦ · ἴδετε, μερὶς ἐν ἀγρῷ τοῦ Ἰωὰβ ἐχόμενά μου, καὶ αὐτῷ ἐκεῖ κριθαί, πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί · καὶ ἐνέπρησαν οἱ παῖδες Ἀβεσσαλὼμ τὴν μερίδα. καὶ παραγίνονται οἱ δοῦλοι Ἰωὰβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ εἶπον · ἐνεπύρισαν οἱ δοῦλοι Ἀβεσσαλὼμ τὴν μερίδα ἐν πυρί.

14.31καὶ ἀνέστη Ἰωὰβ καὶ ἦλθε πρὸς Ἀβεσσαλὼμ εἰς τὸν οἶκον καὶ εἶπε πρὸς αὐτόν · ἱνατί ἐνεπύρισαν οἱ παῖδές σου τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί;

14.32καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἰωάβ · ἰδοὺ ἀπέστειλα πρός σε λέγων · ἦκε ὧδε, καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων · ἱνατί ἦλθον ἐκ Γεδσούρ; ἀγαθόν μοι ἦν εἶναι ἐκεῖ · καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον · εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία, καὶ θανάτωσόν με.

14.33καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλεν αὐτῷ, καὶ ἐκάλεσε τὸν Ἀβεσσαλώμ. καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα καὶ προσεκύνησεν αὐτῷ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν κατὰ πρόσωπον τοῦ βασιλέως, καὶ κατεφίλησεν βασιλεὺς τὸν Ἀβεσσαλώμ.

15

15.1καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Ἀβεσσαλὼμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ.

15.2καὶ ὤρθρισεν Ἀβεσσαλὼμ καὶ ἔστη ἀνὰ χεῖρας τῆς ὁδοῦ τῆς πύλης καὶ ἐγένετο πᾶς ἀνήρ, ἐγένετο κρίσις, ἦλθε πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ ἐβόησε πρὸς αὐτὸν Ἀβεσσαλὼμ καὶ ἔλεγεν αὐτῷ · ἐκ ποίας πόλεως σὺ εἶ; καὶ εἶπεν · ἐκ μιᾶς φυλῶν Ἰσραὴλ δοῦλός σου.

15.3καὶ εἶπε πρὸς αὐτὸν Ἀβεσσαλώμ · ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι, καὶ ἀκούων οὐκ ἔστι σοι παρὰ τοῦ βασιλέως.

15.4καὶ εἶπεν Ἀβεσσαλώμ · τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ, καὶ ἐπ’ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ, ἐὰν ἀντιλογία καὶ κρίσις, καὶ δικαιώσω αὐτόν;

15.5καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.

15.6καὶ ἐποίησεν Ἀβεσσαλὼμ κατὰ τὸ ρῆμα τοῦτο παντὶ Ἰσραὴλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ ἰδιοποιεῖτο Ἀβεσσαλὼμ τὴν καρδίαν ἀνδρῶν Ἰσραήλ.

15.7καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς τὸν πατέρα αὐτοῦ · πορεύσομαι δὴ καὶ ἀποτίσω τὰς εὐχάς μου, ἃς ηὐξάμην τῷ Κυρίῳ ἐν Χεβρών ·

15.8ὅτι εὐχὴν ηὔξατο δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσοὺρ ἐν Συρίᾳ λέγων · ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με Κύριος εἰς Ἱερουσαλήμ, καὶ λατρεύσω τῷ Κυρίῳ.

15.9καὶ εἶπεν αὐτῷ βασιλεύς · βάδιζε εἰς εἰρήνην · καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρών.

15.10καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ κατασκόπους ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγων · ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε · βεβασίλευκε βασιλεὺς Ἀβεσσαλὼμ ἐν Χεβρών.

15.11καὶ μετὰ Ἀβεσσαλὼμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ἱερουσαλὴμ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ρῆμα.

15.12καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ καὶ ἐκάλεσε τὸν Ἀχιτόφελ τὸν Γελμωναῖον τὸν σύμβουλον Δαυὶδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλὰ ἐν τῷ θυσιάζειν αὐτόν. καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν, καὶ λαὸς πορευόμενος καὶ πολὺς μετὰ Ἀβεσσαλώμ.

15.13καὶ παρεγένετο ἀπαγγέλλων πρὸς Δαυὶδ λέγων · ἐγενήθη καρδία ἀνδρῶν Ἰσραὴλ ὀπίσω Ἀβεσσαλώμ.

15.14καὶ εἶπε Δαυὶδ πᾶσι τοῖς παισὶν αὐτοῦ τοῖς μετ’αὐτοῦ τοῖς ἐν Ἱερουσαλήμ · ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Ἀβεσσαλώμ · ταχύνατε τοῦ πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ’ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν ἐν στόματι μαχαίρας.

15.15καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα · κατὰ πάντα, ὅσα αἱρεῖται κύριος ἡμῶν βασιλεύς, ἰδοὺ οἱ παῖδές σου.

15.16καὶ ἐξῆλθεν βασιλεὺς καὶ πᾶς οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν · καὶ ἀφῆκεν βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον.

15.17καὶ ἐξῆλθεν βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν.

15.18καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς Χελεθὶ καὶ πᾶς Φελεθὶ καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ · καὶ πᾶς λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταὶ ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ · καὶ πᾶς Χελεθὶ καὶ πᾶς Φελεθὶ καὶ πάντες οἱ Γεθθαῖοι, οἱ ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γέθ, πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως.

15.19καὶ εἶπεν βασιλεὺς πρὸς Ἐθθὶ τὸν Γεθθαῖον · ἱνατί πορεύῃ καὶ σὺ μεθ’ἡμῶν; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκησας σὺ ἐκ τοῦ τόπου σου.

15.20εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθ’ἡμῶν; καί γε μεταναστήσεις τὸν τόπον σου; ἐχθὲς ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθ’ἡμῶν τοῦ πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι οὗ ἐὰν ἐγὼ πορευθῶ. ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν.

15.21καὶ ἀπεκρίθη Ἐθθὶ τῷ βασιλεῖ καὶ εἶπε · ζῇ Κύριος καὶ ζῇ κύριός μου βασιλεύς, ὅτι εἰς τὸν τόπον, οὗ ἐὰν κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται δοῦλός σου.

15.22καὶ εἶπεν βασιλεὺς πρὸς Ἐθθί · δεῦρο καὶ διάβαινε μετ’ἐμοῦ · καὶ παρῆλθεν Ἐθθὶ Γεθθαῖος καὶ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὄχλος μετ’αὐτοῦ.

15.23καὶ πᾶσα γῆ ἔκλαιε φωνῇ μεγάλῃ. καὶ πᾶς λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ τῶν Κέδρων, καὶ βασιλεὺς διέβη τὸν χειμάρρουν Κέδρων καὶ πᾶς λαὸς καὶ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον.

15.24καὶ ἰδοὺ καί γε Σαδὼκ καὶ πάντες οἱ Λευῖται μετ’αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἀπὸ Βαιθὰρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ Θεοῦ. καὶ ἀνέβη Ἀβιάθαρ, ἕως ἐπαύσατο πᾶς λαὸς παρελθεῖν ἐκ τῆς πόλεως.

15.25καὶ εἶπεν βασιλεὺς πρὸς τὸν Σαδώκ · ἀπόστρεψον τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς τὴν πόλιν · ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτήν καὶ τὴν εὐπρέπειαν αὐτῆς.

15.26καὶ ἐὰν εἴπῃ οὕτως · οὐκ ἠθέληκα ἐν σοί, ἰδοὺ ἐγώ εἰμι, ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.

15.27καὶ εἶπεν βασιλεὺς τῷ Σαδὼκ τῷ ἱερεῖ · ἴδετε, σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ, καὶ Ἀχιμάας υἱός σου καὶ Ἰωνάθαν υἱὸς Ἀβιάθαρ οἱ δύο υἱοὶ ὑμῶν μεθ’ὑμῶν ·

15.28ἴδετε, ἐγώ εἰμι στρατεύομαι ἐν Ἀραβὼθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ρῆμα παρ’ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι.

15.29καὶ ἀπέστρεψε Σαδὼκ καὶ Ἀβιάθαρ τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς Ἱερουσαλὴμ καὶ ἐκάθισεν ἐκεῖ.

15.30καὶ Δαυὶδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος, καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος, καὶ πᾶς λαὸς μετ’αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες.

15.31καὶ ἀνηγγέλη Δαυὶδ λέγοντες · καὶ Ἀχιτόφελ ἐν τοῖς συστρεφομένοις μετὰ Ἀβεσσαλώμ · καὶ εἶπε Δαυίδ · διασκέδασον δὴ τὴν βουλὴν Ἀχιτόφελ, Κύριε Θεός μου.

15.32καὶ ἦν Δαυὶδ ἐρχόμενος ἕως τοῦ Ῥοώς, οὗ προσεκύνησεν ἐκεῖ τῷ Θεῷ, καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσὶ ἀρχιεταῖρος Δαυὶδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.

15.33καὶ εἶπεν αὐτῷ Δαυίδ · ἐὰν μὲν διαβῇς μετ’ἐμοῦ, καὶ ἔσῃ ἐπ’ἐμὲ εἰς βάσταγμα ·

15.34καὶ ἐὰν ἐπιστρέψῃς ἐπὶ τὴν πόλιν, καὶ ἐρεῖς τῷ Ἀβεσσαλώμ · διεληλύθασιν οἱ ἀδελφοί σου, καὶ βασιλεὺς κατόπισθέν μου διελήλυθεν πατήρ σου, καὶ νῦν παῖς σού εἰμι, βασιλεῦ, ἔασόν με ζῆσαι, παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως, καὶ νῦν ἐγὼ δοῦλος σός · καὶ διασκεδάσεις μοι τὴν βουλὴν Ἀχιτόφελ.

15.35καὶ ἰδοὺ ἐκεῖ μετὰ σοῦ Σαδὼκ καὶ Ἀβιάθαρ οἱ ἱερεῖς, καὶ ἔσται πᾶν ρῆμα, ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἀπαγγελεῖς τῷ Σαδὼκ καὶ τῷ Ἀβιάθαρ τοῖς ἱερεῦσιν.

15.36ἰδοὺ ἐκεῖ μετ’αὐτῶν δύο υἱοὶ αὐτῶν, Ἀχιμάας υἱὸς τῷ Σαδὼκ καὶ Ἰωνάθαν υἱὸς τῷ Ἀβιάθαρ, καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ρῆμα, ἐὰν ἀκούσητε.

15.37καὶ εἰσῆλθε Χουσὶ ἑταῖρος Δαυὶδ εἰς τὴν πόλιν, καὶ Ἀβεσσαλὼμ ἄρτι εἰσεπορεύετο εἰς Ἱερουσαλήμ.

16

16.1καὶ Δαυὶδ παρῆλθε βραχύ τι ἀπὸ τῆς Ῥοὼς καὶ ἰδοὺ Σιβὰ τὸ παιδάριον Μεμφιβοσθὲ εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπίσεσαγμένων, καὶ ἐπ’αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ νέβελ οἴνου.

16.2καὶ εἶπεν βασιλεὺς πρὸς Σιβά · τί ταῦτά σοι; καὶ εἶπε Σιβά · τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ.

16.3καὶ εἶπεν βασιλεύς · καὶ ποῦ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα · ἰδοὺ κάθηται ἐν Ἱερουσαλήμ, ὅτι εἶπε · σήμερον ἐπιστρέψουσί μοι οἶκος Ἰσραὴλ τὴν βασιλείαν τοῦ πατρός μου.

16.4καὶ εἶπεν βασιλεὺς τῷ Σιβά · ἰδού σοι πάντα, ὅσα ἐστὶ Μεμφιβοσθέ. καὶ εἶπε Σιβὰ προσκυνήσας · εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ.

16.5καὶ ἦλθεν βασιλεὺς Δαυὶδ ἕως Βαουρίμ · καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαούλ, καὶ ὄνομα αὐτῷ Σεμεΐ υἱὸς Γηρά · ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις τὸν Δαυὶδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυίδ.

16.6καὶ πᾶς λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως.

16.7καὶ οὕτως ἔλεγε Σεμεΐ ἐν τῷ καταρᾶσθαι αὐτόν · ἔξελθε, ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ παράνομος ·

16.8ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαούλ, ὅτι ἐβασίλευσας ἀντ’αὐτοῦ, καὶ ἔδωκε Κύριος τὴν βασιλείαν ἐν χειρὶ Ἀβεσσαλὼμ τοῦ υἱοῦ σου · καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ.

16.9καὶ εἶπεν Ἀβεσσὰ υἱὸς Σαρουΐας πρὸς τὸν βασιλέα · ἱνατί καταρᾶται κύων τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ.

16.10καὶ εἶπεν βασιλεύς · τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας; ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω, ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυίδ, καὶ τίς ἐρεῖ, ὡς τί ἐποίησας οὕτως;

16.11καὶ εἶπε Δαυὶδ πρὸς Ἀβεσσὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ · ἰδοὺ υἱός μου ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν υἱὸς τοῦ Ἰεμινί · ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ Κύριος ·

16.12εἴπως ἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ.

16.13καὶ ἐπορεύθη Δαυὶδ καὶ πάντες οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ, καὶ Σεμεΐ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοΐ πάσσων.

16.14καὶ ἦλθεν βασιλεὺς καὶ πᾶς λαὸς μετ’αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ.

16.15καὶ Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραὴλ εἰσῆλθον εἰς Ἱερουσαλὴμ καὶ Ἀχιτόφελ μετ’αὐτοῦ.

16.16καὶ ἐγενήθη ἡνίκα ἦλθε Χουσὶ ἀρχιεταῖρος Δαυὶδ πρὸς Ἀβεσσαλώμ, καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλώμ · ζήτω βασιλεύς.

16.17καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Χουσί · τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἱνατί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου;

16.18καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλώμ · οὐχί, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο Κύριος καὶ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ἰσραήλ, αὐτῷ ἔσομαι καὶ μετὰ αὐτοῦ καθήσομαι ·

16.19καὶ τὸ δεύτερον, τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου.

16.20καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἀχιτόφελ · φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν;

16.21καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλώμ · εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπε φυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς Ἰσραὴλ ὅτι κατῄσχυνας τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ.

16.22καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Ἀβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλθεν Ἀβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ’ὀφθαλμοὺς παντὸς Ἰσραήλ.

16.23καὶ βουλὴ Ἀχιτόφελ, ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις, ὃν τρόπον ἐπερωτήσῃ τις ἐν λόγῳ τοῦ Θεοῦ, οὕτως πᾶσα βουλὴ τοῦ Ἀχιτόφελ καί γε τῷ Δαυὶδ καί γε τῷ Ἀβεσσαλώμ.

17

17.1καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλώμ · ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυὶδ τὴν νύκτα ·

17.2καὶ ἐπελεύσομαι ἐπ’αὐτόν, καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσί, καὶ ἐκστήσω αὐτόν, καὶ φεύξεται πᾶς λαὸς μετ’αὐτοῦ, καὶ πατάξω τὸν βασιλέα μονώτατον ·

17.3καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρός σε, ὃν τρόπον ἐπιστρέφει νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς · πλὴν ψυχὴν ἀνδρὸς ἑνὸς σὺ ζητεῖς καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη.

17.4καὶ εὐθὴς λόγος ἐν ὀφθαλμοῖς Ἀβεσσαλὼμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ἰσραήλ ·

17.5καὶ εἶπεν Ἀβεσσαλώμ · καλέσατε δὴ καί γε τὸν Χουσὶ τὸν Ἀραχί, καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ καί γε αὐτοῦ.

17.6καὶ εἰσῆλθε Χουσὶ πρὸς Ἀβεσσαλώμ · καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς αὐτὸν λέγων · κατὰ τὸ ρῆμα τοῦτο ἐλάλησεν Ἀχιτόφελ · εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ; εἰ δὲ μή, σὺ λάλησον ·

17.7καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλώμ · οὐκ ἀγαθὴ αὕτη βουλή, ἣν ἐβουλεύσατο Ἀχιτόφελ τὸ ἅπαξ τοῦτο.

17.8καὶ εἶπε Χουσί · σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ, ὅτι δυνατοί εἰσι σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν, ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ, καὶ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν ·

17.9ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἐν ἑνὶ τῶν τόπων, καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούσῃ ἀκούων καὶ εἴπῃ · ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Ἀβεσσαλώμ, καί γε αὐτὸς υἱὸς δυνάμεως, οὗ καρδία καθὼς καρδία τοῦ λέοντος, τηκομένη τακήσεται, ὅτι οἶδε πᾶς Ἰσραὴλ ὅτι δυνατὸς πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ’αὐτοῦ.

17.11ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα, καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ὡς ἄμμος ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν, καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων, οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ, καὶ παρεμβαλοῦμεν ἐπ’αὐτόν, ὡς πίπτει δρόσος ἐπὶ τὴν γῆν, καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσι τοῖς μετ’αὐτοῦ καί γε ἕνα ·

17.13καὶ ἐὰν εἰς τὴν πόλιν συναχθῇ, καὶ λήψεται πᾶς Ἰσραὴλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν, ὅπως μὴ καταλειφθῇ ἐκεῖ μη δὲ λίθος.

17.14καὶ εἶπεν Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραήλ · ἀγαθὴ βουλὴ Χουσὶ τοῦ Ἀραχὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ · καὶ Κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν τοῦ Ἀχιτόφελ τὴν ἀγαθήν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα.

17.15καὶ εἶπε Χουσὶ τοῦ Ἀραχὶ πρὸς Σαδὼκ καὶ Ἀβιάθαρ τοὺς ἱερεῖς · οὕτως καὶ οὕτως συνεβούλευσεν Ἀχιτόφελ τῷ Ἀβεσσαλὼμ καὶ τοῖς πρεσβυτέροις Ἰσραήλ, καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ.

17.16καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυὶδ λέγοντες · μὴ αὐλισθῇς τὴν νύκτα ἐν Ἀραβὼθ τῆς ἐρήμου καί γε διαβαίνων σπεῦσον, μή ποτε καταπείσῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ’αὐτοῦ.

17.17καὶ Ἰωνάθαν καὶ Ἀχιμάας εἱστήκεισαν ἐν τῇ πηγῇ Ῥωγήλ, καὶ ἐπορεύθη παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς, καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσι τῷ βασιλεῖ Δαυίδ, ὅτι οὐκ ἠδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν.

17.18καὶ εἶδεν αὐτοὺς παιδάριον καὶ ἀνήγγειλε τῷ Ἀβεσσαλώμ, καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουρίμ, καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ, καὶ κατέβησαν ἐκεῖ.

17.19καὶ ἔλαβεν γυνὴ καὶ διεπέτασε τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου καὶ ἔψυξεν ἐπ’αὐτῷ ἀραφώθ, καὶ οὐκ ἐγνώσθη ρῆμα.

17.20καὶ ἦλθαν οἱ παῖδες Ἀβεσσαλὼμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν · ποῦ Ἀχιμάας καὶ Ἰωνάθαν; καὶ εἶπεν αὐτοῖς γυνή · παρῆλθαν μικρὸν τοῦ ὕδατος, καὶ ἐζήτησαν καὶ οὐχ εὗραν καὶ ἀνέστρεψαν εἰς Ἱερουσαλήμ.

17.21ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου καὶ ἐπορεύθησαν καὶ ἀπήγγειλαν τῷ βασιλεῖ Δαυὶδ καὶ εἶπαν πρὸς Δαυίδ · ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ, ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Ἀχιτόφελ.

17.22καὶ ἀνέστη Δαυὶδ καὶ πᾶς λαὸς μετ’αὐτοῦ καὶ διέβησαν τὸν Ἰορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωΐ, ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθε τὸν Ἰορδάνην.

17.23καὶ Ἀχιτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη βουλὴ αὐτοῦ, καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ · καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ καὶ ἀπήγξατο καὶ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ.

17.24καὶ Δαυὶδ διῆλθεν εἰς Μαναΐμ, καὶ Ἀβεσσαλὼμ διέβη τὸν Ἰορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ἰσραὴλ μετ’αὐτοῦ.

17.25καὶ τὸν Ἀμεσσαΐ κατέστησεν Ἀβεσσαλὼμ ἀντὶ Ἰωὰβ ἐπὶ τῆς δυνάμεως · καὶ Ἀμεσσαΐ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ Ἰοθὸρ Ἰσραηλίτης, οὗτος εἰσῆλθε πρὸς Ἀβιγαίαν θυγατέρα Νάας ἀδελφὴν Σαρουΐας μητρὸς Ἰωάβ.

17.26καὶ παρενέβαλε πᾶς Ἰσραὴλ καὶ Ἀβεσσαλὼμ εἰς τὴν γῆν Γαλαάδ.

17.27καὶ ἐγένετο ἡνίκα ἦλθε Δαυὶδ εἰς Μαναΐμ, καὶ Οὐεσβὶ υἱὸς Νάας ἐκ Ῥαββὰθ υἱῶν Ἀμμὼν καὶ Μαχὶρ υἱὸς Ἀμιὴλ ἐκ Λωδαβὰρ καὶ Βερζελλὶ Γαλααδίτης ἐκ Ῥωγελλὶμ ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ σαφφὼθ βοῶν καὶ προσήνεγκαν τῷ Δαυὶδ καὶ τῷ λαῷ τῷ μετ’αὐτοῦ φαγεῖν, ὅτι εἶπαν ·

17.29 λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ.

18

18.1καὶ ἐπεσκέψατο Δαυὶδ τὸν λαὸν τὸν μετ’αὐτοῦ καὶ κατέστησεν ἐπ’αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους.

18.2καὶ ἀπέστειλε Δαυὶδ τὸν λαόν, τὸ τρίτον ἐν χειρὶ Ἰωὰβ καὶ τὸ τρίτον ἐν χειρὶ Ἀβεσσὰ υἱοῦ Σαρουΐας ἀδελφοῦ Ἰωὰβ καὶ τὸ τρίτον ἐν χειρὶ Ἐθθὶ τοῦ Γεθθαίου. καὶ εἶπε Δαυὶδ πρὸς τὸν λαόν · ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ’ὑμῶν.

18.3καὶ εἶπαν · οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφ’ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφ’ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες · καὶ νῦν ἀγαθὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν.

18.4καὶ εἶπε πρὸς αὐτοὺς βασιλεύς · ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν, ποιήσω. καὶ ἔστη βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης, καὶ πᾶς λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας.

18.5καὶ ἐνετείλατο βασιλεὺς τῷ Ἰωὰβ καὶ τῷ Ἀβεσσὰ καὶ τῷ Ἐθθὶ λέγων · φείσασθέ μοι τοῦ παιδαρίου τοῦ Ἀβεσσαλώμ · καὶ πᾶς λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσι τοῖς ἄρχουσιν ὑπὲρ Ἀβεσσαλώμ, καὶ ἐξῆλθε πᾶς λαὸς εἰς τὸν δρυμὸν ἐξεναντίας Ἰσραήλ, καὶ ἐγένετο πόλεμος ἐν τῷ δρυμῷ Ἐφραίμ.

18.7καὶ ἔπταισεν ἐκεῖ λαὸς Ἰσραὴλ ἐνώπιον τῶν παίδων Δαυίδ, καὶ ἐγένετο θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν.

18.8καὶ ἐγένετο ἐκεῖ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπλεόνασεν δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ μάχαιρα τῇ ἡμέρᾳ ἐκείνῃ.

18.9καὶ συνήντησεν Ἀβεσσαλὼμ ἐνώπιον τῶν παίδων Δαυίδ, καὶ Ἀβεσσαλὼμ ἦν ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ περιεπλάκη κεφαλὴ αὐτοῦ ἐν τῇ δρυΐ, καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς, καὶ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθε.

18.10καὶ εἶδεν ἀνὴρ εἷς καὶ ἀνήγγειλε τῷ Ἰωὰβ καὶ εἶπεν · ἰδοὺ ἑώρακα τὸν Ἀβεσσαλὼμ κρεμάμενον ἐν τῇ δρυΐ.

18.11καὶ εἶπεν Ἰωὰβ τῷ ἀνδρὶ τῷ ἀναγγέλλοντι αὐτῷ · καὶ ἰδοὺ ἑώρακας · τί ὅτι οὐκ ἐπάταξας αὐτὸν ἐκεῖ εἰς τὴν γῆν; καὶ ἐγὼ ἂν ἐδεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν.

18.12εἶπε δὲ ἀνὴρ πρὸς Ἰωάβ · καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω τὴν χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως, ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο βασιλεύς σοι καὶ τῷ Ἀβεσσὰ καὶ τῷ Ἐθθὶ λέγων · φυλάξατέ μοι τὸ παιδάριον τὸν Ἀβεσσαλὼμ μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον ·

18.13καὶ πᾶς λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήσῃ ἐξεναντίας.

18.14καὶ εἶπεν Ἰωάβ · τοῦτο ἐγὼ ἄρξομαι · οὐχ οὕτως μενῶ ἐνώπιόν σου. καὶ ἔλαβεν Ἰωὰβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ Ἀβεσσαλὼμ ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυός.

18.15καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ἰωὰβ καὶ ἐπάταξαν τὸν Ἀβεσσαλὼμ καὶ ἐθανάτωσαν αὐτόν.

18.16καὶ ἐσάλπισεν Ἰωὰβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν λαὸς τοῦ μὴ διώκειν ὀπίσω Ἰσραήλ, ὅτι ἐφείδετο Ἰωὰβ τοῦ λαοῦ.

18.17καὶ ἔλαβε τὸν Ἀβεσσαλὼμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ’αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα. καὶ πᾶς Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ.

18.18καὶ Ἀβεσσαλὼμ ἔτι ζῶν ἔλαβε καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην, ἐν ἐλήφθη, καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως, ὅτι εἶπεν · οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκα τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ · καὶ ἐκάλεσε τὴν στήλην Χεὶρ Ἀβεσσαλὼμ ἕως τῆς ἡμέρας ταύτης.

18.19καὶ Ἀχιμάας υἱὸς Σαδὼκ εἶπε · δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ, ὅτι ἔκρινε Κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ.

18.20καὶ εἶπεν αὐτῷ Ἰωάβ · οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ, ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ, οὗ εἵνεκεν υἱὸς τοῦ βασιλέως ἀπέθανε.

18.21καὶ εἶπεν Ἰωὰβ τῷ Χουσί · βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες · καὶ προσεκύνησε Χουσὶ τῷ Ἰωὰβ καὶ ἐξῆλθε.

18.22καὶ προσέθετο ἔτι Ἀχιμάας υἱὸς Σαδὼκ καὶ εἶπε πρὸς Ἰωάβ · καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσί. καὶ εἶπεν Ἰωάβ · ἱνατί σὺ τοῦτο τρέχεις, υἱέ μου; δεῦρο, οὐκ ἔστι σοι εὐαγγέλια εἰς ὠφέλειαν πορευομένῳ.

18.23καὶ εἶπε · τί γὰρ ἐὰν δράμω; καὶ εἶπεν αὐτῷ Ἰωάβ · δράμε. καὶ ἔδραμεν Ἀχιμάας τὴν ὁδὸν τὴν τοῦ Κεχὰρ καὶ ὑπερέβη τὸν Χουσί.

18.24καὶ Δαυὶδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν. καὶ ἐπορεύθη σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῇρε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ καὶ ἀνεβόησεν σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ.

18.25καὶ εἶπεν βασιλεύς · εἰ μόνος ἐστίν, εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ. καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων.

18.26καὶ εἶδεν σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπε · καὶ ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος. καὶ εἶπεν βασιλεύς · καί γε οὗτος εὐαγγελιζόμενος.

18.27καὶ εἶπεν σκοπός · ἐγὼ ὁρῷ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Ἀχιμάας υἱοῦ Σαδώκ. καὶ εἶπεν βασιλεύς · ἀνὴρ ἀγαθὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται.

18.28καὶ ἐβόησεν Ἀχιμάας καὶ εἶπε πρὸς τὸν βασιλέα · εἰρήνη · καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ εἶπεν · εὐλογητὸς Κύριος Θεός σου, ὃς ἀπέκλεισε τοὺς ἄνδρας τοὺς ἐπαραμένους τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ.

18.29καὶ εἶπεν βασιλεύς · εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; καὶ εἶπεν Ἀχιμάας · εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ἰωὰβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ.

18.30καὶ εἶπεν βασιλεύς · ἐπίστρεψον, στηλώθητι ὧδε · καὶ ἐπεστράφη καὶ ἔστη.

18.31καὶ ἰδοὺ Χουσὶ παρεγένετο καὶ εἶπε τῷ βασιλεῖ · εὐαγγελισθήτω κύριός μου βασιλεύς, ὅτι ἔκρινέ σοι Κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ.

18.32καὶ εἶπεν βασιλεὺς πρὸς τὸν Χουσί · εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; καὶ εἶπεν Χουσί · γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες, ὅσοι ἐπανέστησαν ἐπ’αὐτὸν εἰς κακά.

18.33καὶ ἐταράχθη βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσε · καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν · υἱέ μου Ἀβεσσαλώμ, υἱέ μου, υἱέ μου Ἀβεσσαλώμ, τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; ἐγὼ ἀντὶ σοῦ, Ἀβεσσαλώμ, υἱέ μου υἱέ μου.

19

19.1καὶ ἀνηγγέλη τῷ Ἰωὰβ λέγοντες · ἰδοὺ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ Ἀβεσσαλώμ.

19.2καὶ ἐγένετο σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ, ὅτι ἤκουσεν λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων, ὅτι λυπεῖται βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ.

19.3καὶ διεκλέπτετο λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὼς διακλέπτεται λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ.

19.4καὶ βασιλεὺς ἔκρυψε τὸ πρόσωπον αὐτοῦ. καὶ ἔκραξεν βασιλεὺς φωνῇ μεγάλῃ λέγων · υἱέ μου Ἀβεσσαλώμ, Ἀβεσσαλὼμ υἱέ μου.

19.5καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπε · κατῄσχυνας σήμερον τὰ πρόσωπα πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου, τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὐκ εἰσὶν οἱ ἄρχοντές σου, οὐ δὲ παῖδες ·

19.6ὅτι ἔγνωκα σήμερον ὅτι εἰ Ἀβεσσαλὼμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου.

19.7καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν Κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην · καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν.

19.8καὶ ἀνέστη βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ, καὶ πᾶς λαὸς ἀνήγγειλαν λέγοντες · ἰδοὺ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ · καὶ εἰσῆλθε πᾶς λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως ἐπὶ τὴν πύλην. καὶ Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ.

19.9καὶ ἦν πᾶς λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγοντες · βασιλεὺς Δαυὶδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλετο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων, καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ, καὶ ἀπὸ Ἀβεσσαλώμ ·

19.10καὶ Ἀβεσσαλώμ, ὃν ἐχρίσαμεν ἐφ’ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ, καὶ νῦν ἱνατί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα; καὶ τὸ ρῆμα παντὸς Ἰσραὴλ ἦλθε πρὸς τὸν βασιλέα.

19.11καὶ βασιλεὺς Δαυὶδ ἀπέστειλε πρὸς Σαδὼκ καὶ πρὸς Ἀβιάθαρ τοὺς ἱερεῖς λέγων · λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ἰούδα λέγοντες · ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς Ἰσραὴλ ἦλθε πρὸς τὸν βασιλέα.

19.12ἀδελφοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς, ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ;

19.13καὶ τῷ Ἀμεσσαΐ ἐρεῖτε · οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι Θεὸς καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ἰωάβ.

19.14καὶ ἔκλινε τὴν καρδίαν παντὸς ἀνδρὸς Ἰούδα ὡς ἀνδρὸς ἑνός, καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες · ἐπιστράφηθι σὺ καὶ πάντες οἱ δοῦλοί σου.

19.15καὶ ἐπέστρεψεν βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ Ἰορδάνου, καὶ ἄνδρες Ἰούδα ἦλθαν εἰς Γάλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ἰορδάνην.

19.16καὶ ἐτάχυνε Σεμεΐ υἱὸς Γηρὰ υἱοῦ τοῦ Ἰεμινὶ ἐκ Βαουρὶμ καὶ κατέβη μετὰ ἀνδρὸς Ἰούδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυὶδ καὶ χίλιοι ἄνδρες μετ’αὐτοῦ ἐκ τοῦ Βενιαμὶν καὶ Σιβὰ τὸ παιδάριον τοῦ οἴκου Σαοὺλ καὶ πεντεκαίδεκα υἱοὶ αὐτοῦ μετ’αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ’αὐτοῦ καὶ κατεύθυναν τὸν Ἰορδάνην ἔμπροσθεν τοῦ βασιλέως καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα, καὶ διέβη διάβασις τοῦ ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ.

19.18καὶ Σεμεΐ υἱὸς Γηρὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν Ἰορδάνην καὶ εἶπε πρὸς τὸν βασιλέα ·

19.19μὴ δὴ λογισάσθω κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν παῖς σου ἐν τῇ ἡμέρᾳ, κύριός μου ἐξεπορεύετο ἐξ Ἱερουσαλήμ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ, ὅτι ἔγνω δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς Ἰσραὴλ καὶ οἴκου Ἰωσὴφ τοῦ καταβῆναί με εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως.

19.21καὶ ἀπεκρίθη Ἀβεσσὰ υἱὸς Σαρουΐας καὶ εἶπε · μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεΐ, ὅτι κατηράσατο τὸν χριστὸν Κυρίου;

19.22καὶ εἶπε Δαυίδ · τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ἰσραήλ, ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ἰσραήλ.

19.23καὶ εἶπεν βασιλεὺς πρὸς Σεμέΐ · οὐ μὴ ἀποθάνῃς · καὶ ὤμοσεν αὐτῷ βασιλεύς.

19.24καὶ Μεμφιβοσθὲ υἱὸς υἱοῦ Σαοὺλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως · καὶ οὐκ ἐθεράπευσε τοὺς πόδας αὐτοῦ, οὐ δὲ ὠνυχίσατο, οὐ δὲ ἐποίησε τὸν μύστακα αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἀπέπλυνεν ἀπὸ τῆς ἡμέρας, ἧς ἀπῆλθεν βασιλεύς, ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ.

19.25καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ἱερουσαλὴμ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ βασιλεύς · τί ὅτι οὐκ ἐπορεύθης μετ’ἐμοῦ, Μεμφιβοσθέ;

19.26καὶ εἶπε πρὸς αὐτὸν Μεμφιβοσθέ · κύριέ μου βασιλεῦ, δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν παῖς σου αὐτῷ · ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ’αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς δοῦλός σου ·

19.27καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ κύριός μου βασιλεὺς ὡς ἄγγελος τοῦ Θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ·

19.28ὅτι οὐκ ἦν πᾶς οἶκος τοῦ πατρός μου, ἀλλ’ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου · καὶ τί ἔστι μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα;

19.29καὶ εἶπεν αὐτῷ βασιλεύς · ἱνατί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον · σὺ καὶ Σιβὰ διελεῖσθε τὸν ἀγρόν.

19.30καὶ εἶπε Μεμφιβοσθὲ πρὸς τὸν βασιλέα · καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ.

19.31καὶ Βερζελλὶ Γαλααδίτης κατέβη ἐκ Ῥωγελλὶμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ἰορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ἰορδάνην ·

19.32καὶ Βερζελλὶ ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψε τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναΐμ, ὅτι ἀνὴρ μέγας ἦν σφόδρα.

19.33καὶ εἶπεν βασιλεὺς πρὸς Βερζελλί · σὺ διαβήσῃ μετ’ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετ’ἐμοῦ ἐν Ἱερουσαλήμ.

19.34καὶ εἶπε Βερζελλὶ πρὸς τὸν βασιλέα · πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ἱερουσαλήμ;

19.35υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον · μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ; εἰ γεύσεται δοῦλός σου ἔτι φάγομαι πίομαι; ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν; καὶ ἱνατί ἔσται ἔτι δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα;

19.36ὡς βραχὺ διαβήσεται δοῦλός σου τὸν Ἰορδάνην μετὰ τοῦ βασιλέως · καὶ ἱνατί ἀνταποδίδωσί μοι βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην;

19.37καθισάτω δὴ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρὸς μου καὶ τῆς μητρός μου · καὶ ἰδοὺ δοῦλός σου Χαμαὰμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.

19.38καὶ εἶπεν βασιλεύς · μετ’ἐμοῦ διαβήτω Χαμαάμ, κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα, ὅσα ἂν ἐκλέξῃ ἐπ’ἐμοί, ποιήσω σοι.

19.39καὶ διέβη πᾶς λαὸς τὸν Ἰορδάνην, καὶ βασιλεὺς διέβη · καὶ κατεφίλησεν βασιλεὺς τὸν Βερζελλὶ καὶ εὐλόγησεν αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

19.40καὶ διέβη βασιλεὺς εἰς Γάλγαλα, καὶ Χαμαὰμ διέβη μετ’αὐτοῦ, καὶ πᾶς λαὸς Ἰούδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ Ἰσραήλ.

19.41καὶ ἰδοὺ πᾶς ἀνὴρ Ἰσραὴλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπε πρὸς τὸν βασιλέα · τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ Ἰούδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ἰορδάνην καὶ πάντες ἄνδρες Δαυὶδ μετ’αὐτοῦ;

19.42καὶ ἀπεκρίθη πᾶς ἀνὴρ Ἰούδα πρὸς ἄνδρα Ἰσραὴλ καὶ εἶπαν · διότι ἐγγίζει πρός με βασιλεύς · καὶ ἱνατί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως, δόμα ἔδωκεν ἄρσιν ᾖρεν ἡμῖν;

19.43καὶ ἀπεκρίθη ἀνὴρ Ἰσραὴλ τῷ ἀνδρὶ Ἰούδα καὶ εἶπε · δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ σύ, καί γε ἐν τῷ Δαυίδ εἰμι ὑπὲρ σέ · καὶ ἱνατί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνθη λόγος ἀνδρὸς Ἰούδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ἰσραήλ.

20

20.1καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος, καὶ ὄνομα αὐτῷ Σαβεέ, υἱὸς Βοχορὶ ἀνὴρ Ἰεμινί, καὶ ἐσάλπισε τῇ κερατίνῃ καὶ εἶπεν · οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ οὐ δὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ἰεσσαί · ἀνὴρ εἰς τὰ σκηνώματά σου, Ἰσραήλ.

20.2καὶ ἀνέβη πᾶς ἀνὴρ Ἰσραὴλ ἀπὸ ὄπισθεν Δαυὶδ ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀνὴρ Ἰούδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἕως Ἱερουσαλήμ.

20.3καὶ εἰσῆλθε Δαυὶδ εἰς οἶκον αὐτοῦ εἰς Ἱερουσαλήμ, καὶ ἔλαβεν βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀφῆκε φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθε, καὶ ἦσαν συνεχόμεναι ἕως θανάτου αὐτῶν, χῆραι ζῶσαι.

20.4καὶ εἶπεν βασιλεὺς πρὸς Ἀμεσσαΐ · βόησόν μοι τὸν ἄνδρα Ἰούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι.

20.5καὶ ἐπορεύθη Ἀμεσσαΐ τοῦ βοῆσαι τὸν Ἰούδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ, οὗ ἐτάξατο αὐτῷ Δαυίδ.

20.6καὶ εἶπε Δαυὶδ πρὸς Ἀμεσσαΐ · νῦν κακοποιήσει ἡμᾶς Σαβεὲ υἱὸς Βοχορὶ ὑπὲρ Ἀβεσσαλώμ, καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν.

20.7καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ἰωὰβ καὶ Χερεθὶ καὶ Φελεθὶ καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθον ἐξ Ἱερουσαλὴμ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.

20.8καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαών, καὶ Ἀμεσσαΐ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν. καὶ Ἰωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ’αὐτῷ ἐζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς, καὶ μάχαιρα ἐξῆλθε καὶ ἔπεσε.

20.9καὶ εἶπεν Ἰωὰβ τῷ Ἀμεσσαΐ · εἰ ὑγιαίνεις σὺ ἀδελφέ; καὶ ἐκράτησεν χεὶρ δεξιὰ Ἰωὰβ τοῦ πώγωνος Ἀμεσσαΐ τοῦ καταφιλῆσαι αὐτόν.

20.10καὶ Ἀμεσσαΐ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ἰωάβ, καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ἰωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανε. καὶ Ἰωὰβ καὶ Ἀβεσσαΐ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί ·

20.11καὶ ἀνὴρ ἔστη ἐπ’αὐτὸν τῶν παιδαρίων Ἰωὰβ καὶ εἶπε · τίς βουλόμενος Ἰωὰβ καὶ τίς τοῦ Δαυίδ, ὀπίσω Ἰωάβ;

20.12καὶ Ἀμεσσαΐ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου, καὶ εἶδεν ἀνήρ, ὅτι εἱστήκει πᾶς λαός, καὶ ἀπέστρεψε τὸν Ἀμεσσαΐ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ’αὐτὸν ἱμάτιον, καθότι εἶδε πάντα τὸν ἐρχόμενον ἐπ’αὐτὸν ἑστηκότα ·

20.13ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθε πᾶς ἀνὴρ Ἰσραὴλ ὀπίσω Ἰωάβ τοῦ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.

20.14καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ἰσραὴλ εἰς Ἀβὲλ καὶ εἰς Βαιθμαχὰ καὶ πάντες ἐν Χαρρί, καὶ ἐξεκκλησιάσθησαν, καὶ ἦλθον κατόπισθεν αὐτοῦ.

20.15καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ’αὐτὸν τὴν Ἀβὲλ καὶ Βαιθμαχὰ καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν, καὶ ἔστη ἐν τῷ προτειχίσματι, καὶ πᾶς λαὸς μετά Ἰωὰβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος.

20.16καὶ ἐβόησε γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν · ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς Ἰωάβ · ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν.

20.17καὶ προσήγγισε πρὸς αὐτήν, καὶ εἶπεν γυνή · εἰ σὺ εἶ Ἰωάβ; δὲ εἶπεν · ἐγώ. εἶπε δὲ αὐτῷ · ἄκουσον τοὺς λόγους τῆς δούλης σου. καὶ εἶπεν Ἰωάβ · ἀκούω ἐγώ εἰμι.

20.18καὶ εἶπε λέγουσα · λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες · ἠρωτημένος ἠρωτήθη ἐν τῇ Ἀβὲλ καὶ ἐν Δὰν εἰ ἐξέλιπον ἔθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ, ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Ἀβέλ, καὶ οὕτως εἰ ἐξέλιπον.

20.19ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ἰσραήλ, σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ἰσραήλ · ἱνατί καταποντίζεις κληρονομίαν Κυρίου;

20.20καὶ ἀπεκρίθη Ἰωάβ, καὶ εἶπεν · ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ ·

20.21οὐχ οὕτως λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους Ἐφραίμ, Σαβεὲ υἱὸς Βοχορὶ ὄνομα αὐτοῦ, καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυίδ · δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. καὶ εἶπεν γυνὴ πρὸς Ἰωάβ · ἰδοὺ κεφαλὴ αὐτοῦ ριφήσεται πρὸς σὲ διὰ τοῦ τείχους.

20.22καὶ εἰσῆλθεν γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησε πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς · καὶ ἀφεῖλε τὴν κεφαλὴν Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀφεῖλε καὶ ἔβαλε πρὸς Ἰωάβ. καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀπ’αὐτοῦ ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ · καὶ Ἰωὰβ ἀπέστρεψεν εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα.

20.23καὶ Ἰωὰβ πρὸς πάσῃ τῇ δυνάμει Ἰσραήλ, καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τοῦ Χερεθὶ καὶ ἐπὶ τοῦ Φελεθί, καὶ Ἀδωνιρὰμ ἐπὶ τοῦ φόρου, καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλοὺθ ἀναμιμνήσκων, καὶ Σουσὰ γραμματεύς, καὶ Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς, καί γε Ἰρὰς Ἰαρὶν ἦν ἱερεὺς τοῦ Δαυίδ.

21

21.1καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυὶδ τρία ἔτη, ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ, καὶ ἐζήτησε Δαυὶδ τὸ πρόσωπον Κυρίου. καὶ εἶπε Κύριος · ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία ἐν θανάτῳ αἱμάτων αὐτοῦ, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας.

21.2καὶ ἐκάλεσεν βασιλεὺς Δαυὶδ τοὺς Γαβαωνίτας καὶ εἶπε πρὸς αὐτούς · καὶ οἱ Γαβαωνῖται οὐχ υἱοὶ Ἰσραήλ εἰσιν, ὅτι ἀλλ’ ἐκ τοῦ λείμματος τοῦ Ἀμορραίου, καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν αὐτοῖς · καὶ ἐζήτησε Σαοὺλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ἰσραὴλ καὶ Ἰούδα.

21.3καὶ εἶπε Δαυὶδ πρὸς τοὺς Γαβαωνίτας · τί ποιήσω ἡμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου;

21.4καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνῖται · οὐκ ἔστιν ἡμῖν ἀργύριον χρυσίον μετὰ Σαοὺλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν Ἰσραήλ.

21.5καὶ εἶπε · τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν; καὶ εἶπαν πρὸς τὸν βασιλέα · ἀνήρ, ὃς συνετέλεσεν ἐφ’ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς, ὃς παρελογίσατο ἐξολοθρεῦσαι ἡμᾶς · ἀφανίσωμεν αὐτόν, τοῦ μή ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ ·

21.6δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ Γαβαὼν Σαοὺλ ἐκλεκτοὺς Κυρίου. καὶ εἶπεν βασιλεύς · ἐγὼ δώσω.

21.7καὶ ἐφείσατο βασιλεὺς ἐπὶ Μεμφιβοσθὲ υἱὸν Ἰωνάθαν υἱοῦ Σαοὺλ διὰ τὸν ὅρκον Κυρίου τὸν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Δαυὶδ καὶ ἀνὰ μέσον Ἰωνάθαν υἱοῦ Σαούλ ·

21.8καὶ ἔλαβεν βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφὰ θυγατρὸς Ἁϊᾶ, οὓς ἔτεκε τῷ Σαούλ, τὸν Ἑρμωνὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς τῆς Μιχὸλ θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ Ἐσδριὴλ υἱῷ Βερζελλὶ τῷ Μουλαθί, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου, καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό ·

21.9καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις, ἐν ἀρχῇ θερισμοῦ κριθῶν.

21.10καὶ ἔλαβε Ῥεσφὰ θυγάτηρ Ἁϊᾶ τὸν σάκκον καὶ ἔπηξεν αὐτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ἕως ἔσταξεν ἐπ’αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ, καὶ οὐκ ἔδωκε τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ’αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός.

21.11καὶ ἀπηγγέλη τῷ Δαυὶδ ὅσα ἐποίησε Ῥεσφὰ θυγάτηρ Ἁϊᾶ παλλακὴ Σαούλ · καὶ ἐξελύθησαν, καὶ κατέλαβεν αὐτοὺς Δὰν υἱὸς Ἰωὰ ἐκ τῶν ἀπογόνων τῶν γιγάντων, καὶ ἐπορεύθη Δαυὶδ καὶ ἔλαβε τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν Ἰαβὶς Γαλαάδ, οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσάν, ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν τῇ ἡμέρᾳ, ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαοὺλ ἐν Γελβουέ, καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ συνήγαγε τὰ ὀστᾶ τῶν ἐξηλιασμένων.

21.14καὶ ἔθαψαν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τά ὀστᾶ τῶν ἡλιασθέντων ἐν γῇ Βενιαμὶν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κὶς τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα, ὅσα ἐνετείλατο βασιλεύς. καὶ ἐπήκουσεν Θεὸς τῇ γῇ μετὰ ταῦτα.

21.15καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ἰσραήλ. καὶ κατέβη Δαυὶδ καὶ οἱ παῖδες αὐτοῦ μετ’αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων, καὶ ἐξελύθη Δαυίδ.

21.16καὶ Ἰεσβί, ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφὰ καὶ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκὴ χαλκοῦ καὶ αὐτὸς περιεζωσμένος κορύνην, καὶ διενοεῖτο τοῦ πατάξαι τὸν Δαυίδ.

21.17καὶ ἐβοήθησεν αὐτῷ Ἀβεσσὰ υἱὸς Σαρουΐας καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν. τότε ὤμοσαν οἱ ἄνδρες Δαυὶδ λέγοντες · οὐκ ἐξελεύσῃ ἔτι μεθ’ἡμῶν εἰς πόλεμον καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ἰσραήλ.

21.18καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γὲθ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξε Σεβοχὰ Ἀστατωθὶ τὸν Σὲφ ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφά.

21.19καὶ ἐγένετο πόλεμος ἐν Γὸβ μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ἐλεανὰν υἱὸς Ἀριωργὶμ Βηθλεεμίτης τὸν Γολιὰθ τὸν Γεθθαῖον, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.

21.20καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ. καὶ ἦν ἀνὴρ μαδών, καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ, εἰκοσιτέσσαρες ἀριθμῷ, καί γε αὐτὸς ἐτέχθη τῷ Ῥαφά.

21.21καὶ ὠνείδισε τὸν Ἰσραήλ, καὶ ἐπάταξεν αὐτὸν Ἰωνάθαν υἱὸς Σεμεΐ ἀδελφοῦ Δαυίδ.

21.22οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γὲθ τῷ Ῥαφὰ οἶκος, καὶ ἔπεσαν ἐν χειρὶ Δαυίδ, καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ.

22

22.1καὶ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ ἐξείλετο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ, καὶ εἶπεν ·

22.2Κύριε, πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί, Θεός μου φύλαξ μου ἔσται μοι, πεποιθὼς ἔσομαι ἐπ’αὐτῷ, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου, ἐξ ἀδίκου σώσεις με.

22.4αἰνετὸν ἐπικαλέσομαι Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.

22.5ὅτι περιέσχον με συντριμμοὶ θανάτου, χείμαρροι ἀνομίας ἐθάμβησάν με ·

22.6ὠδῖνες θανάτου ἐκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου.

22.7ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι τὸν Κύριον καὶ πρὸς τὸν Θεόν μου βοήσομαι · καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ.

22.8καὶ ἐταράχθη καὶ ἐσείσθη γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν, ὅτι ἐθυμώθη Κύριος αὐτοῖς.

22.9ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται, ἄνθρακες ἐξεκαύθησαν ἀπ’αὐτοῦ.

22.10καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ.

22.11καὶ ἐπεκάθισεν ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου.

22.12καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ, σκηνὴ αὐτοῦ σκότος ὑδάτων · ἐπάχυνεν ἐν νεφέλαις ἀέρος.

22.13ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός.

22.14ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ καὶ ἀπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτούς, καὶ ἤστραψεν ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς.

22.16καὶ ὤφθησαν ἀφέσεις θαλάσσης, καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει Κυρίου, ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ.

22.17ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, εἵλκυσέ με ἐξ ὑδάτων πολλῶν ·

22.18ἐρρύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

22.19προέφθασάν με ἡμέραι θλίψεώς μου καὶ ἐγένετο Κύριος ἐπιστήριγμά μου καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν καὶ ἐξείλετό με, ὅτι ηὐδόκησεν ἐν ἐμοί.

22.21καὶ ἀνταπέδωκέ μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέ μοι.

22.22ὅτι ἐφύλαξα ὁδοὺς Κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου, ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου, καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπ’αὐτῶν.

22.24καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.

22.25καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.

22.26μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ.

22.28καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις.

22.29ὅτι σὺ λύχνος μου, Κύριε, καὶ Κύριος ἐκλάμψει μοι τὸ σκότος μου.

22.30ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.

22.31 ἰσχυρός, ἄμωμος ὁδὸς αὐτοῦ, τὸ ρῆμα Κυρίου κραταιόν, πεπυρωμένον, ὑπερασπιστής ἐστι πᾶσι τοῖς πεποιθόσιν ἐπ’αὐτόν.

22.32τίς ἰσχυρὸς πλὴν Κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ Θεοῦ ἡμῶν;

22.33 ἰσχυρὸς κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου ·

22.34τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με ·

22.35διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου.

22.36καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ὑπακοή σου ἐπλήθυνέ με εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου.

22.38διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω ἕως ἂν συντελέσω αὐτούς ·

22.39καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου.

22.40καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπιστανομένους μοι ὑποκάτω μου ·

22.41καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς.

22.42βοήσονται, καὶ οὐκ ἔστι βοηθός, πρὸς Κύριον, καὶ οὐκ ἐπήκουσεν αὐτῶν.

22.43καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς.

22.44καὶ ρύσῃ με ἐκ μάχης λαῶν, φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν. λαός, ὃν οὐκ ἔγνω, ἐδούλευσάν μοι, υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου ·

22.46υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν.

22.47ζῇ Κύριος, καὶ εὐλογητὸς φύλαξ μου, καὶ ὑψωθήσεται Θεός μου, φύλαξ τῆς σωτηρίας μου.

22.48ἰσχυρὸς Κύριος διδοὺς ἐκδικήσεις ἐμοί, παιδεύων λαοὺς ὑποκάτω μου καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου, καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ρύσῃ με.

22.50διὰ τοῦτο ἐξομολογήσομαί σοι, Κύριε, ἐν τοῖς ἔθνεσι καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ, μεγαλύνων τὰς σωτηρίας βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

23

23.1καὶ οὗτοι οἱ λόγοι Δαυὶδ οἱ ἔσχατοι · πιστὸς Δαυὶδ υἱὸς Ἰεσσαί, καὶ πιστὸς ἀνήρ, ὃν ἀνέστησε Κύριος ἐπὶ χριστὸν Θεοῦ Ἰακώβ, καὶ εὐπρεπεῖς ψαλμοὶ Ἰσραήλ.

23.2πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου.

23.3λέγει Θεὸς Ἰσραήλ, ἐμοὶ ἐλάλησε φύλαξ Ἰσραήλ · παραβολὴν εἰπὸν ἐν ἀνθρώπῳ · πῶς κραταιώσητε φόβον Θεοῦ;

23.4καὶ ἐν Θεῷ φωτὶ πρωΐας ἀνατείλαι ἥλιος, τὸ πρωΐ παρῆλθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς.

23.5οὐ γὰρ οὕτως οἶκός μου μετὰ ἰσχυροῦ; διαθήκην γὰρ αἰώνιον ἔθετό μοι, ἑτοίμην ἐν παντὶ καιρῷ πεφυλαγμένην, ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα, ὅτι οὐ μὴ βλαστήσῃ παράνομος.

23.6ὥσπερ ἄκανθα ἐξωσμένη πάντες οὗτοι, ὅτι οὐ χειρὶ ληφθήσονται, καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς, καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνην αὐτῶν.

23.8ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυίδ · Ἰεβοσθὲ Χαναναῖος, ἄρχων τοῦ τρίτου ἐστίν, Ἀδινὼν Ἀσωναῖος · οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους στρατιώτας εἰσάπαξ.

23.9καὶ μετ’αὐτὸν Ἐλεανὰν υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουδίτου ἐν τοῖς τρισὶ δυνατοῖς. οὗτος μετὰ Δαυὶδ ἦν ἐν Σερράν, καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνέβησαν ἀνὴρ Ἰσραήλ ·

23.10αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις, ἕως οὗ ἐκοπίασεν χεὶρ αὐτοῦ καὶ προσεκολλήθη χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ · καὶ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν.

23.11καὶ μετ’αὐτὸν Σαμαΐα υἱὸς Ἀσὰ Ἀρουχαῖος. καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ, καὶ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων ·

23.12καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην.

23.13καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθαν εἰς Κασὼν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον Ὀδολλάμ, καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ῥαφαΐμ ·

23.14καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ.

23.15καὶ ἐπεθύμησε Δαυὶδ καὶ εἶπε · τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ.

23.16καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυίδ, καὶ οὐκ ἠθέλησε πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ καὶ εἶπεν ·

23.17ἵλεώς μοι, Κύριε, τοῦ ποιῆσαι τοῦτο, εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι · καὶ οὐκ ἠθέλησε πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.

23.18καὶ Ἀβεσσὰ ἀδελφὸς Ἰωὰβ υἱὸς Σαρουΐας αὐτὸς ἄρχων ἐν τοῖς τρισί. καὶ αὐτὸς ἐξήγειρε τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν ·

23.19ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθε.

23.20καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεήλ, καὶ αὐτὸς ἐπάταξε τοὺς δύο υἱοὺς Ἀριὴλ τοῦ Μωάβ · καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος ·

23.21αὐτὸς ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν, ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας, καὶ κατέβη πρὸς αὐτὸν ἐν ράβδῳ καὶ ἥρπασε τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.

23.22ταῦτα ἐποίησε Βαναίας υἱὸς Ἰωδαέ, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς ·

23.23ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθε · καὶ ἔταξεν αὐτὸν Δαυὶδ πρὸς τὰς ἀκοὰς αὐτοῦ. καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυὶδ τοῦ βασιλέως ·

23.24Ἀσαὴλ ἀδελφὸς Ἰωὰβ (οὗτος ἐν τοῖς τριάκοντα), Ἐλεανὰν υἱὸς Δουδὶ πατραδέλφου αὐτοῦ ἐν Βηθλεέμ.

23.25Σαμαΐ Ἀρουδαῖος, Ἐλικὰ Ἀρωδαῖος, Σελλὴς Κελωθί, Ἴρας υἱὸς Ἐκκὰς Θεκωΐτης, Ἀβιέζερ Ἀναθωθίτης ἐκ τῶν υἱῶν τοῦ Ἀσωθίτου, Ἐλλὼν Ἀωΐτης, Μοορὲ Νετωφαθίτης, Ἐθθὶ υἱὸς Ῥιβὰ ἐκ Γαβαὲθ υἱὸς Βενιαμίν, Βαναίας Φαραθενίτης, Οὐρὶ ἐκ Ναχαλιγαίας, Ἀβιὴλ υἱὸς τοῦ Ἀραβωθίτου, Ἀζμὼθ Βαρσαμίτης, Ἐλιασοὺ Σαλαβωνίτης, υἱοὶ Ἰαβάν, Ἰωνάθαν, Σαμνὰν Ἀρωδίτης, Ἀχιὰν υἱὸς Ἀραΐ Σαραουρίτης, Ἀλιφαλὲθ υἱὸς τοῦ Ἀσβίτου, υἱὸς τοῦ Μααχαθί, Ἐλιὰβ υἱὸς Ἀχιτόφελ τοῦ Γελωνίτου, Ἀσραΐ Καρμήλιος, Φαραΐ Ἐρχί, Γάαλ υἱὸς Νάθαν ἀπὸ δυνάμεως, υἱὸς Γαλααδεί, Ἐλιὲ Ἀμμανίτης, Γελωραΐ Βηρωθαῖος αἴρων τὰ σκεύη Ἰωὰβ υἱοῦ Σαρουΐας, Ἰρὰς Ἰεθιραῖος, Γαρὴβ Ἐθθεναῖος, Οὐρίας Χετταῖος ·

23.39οἱ πάντες τριάκοντα καὶ ἑπτά.

24

24.1καὶ προσέθετο ὀργὴν Κύριος ἐκκαῆναι ἐν Ἰσραήλ, καὶ ἐπέσεισε τὸν Δαυὶδ ἐν αὐτοῖς λέγων · βάδιζε, ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν.

24.2καὶ εἶπεν βασιλεὺς πρὸς Ἰωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ’αὐτοῦ · δίελθε δὴ πάσας φυλὰς Ἰσραὴλ καὶ Ἰούδα, ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ.

24.3καὶ εἶπεν Ἰωὰβ πρὸς τὸν βασιλέα · καὶ προσθείη Κύριος Θεὸς πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες · καὶ κύριός μου βασιλεὺς ἱνατί βούλεται ἐν τῷ λόγῳ τούτῳ;

24.4καὶ ὑπερίσχυσεν λόγος τοῦ βασιλέως πρὸς Ἰωὰβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως. καὶ ἐξῆλθεν Ἰωὰβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν τὸν Ἰσραήλ.

24.5καὶ διέβησαν τὸν Ἰορδάνην καὶ παρενέβαλον ἐν Ἀροὴρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γὰδ καὶ Ἐλιέζερ.

24.6καὶ ἦλθον εἰς Γαλαὰδ καὶ εἰς γῆν Θαβασών, ἐστιν Ἀδασαί, καὶ παρεγένοντο εἰς Δανιδὰν καὶ Οὐδὰν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα.

24.7καὶ ἦλθον εἰς Μάψαρ Τύρου καὶ εἰς πάσας τὰς πόλεις τοῦ Εὐαίου καὶ τοῦ Χαναναίου καὶ ἦλθαν κατὰ νότον Ἰούδα εἰς Βηρσαβεὲ καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσιν ἡμερῶν εἰς Ἱερουσαλήμ.

24.9καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα, καὶ ἐγένετο Ἰσραὴλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ρομφαίαν καὶ ἀνὴρ Ἰούδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν.

24.10καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν, καὶ εἶπε Δαυὶδ πρὸς Κύριον · ἥμαρτον σφόδρα, ἐποίησα νῦν, Κύριε · παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνθην σφόδρα.

24.11καὶ ἀνέστη Δαυὶδ τὸ πρωΐ. καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα λέγων ·

24.12πορεύθητι καὶ λάλησον πρὸς Δαυὶδ λέγων · τάδε λέγει Κύριος · τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι.

24.13καὶ εἰσῆλθε Γὰδ πρὸς Δαυὶδ καὶ ἀνήγγειλε καὶ εἶπεν αὐτῷ · ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε, γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου · νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ρῆμα.

24.14καὶ εἶπε Δαυὶδ πρὸς Γάδ · στενά μοι πάντοθεν σφόδρα ἐστίν · ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω ·

24.15καὶ ἐξελέξατο ἑαυτῷ Δαυὶδ τὸν θάνατον. καὶ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου, καὶ ἤρξατο θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.

24.16καὶ ἐξέτεινεν ἄγγελος τοῦ Θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι αὐτήν, καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ · πολὺ νῦν, ἄνες τὴν χεῖρά σου · καὶ ἄγγελος Κυρίου ἦν παρὰ τῇ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.

24.17καὶ εἶπε Δαυὶδ πρὸς Κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν · ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου.

24.18καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ · ἀνάβηθι καὶ στῆσον τῷ Κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι Ὀρνὰ τοῦ Ἰεβουσαίου.

24.19καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ, καθ’ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος.

24.20καὶ διέκυψεν Ὀρνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλθεν Ὀρνὰ καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.

24.21καὶ εἶπεν Ὀρνά · τί ὅτι ἦλθεν κύριός μου βασιλεὺς πρός τὸν δοῦλον αὐτοῦ; καὶ εἶπε Δαυὶδ · κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ, καὶ συσχεθῇ θραῦσις ἐπάνω τοῦ λαοῦ.

24.22καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυὶδ · λαβέτω καὶ ἀνενεγκάτω κύριός μου βασιλεὺς τῷ Κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ · ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα.

24.23τὰ πάντα ἔδωκεν Ὀρνὰ τῷ βασιλεῖ, καὶ εἶπεν Ὀρνά πρὸς τὸν βασιλέα · Κύριος Θεός σου εὐλογήσαι σε.

24.24καὶ εἶπεν βασιλεὺς πρὸς Ὀρνά · οὐχί, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ Κυρίῳ μου Θεῷ ὁλοκαύτωμα δωρεάν · καὶ ἐκτήσατο Δαυὶδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα.

24.25καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ. καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς. καὶ προσέθηκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐπ’ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις. καὶ ἐπήκουσε Κύριος τῇ γῇ, καὶ συνεσχέθη θραῦσις ἐπάνωθεν Ἰσραήλ.