Septuagint

1 Kings

1

1.1ἄνθρωπος ἦν ἐξ Ἀρμαθαὶμ Σιφά, ἐξ ὄρους Ἐφραίμ, καὶ ὄνομα αὐτῷ Ἑλκανὰ υἱὸς Ἱερεμεὴλ υἱοῦ Ἠλιοὺ υἱοῦ Θοκὲ ἐν Νασὶβ Ἐφραίμ.

1.2καὶ τούτῳ δύο γυναῖκες · ὄνομα τῇ μιᾷ Ἄννα, καὶ ὄνομα τῇ δευτέρᾳ Φεννάνα · καὶ ἦν τῇ Φεννάνᾳ παιδία, καὶ τῇ Ἄννᾳ οὐκ ἦν παιδίον.

1.3καὶ ἀνέβαινεν ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Ἀρμαθαὶμ προσκυνεῖν καὶ θύειν Κυρίῳ τῷ Θεῷ Σαβαὼθ εἰς Σηλώ · καὶ ἐκεῖ Ἡλὶ καὶ οἱ δύο υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ἱερεῖς τοῦ Κυρίου.

1.4καὶ ἐγενήθη ἡμέρα καὶ ἔθυσεν Ἑλκανὰ καὶ ἔδωκε τῇ Φεννάνᾳ, γυναικὶ αὐτοῦ, καὶ τοῖς υἱοῖς αὐτῆς μερίδας ·

1.5καὶ τῇ Ἄννᾳ ἔδωκε μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον, πλὴν ὅτι τὴν Ἄνναν ἠγάπα Ἑλκανὰ ὑπὲρ ταύτην. καὶ Κύριος ἀπέκλεισε τὰ περὶ τὴν μήτραν αὐτῆς, ὅτι οὐκ ἔδωκεν αὐτῇ Κύριος παιδίον κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς, καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισε Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον.

1.7οὕτως ἐποίει ἐνιαυτὸν κατ’ἐνιαυτόν, ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον Κυρίου · καὶ ἠθύμει καὶ ἔκλαιε καὶ οὐκ ἤσθιε.

1.8καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ἀνὴρ αὐτῆς · Ἄννα. καὶ εἶπεν αὐτῷ · ἰδοὺ ἐγώ, κύριε. καί εἶπεν αὐτῇ · τί ἔστι σοι, ὅτι κλαίεις; καὶ ἱνατί οὐκ ἐσθίεις; καὶ ἱνατί τύπτει σε καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα;

1.9καὶ ἀνέστη Ἄννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼ καὶ κατέστη ἐνώπιον Κυρίου, καὶ Ἡλὶ ἱερεὺς ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου.

1.10καὶ αὐτὴ κατώδυνος ψυχῇ καὶ προσηύξατο πρὸς Κύριον καὶ κλαίουσα ἔκλαυσε καὶ ηὔξατο εὐχὴν Κυρίῳ λέγουσα ·

1.11Ἀδωναΐ Κύριε Ἐλωὲ Σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

1.12καὶ ἐγενήθη ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον Κυρίου, καὶ Ἡλὶ ἱερεὺς ἐφύλαξε τὸ στόμα αὐτῆς ·

1.13καὶ αὕτη ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο · καὶ ἐλογίσατο αὐτὴ Ἡλὶ εἰς μεθύουσαν.

1.14καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ἡλί · ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου Κυρίου.

1.15καὶ ἀπεκρίθη Ἄννα καὶ εἶπεν · οὐχί, κύριε · γυνή, σκληρὰ ἡμέρα, ἐγώ εἰμι καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου ·

1.16μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν.

1.17καὶ ἀπεκρίθη Ἡλὶ καὶ εἶπεν αὐτῇ · πορεύου εἰς εἰρήνην · Θεὸς Ἰσραὴλ δώῃ σοι πᾶν αἴτημά σου, ᾐτήσω παρ’αὐτοῦ.

1.18καὶ εἶπεν · εὗρεν δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγε μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιε, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι.

1.19καὶ ὀρθρίζουσι τὸ πρωΐ καὶ προσκυνοῦσι τῷ Κυρίῳ καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν. καὶ εἰσῆλθεν Ἑλκανὰ εἰς τὸν οἶκον αὐτοῦ Ἀρμαθαὶμ καὶ ἔγνω τὴν Ἄνναν γυναῖκα αὐτοῦ, καὶ ἐμνήσθη αὐτῆς Κύριος, καὶ συνέλαβε.

1.20καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν · καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαμουὴλ καὶ εἶπεν · ὅτι παρὰ Κυρίου Θεοῦ Σαβαὼθ ᾐτησάμην αὐτόν.

1.21καὶ ἀνέβη ἄνθρωπος Ἑλκανὰ καὶ πᾶς οἶκος αὐτοῦ θῦσαι ἐν Σηλὼμ τὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ ·

1.22καὶ Ἄννα οὐκ ἀνέβη μετ’αὐτοῦ, ὅτι εἶπε τῷ ἀνδρὶ αὐτῆς · ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ Κυρίου καὶ καθήσεται ἕως αἰῶνος ἐκεῖ.

1.23καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ἀνὴρ αὐτῆς · ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό · ἀλλὰ στήσαι Κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου. καὶ ἐκάθισεν γυνὴ καὶ ἐθήλασε τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν.

1.24καὶ ἀνέβη μετ’αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οἰφὶ σεμιδάλεως καὶ νέβελ οἴνου καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου ἐν Σηλώμ, καὶ τὸ παιδάριον μετ’αὐτῶν.

1.25καὶ προσήγαγον ἐνώπιον Κυρίου, καὶ ἔσφαξεν πατὴρ αὐτοῦ τὴν θυσίαν, ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ Κυρίῳ, καὶ προσήγαγε τὸ παιδάριον καὶ ἔσφαξε τὸν μόσχον. καὶ προσήγαγεν Ἄννα μήτηρ τοῦ παιδίου πρὸς Ἡλὶ καὶ εἶπεν ·

1.26ἐν ἐμοί, κύριε · ζῇ ψυχή σου, ἐγὼ γυνὴ καταστᾶσα ἐνώπιόν σου μετὰ σοῦ ἐν τῷ προσεύξασθαι πρὸς Κύριον ·

1.27ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην, καὶ ἔδωκέ μοι Κύριος τὸ αἴτημά μου, ᾐτησάμην παρ’αὐτοῦ ·

1.28 κἀγὼ κιχρῶ αὐτὸν τῷ Κυρίῳ πάσας τὰς ἡμέρας, ἃς ζῇ αὐτός, χρῆσιν τῷ Κυρίῳ. καὶ εἶπεν.

2

2.1ἐστερεώθη καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου · ἐπλατύνθη ἐπ’ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίᾳ σου.

2.2ὅτι οὐκ ἔστιν ἅγιος ὡς Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς Θεὸς ἡμῶν · οὐκ ἔστιν ἅγιος πλήν σου.

2.3μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλά, μὴ ἐξελθέτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεὸς γνώσεων Κύριος καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.

2.4τόξον δυνατῶν ἠσθένησε, καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν ·

2.5πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν · ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ πολλὴ ἐν τέκνοις ἠσθένησε.

2.6Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει ·

2.7Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ.

2.8ἀνιστᾷ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καθίσαι μετὰ δυναστῶν λαοῦ καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς.

2.9διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου · ὅτι οὐκ ἐν ἰσχύϊ δυνατὸς ἀνήρ, Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος.

2.10μὴ καυχάσθω φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ, καὶ μὴ καυχάσθω δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ’ἐν τούτῳ καυχάσθω καυχώμενος, συνιεῖν καὶ γινώσκειν τὸν Κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.

2.11καὶ κατέλιπεν αὐτὸν ἐκεῖ ἐνώπιον Κυρίου καὶ ἀπῆλθεν εἰς Ἀρμαθαίμ, καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ Κυρίου ἐνώπιον Ἡλὶ τοῦ ἱερέως.

2.12καὶ οἱ υἱοὶ Ἡλὶ τοῦ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν Κύριον. καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ, παντὸς τοῦ θύοντος ·

2.13καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως, ὡς ἂν ἡψήθη τὸ κρέας, καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν εἰς τὸ χαλκεῖον εἰς τὴν χύτραν ·

2.14καὶ πᾶν, ἐὰν ἀνέβη ἐν τῇ κρεάγρᾳ, ἐλάμβανεν ἑαυτῷ ἱερεύς · κατὰ τάδε ἐποίουν παντὶ Ἰσραὴλ τοῖς ἐρχομένοις θῦσαι Κυρίῳ ἐν Σηλὼμ.

2.15καὶ πρὶν θυμιαθῆναι τὸ στέαρ, ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγε τῷ ἀνδρὶ τῷ θύοντι · δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ κρέας ἑφθὸν ἐκ τοῦ λέβητος.

2.16καὶ ἔλεγεν ἀνὴρ θύων · θυμιαθήτω πρῶτον, ὡς καθήκει, τὸ στέαρ, καὶ λάβε σεαυτῷ ἐκ πάντων, ὧν ἐπιθυμεῖ ψυχή σου. καὶ εἶπεν · οὐχί, ὅτι νῦν δώσεις, καὶ ἐὰν μή, λήψομαι κραταιῶς.

2.17καὶ ἦν ἁμαρτία ἐνώπιον Κυρίου τῶν παιδαρίων μεγάλη σφόδρα, ὅτι ἠθέτουν τὴν θυσίαν Κυρίου.

2.18καὶ Σαμουὴλ ἦν λειτουργῶν ἐνώπιον Κυρίου παιδάριον περιεζωσμένον ἐφοὺδ βάρ, καὶ διπλοΐδα μικρὰν ἐποίησεν αὐτῷ μήτηρ αὐτοῦ καὶ ἀνέφερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς θῦσαι τὴν θυσίαν τῶν ἡμερῶν.

2.20καὶ εὐλόγησεν Ἡλὶ τὸν Ἑλκανὰ καὶ τὴν γυναῖκα αὐτοῦ λέγων · ἀποτίσαι σοι Κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης ἀντὶ τοῦ χρέους, οὗ ἔχρησας τῷ Κυρίῳ. καὶ ἀπῆλθεν ἄνθρωπος εἰς τὸν τόπον αὐτοῦ, καὶ ἐπεσκέψατο Κύριος τὴν Ἄνναν, καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς καὶ δύο θυγατέρας.

2.21καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουὴλ ἐνώπιον Κυρίου.

2.22καὶ Ἡλὶ πρεσβύτης σφόδρα · καὶ ἤκουσεν ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ἰσραήλ, καὶ εἶπεν αὐτοῖς ·

2.23ἱνατί ποιεῖτε κατὰ τὸ ρῆμα τοῦτο, ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ Κυρίου;

2.24μή, τέκνα, ὅτι οὐκ ἀγαθὴ ἀκοή, ἣν ἐγὼ ἀκούω · μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί, ἃς ἐγὼ ἀκούω, τοῦ μὴ δουλεύειν λαὸν Θεῷ.

2.25ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς Κύριον · καὶ ἐὰν τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο Κύριος διαφθεῖραι αὐτούς.

2.26καὶ τὸ παιδάριον Σαμουὴλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἦν ἀγαθὸν μετά Κυρίου καὶ μετὰ ἀνθρώπων.

2.27καὶ ἦλθεν ἄνθρωπος Θεοῦ πρὸς Ἡλὶ καὶ εἶπε · τάδε λέγει Κύριος · ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἶκον τοῦ πατρός σου ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραὼ καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πάντων τῶν σκήπτρων Ἰσραὴλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου καὶ θυμιᾶν θυμίαμα καὶ αἴρειν ἐφοὺδ καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν Ἰσραὴλ εἰς βρῶσιν ·

2.29ἱνατί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας τοῦ Ἰσραὴλ ἔμπροσθέν μου;

2.30διὰ τοῦτο τάδε λέγει Κύριος Θεὸς Ἰσραήλ · εἶπα · οἶκός σου καὶ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος · καὶ νῦν φησὶ Κύριος · μηδαμῶς ἐμοί, ὅτι ἀλλ’ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ἐξουθενῶν με ἀτιμασθήσεται.

2.31ἰδοὺ ἔρχονται ἡμέραι καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου, καὶ οὐκ ἔσται σοι πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας ·

2.33καὶ ἄνδρα οὐκ ἐξολοθρεύσω σοι ἀπὸ τοῦ θυσιαστηρίου μου ἐκλείπειν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ, καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ρομφαίᾳ ἀνδρῶν.

2.34καὶ τοῦτό σοι τὸ σημεῖον, ἥξει ἐπὶ τοὺς δύο υἱούς σου, Ὀφνὶ καὶ Φινεές · ἐν μιᾷ ἡμέρᾳ ἀποθανοῦνται ἀμφότεροι.

2.35καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει · καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἀνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας.

2.36καὶ ἔσται περισσεύων ἐν οἴκῳ σου ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων · παράρριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον.

3

3.1καὶ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον Ἡλὶ τοῦ ἱερέως · καὶ ρῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα.

3.2καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ἡλὶ ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύναντο βλέπειν.

3.3καὶ λύχνος τοῦ Θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ κιβωτὸς τοῦ Θεοῦ.

3.4καὶ ἐκάλεσε Κύριος · Σαμουὴλ Σαμουήλ · καὶ εἶπεν · ἰδοὺ ἐγώ.

3.5καὶ ἔδραμε πρὸς Ἡλὶ καὶ εἶπεν · ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με · καὶ εἶπεν · οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε · καὶ ἀνέστρεψε καὶ ἐκάθευδε.

3.6καὶ προσέθετο Κύριος καὶ ἐκάλεσε · Σαμουὴλ Σαμουήλ · καὶ ἐπορεύθη πρὸς Ἡλὶ τὸ δεύτερον καὶ εἶπεν · ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με · καὶ εἶπεν · οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε ·

3.7καὶ Σαμουὴλ πρὶν γνῶναι Θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ρῆμα Κυρίου.

3.8καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ · καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ἡλὶ καὶ εἶπεν · ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο Ἡλὶ ὅτι Κύριος κέκληκε τὸ παιδάριον, καὶ εἶπεν ·

3.9ἀνάστρεφε, κάθευδε, τέκνον, καὶ ἔσται ἐὰν καλέσῃ σε καὶ ἐρεῖς · λάλει, Κύριε, ὅτι ἀκούει δοῦλός σου. καὶ ἐπορεύθῃ Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ.

3.10καὶ ἦλθε Κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ, καὶ εἶπε Σαμουήλ · λάλει, ὅτι ἀκούει δοῦλός σου.

3.11καὶ εἶπε Κύριος πρὸς Σαμουήλ · ἰδοὺ ἐγὼ ποιῶ τὰ ρήματά μου ἐν Ἰσραήλ, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.

3.12ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἡλὶ πάντα, ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω.

3.13καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐ δ’οὕτως.

3.14ὤμοσα τῷ οἴκῳ Ἡλί · εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ἡλὶ ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος.

3.15καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωΐ καὶ ὤρθρισε τὸ πρωΐ καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου · καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ Ἡλί.

3.16καὶ εἶπεν Ἡλὶ πρὸς Σαμουήλ · Σαμουὴλ τέκνον · καὶ εἶπεν · ἰδοὺ ἐγώ.

3.17καὶ εἶπε · τί τὸ ρῆμα τὸ λαληθὲν πρός σε; μὴ δὴ κρύψῃς ἀπ’ἐμοῦ · τάδε ποιήσαι σοι Θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπ’ἐμοῦ ρῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσί σου.

3.18καὶ ἀπήγγειλε Σαμουὴλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ’αὐτοῦ. καὶ εἶπεν Ἡλί · Κύριος αὐτός, τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει.

3.19καὶ ἐμεγαλύνθη Σαμουήλ, καὶ ἦν Κύριος μετ’αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν.

3.20καὶ ἔγνωσαν πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ὅτι πιστὸς Σαμουὴλ εἰς προφήτην τῷ Κυρίῳ.

3.21καὶ προσέθετο Κύριος δηλωθῆναι ἐν Σηλώμ, ὅτι ἀπεκαλύφθη Κύριος πρὸς Σαμουήλ · καὶ ἐπιστεύθη Σαμουὴλ τοῦ προφήτης γενέσθαι τῷ Κυρίῳ εἰς πάντα Ἰσραὴλ ἀπ’ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ Ἡλὶ πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ὁδὸς αὐτῶν ἐνώπιον Κυρίου.

4

4.1καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐπὶ Ἰσραὴλ εἰς πόλεμον · καὶ ἐξῆλθεν Ἰσραὴλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Ἀβενέζερ, καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Ἀφέκ.

4.2καὶ παρατάσσονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ · καὶ ἔκλινεν πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ἰσραὴλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν.

4.3καὶ ἦλθεν λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ἰσραήλ · κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν ἐκ Σηλώμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν.

4.4καὶ ἀπέστειλεν λαὸς εἰς Σηλώμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου καθημένου Χερουβίμ · καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ μετὰ τῆς κιβωτοῦ, Ὀφνὶ καὶ Φινεές.

4.5καὶ ἐγενήθη ὡς ἦλθεν κιβωτὸς Κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξε πᾶς Ἰσραὴλ φωνῇ μεγάλῃ, καὶ ἤχησεν γῆ.

4.6καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι · τίς κραυγὴ μεγάλη αὕτη ἐν τῇ παρεμβολῇ τῶν Ἑβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς Κυρίου ἥκει εἰς τὴν παρεμβολήν.

4.7καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἶπον · οὗτοι οἱ θεοὶ ἥκασι πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν · οὐαὶ ἡμῖν · ἐξελοῦ ἡμᾶς, κύριε, σήμερον, ὅτι οὐ γέγονε τοιαύτη ἐχθὲς καὶ τρίτην.

4.8οὐαὶ ἡμῖν · τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ θεοί, οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ καὶ ἐν τῇ ἐρήμῳ.

4.9κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας ἀλλόφυλοι, ὅπως μὴ δουλεύσητε τοῖς Ἑβραίοις, καθὼς ἐδούλευσαν ἡμῖν, καὶ ἔσεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς.

4.10καὶ ἐπολέμησαν αὐτούς · καὶ πταίει ἀνὴρ Ἰσραὴλ, καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ · καὶ ἐγένετο πληγή μεγάλη σφόδρα, καὶ ἔπεσον ἐξ Ἰσραὴλ τριάκοντα χιλιάδες ταγμάτων.

4.11καὶ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ ἀπέθανον, Ὀφνὶ καὶ Φινεές.

4.12καὶ ἔδραμεν ἀνὴρ Ἰεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.

4.13καὶ ἦλθε, καὶ ἰδοὺ Ἡλὶ ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλη σκοπεύων τὴν ὁδόν, ὅτι ἦν καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ · καὶ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι, καὶ ἀνεβόησεν πόλις.

4.14καὶ ἤκουσεν Ἡλὶ τὴν φωνὴν τῆς βοῆς καὶ εἶπε · τίς φωνὴ τῆς βοῆς ταύτης; καὶ ἄνθρωπος σπεύσας εἰσῆλθε καὶ ἀπήγγειλε τῷ Ἡλί.

4.15καὶ Ἡλὶ υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν καὶ οὐκ ἐπέβλεπε ·

4.16καὶ εἶπεν Ἡλὶ τοῖς ἀνδράσι τοῖς περιεστηκόσιν αὐτῷ · τίς φωνὴ τοῦ ἤχου τούτου; καὶ ἀνὴρ σπεύσας προσῆλθε πρὸς Ἡλὶ καὶ εἶπεν αὐτῷ · ἐγώ εἰμι ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν Ἡλί · τί τὸ γεγονὸς ρῆμα, τέκνον;

4.17καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπε · πέφευγεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοὶ σου τεθνήκασι, καὶ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη.

4.18καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη νῶτος αὐτοῦ καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ἄνθρωπος καὶ βαρύς · καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσιν ἔτη.

4.19καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συνειληφυῖα τοῦ τεκεῖν · καὶ ἤκουσε τὴν ἀγγελίαν ὅτι ἐλήφθη κιβωτὸς τοῦ Θεοῦ καὶ ὅτι τέθνηκεν πενθερὸς αὐτῆς καὶ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπ’αὐτὴν ὠδῖνες αὐτῆς.

4.20καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει, καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ · μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας · καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν καρδία αὐτῆς.

4.21καὶ ἐκάλεσε τὸ παιδάριον Οὐαὶ Βαρχαβὼθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ Θεοῦ καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς.

4.22καὶ εἶπαν · ἀπῴκισται δόξα Ἰσραὴλ ἐν τῷ ληφθῆναι τὴν κιβωτὸν Κυρίου.

5

5.1καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ Ἀβενέζερ εἰς Ἄζωτον.

5.2καί ἔλαβον ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγὼν καὶ παρέστησαν αὐτὴν παρὰ Δαγών.

5.3καὶ ὤρθρισαν οἱ Ἀζώτιοι καὶ εἰσῆλθον εἰς οἶκον Δαγὼν καὶ εἶδον καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ Θεοῦ · καὶ ἤγειραν τὸν Δαγὼν καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ. καὶ ἐβαρύνθη χεὶρ Κυρίου ἐπὶ τοὺς Ἀζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς.

5.4καὶ ἐγένετο ὅτε ὤρθρισαν τὸ πρωΐ, καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαθήκης Κυρίου, καὶ κεφαλὴ Δαγὼν καὶ ἀμφότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀφῃρημένα ἐπὶ τά ἐμπρόσθια ἀμαφὲθ ἕκαστον, καὶ ἀμφότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόθυρον, πλὴν ράχις Δαγὼν ὑπελείφθη.

5.5διὰ τοῦτο οὐκ ἐπιβαίνουσιν οἱ ἱερεῖς Δαγὼν καὶ πᾶς εἰσπορευόμενος εἰς οἶκον Δαγὼν ἐπὶ βαθμὸν οἴκου Δαγὼν ἐν Ἀζώτῳ ἕως τῆς ἡμέρας ταύτης, ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσι.

5.6καὶ ἐβαρύνθη χεὶρ Κυρίου ἐπὶ Ἄζωτον, καὶ ἐπήγαγεν αὐτοῖς καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς, καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεφύησαν μύες, καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τῇ πόλει.

5.7καὶ εἶδον οἱ ἄνδρες Ἀζώτου ὅτι οὕτως, καὶ λέγουσιν · ὅτι οὐ καθήσεται κιβωτὸς τοῦ Θεοῦ Ἰσραὴλ μεθ’ἡμῶν, ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐφ’ἡμᾶς καὶ ἐπὶ Δαγὼν θεὸν ἡμῶν.

5.8καὶ ἀποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων πρὸς αὐτοὺς καὶ λέγουσι · τί ποιήσωμεν τῇ κιβωτῷ Θεοῦ Ἰσραήλ; καὶ λέγουσιν οἱ Γεθαῖοι · μετελθέτω κιβωτὸς τοῦ Θεοῦ πρὸς ἡμᾶς · καὶ μετῆλθε κιβωτὸς τοῦ Θεοῦ Ἰσραὴλ εἰς Γέθ.

5.9καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν καὶ γίνεται χεὶρ Κυρίου τῇ πόλει, τάραχος μέγας σφόδρα, καὶ ἐπάταξε τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, καὶ ἐποίησαν οἱ Γεθαῖοι ἑαυτοῖς ἕδρας.

5.10καὶ ἐξαποστέλλουσι τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς Ἀσκάλωνα. καὶ ἐγενήθη ὡς εἰσῆλθε κιβωτὸς Θεοῦ εἰς Ἀσκάλωνα, καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται λέγοντες · τί ἀπεστρέψατε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραὴλ πρὸς ἡμᾶς θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν;

5.11καὶ ἐξαποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων καὶ εἶπον · ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραήλ, καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν ·

5.12ὅτι ἐγενήθη σύγχυσις ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθε κιβωτὸς Θεοῦ Ἰσραὴλ ἐκεῖ, καὶ οἱ ζῶντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας, καὶ ἀνέβη κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν.

6

6.1καὶ ἦν κιβωτὸς ἐν ἀγρῷ τῶν ἀλλοφύλων ἑπτὰ μῆνας, καὶ ἐξέζεσεν γῆ αὐτῶν μύας.

6.2καὶ καλοῦσιν ἀλλόφυλοι τοὺς ἱερεῖς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτῶν λέγοντες · τί ποιήσωμεν τῇ κιβωτῷ Κυρίου; γνωρίσατε ἡμῖν ἐν τίνι ἀποστελοῦμεν αὐτὴν εἰς τὸν τόπον αὐτῆς.

6.3καὶ εἶπαν · εἰ ἐξαποστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου Θεοῦ Ἰσραήλ, μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν, ἀλλ’ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου, καὶ τότε ἰαθήσεσθε, καὶ ἐξιλασθήσεται ὑμῖν, μὴ οὐκ ἀποστῇ χεὶρ αὐτοῦ ἀφ’ὑμῶν.

6.4καὶ λέγουσι · τί τὸ τῆς βασάνου ἀποδώσομεν αὐτῇ; καὶ εἶπαν · κατ’ἀριθμὸν τῶν σατραπῶν τῶν ἀλλοφύλων πέντε ἕδρας χρυσᾶς, ὅτι πταῖσμα ἐν ὑμῖν καὶ τοῖς ἄρχουσιν ὑμῶν καὶ τῷ λαῷ, καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαφθειρόντων τὴν γῆν ·

6.5καὶ δώσετε τῷ Κυρίῳ δόξαν, ὅπως κουφίσῃ τὴν χεῖρα αὐτοῦ ἀφ’ὑμῶν καὶ ἀπὸ τῶν θεῶν ὑμῶν καὶ ἀπὸ τῆς γῆς ὑμῶν.

6.6καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραὼ τὴν καρδίαν αὐτῶν; οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλαν αὐτούς, καὶ ἀπῆλθον;

6.7καὶ νῦν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τῶν τέκνων καὶ ζεύξατε τὰς βόας ἐν τῇ ἁμάξῃ καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισθεν αὐτῶν εἰς οἶκον ·

6.8καὶ λήψεσθε τὴν κιβωτὸν καὶ θήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν καὶ τὰ σκεύη τὰ χρυσᾶ ἀποδώσετε αὐτῇ τῆς βασάνου καὶ θήσετε ἐν θέματι βερσεχθὰν ἐκ μέρους αὐτῆς καὶ ἐξαποστελεῖτε αὐτὴν καὶ ἀπελάσατε αὐτήν, καὶ ἀπελεύσεται ·

6.9καὶ ὄψεσθε, εἰ εἰς ὁδὸν ὁρίων αὐτῆς πορεύσεται κατὰ Βαιθσαμύς, αὐτὸς πεποίηκεν ἡμῖν τὴν κακίαν τὴν μεγάλην ταύτην, καὶ ἐὰν μή, καὶ γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτοῦ ἧπται ἡμῶν, ἀλλὰ σύμπτωμα τοῦτο γέγονεν ἡμῖν.

6.10καὶ ἐποίησαν οἱ ἀλλόφυλοι οὕτω. καὶ ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τῇ ἁμάξῃ καὶ τὰ τέκνα αὐτῶν ἀπεκώλυσαν εἰς οἶκον καὶ ἔθεντο τὴν κιβωτὸν Κυρίου ἐπὶ τὴν ἅμαξαν καὶ τὸ θέμα ἐργὰβ καὶ τοὺς μῦς τοὺς χρυσοῦς.

6.12καὶ κατεύθυναν αἱ βόες ἐν τῇ ὁδῷ εἰς ὁδὸν Βαιθσαμύς, ἐν τρίβῳ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων καὶ οὐ μεθίσταντο δεξιὰ οὐ δὲ ἀριστερά · καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων ἐπορεύοντο ὀπίσω αὐτῆς ἕως ὁρίων Βαιθσαμύς.

6.13καὶ οἱ ἐν Βαιθσαμὺς ἐθέριζον θερισμὸν πυρῶν ἐν κοιλάδι · καὶ ᾖραν ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον κιβωτὸν Κυρίου καὶ ηὐφράνθησαν εἰς ἀπάντησιν αὐτῆς.

6.14καὶ ἅμαξα εἰσῆλθεν εἰς ἀγρὸν Ὠσηὲ τὸν ἐν Βαιθσαμύς, καὶ ἔστησαν ἐκεῖ παρ’αὐτῇ λίθον μέγαν καὶ σχίζουσι τὰ ξύλα τῆς ἁμάξης καὶ τὰς βόας ἀνήνεγκαν εἰς ὁλοκαύτωσιν τῷ Κυρίῳ.

6.15καὶ οἱ Λευῖται ἀνήνεγκαν τὴν κιβωτὸν τοῦ Κυρίου καὶ τὸ θέμα ἐργὰβ μετ’αὐτῆς καὶ τὰ ἐπ’αὐτῆς σκεύη τὰ χρυσᾶ καὶ ἔθεντο ἐπὶ τοῦ λίθου τοῦ μεγάλου, καὶ οἱ ἄνδρες Βαιθσαμὺς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ θυσίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ Κυρίῳ.

6.16καὶ οἱ πέντε σατράπαι τῶν ἀλλοφύλων ἑώρων καὶ ἀνέστρεψαν εἰς Ἀσκάλωνα τῇ ἡμέρᾳ ἐκείνῃ.

6.17καὶ αὗται αἱ ἕδραι αἱ χρυσαῖ, ἃς ἀπέδωκαν οἱ ἀλλόφυλοι τῆς βασάνου τῷ Κυρίῳ · τῆς Ἀζώτου μίαν, τῆς Γάζης μίαν, τῆς Ἀσκάλωνος μίαν, τῆς Γὲθ μίαν, τῆς Ἀκκαρὼν μίαν.

6.18καὶ μῦς οἱ χρυσοῖ κατ’ἀριθμὸν πασῶν πόλεων τῶν ἀλλοφύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου καὶ ἕως λίθου τοῦ μεγάλου, οὗ ἐπέθηκαν ἐπ’αὐτοῦ τὴν κιβωτὸν διαθήκης Κυρίου, τοῦ ἐν ἀγρῷ Ὠσηὲ τοῦ Βαιθσαμυσίτου.

6.19καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ἰεχονίου ἐν τοῖς ἀνδράσι Βαιθσαμύς, ὅτι εἶδον κιβωτὸν Κυρίου · καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας, καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν, καὶ ἐπένθησεν λαός, ὅτι ἐπάταξε Κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σφόδρα.

6.20καὶ εἶπαν οἱ ἄνδρες οἱ ἐκ Βαιθσαμύς · τίς δυνήσεται διελθεῖν ἐνώπιον Κυρίου τοῦ Θεοῦ τοῦ ἁγίου τούτου; καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς Κυρίου ἐφ’ἡμῶν;

6.21καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικοῦντας Καριαθιαρὶμ λέγοντες · ἀπεστρόφασιν ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου · κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς.

7

7.1καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαρὶμ καὶ ἀνάγουσι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Ἀμιναδὰβ τὸν ἐν τῷ βουνῷ · καὶ τὸν Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης Κυρίου.

7.2καὶ ἐγενήθη ἀφ’ἦς ἡμέρας ἧν κιβωτὸς ἐν Καριαθιαρίμ, ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένετο εἴκοσι ἔτη, καὶ ἐπέβλεψε πᾶς οἶκος Ἰσραὴλ ὀπίσω Κυρίου.

7.3καὶ εἶπε Σαμουὴλ πρὸς πάντα οἶκον Ἰσραὴλ λέγων · εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς Κύριον, περιέλετε θεοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς Κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων.

7.4καὶ περιεῖλον οἱ υἱοὶ Ἰσραὴλ τὰς Βααλὶμ καὶ τὰ ἄλση Ἀσταρὼθ καὶ ἐδούλευσαν Κυρίῳ μόνῳ.

7.5καὶ εἶπε Σαμουήλ · ἀθροίσατε πάντα Ἰσραὴλ εἰς Μασσηφάθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς Κύριον.

7.6καὶ συνήχθησαν εἰς Μασσηφὰθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν. καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν · ἡμαρτήκαμεν ἐνώπιον Κυρίου · καὶ ἐδίκαζε Σαμουὴλ τοὺς υἱοὺς Ἰσραὴλ εἰς Μασσηφάθ.

7.7καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Μασσηφάθ, καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ἰσραήλ · καὶ ἀκούουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων.

7.8καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουήλ · μὴ παρασιωπήσῃς ἀφ’ἡμῶν τοῦ μὴ βοᾶν πρὸς Κύριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων.

7.9καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ. καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραήλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος.

7.10καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραήλ. καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ἰσραήλ.

7.11καὶ ἐξῆλθαν ἄνδρες Ἰσραὴλ ἐκ Μασσηφὰθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχόρ.

7.12καὶ ἔλαβε Σαμουὴλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφὰθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀβενέζερ, Λίθος τοῦ βοηθοῦ, καὶ εἶπεν · ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν Κύριος.

7.13καὶ ἐταπείνωσε Κύριος τοὺς ἀλλοφύλους, καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ἰσραήλ · καὶ ἐγενήθη χεὶρ Κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουήλ.

7.14καὶ ἀπεδόθησαν αἱ πόλεις, ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ Ἰσραὴλ ἀπὸ Ἀσκάλωνος ἕως Ἀζόβ, καὶ τὸ ὅριον Ἰσραὴλ ἀφείλοντο ἐκ χειρὸς ἀλλοφύλων. καὶ ἦν εἰρήνη ἀνὰ μέσον Ἰσραὴλ καὶ ἀνὰ μέσον τοῦ Ἀμορραίου.

7.15καὶ ἐδίκαζε Σαμουὴλ τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

7.16καὶ ἐπορεύετο κατ’ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθὴλ καὶ τὴν Γαλγαλὰ καὶ τὴν Μασσηφὰθ καὶ ἐδίκαζε τὸν Ἰσραὴλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις ·

7.17 δὲ ἀποστροφὴ αὐτοῦ εἰς Ἀρμαθαὶμ ὅτι ἐκεῖ ἦν οἶκος αὐτοῦ, καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ἰσραὴλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.

8

8.1καὶ ἐγένετο ὡς ἐγήρασε Σαμουήλ, καὶ κατέστησε τοὺς υἱοὺς αὐτοῦ δικαστὰς τῷ Ἰσραήλ.

8.2καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ · πρωτότοκος Ἰωήλ, καὶ ὄνομα τοῦ δευτέρου Ἀβιά, δικασταὶ ἐν Βηρσαβεέ.

8.3καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας καὶ ἐλάμβανον δῶρα καὶ ἐξέκλινον δικαιώματα.

8.4καὶ συναθροίζονται ἄνδρες Ἰσραὴλ καὶ παραγίνονται εἰς Ἀρμαθαὶμ πρὸς Σαμουὴλ καὶ εἶπαν αὐτῷ ·

8.5ἰδοὺ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου · καὶ νῦν κατάστησον ἐφ’ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη.

8.6καὶ πονηρὸν τὸ ρῆμα ἐν ὀφθαλμοῖς Σαμουήλ, ὡς εἶπαν, δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς · καὶ προσηύξατο Σαμουὴλ πρὸς Κύριον.

8.7καὶ εἶπε Κύριος πρὸς Σαμουήλ · ἄκουε τῆς φωνῆς τοῦ λαοῦ, καθὰ ἂν λαλῶσί σοι · ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ’ ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπ’αὐτῶν.

8.8κατὰ πάντα τὰ ποιήματα, ἐποίησάν μοι ἀφ’ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον θεοῖς ἑτέροις, οὕτως αὐτοὶ ποιοῦσι καὶ σοί.

8.9καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν · πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως, ὃς βασιλεύσει ἐπ’αὐτούς.

8.10καὶ εἶπε Σαμουὴλ πᾶν τὸ ρῆμα τοῦ Κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρ’αὐτοῦ βασιλέα καὶ εἶπε ·

8.11τοῦτο ἔσται τὸ δικαίωμα τοῦ βασιλέως, ὃς βασιλεύσει ἐφ’ὑμᾶς · τοὺς υἱοὺς ὑμῶν λήψεται, καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτοῦ καὶ ἐν ἱππεῦσιν αὐτοῦ καὶ προτρέχοντας τῶν ἁρμάτων αὐτοῦ καὶ θέσθαι αὐτοὺς ἑαυτῷ ἑκατοντάρχους καὶ χιλιάρχους καὶ θερίζειν θερισμὸν αὐτοῦ καὶ τρυγᾶν τρυγητὸν αὐτοῦ καὶ ποιεῖν σκεύη πολεμικὰ αὐτοῦ καὶ σκεύη ἁρμάτων αὐτοῦ ·

8.13καὶ τὰς θυγατέρας ὑμῶν λήψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας ·

8.14καὶ τοὺς ἀγροὺς ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν τοὺς ἀγαθοὺς λήψεται καὶ δώσει τοῖς δούλοις ἑαυτοῦ.

8.15καὶ τὰ σπέρματα ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν ἀποδεκατώσει καὶ δώσει τοῖς εὐνούχοις αὐτοῦ καὶ τοῖς δούλοις αὐτοῦ ·

8.16καὶ τοὺς δούλους ὑμῶν καὶ τὰς δούλας ὑμῶν καὶ τὰ βουκόλια ὑμῶν τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμῶν λήψεται, καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει ·

8.17καὶ ὑμεῖς ἔσεσθε αὐτῷ δοῦλοι.

8.18καὶ βοήσεσθε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου βασιλέως ὑμῶν, οὗ ἐξελέξασθε ἑαυτοῖς, καὶ οὐκ ἐπακούσεται Κύριος ὑμῶν ἐν ταῖς ἡμέραις ἐκείναις, ὅτι ὑμεῖς ἐξελέξασθε ἑαυτοῖς βασιλέα.

8.19καὶ οὐκ ἐβούλετο λαὸς ἀκοῦσαι τοῦ Σαμουὴλ καὶ εἶπαν αὐτῷ · οὐχί, ἀλλ’ βασιλεὺς ἔσται ἐφ’ἡμᾶς, καὶ ἐσόμεθα καὶ ἡμεῖς καθὰ πάντα τὰ ἔθνη, καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμῶν καὶ πολεμήσει τὸν πόλεμον ἡμῶν.

8.21καὶ ἤκουσε Σαμουὴλ πάντας τοὺς λόγους τοῦ λαοῦ καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὦτα Κυρίου.

8.22καὶ εἶπε Κύριος πρὸς Σαμουήλ · ἄκουε τῆς φωνῆς αὐτῶν καὶ βασίλευσον αὐτοῖς βασιλέα. καὶ εἶπε Σαμουὴλ πρὸς ἄνδρας Ἰσραήλ · ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ.

9

9.1καὶ ἀνὴρ ἐξ υἱῶν Βενιαμίν, καὶ ὄνομα αὐτῷ Κίς, υἱὸς Ἀβιήλ, υἱοῦ Ἰαρέδ, υἱοῦ Βαχίρ, υἱοῦ Ἀφέκ, υἱοῦ ἀνδρὸς Ἰεμιναίου, ἀνὴρ δυνατός.

9.2καὶ τούτῳ υἱός, καὶ ὄνομα αὐτῷ Σαούλ, εὐμεγέθης, ἀνὴρ ἀγαθός, καὶ οὐκ ἦν ἐν υἱοῖς Ἰσραὴλ ἀγαθὸς ὑπὲρ αὐτόν, ὑπερωμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν.

9.3καὶ ἀπώλοντο αἱ ὄνοι Κὶς πατρὸς Σαούλ, καὶ εἶπε Κὶς πρὸς Σαοὺλ τὸν υἱὸν αὐτοῦ · λαβὲ μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους.

9.4καὶ διῆλθον δι’ὄρους Ἐφραὶμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχὰ καὶ οὐχ εὗρον · καὶ διῆλθον διὰ τῆς γῆς Σεγαλείμ, καὶ οὐκ ἦν · καὶ διῆλθον διὰ τῆς γῆς Ἰαμὶν καὶ οὐχ εὗρον.

9.5αὐτῶν δὲ ἐλθόντων εἰς τὴν Σίφ, καὶ Σαοὺλ εἶπε τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ’αὐτοῦ · δεῦρο καὶ ἀποστρέψωμεν, μὴ ἀνεὶς πατήρ μου τὰς ὄνους φροντίζῃ τὰ περὶ ἡμῶν ·

9.6καὶ εἶπεν αὐτῷ τὸ παιδάριον · ἰδοὺ δὴ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ πόλει ταύτῃ, καὶ ἄνθρωπος ἔνδοξος, πᾶν, ἐὰν λαλήσῃ, παραγινόμενον παρέσται · καὶ νῦν πορευθῶμεν, ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν, ἐφ’ἣν ἐπορεύθημεν ἐπ’αὐτήν.

9.7καὶ εἶπε Σαοὺλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ’αὐτοῦ · καὶ ἰδοὺ πορευσόμεθα, καὶ τὶ οἴσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ; ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν, καὶ πλεῖον οὐκ ἔστι μεθ’ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ τὸ ὑπάρχον ἡμῖν.

9.8καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαοὺλ καὶ εἶπεν · ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν.

9.9καὶ ἔμπροσθεν ἐν Ἰσραὴλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾶν τὸν Θεόν · δεῦρο καὶ πορευθῶμεν πρὸς τὸν βλέποντα · ὅτι τὸν προφήτην ἐκάλει λαὸς ἔμπροσθεν βλέπων.

9.10καὶ εἶπε Σαοὺλ πρὸς τὸ παιδάριον αὐτοῦ · ἀγαθόν τὸ ρῆμα, δεῦρο καὶ πορευθῶμεν. καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν, οὗ ἦν ἐκεῖ ἄνθρωπος τοῦ Θεοῦ.

9.11αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως καὶ αὐτοὶ εὑρίσκουσι τὰ κοράσια ἐξεληλυθότα ὑδρεύεσθαι ὕδωρ καὶ λέγουσιν αὐταῖς · εἰ ἔστιν ἐνταῦθα βλέπων;

9.12καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς · ἔστιν, ἰδοὺ κατὰ πρόσωπον ὑμῶν · νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν, ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμᾷ ·

9.13ὡς ἂν εἰσέλθητε εἰς τὴν πόλιν, οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμᾶ τοῦ φαγεῖν · ὅτι οὐ μὴ φάγῃ λαὸς ἕως τοῦ εἰσελθεῖν αὐτόν, ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν, καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι · καὶ νῦν ἀνάβητε, ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν.

9.14καὶ ἀναβαίνουσι τὴν πόλιν. αὐτῶν εἰσπορευομένων εἰς μέσον τῆς πόλεως καὶ ἰδοὺ Σαμουὴλ ἐξῆλθεν εἰς τὴν ἀπάντησιν αὐτῶν τοῦ ἀναβῆναι εἰς Βαμᾶ.

9.15καὶ Κύριος ἀπεκάλυψε τὸ ὠτίον Σαμουὴλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαοὺλ λέγων ·

9.16ὡς καιρός, αὔριον ἀποστελῶ πρός σε ἄνδρα ἐκ γῆς Βενιαμίν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων · ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθε βοὴ αὐτῶν πρός με.

9.17καὶ Σαμουὴλ εἶδε τὸν Σαούλ · καὶ Κύριος ἀπεκρίθη αὐτῷ · ἰδοὺ ἄνθρωπος, ὃν εἶπά σοι, οὗτος ἄρξει ἐν τῷ λαῷ μου.

9.18καὶ προσήγαγε Σαοὺλ πρὸς Σαμουὴλ εἰς μέσον τῆς πόλεως καὶ εἶπεν · ἀπάγγειλον δὴ ποῖος οἶκος τοῦ βλέποντος.

9.19καὶ ἀπεκρίθη Σαμουὴλ τῷ Σαοὺλ καὶ εἶπεν · ἐγώ εἰμι αὐτός · ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμᾶ καὶ φάγε μετ’ἐμοῦ σήμερον, καὶ ἐξαποστελῶ σε πρωΐ καὶ πάντα τὰ ἐν τῇ καρδίᾳ σου ἀπαγγελῶ σοι ·

9.20καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων μὴ θῇς τὴν καρδίαν σου αὐταῖς, ὅτι εὕρηνται · καὶ τίνι τὰ ὡραῖα τοῦ Ἰσραήλ; οὐ σοὶ καὶ τῷ οἴκῳ τοῦ πατρός σου;

9.21καὶ ἀπεκρίθη Σαοὺλ καὶ εἶπεν · οὐχὶ ἀνδρὸς υἱὸς Ἰεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς Ἰσραὴλ καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλους σκήπτρου Βενιαμίν; καὶ ἱνατί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ρῆμα τοῦτο;

9.22καὶ ἔλαβε Σαμουὴλ τὸν Σαοὺλ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα καὶ ἔθετο αὐτοῖς ἐκεῖ τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν.

9.23καὶ εἶπε Σαμουὴλ τῷ μαγείρῳ · δός μοι τὴν μερίδα, ἣν ἔδωκά σοι, ἣν εἶπά σοι θεῖναι αὐτὴν παρά σοι.

9.24καὶ ἥψησεν μάγειρος τὴν κωλέαν, καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαούλ · καὶ εἶπε Σαμουὴλ τῷ Σαούλ · ἰδοὺ ὑπόλειμμα, παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε, ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοὺς ἄλλους · ἀπόκνιζε. καὶ ἔφαγε Σαοὺλ μετὰ Σαμουὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

9.25καὶ κατέβη ἐκ τῆς Βαμᾶ εἰς τὴν πόλιν · καὶ διέστρωσαν τῷ Σαοὺλ ἐπὶ τῷ δώματι, καὶ ἐκοιμήθη.

9.26καὶ ἐγένετο ὡς ἀνέβαινεν ὄρθρος, καὶ ἐκάλεσε Σαμουὴλ τὸν Σαοὺλ ἐπὶ τῷ δώματι λέγων · ἀνάστα, καὶ ἐξαποστελῶ σε · καὶ ἀνέστη Σαούλ, καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουὴλ ἕως ἔξω.

9.27αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως καὶ Σαμουὴλ εἶπε τῷ Σαούλ · εἰπὸν τῷ νεανίσκῳ καὶ διελθέτω ἔμπροσθεν ἡμῶν, καὶ σὺ στῆθι ὡς σήμερον καὶ ἄκουσον ρῆμα Θεοῦ.

10

10.1καὶ ἔλαβε Σαμουὴλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ · οὐχὶ κέκχρικέ σε Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ἐπὶ Ἰσραήλ; καὶ σὺ ἄρξεις ἐν λαῷ Κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν.

10.2καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέ σε Κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα · ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ’ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ῥαχὴλ ἐν τῷ ὄρει Βενιαμὶν ἁλλομένους μεγάλα, καὶ ἐροῦσί σοι · εὕρηνται αἱ ὄνοι, ἃς ἐπορεύθητε ζητεῖν, καὶ ἰδοὺ πατήρ σου ἀποτετίνακται τὸ ρῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δι’ὑμᾶς λέγων · τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου;

10.3καὶ ἀπελεύσῃ ἐκεῖθεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβὼρ καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν Θεὸν εἰς Βαιθήλ, ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου.

10.4καὶ ἐρωτήσουσί σε τὰ εἰς εἰρήνην καὶ δώσουσί σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λήψῃ ἐκ τῆς χειρὸς αὐτῶν.

10.5καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ Θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων, ἐκεῖ Νασὶβ ἀλλόφυλος. καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμᾶ, καὶ ἔμπροσθεν αὐτῶν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες ·

10.6καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ προφητεύσεις μετ’αὐτῶν καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον.

10.7καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ, ποίει πάντα, ὅσα ἐὰν εὕρῃ χείρ σου, ὅτι Θεὸς μετὰ σοῦ.

10.8καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγάλ, καὶ ἰδοὺ καταβαίνω πρός σε ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς · ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρός σε, καὶ γνωρίσω σοι ποιήσεις.

10.9καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουήλ, μετέστρεψεν αὐτῷ Θεὸς καρδίαν ἄλλην · καὶ ἦλθε πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

10.10καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξεναντίας αὐτοῦ · καὶ ἥλατο ἐπ’αὐτὸν πνεῦμα Θεοῦ, καὶ προεφήτευσεν ἐν μέσῳ αὐτῶν.

10.11καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτης καὶ εἶδον καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν. καὶ εἶπεν λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ · τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κίς; καὶ Σαοὺλ ἐν προφήταις;

10.12καὶ ἀπεκρίθη τις αὐτῶν καὶ εἶπε · καὶ τίς πατὴρ αὐτοῦ; καὶ διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν, καὶ Σαοὺλ ἐν προφήταις;

10.13καὶ συνετέλεσε προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν.

10.14καὶ εἶπεν οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ · ποῦ ἐπορεύθητε; καὶ εἶπαν · ζητεῖν τὰς ὄνους · καὶ εἴδαμεν ὅτι οὐκ εἰσί, καὶ εἰσήλθομεν πρὸς Σαμουήλ.

10.15καὶ εἶπεν οἰκεῖος πρὸς Σαούλ · ἀπάγγειλον δή μοι, τί εἶπέ σοι Σαμουήλ;

10.16καὶ εἶπε Σαοὺλ πρὸς τὸν οἰκεῖον αὐτοῦ · ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι. τὸ δὲ ρῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ.

10.17καὶ παρήγγειλε Σαμουὴλ παντὶ τῷ λαῷ πρὸς Κύριον εἰς Μασσηφὰθ καὶ εἶπε πρὸς υἱοὺς Ἰσραήλ ·

10.18τάδε εἶπε Κύριος Θεὸς Ἰσραὴλ λέγων · ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς ·

10.19καὶ ὑμεῖς σήμερον ἐξουδενήκατε τὸν Θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε · οὐχί, ἀλλ’ ὅτι βασιλέα καταστήσεις ἐφ’ἡμῶν · καὶ νῦν κατάστητε ἐνώπιον Κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν.

10.20καὶ προσήγαγε Σαμουὴλ πάντα τὰ σκῆπτρα Ἰσραήλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμίν ·

10.21καὶ προσάγει σκῆπτρον Βενιαμὶν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρί · καὶ προσάγουσι τὴν φυλὴν Ματταρὶ εἰς ἄνδρας, καὶ κατακληροῦται Σαοὺλ υἱὸς Κίς. καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο.

10.22καὶ ἐπηρώτησε Σαμουὴλ ἔτι ἐν Κυρίῳ · εἰ ἔρχεται ἀνὴρ ἐνταῦθα; καὶ εἶπε Κύριος · ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσι.

10.23καὶ ἔδραμε καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπερωμίαν καὶ ἐπάνω.

10.24καὶ εἶπε Σαμουὴλ πρὸς πάντα τὸν λαόν · εἰ ἑωράκατε ὃν ἐκλέλεκται ἑαυτῷ Κύριος, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς λαὸς καὶ εἶπαν · ζήτω βασιλεύς.

10.25καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον Κυρίου. καὶ ἐξαπέστειλε Σαμουὴλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.

10.26καὶ Σαοὺλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά · καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο Κύριος καρδίας αὐτῶν μετὰ Σαούλ.

10.27καὶ υἱοὶ λοιμοὶ εἶπαν · τίς σώσει ὑμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα.

11

11.1καὶ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Νάας Ἀμμανίτης καὶ παρεμβάλλει ἐπὶ Ἰαβὶς Γαλαάδ. καὶ εἶπαν πάντες οἱ ἄνδρες Ἰαβὶς πρὸς Νάας τὸν Ἀμμανίτην · διάθου ἡμῖν διαθήκην, καὶ δουλεύσομέν σοι.

11.2καὶ εἶπε πρὸς αὐτοὺς Νάας Ἀμμανίτης · ἐν ταύτῃ διαθήσομαι διαθήκην ὑμῖν, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ.

11.3καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες Ἰαβίς · ἄνες ἡμῖν ἑπτὰ ἡμέρας, καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ · ἐὰν μὴ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς.

11.4καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαὰ πρὸς Σαοὺλ καὶ λαλοῦσι τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ ᾖραν πᾶς λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.

11.5καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τὸ πρωΐ ἐξ ἀγροῦ, καὶ εἶπε Σαούλ · τί ὅτι κλαίει λαός; καὶ διηγοῦνται αὐτῷ τὰ ρήματα τῶν ἀνδρῶν Ἰαβίς.

11.6καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Σαοὺλ ὡς ἤκουσε τὰ ρήματα ταῦτα, καὶ ἐθυμώθη ἐπ’αὐτοὺς ὀργῇ αὐτοῦ σφόδρα.

11.7καὶ ἔλαβε δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραὴλ ἐν χειρὶ ἀγγέλων λέγων · ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουήλ, κατὰ τάδε ποιήσουσι τοῖς βουσὶν αὐτοῦ. καὶ ἐπῆλθεν ἔκστασις Κυρίου ἐπὶ τὸν λαὸν Ἰσραήλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς.

11.8καὶ ἐπισκέπτεται αὐτοὺς Ἀβιεζὲκ ἐν Βαμᾷ, πάντα ἄνδρα Ἰσραὴλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ἰούδα ἑβδομήκοντα χιλιάδας.

11.9καὶ εἶπε τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις · τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ἰαβίς · αὔριον ὑμῖν σωτηρία διαθερμάναντος τοῦ ἡλίου. καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσι τοῖς ἀνδράσιν Ἰαβίς, καὶ εὐφράνθησαν.

11.10καὶ εἶπον οἱ ἄνδρες Ἰαβὶς πρὸς Νάας τὸν Ἀμμανίτην · αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν.

11.11καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Ἀμμὼν ἕως διεθερμάνθη ἡμέρα, καὶ ἐγενήθη καὶ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό.

11.12καὶ εἶπεν λαὸς πρὸς Σαμουήλ · τίς εἴπας ὅτι Σαοὺλ οὐ βασιλεύσει ἡμῶν; παράδος τοὺς ἄνδρας, καὶ θανατώσομεν αὐτούς.

11.13καὶ εἶπε Σαούλ · οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον ἐποίησε Κύριος σωτηρίαν ἐν Ἰσραήλ.

11.14καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν λέγων · πορευθῶμεν εἰς Γάλγαλα, καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν.

11.15καὶ ἐπορεύθη πᾶς λαὸς εἰς Γάλγαλα, καὶ ἔχρισε Σαμουὴλ ἐκεῖ τὸν Σαοὺλ εἰς βασιλέα ἐνώπιον Κυρίου ἐν Γαλγάλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον Κυρίου · καὶ εὐφράνθη Σαμουὴλ καὶ πᾶς Ἰσραὴλ ὥστε λίαν.

12

12.1καὶ εἶπε Σαμουὴλ πρὸς πάντα Ἰσραήλ · ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα, ὅσα εἴπατέ μοι, καὶ ἐβασίλευσα ἐφ’ὑμᾶς βασιλέα.

12.2καὶ νῦν ἰδοὺ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν, κἀγὼ γεγήρακα καὶ καθήσομαι, καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν · κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητος καὶ ἕως τῆς ἡμέρας ταύτης.

12.3ἰδοὺ ἐγώ, ἀποκρίθητε κατ’ἐμοῦ ἐνώπιον Κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ · μόσχον τίνος εἴληφα ὄνον τίνος εἴληφα τίνα κατεδυνάστευσα ὑμῶν τίνα ἐξεπίεσα ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατ’ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν.

12.4καὶ εἶπαν πρὸς Σαμουήλ · οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας ἡμᾶς καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν.

12.5καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαόν · μάρτυς Κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐδέν. καὶ εἶπαν · μάρτυς.

12.6καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν λέγων · μάρτυς Κύριος ποιήσας τὸν Μωυσῆν καὶ τὸν Ἀαρών, ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου.

12.7καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς ἐνώπιον Κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην Κυρίου, ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν ·

12.8ὡς εἰσῆλθεν Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος, καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς Κύριον, καὶ ἀπέστειλε Κύριος τὸν Μωυσῆν καὶ τὸν Ἀαρὼν καὶ ἐξήγαγον τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ.

12.9καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισάρᾳ ἀρχιστρατήγῳ Ἰαβὶν βασιλέως Ἀσὼρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωάβ, καὶ ἐπολέμησαν ἐν αὐτοῖς.

12.10καὶ ἐβόησαν πρὸς Κύριον καὶ ἔλεγον · ἡμάρτομεν, ὅτι ἐγκατελίπομεν τὸν Κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι · καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι.

12.11καὶ ἀπέστειλε Κύριος τὸν Ἱεροβάαλ καὶ τὸν Βαρὰκ καὶ τὸν Ἰεφθάε καὶ τὸν Σαμουὴλ καὶ ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν τῶν κυκλόθεν, καὶ κατῳκεῖτε πεποιθότες.

12.12καὶ ἴδετε ὅτι Νάας βασιλεὺς υἱῶν Ἀμμὼν ἦλθεν ἐφ’ὑμᾶς, καὶ εἴπατε · οὐχί, ἀλλ’ ὅτι βασιλεὺς βασιλεύσει ἐφ’ἡμῶν · καὶ Κύριος Θεὸς ἡμῶν βασιλεὺς ἡμῶν.

12.13καὶ νῦν ἰδοὺ βασιλεύς, ὃν ἐξελέξασθε, καὶ ἰδοὺ δέδωκε Κύριος ἐφ’ὑμᾶς βασιλέα.

12.14ἐὰν φοβηθῆτε τὸν Κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι Κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ βασιλεὺς βασιλεύων ἐφ’ὑμῶν ὀπίσω Κυρίου πορευόμενοι ·

12.15ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου καὶ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἔσται χεὶρ Κυρίου ἐφ’ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν.

12.16καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ρῆμα τό μέγα τοῦτο, Κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν.

12.17οὐχὶ θερισμὸς πυρῶν σήμερον; ἐπικαλέσομαι Κύριον, καὶ δώσει φωνὰς καὶ ὑετόν, καὶ γνῶτε καὶ ἴδετε ὅτι κακία ὑμῶν μεγάλη, ἣν ἐποιήσατε ἐνώπιον Κυρίου, αἰτήσαντες ἑαυτοῖς βασιλέα.

12.18καὶ ἐπεκαλέσατο Σαμουὴλ τὸν Κύριον, καὶ ἔδωκε Κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ · καὶ ἐφοβήθησαν πᾶς λαὸς τὸν Κύριον σφόδρα καὶ τὸν Σαμουήλ.

12.19καὶ εἶπαν πᾶς λαὸς πρὸς Σαμουήλ · πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς Κύριον Θεόν σου, καὶ οὐ μὴ ἀποθάνωμεν, ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα.

12.20καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαόν · μὴ φοβεῖσθε · ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην, πλὴν μὴ ἐκκλίνητε ἀπό ὄπισθεν Κυρίου καὶ δουλεύσατε τῷ Κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἐξελοῦνται, ὅτι οὐθέν εἰσιν.

12.22ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικῶς Κύριος προσελάβετο ὑμᾶς εἰς λαόν.

12.23καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ Κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν, καὶ δουλεύσω τῷ Κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν ·

12.24πλὴν φοβεῖσθε τὸν Κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ὅτι ἴδετε ἐμεγάλυνε μεθ’ὑμῶν, καὶ ἐὰν κακίᾳ κακοποιήσητε, καὶ ὑμεῖς καὶ βασιλεὺς ὑμῶν προστεθήσεσθε.

13

13.2καὶ ἐκλέγεται ἑαυτῷ Σαοὺλ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν Ἰσραήλ, καὶ ἦσαν μετὰ Σαοὺλ δισχίλιοι οἱ ἐν Μαχμάς, καὶ ἐν τῷ ὄρει Βαιθήλ, καὶ χίλιοι ἦσαν μετὰ Ἰωνάθαν ἐν Γαβαὰ τοῦ Βενιαμίν, καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτοῦ.

13.3καὶ ἐπάταξεν Ἰωνάθαν τὸν Νασὶβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ · καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι. καὶ Σαοὺλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν λέγων · ἠθετήκασιν οἱ δοῦλοι.

13.4καὶ πᾶς Ἰσραὴλ ἤκουσε λεγόντων · πέπαικε Σαοὺλ τὸν Νασὶβ τὸν ἀλλόφυλον, καὶ ᾐσχύνθησαν Ἰσραὴλ ἐν τοῖς ἀλλοφύλοις. καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ὀπίσω Σαοὺλ ἐν Γαλγάλοις.

13.5καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ Ἰσραήλ, καὶ ἀναβαίνουσιν ἐπὶ Ἰσραὴλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἄμμος παρὰ τὴν θάλασσαν τῷ πλήθει · καὶ ἀναβαίνουσι καὶ παρεμβάλλουσιν ἐν Μαχμὰς ἐξ ἐναντίας Βαιθωρὼν κατὰ νότου.

13.6καὶ ἀνὴρ Ἰσραὴλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν, καὶ ἐκρύβη λαὸς ἐν τοῖς σπηλαίοις καὶ ἐν ταῖς μάνδραις καὶ ἐν ταῖς πέτραις καὶ ἐν τοῖς βόθροις καὶ ἐν τοῖς λάκκοις, καὶ οἱ διαβαίνοντες διέβησαν τὸν Ἰορδάνην εἰς γῆν Γὰδ καὶ Γαλαάδ.

13.7καὶ Σαοὺλ ἔτι ἦν ἐν Γαλγάλοις, καὶ πᾶς λαὸς ἐξέστη ὀπίσω αὐτοῦ.

13.8καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπε Σαμουὴλ, καὶ οὐ παρεγένετο Σαμουὴλ εἰς Γάλγαλα, καὶ διεσπάρη λαὸς αὐτοῦ ἀπ’αὐτοῦ.

13.9καὶ εἶπε Σαούλ · προσαγάγετε, ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς · καὶ ἀνήνεγκε τὴν ὁλοκαύτωσιν.

13.10καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ Σαμουὴλ παραγίνεται · καὶ ἐξῆλθε Σαοὺλ εἰς ἀπάντησιν αὐτοῦ εὐλογῆσαι αὐτόν.

13.11καὶ εἶπε Σαμουήλ · τί πεποίηκας; καὶ εἶπε Σαούλ · ὅτι εἶδον ὡς διεσπάρη λαὸς ἀπ’ἐμοῦ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχμάς, καὶ εἶπα ·

13.12νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς Γάλγαλα καὶ τοῦ προσώπου τοῦ Κυρίου οὐκ ἐδεήθην · καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν.

13.13καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ · μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι Κύριος, ὡς νῦν ἡτοίμασε Κύριος τὴν βασιλείαν σου ἐπὶ Ἰσραὴλ ἕως αἰῶνος ·

13.14καὶ νῦν βασιλεία σου οὐ στήσεταί σοι, καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ, καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος.

13.15καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν ἐκ Γαλγάλων εἰς ὁδὸν αὐτοῦ, καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαοὺλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ. αὐτῶν παραγενομένων ἐκ Γαλγάλων εἰς Γαβαὰ Βενιαμὶν καὶ ἐπεσκέψατο Σαοὺλ τὸν λαὸν τὸν εὑρεθέντα μετ’αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας.

13.16καὶ Σαοὺλ καὶ Ἰωνάθαν υἱὸς αὐτοῦ καὶ λαὸς οἱ εὑρεθέντες μετ’αὐτῶν ἐκάθισαν ἐν Γαβαὰ Βενιαμὶν καὶ ἔκλαιον, καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν ἐν Μαχμάς.

13.17καὶ ἐξῆλθε διαφθείρων ἐξ ἀγροῦ ἀλλοφύλων τρισὶν ἀρχαῖς · ἀρχὴ μία ἐπιβλέπουσα ὁδὸν Γοφερὰ ἐπὶ γῆν Σωγάλ, καὶ ἀρχὴ μία ἐπιβλέπουσα ὁδὸν Βαιθωρών, καὶ ἀρχὴ μία ἐπιβλέπουσα ὁδὸν Γαβαὲ τὴν εἰσκύπτουσαν ἐπὶ Γαὶ τὴν Σαβίμ.

13.19καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ Ἰσραήλ, ὅτι εἶπον οἱ ἀλλόφυλοι · μὴ ποιήσωσιν οἱ Ἑβραῖοι ρομφαίαν καὶ δόρυ.

13.20καὶ κατέβαινον πᾶς Ἰσραὴλ εἰς γῆν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτοῦ καὶ τὸ σκεῦος αὐτοῦ καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ.

13.21καὶ ἦν τρυγητὸς ἕτοιμος τοῦ θερίζειν · τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα, καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν αὐτή.

13.22καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχμὰς καὶ οὐχ εὑρέθη ρομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ καὶ μετὰ Ἰωνάθαν, καὶ εὑρέθη τῷ Σαοὺλ καὶ τῷ Ἰωνάθαν υἱῷ αὐτοῦ.

13.23καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν Μαχμάς.

14

14.1καὶ γίνεται ἡμέρα καὶ εἶπεν Ἰωνάθαν υἱὸς Σαοὺλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ · δεῦρο, καὶ διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ · καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλε.

14.2καὶ Σαοὺλ ἐκάθητο ἐπ’ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ροὰν τὴν ἐν Μαγδών, καὶ ἦσαν μετ’αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες ·

14.3καὶ Ἀχιὰ υἱὸς Ἀχιτὼβ ἀδελφοῦ Ἰωχαβὴδ υἱοῦ Φινεὲς υἱοῦ Ἡλὶ ἱερεὺς τοῦ Θεοῦ ἐν Σηλὼμ αἴρων ἐφούδ. καὶ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ἰωνάθαν.

14.4καὶ ἀνὰ μέσον τῆς διαβάσεως, οὗ ἐζήτει Ἰωνάθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων, καὶ ὁδοὺς πέτρας ἐκ τούτου καὶ ὁδοὺς πέτρας ἐκ τούτου, ὄνομα τῷ ἑνὶ Βασὲς καὶ ὄνομα τῷ ἄλλῳ Σεννά ·

14.5 ὁδὸς μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμὰς καὶ ὁδὸς ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβαέ.

14.6καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ · δεῦρο διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀπεριτμήτων τούτων, εἴτι ποιήσαι Κύριος ἡμῖν · ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἐν ὀλίγοις.

14.7καὶ εἶπεν αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ · ποίει πᾶν, ἐὰν καρδία σου ἐκλίνῃ, ἰδοὺ ἐγὼ μετὰ σοῦ, ὡς καρδία σου καρδία μου.

14.8καὶ εἶπεν Ἰωνάθαν · ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς ·

14.9ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς · ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν, καὶ στησόμεθα ἐφ’ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ’αὐτούς ·

14.10ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς · ἀνάβητε πρὸς ἡμᾶς, καὶ ἀναβησόμεθα, ὅτι παραδέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ἡμῶν · τοῦτο ἡμῖν τὸ σημεῖον.

14.11καὶ εἰσῆλθον ἀμφότεροι εἰς Μεσσὰβ τῶν ἀλλοφύλων · καὶ λέγουσιν οἱ ἀλλόφυλοι · ἰδοὺ Ἑβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ.

14.12καὶ ἀπεκρίθησαν οἱ ἄνδρες Μεσσὰβ πρὸς Ἰωνάθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν · ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ρῆμα. καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ · ἀνάβηθι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἰσραήλ.

14.13καὶ ἀνέβη Ἰωνάθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ αἴρων τὰ σκεύη αὐτοῦ μετ’αὐτοῦ · καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ἰωνάθαν, καὶ ἐπάταξεν αὐτούς, καὶ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ.

14.14καὶ ἐγενήθη πληγὴ πρώτη, ἣν ἐπάταξεν Ἰωνάθαν καὶ αἴρων τὰ σκεύη αὐτοῦ, ὡς εἴκοσιν ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξι τοῦ πεδίου.

14.15καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ, καὶ πᾶς λαὸς ἐν Μεσσὰβ καὶ οἱ διαφθείροντες ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν · καὶ ἐθάμβησεν γῆ, καὶ ἐγενήθη ἔκστασις παρὰ Κυρίου.

14.16καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαοὺλ ἐν Γαβαὰ Βενιαμὶν καὶ ἰδοὺ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν.

14.17καὶ εἶπε Σαοὺλ τῷ λαῷ τῷ μετ’αὐτοῦ · ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν · καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ἰωνάθαν καὶ αἴρων τὰ σκεύη αὐτοῦ.

14.18καὶ εἶπε Σαοὺλ τῷ Ἀχιᾷ · προσάγαγε τὸ ἐφούδ · ὅτι αὐτὸς ᾖρε τὸ ἐφοὺδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ἰσραήλ.

14.19καὶ ἐγενήθη ὡς ἐλάλει Σαοὺλ πρὸς τὸν ἱερέα, καὶ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνε · καὶ εἶπε Σαοὺλ πρὸς τὸν ἱερέα · συνάγαγε τὰς χεῖράς σου.

14.20καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς λαὸς μετ’αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου, καὶ ἰδοὺ ἐγένετο ρομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα.

14.21καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ἰσραὴλ τῶν μετὰ Σαοὺλ καὶ Ἰωνάθαν.

14.22καὶ πᾶς Ἰσραὴλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Ἐφραὶμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι, καὶ συνάπτουσι καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον.

14.23καὶ ἔσωσε Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ἰσραήλ. καὶ πόλεμος διῆλθε τὴν Βαμώθ, καὶ πᾶς λαὸς ἦν μετὰ Σαοὺλ ὡς δέκα χιλιάδες ἀνδρῶν · καὶ ἦν πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Ἐφραίμ.

14.24καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων · ἐπικατάρατος ἄνθρωπος, ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου · καὶ οὐκ ἐγεύσατο πᾶς λαὸς ἄρτου. καὶ πᾶσα γῆ ἠρίστα.

14.25καὶ Ἰάαλ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ, καὶ εἰσῆλθεν λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν, καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐφοβήθη λαὸς τὸν ὅρκον Κυρίου.

14.27καὶ Ἰωνάθαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν · καὶ ἐξέτεινε τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ.

14.28καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν · ὁρκίσας ὥρκισε τὸν λαὸν πατήρ σου λέγων · ἐπικατάρατος ἄνθρωπος, ὃς φάγεται ἄρτον σήμερον, καὶ ἐξελύθη λαός.

14.29καὶ ἔγνω Ἰωνάθαν καὶ εἶπεν · ἀπήλλαχεν πατήρ μου τὴν γῆν · ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀφθαλμοί μου ὅτι ἐγευσάμην βραχύ τι τοῦ μέλιτος τούτου ·

14.30ἀλλ’ὅτι εἰ ἔφαγεν ἔσθων σήμερον λαὸς τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν, ὧν εὗρεν, ὅτι νῦν ἂν μείζων ἦν πληγὴ ἐν τοῖς ἀλλοφύλοις.

14.31καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχμάς, καὶ ἐκοπίασεν λαὸς σφόδρα.

14.32καὶ ἐκλήθη λαὸς εἰς τὰ σκῦλα, καὶ ἔλαβεν λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν, καὶ ἤσθιεν λαὸς σὺν τῷ αἵματι.

14.33καὶ ἀπηγγέλη Σαοὺλ λέγοντες · ἡμάρτηκεν λαὸς τῷ Κυρίῳ φαγὼν σὺν τῷ αἵματι. καὶ εἶπε Σαοὺλ ἐκ Γεθθαίμ · κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν.

14.34καὶ εἶπε Σαούλ · διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον αὐτοῦ, καὶ σφαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ ἁμάρτητε τῷ Κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι · καὶ προσῆγεν λαὸς ἕκαστος τὸ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔσφαζον ἐκεῖ.

14.35καὶ ᾠκοδόμησεν ἐκεῖ Σαοὺλ θυσιαστήριον τῷ Κυρίῳ · τοῦτο ἤρξατο Σαοὺλ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ.

14.36καὶ εἶπε Σαούλ · καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα, καὶ μὴ ὑπολείπωμεν ἐν αὐτοῖς ἄνδρα. καὶ εἶπαν · πᾶν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει. καὶ εἶπεν ἱερεύς · προσέλθωμεν ἐνταῦθα πρὸς τὸν Θεόν.

14.37καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεόν · εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων, εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ἰσραήλ; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

14.38καὶ εἶπε Σαούλ · προσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ Ἰσραὴλ καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἁμαρτία αὕτη σήμερον ·

14.39ὅτι ζῇ Κύριος σώσας τὸν Ἰσραήλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνάθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. καὶ οὐκ ἦν ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ.

14.40καὶ εἶπε παντὶ ἀνδρὶ Ἰσραήλ · ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ἰωνάθαν υἱός μου ἐσόμεθα εἰς δουλείαν. καὶ εἶπεν λαὸς πρὸς Σαούλ · τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει.

14.41καὶ εἶπε Σαούλ · Κύριε Θεὸς Ἰσραήλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον; εἰ ἐν ἐμοὶ ἐν Ἰωνάθαν τῷ υἱῷ μου ἀδικία; Κύριε Θεὸς Ἰσραὴλ δὸς δήλους · καὶ ἐὰν τάδε εἴπῃς, ἐν τῷ λαῷ σου Ἰσραήλ, δὸς δὴ ὁσιότητα. καὶ κληροῦται Ἰωνάθαν καὶ Σαούλ, καὶ λαὸς ἐξῆλθε.

14.42καὶ εἶπε Σαούλ · βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον Ἰωνάθαν τοῦ υἱοῦ μου · ὃν ἂν κατακληρώσηται Κύριος, ἀποθανέτω. καὶ εἶπεν λαὸς πρὸς Σαούλ · οὐκ ἔστι τὸ ρῆμα τοῦτο. καὶ κατεκράτησε Σαοὺλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται Ἰωνάθαν.

14.43καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν · ἀπάγγειλόν μοι τί πεποίηκας. καὶ ἀπήγγειλεν αὐτῷ Ἰωνάθαν καὶ εἶπε · γευόμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι, καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω.

14.44καὶ εἶπεν αὐτῷ Σαούλ · τάδε ποιήσαι μοι Θεὸς καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον.

14.45καὶ εἶπεν λαὸς πρὸς Σαούλ · εἰ σήμερον θανατωθήσεται ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ἰσραήλ; ζῇ Κύριος, εἰ πεσεῖται τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν · ὅτι λαὸς τοῦ Θεοῦ ἐποίησε τὴν ἡμέραν ταύτην. καὶ προσηύξατο λαὸς περὶ Ἰωνάθαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ἀπέθανε.

14.46καὶ ἀνέβη Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν.

14.47καὶ Σαοὺλ κατακληροῦται ἔργον ἐπὶ Ἰσραήλ. καὶ ἐπολέμει κύκλῳ πάντας τούς ἐχθροὺς αὐτοῦ, εἰς τὸν Μωὰβ καὶ εἰς τοὺς υἱοὺς Ἀμμὼν καὶ εἰς τοὺς υἱοὺς Ἐδὼμ καὶ εἰς τὸν Βαιθεὼρ καὶ εἰς βασιλέα Σουβὰ καὶ εἰς τοὺς ἀλλοφύλους · οὗ ἂν ἐστράφη, ἐσώζετο.

14.48καὶ ἐποίησε δύναμιν καὶ ἐπάταξε τὸν Ἀμαλὴκ καὶ ἐξείλατο τὸν Ἰσραὴλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν.

14.49καὶ ἦσαν οἱ υἱοὶ Σαοὺλ Ἰωνάθαν καὶ Ἰεσσιοὺ καὶ Μελχισά · καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μερόβ, καὶ ὄνομα τῇ δευτέρᾳ Μελχόλ ·

14.50καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀχινοὸμ θυγάτηρ Ἀχιμάας. καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ αὐτοῦ Ἀβεννήρ, υἱὸς Νήρ, υἱοῦ οἰκείου Σαούλ ·

14.51καὶ Κὶς πατὴρ Σαοὺλ καὶ Νὴρ πατὴρ Ἀβεννὴρ υἱὸς Ἰαμὶν υἱοῦ Ἀβιήλ.

14.52καὶ ἦν πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαούλ. καὶ ἰδὼν Σαοὺλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν.

15

15.1καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ · ἐμὲ ἀπέστειλε Κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου ·

15.2τάδε εἶπε Κύριος Σαβαώθ · νῦν ἐκδικήσω ἐποίησεν Ἀμαλὴκ τῷ Ἰσραήλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου ·

15.3καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Ἀμαλὴκ καὶ Ἱερὶμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολοθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ’αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου.

15.4καὶ παρήγγειλε Σαοὺλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ἰούδαν τριάκοντα χιλιάδας ταγμάτων.

15.5καὶ ἦλθε Σαοὺλ ἕως τῶν πόλεων Ἀμαλὴκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ.

15.6καὶ εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον · ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Ἀμαληκίτου, μὴ προσθῶ σε μετ’αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου · καὶ ἐξέκλινεν Κιναῖος ἐκ μέσου Ἀμαλήκ.

15.7καὶ ἐπάταξε Σαοὺλ τὸν Ἀμαλὴκ ἀπὸ Εὐιλὰτ ἕως Σοὺρ ἐπὶ προσώπου Αἰγύπτου.

15.8καὶ συνέλαβε τὸν Ἀγὰγ βασιλέα Ἀμαλὴκ ζῶντα καὶ πάντα τὸν λαὸν καὶ Ἱερὶμ ἀπέκτεινεν ἐν στόματι ρομφαίας.

15.9καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς λαὸς τὸν Ἀγὰγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλοντο ἐξολοθρεῦσαι αὐτά · καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλόθρευσαν.

15.10καὶ ἐγενήθη ρῆμα Κυρίου πρὸς Σαμουὴλ λέγων ·

15.11παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησε. καὶ ἠθύμησε Σαμουὴλ καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύκτα.

15.12καὶ ὤρθρισε Σαμουὴλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ἰσραὴλ τὸ πρωΐ. καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες · ἥκει Σαμουὴλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψε τὸ ἅρμα. καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ Κυρίῳ τὰ πρῶτα τῶν σκύλων, ὧν ἤνεγκεν ἐξ Ἀμαλήκ.

15.13καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ, καὶ εἶπεν αὐτῷ Σαούλ · εὐλογητὸς σὺ τῷ Κυρίῳ · ἔστησα πάντα, ὅσα ἐλάλησε Κύριος.

15.14καὶ εἶπε Σαμουήλ · καὶ τίς φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσί μου καὶ φωνὴ τῶν βοῶν, ὧν ἐγὼ ἀκούω;

15.15καὶ εἶπε Σαούλ · ἐξ Ἀμαλὴκ ἤνεγκα αὐτά, περιεποιήσατο λαὸς τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ Κυρίῳ τῷ Θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλόθρευσα.

15.16καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ · ἄνες καὶ ἀπαγγελῶ σοι ἐλάλησε Κύριος πρός με τὴν νύκτα · καὶ εἶπεν αὐτῷ · λάλησον.

15.17καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ · οὐχὶ μικρὸς εἶ σὺ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς Ἰσραήλ; καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ.

15.18καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ καὶ εἶπέ σοι · πορεύθητι καὶ ἐξολόθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Ἀμαλήκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς.

15.19καὶ ἱνατί οὐκ ἤκουσας φωνῆς Κυρίου, ἀλλ’ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον Κυρίου;

15.20καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ · διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ · καὶ ἐπορεύθην τῇ ὁδῷ, ἀπέστειλέ με Κύριος, καὶ ἤγαγον τὸν Ἀγὰγ βασιλέα Ἀμαλὴκ καὶ τὸν Ἀμαλὴκ ἐξωλόθρευσα ·

15.21καὶ ἔλαβεν λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια, τὰ πρῶτα τοῦ ἐξολοθρεύματος, θῦσαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν Γαλγάλοις.

15.22καὶ εἶπε Σαμουήλ · εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν καὶ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν ·

15.23ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν · ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ.

15.24καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ · ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ρῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν ·

15.25καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ’ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου.

15.26καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ · οὐκ ἀναστρέφω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καί ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ἰσραήλ.

15.27καὶ ἐπέστρεψε Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν. καὶ ἐκράτησε Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ καὶ διέρρηξεν αὐτό ·

15.28καὶ εἶπε πρὸς αὐτὸν Σαμουήλ · διέρρηξε Κύριος τὴν βασιλείαν σου ἀπὸ Ἰσραὴλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ ·

15.29καὶ διαιρεθήσεται Ἰσραὴλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐ δὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι τοῦ μετανοῆσαι αὐτός.

15.30καὶ εἶπε Σαούλ · ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ἰσραὴλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ’ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου.

15.31καὶ ἀνέστρεψε Σαμουὴλ ὀπίσω Σαοὺλ καὶ προσεκύνησε τῷ Κυρίῳ.

15.32καὶ εἶπε Σαμουήλ · προσαγάγετέ μοι τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ. καὶ προσῆλθε πρὸς αὐτὸν Ἀγὰγ τρέμων, καὶ εἶπεν Ἀγάγ · εἰ οὕτω πικρὸς θάνατος;

15.33καὶ εἶπε Σαμουὴλ πρὸς Ἀγάγ · καθότι ἠτέκνωσε γυναῖκας ρομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν μήτηρ σου, καὶ ἔσφαξε Σαμουὴλ τὸν Ἀγὰγ ἐνώπιον Κυρίου ἐν Γαλγάλ.

15.34καὶ ἀπῆλθε Σαμουὴλ εἰς Ἀρμαθαίμ, καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά.

15.35καὶ οὐ προσέθετο ἔτι Σαμουὴλ ἰδεῖν τὸν Σαοὺλ ἕως ἠμέρας θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουὴλ ἐπὶ Σαούλ · καὶ Κύριος μετεμελήθη ὅτι ἐβασίλευσε τὸν Σαοὺλ ἐπὶ Ἰσραήλ.

16

16.1καὶ εἶπε Κύριος πρὸς Σαμουήλ · ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ἰεσσαὶ ἕως Βηθλεέμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα.

16.2καὶ εἶπε Σαμουήλ · πῶς πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ καὶ ἀποκτενεῖ με. καὶ εἶπε Κύριος · δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς · θῦσαι τῷ Κυρίῳ ἥκω ·

16.3καὶ καλέσεις τὸν Ἰεσσαὶ εἰς τὴν θυσίαν, καὶ γνωριῶ σοι ποιήσεις, καὶ χρίσεις ὃν ἂν εἴπω πρός σε.

16.4καὶ ἐποίησε Σαμουὴλ πάντα, ἐλάλησεν αὐτῷ Κύριος, καὶ ἦλθεν εἰς Βηθλεέμ. καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν · εἰρήνη εἴσοδός σου, βλέπων;

16.5καὶ εἶπεν · εἰρήνη · θῦσαι τῷ Κυρίῳ ἥκω, ἁγιάσθητε καὶ εὐφράνθητε μετ’ἐμοῦ σήμερον, καὶ ἡγίασε τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν.

16.6καὶ ἐγενήθη ἐν τῷ εἰσιέναι αὐτοὺς καὶ εἶδε τὸν Ἐλιὰβ καὶ εἶπεν · ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ.

16.7καὶ εἶπε Κύριος πρὸς Σαμουήλ · μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μη δὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν · ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται Θεός, ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, δὲ Θεὸς ὄψεται εἰς καρδίαν.

16.8καὶ ἐκάλεσεν Ἰεσσαὶ τὸν Ἀμιναδάβ, καὶ παρῆλθε κατὰ πρόσωπον Σαμουήλ, καὶ εἶπεν · οὐ δὲ τοῦτον ἐξελέξατο Θεός.

16.9καὶ παρήγαγεν Ἰεσσαὶ τὸν Σαμά · καὶ εἶπε · καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο Κύριος.

16.10καὶ παρήγαγεν Ἰεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ · καὶ εἶπε Σαμουήλ · οὐκ ἐξελέξατο Κύριος ἐν τούτοις.

16.11καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαί · ἐκλελοίπασι τὰ παιδάρια; καὶ εἶπεν · ἔτι μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαί · ἀπόστειλον καὶ λαβὲ αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν.

16.12καὶ ἀπέστειλε καὶ εἰσήγαγεν αὐτόν · καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ἀγαθὸς ὁράσει Κυρίῳ. καὶ εἶπε Κύριος πρὸς Σαμουήλ · ἀνάστα καὶ χρῖσον τὸν Δαυίδ, ὅτι οὗτός ἐστιν ἀγαθός.

16.13καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχρισεν αὐτὸ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω. καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν εἰς Ἀρμαθαίμ.

16.14καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαούλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου.

16.15καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτόν · ἰδοὺ δὴ πνεῦμα Κυρίου πονηρὸν πνίγει σε ·

16.16εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου, καὶ ζητησάτωσαν τῷ Κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ, καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπί σοι καὶ ψαλῇ ἐν τῇ κινύρᾳ αὐτοῦ καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε.

16.17καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ · ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν πρός με.

16.18καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν · ἰδοὺ ἑώρακα υἱὸν τῷ Ἰεσσαὶ Βηθλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν, καὶ ἀνὴρ συνετὸς καὶ πολεμιστὴς καὶ σοφὸς λόγῳ, καὶ ἀνὴρ ἀγαθὸς τῷ εἴδει, καὶ Κύριος μετ’αὐτοῦ.

16.19καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους πρὸς Ἰεσσαὶ λέγων · ἀπόστειλον πρός με τὸν υἱόν σου Δαυὶδ τὸν ἐν τῷ ποιμνίῳ σου.

16.20καὶ ἔλαβεν Ἰεσσαὶ γομὸρ ἄρτων καὶ ἀσκὸν οἶνου καὶ ἔριφον αἰγῶν ἕνα καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυὶδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαούλ.

16.21καὶ εἰσῆλθε Δαυὶδ πρὸς Σαοὺλ καὶ παρειστήκει ἐνώπιον αὐτοῦ · καὶ ἠγάπησεν αὐτὸν σφόδρα, καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ.

16.22καὶ ἀπέστειλε Σαοὺλ πρὸς Ἰεσσαὶ λέγων · παριστάσθω δὴ Δαυὶδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρε χάριν ἐν ὀφθαλμοῖς μου.

16.23καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ καὶ ἐλάμβανε Δαυὶδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ. καὶ ἀνέψυχε Σαούλ, καὶ ἀγαθὸν αὐτῷ. καὶ ἀφίστατο ἀπ’αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν.

17

17.1καὶ συνάγουσιν ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον καὶ συνάγονται εἰς Σοκχὼθ τῆς Ἰουδαίας καὶ παρεμβάλλουσιν ἀνὰ μέσον Σοκχὼθ καὶ ἀνὰ μέσον Ἀζηκὰ Ἐφερμέμ.

17.2καὶ Σαοὺλ καὶ οἱ ἄνδρες Ἰσραὴλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι αὐτοὶ καὶ παρατάσσονται εἰς πόλεμον ἐξεναντίας τῶν ἀλλοφύλων.

17.3καὶ ἀλλόφυλοι ἵστανται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ Ἰσραὴλ ἵσταται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ αὐλὼν ἀνὰ μέσον αὐτῶν.

17.4καὶ ἐξῆλθεν ἀνὴρ δυνατὸς ἐκ τῆς παρατάξεως τῶν ἀλλοφύλων Γολιὰθ ὄνομα αὐτῶν ἐκ Γέθ, ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιθαμῆς ·

17.5καὶ περικεφαλαία ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ θώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς, καὶ σταθμὸς τοῦ θώρακος αὐτοῦ πέντε χιλιάδες σίκλων χαλκοῦ καὶ σιδήρου ·

17.6καὶ κνημῖδες χαλκαῖ ἐπὶ τῶν σκελῶν αὐτοῦ, καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ ·

17.7καὶ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσακλον ὑφαινόντων, καὶ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου · καὶ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ.

17.8καὶ ἔστη καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν Ἰσραὴλ καὶ εἶπεν αὐτοῖς · τί ἐκπορεύεσθε παρατάξασθαι πολέμῳ ἐξεναντίας ἡμῶν; οὐκ ἐγώ εἰμι ἀλλόφυλος καὶ ὑμεῖς Ἑβραῖοι τοῦ Σαούλ; ἐκλέξασθε ἑαυτοῖς ἄνδρα καὶ καταβήτω πρός με, καὶ ἐὰν δυνηθῇ πολεμῆσαι πρός με καὶ ἐὰν πατάξῃ με, καὶ ἐσόμεθα ὑμῖν εἰς δούλους ·

17.9ἐὰν δὲ ἐγὼ δυνηθῶ καὶ πατάξω αὐτόν, ἔσεσθε ἡμῖν εἰς δούλους καὶ δουλεύσετε ἡμῖν.

17.10καὶ εἶπεν ἀλλόφυλος · ἰδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν Ἰσραὴλ σήμερον ἐν τῇ ἡμέρᾳ ταύτῃ · δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν ἀμφότεροι.

17.11καὶ ἤκουσε Σαοὺλ καὶ πᾶς Ἰσραὴλ τὰ ρήματα τοῦ ἀλλοφύλου ταῦτα καὶ ἐξέστησαν καὶ ἐφοβήθησαν σφόδρα.

17.12καὶ εἶπε Δαυὶδ υἱὸς ἀνθρώπου Ἐφραθαίου · οὗτος ἐκ Βηθλεὲμ Ἰούδα, καὶ ὄνομα αὐτῷ Ἰεσσαί, καὶ αὐτῷ ὀκτῳ υἱοί · καὶ ἀνὴρ ἐν ταῖς ἡμέραις Σαοὺλ πρεσβύτερος ἐληλυθὼς ἐν ἀνδράσι.

17.13καὶ ἐπορεύθησαν οἱ τρεῖς υἱοὶ Ἰεσσαὶ οἱ μείζονες ὀπίσω Σαοὺλ εἰς πόλεμον, καὶ ὄνομα τῶν υἱῶν αὐτοῦ τῶν πορευθέντων εἰς τὸν πόλεμον, Ἐλιὰβ πρωτότοκος αὐτοῦ καὶ δεύτερος αὐτοῦ Ἀμιναδὰβ καὶ τρίτος αὐτοῦ Σαμμά.

17.14καὶ Δαυὶδ αὐτός ἐστιν νεώτερος καὶ οἱ τρεῖς οἱ μείζονες ἐπορεύθησαν ὀπίσω Σαούλ.

17.15καὶ Δαυὶδ ἀπῆλθε καὶ ἀνέστρεψεν ἀπὸ τοῦ Σαούλ, ποιμαίνων τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ.

17.16καὶ προῆγεν ἀλλόφυλος ὀρθρίζων καὶ ὀψίζων καὶ ἐστηλώθη τεσσαράκοντα ἡμέρας.

17.17καὶ εἶπεν Ἰεσσαὶ πρὸς Δαυίδ · λαβὲ δὴ τοῖς ἀδελφοῖς σου οἰφὶ τοῦ ἀλφίτου καὶ δέκα ἄρτους τούτους καὶ διάδραμε εἰς τὴν παρεμβολὴν καὶ δὸς τοῖς ἀδελφοῖς σου, καὶ τὰς δέκα τρυφαλίδας τοῦ γάλακτος τούτου εἰσοίσεις τῷ χιλιάρχῳ, καὶ τοὺς ἀδελφούς σου ἐπισκέψῃ εἰς εἰρήνην, καὶ ὅσα ἂν χρῄζωσι γνώσῃ.

17.19καὶ Σαοὺλ αὐτὸς καὶ πᾶς ἀνὴρ Ἰσραὴλ ἐν τῇ κοιλάδι τῆς δρυὸς πολεμοῦντες μετὰ τῶν ἀλλοφύλων.

17.20καὶ ὤρθρισε Δαυὶδ τὸ πρωΐ, καὶ ἀφῆκε τὰ πρόβατα φύλακι, καὶ ἔλαβε καὶ ἀπῆλθε, καθὰ ἐνετείλατο αὐτῷ Ἰεσσαί · καὶ ἦλθεν εἰς τὴν στρογγύλωσιν καὶ δύναμιν τὴν ἐκπορευομένην εἰς τὴν παράταξιν · καὶ ἠλάλαξαν ἐν τῷ πολέμῳ.

17.21καὶ παρετάξαντο Ἰσραὴλ καὶ οἱ ἀλλόφυλοι παράταξιν ἐξεναντίας παρατάξεως.

17.22καὶ ἀφῆκε Δαυὶδ τὰ σκεύη αὐτοῦ ἀφ’ἑαυτοῦ ἐπὶ χεῖρα φύλακος καὶ ἔδραμεν εἰς τὴν παράταξιν καὶ ἦλθε καὶ ἠρώτησε τοὺς ἀδελφοὺς αὐτοῦ εἰς εἰρήνην.

17.23καὶ αὐτοῦ λαλοῦντος μετ’αὐτῶν, ἰδοὺ ἀνὴρ μεσαῖος ἀνέβαινε, Γολιὰθ Φιλισταῖος ὄνομα αὐτῷ ἐκ Γέθ, ἐκ τῶν παρατάξεων τῶν ἀλλοφύλων, καὶ ἐλάλησε κατὰ τὰ ρήματα ταῦτα καὶ ἤκουσε Δαυίδ.

17.24καὶ πᾶς ἀνὴρ Ἰσραὴλ ἐν τῷ ἰδεῖν αὐτοὺς τὸν ἄνδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα.

17.25καὶ εἶπεν ἀνὴρ Ἰσραήλ · εἰ ἑωράκατε τὸν ἄνδρα τὸν ἀναβαίνοντα τοῦτον, ὅτι ὀνειδῖσαι τὸν Ἰσραὴλ ἀνέβη; καὶ ἔσται ἀνήρ, ὃς ἂν πατάξῃ αὐτόν, πλουτίσει αὐτὸν βασιλεὺς πλοῦτον μέγαν καὶ τὴν θυγατέρα αὐτοῦ δώσει αὐτῷ καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ποιήσει ἐλεύθερον ἐν τῷ ἰσραήλ.

17.26καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας τοὺς συνεστηκότας μετ’αὐτοῦ λέγων · ποιηθήσεται τῷ ἀνδρί, ὃς ἂν πατάξει τὸν ἀλλόφυλον ἐκεῖνον, καὶ ἀφελεῖ ὀνειδισμὸν ἀπὸ Ἰσραήλ; ὅτι τίς ἀλλόφυλος ἀπερίτμητος αὐτός, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος;

17.27καὶ εἶπεν αὐτῷ λαὸς κατὰ τὸ ρῆμα τοῦτο λέγων · οὕτως ποιηθήσεται τῷ ἀνδρί, ὃς ἂν πατάξει αὐτόν.

17.28καὶ ἤκουσεν Ἐλιὰβ ἀδελφὸς αὐτοῦ μείζων ἐν τῷ λαλεῖν αὐτὸν πρὸς τοὺς ἄνδρας καὶ ὠργίσθη θυμῷ Ἐλιὰβ ἐν τῷ Δαυὶδ καὶ εἶπεν · ἱνατί τοῦτο κατέβης καὶ ἐπὶ τίνα ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα ἐν τῇ ἐρήμῳ; ἐγὼ οἶδα τὴν ὑπερηφανίαν σου καὶ τὴν κακίαν τῆς καρδίας σου, ὅτι ἕνεκεν τοῦ ἰδεῖν τὸν πόλεμον κατέβης.

17.29καὶ εἶπε Δαυίδ · τί ἐποίησα νῦν; οὐχί ρῆμά ἐστι;

17.30καὶ ἐπέστρεψε παρ’αὐτοῦ εἰς ἐναντίον ἑτέρου καὶ εἶπε κατὰ τὸ ρῆμα τοῦτο, καὶ ἀπεκρίθη αὐτῷ λαὸς κατὰ τὸ ρῆμα τοῦ πρώτου.

17.31καὶ ἠκούσθησαν οἱ λόγοι, οὓς ἐλάλησε Δαυίδ, καὶ ἀνηγγέλησαν ὀπίσω Σαοὺλ καὶ παρέλαβεν αὐτόν.

17.32καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ · μὴ δὴ συμπεσέτω καρδία τοῦ Κυρίου μου ἐπ’αὐτόν · δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου.

17.33καὶ εἶπε Σαοὺλ πρὸς τὸν Δαυὶδ · οὐ μὴ δυνήσῃ πορευθῆναι πρὸς τὸν ἀλλόφυλον τοῦ πολεμεῖν μετ’αὐτοῦ, ὅτι παιδάριον εἶ σύ, καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ.

17.34καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ · ποιμαίνων ἦν δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ, καὶ ὅταν ἤρχετο λέων καὶ ἄρκος καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ, καὶ εἰ ἐπανίστατο ἐπ’ἐμέ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτόν.

17.36καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν δοῦλός σου, καὶ ἔσται ἀλλόφυλος ἀπερίτμητος ὡς ἓν τούτων · οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτόν, καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ Ἰσραήλ; διότι τίς ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος;

17.37Κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου. καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ · πορεύου, καὶ ἔσται Κύριος μετὰ σοῦ.

17.38καὶ ἐνέδυσε Σαοὺλ τὸν Δαυὶδ μανδύαν καὶ περικεφαλαίαν χαλκῆν περὶ τὴν κεφαλήν αὐτοῦ καὶ ἔζωσε τὸν Δαυὶδ τὴν ρομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ.

17.39καὶ ἐκοπίασε περιπατήσας ἅπαξ καὶ δίς · καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ · οὐ μὴ δύνωμαι πορευθῆναι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι. καὶ ἀφαιροῦσιν αὐτὰ ἀπ’αὐτοῦ.

17.40καὶ ἔλαβε τὴν βακτηρίαν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίθους λείους ἐκ τοῦ χειμάρρου καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμαινικῷ τῷ ὄντι αὐτῷ εἰς συλλογὴ καὶ σφενδόνην αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσῆλθε πρὸς τὸν ἄνδρα τὸν ἀλλόφυλον.

17.41καὶ ἐπορεύθη ἀλλόφυλος πορευόμενος καὶ ἐγγίζων πρὸς Δαυίδ, καὶ ἀνὴρ αἴρων τὸν θυρεὸν ἔμπροσθεν αὐτοῦ, καὶ ἐπέβλεψεν ἀλλόφυλος.

17.42καὶ εἶδε Γολιὰθ τὸν Δαυὶδ καὶ ἐξητίμασεν αὐτόν, ὅτι αὐτὸς ἦν παιδάριον καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν.

17.43καὶ εἶπεν ἀλλόφυλος πρὸς Δαυίδ · ὡσεὶ κύων ἐγώ εἰμι, ὅτι σὺ ἔρχῃ ἐπ’ἐμὲ ἐν ράβδῳ καὶ λίθοις; καὶ εἶπε Δαυίδ · οὐχί, ἀλλ’ χείρων κυνός. καὶ κατηράσατο ἀλλόφυλος τὸν Δαυὶδ ἐν τοῖς θεοῖς αὐτοῦ.

17.44καὶ εἶπεν ἀλλόφυλος πρὸς Δαυίδ · δεῦρο πρός με, καὶ δώσω τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς κτήνεσι τῆς γῆς.

17.45καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἀλλόφυλον · σὺ ἔρχῃ πρός με ἐν ρομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύομαι πρός σε ἐν ὀνόματι Κυρίου Θεοῦ Σαβαὼθ παρατάξεως Ἰσραήλ, ἣν ὠνείδισας σήμερον ·

17.46καὶ ἀποκλείσει σε Κύριος σήμερον εἰς τὴν χεῖρά μου, καὶ ἀποκτενῶ σε καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ γνώσεται πᾶσα γῆ, ὅτι ἔστι Θεὸς ἐν Ἰσραήλ ·

17.47καὶ γνώσεται πᾶσα ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ρομφαίᾳ καὶ δόρατι σῴζει Κύριος, ὅτι τοῦ Κυρίου πόλεμος, καὶ παραδώσει Κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν.

17.48καὶ ἀνέστη ἀλλόφυλος καὶ ἐπορεύθη εἰς συνάντησιν Δαυίδ.

17.49καὶ ἐξέτεινε Δαυὶδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα καὶ ἐσφενδόνισε καὶ ἐπάταξε τὸν ἀλλόφυλον ἐπὶ τὸ μέτωπον αὐτοῦ, καὶ διέθυ λίθος διά τῆς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπί πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.

17.50καὶ ἐκραταίωσε Δαυὶδ ὑπὲρ τὸν ἀλλόφυλον ἐν τῇ σφενδόνῃ καὶ ἐν τῷ λίθῳ, καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν · καὶ ρομφαία οὐκ ἦν ἐν χειρὶ Δαυίδ.

17.51καὶ ἔδραμε Δαυὶδ καὶ ἐπέστη ἐπ’αὐτὸν καὶ ἔλαβε τὴν ρομφαίαν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφεῖλε τὴν κεφαλήν αὐτοῦ. καὶ εἶδον οἱ ἀλλόφυλοι ὅτι τέθνηκεν δυνατὸς αὐτῶν, καὶ ἔφυγον.

17.52καὶ ἀνίστανται ἄνδρες Ἰσραὴλ καὶ Ἰούδα καὶ ἠλάλαξαν καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γὲθ καὶ ἕως τῆς πύλης Ἀσκάλωνος, καὶ ἔπεσον τραυματίαι τῶν ἀλλοφύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γὲθ καὶ ἕως Ἀκκαρών.

17.53καὶ ἀνέστρεψαν ἄνδρες Ἰσραὴλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν.

17.54καὶ ἔλαβε Δαυὶδ τὴν κεφαλὴν τοῦ ἀλλοφύλου, καὶ ἤνεγκεν αὐτὴν εἰς Ἱερουσαλὴμ καὶ τὰ σκεύη αὐτοῦ ἔθηκεν ἐν τῷ σκηνώματι αὐτοῦ.

17.55καὶ ὡς εἶδε Σαοὺλ τὸν Δαυὶδ ἐκπορευόμενον εἰς ἀπάντησιν τοῦ ἀλλοφύλου, εἶπε πρὸς Ἀβεννὴρ τὸν ἄρχοντα τῆς δυνάμεως · υἱὸς τίνος νεανίσκος οὗτος; καὶ εἶπεν Ἀβεννήρ · ζῇ ψυχή σου, βασιλεῦ, εἰ οἶδα.

17.56καὶ εἶπεν βασιλεύς · ἐπερώτησον σύ, υἱὸς τίνος νεανίσκος οὗτος.

17.57καὶ ὡς ἐπέστρεψε Δαυὶδ τοῦ πατάξαι τὸν ἀλλόφυλον, καὶ παρέλαβεν αὐτὸν Ἀβεννὴρ καὶ εἰσήγαγεν αὐτὸν ἐνώπιον Σαούλ, καὶ κεφαλὴ τοῦ ἀλλοφύλου ἐν τῇ χειρὶ αὐτοῦ.

17.58καὶ εἶπε πρὸς αὐτὸν Σαούλ · υἱὸς τίνος εἶ, παιδάριον, καὶ εἶπε Δυαίδ · υἱὸς δούλου σου Ἰεσσαὶ τοῦ Βηθλεεμείτου.

18

18.1καὶ ἐγένετο ὡς συνετέλεσε λαλῶν πρὸς Σαούλ, καὶ ψυχὴ Ἰωνάθαν συνεδέθη τῇ ψυχῇ Δαυὶδ καὶ ἠγάπησεν αὐτὸν Ἰωνάθαν κατὰ τὴν ψυχὴν αὐτοῦ.

18.2καὶ ἔλαβεν αὐτὸν Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐκ ἔδωκεν αὐτὸν ἐπιστρέψαι ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.

18.3καὶ διέθετο Ἰωνάθαν καὶ Δαυὶδ ἐν τῷ ἀγαπᾶν αὐτὸν κατὰ τὴν ψυχὴν αὐτοῦ.

18.4καὶ ἐξεδύσατο Ἰωνάθαν τὸν ἐπενδύτην τὸν ἐπάνω καὶ ἔδωκεν αὐτὸν τῷ Δαυὶδ καὶ τὸν μανδύαν αὐτοῦ καὶ ἕως τῆς ρομφαίας αὐτοῦ καὶ ἕως τοῦ τόξου αὐτοῦ καὶ ἕως τῆς ζώνης αὐτοῦ.

18.5καὶ ἐξεπορεύετο Δαυίδ, ἐν πᾶσιν, οἷς ἀπέστειλεν αὐτὸν Σαούλ, συνῆκε · καὶ κατέστησεν αὐτὸν Σαοὺλ ἐπὶ τοὺς ἄνδρας τοῦ πολέμου, καὶ ἤρεσεν ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ καί γε ἐν ὀφθαλμοῖς δούλων Σαούλ.

18.6καὶ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυὶδ ἐκ πασῶν πόλεων Ἰσραὴλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις.

18.7καὶ ἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον · ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ.

18.8καὶ πονηρὸν ἐφάνη τὸ ρῆμα ἐν ὀφθαλμοῖς Σαοὺλ περὶ τοῦ λόγου τούτου, καὶ εἶπε · τῷ Δαυὶδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας.

18.9καὶ ἦν Σαοὺλ ὑποβλεπόμενος τὸν Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα.

18.10καὶ ἐγενήθη ἀπὸ τῆς ἐπαύριον καὶ ἔπεσε πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαοὺλ καὶ προεφήτευσεν ἐν μέσῳ οἴκου αὐτοῦ. καὶ Δαυὶδ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ ὡς καθ’ἑκάστην ἡμέραν, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ Σαούλ.

18.11καὶ ἦρε Σαοὺλ τὸ δόρυ καὶ εἶπε · πατάξω ἐν Δαυὶδ καὶ ἐν τῷ τοίχῳ · καὶ ἐξέκλινε Δαυὶδ ἀπὸ προσώπου αὐτοῦ δίς.

18.12καὶ ἐφοβήθη Σαοὺλ ἀπὸ προσώπου Δαυίδ, καὶ ἀπέστησεν αὐτὸν ἀπ’αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον, καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ.

18.14καὶ ἦν Δαυὶδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνιῶν, καὶ Κύριος ἦν μετ’αὐτοῦ.

18.15καὶ εἶδε Σαοὺλ ὡς αὐτὸς συνιεῖ σφόδρα, καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ.

18.16καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδας ἠγάπα τὸν Δαυίδ, ὅτι αὐτὸς εἰσεπορεύετο καὶ ἐξεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ.

18.17καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ · ἰδοὺ θυγάτηρ μου μείζων Μερόβ, αὐτὴν δώσω σοι εἰς γυναῖκα, καὶ πλὴν γίνου μοι εἰς υἱὸν δυνάμεως καὶ πολέμει τοὺς πολέμους Κυρίου. καὶ Σαοὺλ εἶπε · μὴ ἔστω χείρ μου ἐπ’αὐτῷ, καὶ ἔσται ἐπ’αὐτὸν χεὶρ ἀλλοφύλων.

18.18καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ · τίς ἐγώ εἰμι καὶ τίς ζωὴ τῆς συγγενείας τοῦ πατρός μου ἐν Ἰσραήλ, ὅτι ἔσομαι γαμβρὸς τοῦ βασιλέως;

18.19καὶ ἐγενήθη ἐν τῷ καιρῷ τοῦ δοθῆναι τὴν Μερὸβ θυγατέρα Σαοὺλ τῷ Δαυίδ, καὶ αὕτη ἐδόθη τῷ Ἰσραὴλ τῷ Μοθυλαθείτῃ εἰς γυναῖκα. ἐν σοὶ βασιλεύς, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσί σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ.

18.23καὶ ἐλάλησαν οἱ παῖδες Σαοὺλ εἰς τὰ ὦτα Δαυὶδ τὰ ρήματα ταῦτα, καὶ εἶπε Δαυίδ · εἰ κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος.

18.24καὶ ἀπήγγειλαν οἱ παῖδες Σαοὺλ αὐτῷ κατὰ τὰ ρήματα ταῦτα, ἐλάλησε Δαυίδ.

18.25καὶ εἶπε Σαούλ · τάδε ἐρεῖτε τῷ Δαυίδ · οὐ βούλεται βασιλεὺς ἐν δόματι, ἀλλ’ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι ἐχθροὺς τοῦ βασιλέως · καὶ Σαοὺλ ἐλογίσατο ἐμβαλεῖν αὐτὸν εἰς χεῖρας τῶν ἀλλοφύλων.

18.26καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαοὺλ τῷ Δαυὶδ τὰ ρήματα ταῦτα, καὶ ηὐθύνθη λόγος ἐν ὀφθαλμοῖς Δαυὶδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ.

18.27καὶ ἀνέστη Δαυὶδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκε τὰς ἀκροβυστίας αὐτῶν. καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα.

18.28καὶ εἶδε Σαοὺλ ὅτι Κύριος μετὰ Δαυὶδ καὶ πᾶς Ἰσραήλ ἠγάπα αὐτόν, καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυὶδ ἔτι.

18.20καὶ ἠγάπησε Μελχὸλ θυγάτηρ Σαοὺλ τὸν Δαυίδ, καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ηὐθύνθη ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ.

18.21καὶ εἶπε Σαούλ · δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον. καὶ ἦν ἐπὶ Σαοὺλ χεὶρ ἀλλοφύλων.

18.22καὶ ἐνετείλατο Σαοὺλ τοῖς παισὶν αὐτοῦ λέγων · λαλήσετε ὑμεῖς λάθρᾳ τῷ Δαυὶδ λέγοντες · ἰδοὺ θέλει ἐν σοὶ βασιλεύς, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσί σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ.

18.23bκαὶ ἐλάλησαν οἱ παῖδες Σαοὺλ εἰς τὰ ὦτα Δαυὶδ τὰ ρήματα ταῦτα, καὶ εἶπε Δαυίδ · εἰ κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος.

18.24bκαὶ ἀπήγγειλαν οἱ παῖδες Σαοὺλ αὐτῷ κατὰ τὰ ρήματα ταῦτα, ἐλάλησε Δαυίδ.

18.25bκαὶ εἶπε Σαούλ · τάδε ἐρεῖτε τῷ Δαυίδ · οὐ βούλεται βασιλεὺς ἐν δόματι, ἀλλ’ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι ἐχθροὺς τοῦ βασιλέως · καὶ Σαοὺλ ἐλογίσατο ἐμβαλεῖν αὐτὸν εἰς χεῖρας τῶν ἀλλοφύλων.

18.26bκαὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαοὺλ τῷ Δαυὶδ τὰ ρήματα ταῦτα, καὶ ηὐθύνθη λόγος ἐν ὀφθαλμοῖς Δαυὶδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ.

18.27bκαὶ ἀνέστη Δαυὶδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκε τὰς ἀκροβυστίας αὐτῶν. καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα.

18.28bκαὶ εἶδε Σαοὺλ ὅτι Κύριος μετὰ Δαυὶδ καὶ πᾶς Ἰσραήλ ἠγάπα αὐτόν, καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυὶδ ἔτι.

19

19.1καὶ ἐλάλησε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυίδ.

19.2καὶ Ἰωνάθαν υἱὸς Σαοὺλ ᾑρεῖτο τὸν Δαυὶδ σφόδρα, καὶ ἀπήγγειλεν Ἰωνάθαν τῷ Δαυὶδ λέγων · Σαοὺλ ζητεῖ θανατῶσαί σε · φύλαξαι οὖν αὔριον πρωΐ καὶ κρύβηθι καὶ κάθισον κρυφῇ, καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ, οὗ ἐὰν ᾖς ἐκεῖ, καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι , τι ἐὰν , καὶ ἀπαγγελῶ σοι.

19.4καὶ ἐλάλησεν Ἰωνάθαν περὶ Δαυὶδ ἀγαθὰ πρὸς Σαοὺλ τὸν πατέρα αὐτοῦ καὶ εἶπε πρὸς αὐτόν · μὴ ἁμαρτησάτω βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυίδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα, καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξε τὸν ἀλλόφυλον, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ἰσραὴλ εἶδον καὶ ἐχάρησαν ·

19.5καὶ ἱνατί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυὶδ δωρεάν;

19.6καὶ ἤκουσε Σαοὺλ τῆς φωνῆς Ἰωνάθαν, καὶ ὤμοσε Σαοὺλ λέγων · ζῇ Κύριος, εἰ ἀποθανεῖται.

19.7καὶ ἐκάλεσεν Ἰωνάθαν τὸν Δαυίδ, καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ρήματα ταῦτα, καὶ εἰσήγαγεν Ἰωνάθαν τὸν Δαυὶδ πρὸς Σαούλ, καὶ ἦν ἐνώπιον αὐτοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν.

19.8καὶ προσέθετο πόλεμος γενέσθαι πρὸς Σαούλ, καὶ κατίσχυσε Δαυὶδ καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ.

19.9καὶ ἐγένετο πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαούλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυὶδ ἔψαλλε ταῖς χερσὶν αὐτοῦ ·

19.10καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυίδ, καὶ ἀπέστη Δαυὶδ ἐκ προσώπου Σαοὺλ καὶ ἐπάταξε τὸ δόρυ εἰς τόν τοῖχον, καὶ Δαυὶδ ἀνεχώρησε καὶ διεσώθη.

19.11καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωΐ · καὶ ἀπήγγειλε τῷ Δαυὶδ Μελχὸλ γυνὴ αὐτοῦ λέγουσα · ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ.

19.12καὶ κατάγει Μελχὸλ τὸν Δαυὶδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε καὶ σώζεται.

19.13καὶ ἔλαβεν Μελχὸλ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ.

19.14καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυίδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν ·

19.15καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυὶδ λέγων · ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ θανατῶσαι αὐτόν.

19.16καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ.

19.17καὶ εἶπε Σαοὺλ τῇ Μελχόλ · ἱνατί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη; καὶ εἶπε Μελχὸλ τῷ Σαούλ · αὐτὸς εἶπεν · ἐξαπόστειλόν με, εἰ δὲ μή, θανατώσω σε.

19.18καὶ Δαυὶδ ἔφυγε καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουὴλ εἰς Ἀρμαθαὶμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα, ὅσα ἐποίησεν αὐτῷ Σαούλ, καὶ ἐπορεύθη Σαμουὴλ καὶ Δαυὶδ καὶ ἐκάθισαν ἐν Ναυὰθ ἐν Ῥαμά.

19.19καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες · ἰδοὺ Δαυὶδ ἐν Ναυὰθ ἐν Ῥαμά.

19.20καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυίδ, καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ’αὐτῶν, καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα Θεοῦ, καὶ προφητεύουσι.

19.21καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί. καὶ προσέθετο Σαοὺλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καί ἐπροφήτευσαν καὶ αὐτοί.

19.22καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Ἀρμαθαὶμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφὶ καὶ ἠρώτησε καὶ εἶπε · ποῦ Σαμουὴλ καὶ Δαυίδ; καὶ εἶπαν · ἰδοὺ ἐν Ναυὰθ ἐν Ῥαμά.

19.23καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυὰθ ἐν Ῥαμά, καὶ ἐγενήθη καὶ ἐπ’αὐτῷ πνεῦμα Θεοῦ, καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυὰθ ἐν Ῥαμά.

19.24καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσε γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα · διὰ τοῦτο ἔλεγον · εἰ καὶ Σαοὺλ ἐν προφήταις;

20

20.1καὶ ἀπέδρα Δαυὶδ ἐκ Ναυὰθ ἐν Ῥαμὰ καὶ ἔρχεται ἐνώπιον Ἰωνάθαν καὶ εἶπε · τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου, ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου;

20.2καὶ εἶπεν αὐτῷ Ἰωνάθαν · μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς · ἰδοὺ οὐ μὴ ποιήσει πατήρ μου ρῆμα μέγα μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου · καὶ τί ὅτι κρύψει πατήρ μου ἀπ’ἐμοῦ τὸ ρῆμα τοῦτο; οὐκ ἔστι τοῦτο.

20.3καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ἰωνάθαν καὶ εἶπε · γινώσκων οἶδεν πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπε · μὴ γνώτω τοῦτο Ἰωνάθαν, μὴ οὐ βούληται · ἀλλὰ ζῇ Κύριος καὶ ζῇ ψυχή σου, ὅτι, καθὼς εἶπον, ἐμπέπλησται ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ θανάτου.

20.4καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυίδ · τὶ ἐπιθυμεῖ ψυχή σου καὶ τί ποιήσω σοι;

20.5καὶ εἶπε Δαυὶδ πρὸς Ἰωνάθαν · ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης.

20.6καὶ ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με πατὴρ σου, καὶ ἐρεῖς · παραιτούμενος παρῃτήσατο ἀπ’ἐμοῦ Δαυὶδ δραμεῖν ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ.

20.7ἐὰν τάδε εἴπῃ · ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου · καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται κακία παρ’αὐτοῦ.

20.8καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην Κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ · καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σύ, καὶ ἕως τοῦ πατρός σου ἱνατί οὕτως εἰσάγεις με;

20.9καὶ εἶπεν Ἰωνάθαν · μηδαμῶς σοι, ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ, καὶ ἐὰν μὴ εἰς τὰς πόλεις σου, ἐγὼ ἀπαγγελῶ σοι.

20.10καὶ εἶπε Δαυὶδ πρὸς Ἰωνάθαν · τίς ἀπαγγείλῃ μοι, ἐὰν ἀποκριθῇ πατήρ σου σκληρῶς;

20.11καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυίδ · πορεύου καὶ μένε εἰς ἀγρόν. καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν.

20.12καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυίδ · Κύριος Θεὸς Ἰσραὴλ εἶδεν, ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν καιρὸς τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν περὶ Δαυίδ, καὶ οὐ μὴ ἀποστείλω πρός σε εἰς ἀγρόν ·

20.13τάδε ποιήσαι Θεὸς τῷ Ἰωνάθαν καὶ τάδε προσθείη, ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην · καὶ ἔσται Κύριος μετὰ σοῦ, καθὼς ἦν μετὰ τοῦ πατρός μου.

20.14καὶ ἐὰν μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ’ἐμοῦ, καὶ ἐὰν θανάτῳ ἀποθάνω, οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος ·

20.15καὶ εἰ μή, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυὶδ ἕκαστον ἀπὸ τοῦ προσώπου τῆς γῆς εὑρεθῆναι τὸ ὄνομα τοῦ Ἰωνάθαν ἀπὸ τοῦ οἴκου Δαυίδ, καὶ ἐκζητῆσαι Κύριος ἐχθροὺς τοῦ Δαυίδ.

20.17καὶ προσέθετο ἔτι Ἰωνάθαν ὀμόσαι τῷ Δαυίδ, ὅτι ἠγάπησε ψυχὴν ἀγαπῶντος αὐτόν.

20.18καὶ εἶπεν Ἰωνάθαν · αὔριον νεομηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου.

20.19καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου, οὗ κρυβῇς ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ ἐργὰβ ἐκεῖνο.

20.20καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων, ἐκπέμπων εἰς τὴν ἀματταρί.

20.21καὶ ἰδοὺ ἀποστέλλω τὸ παιδάριον λέγων · δεῦρο εὑρέ μοι τὴν σχίζαν ·

20.22ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ · ὧδε σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λάβε αὐτήν, παραγίνου, ὅτι εἰρήνη σοι, καὶ οὐκ ἔστι λόγος, ζῇ Κύριος · ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ · ὧδε σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα, πορεύου ὅτι ἐξαπέσταλκέ σε Κύριος.

20.23καὶ τὸ ρῆμα ἐλαλήσαμεν ἐγὼ καὶ σύ, ἰδοὺ Κύριος μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος.

20.24καὶ κρύπτεται Δαυὶδ ἐν ἀγρῷ, καὶ παραγίνεται μήν, καὶ ἔρχεται βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν.

20.25καὶ ἐκάθισεν ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ, ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον, καὶ προέφθασε τὸν Ἰωνάθαν, καὶ ἐκάθισεν Ἀβεννὴρ ἐκ πλαγίων Σαούλ, καὶ ἐπεσκέπη τόπος Δαυίδ.

20.26καὶ οὐκ ἐλάλησε Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι εἴρηκε · σύμπτωμα φαίνεται μὴ καθαρὸς εἶναι, ὅτι οὐ κεκαθάρισται.

20.27καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη τόπος τοῦ Δαυίδ, καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ · τί ὅτι οὐ παραγέγονεν υἱὸς Ἰεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν;

20.28καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ καὶ εἶπεν αὐτῷ · παρῄτηται παρ’ἐμοῦ Δαυὶδ ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ πορευθῆναι.

20.29καὶ εἶπεν · ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει, καὶ ἐνετείλαντο πρός με οἱ ἀδελφοί μου, καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διαβήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου · διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως.

20.30καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ Ἰωνάθαν σφόδρα καὶ εἶπεν αὐτῷ · υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ἰεσσαὶ εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου;

20.31ὅτι πάσας τὰς ἡμέρας, ἃς υἱὸς Ἰεσσαὶ ζῇ ἐπὶ τῆς γῆς, οὐχ ἑτοιμασθήσεται βασιλεία σου · νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος.

20.32καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαούλ · ἱνατί ἀποθνήσκει; τί πεποίηκε;

20.33καὶ ἐπῇρε Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωνάθαν τοῦ θανατῶσαι αὐτόν. καὶ ἔγνω Ἰωνάθαν ὅτι συντετέλεσται κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυίδ, καὶ ἀνεπήδησεν Ἰωνάθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον, ὅτι ἐθραύσθη ἐπὶ τὸν Δαυίδ, ὅτι συνετέλεσεν ἐπ’αὐτὸν πατὴρ αὐτοῦ.

20.35καὶ ἐγενήθη πρωΐ καὶ ἐξῆλθεν Ἰωνάθαν εἰς ἀγρόν, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυίδ, καὶ παιδάριον μικρὸν μετ’αὐτοῦ.

20.36καὶ εἶπε τῷ παιδαρίῳ · δράμε, εὑρέ μοι τὰς σχίζας, ἐν αἷς ἐγὼ ἀκοντίζω. καὶ τὸ παιδάριον ἔδραμε, καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζῃ καὶ παρήγαγεν αὐτήν.

20.37καὶ ἦλθε τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης, οὗ ἠκόντιζεν Ἰωνάθαν, καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ νεανίου καὶ εἶπεν · ἐκεῖ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα ·

20.38καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων · ταχύνας σπεῦσον καὶ μὴ στῇς. καὶ ἀνέλεξε τὸ παιδάριον Ἰωνάθαν τὰς σχίζας καὶ ἤνεγκε τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ.

20.39καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθέν, πάρεξ Ἰωνάθαν καὶ Δαυὶδ ἔγνωσαν τὸ ρῆμα.

20.40καὶ Ἰωνάθαν ἔδωκε τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ · πορεύου, εἴσελθε εἰς τὴν πόλιν.

20.41καὶ ὡς εἰσῆλθε τὸ παιδάριον, καὶ Δαυὶδ ἀνέστη ἀπὸ τοῦ ἐργὰβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης.

20.42καὶ εἶπεν Ἰωνάθαν τῷ Δαυίδ · πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου λέγοντες · Κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καί σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός μου καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου ἕως αἰῶνος.

21

21.1καὶ ἀνέστη Δαυὶδ καὶ ἀπῆλθε, καὶ Ἰωνάθαν εἰσῆλθεν εἰς τὴν πόλιν.

21.2καὶ ἔρχεται Δαυὶδ εἰς Νομβὰ πρὸς Ἀβιμέλεχ τὸν ἱερέα. καὶ ἐξέστη Ἀβιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ · τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ;

21.3καὶ εἶπε Δαυὶδ τῷ ἱερεῖ · βασιλεὺς ἐντέταλταί μοι ρῆμα σήμερον καὶ εἶπέ μοι · μηδεὶς γνώτω τὸ ρῆμα, περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐγὼ ἐντέταλμαί σοι · καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανὶ Ἀλεμωνί · καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν.

21.4καὶ ἀπεκρίθη ἱερεὺς τῷ Δαυίδ, καὶ εἶπεν · οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ’ ἄρτοι ἅγιοί εἰσιν · εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ φάγεται.

21.5καὶ ἀπεκρίθη Δαυὶδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ · ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν · ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδία ἡγνισμένα, καὶ αὐτὴ ὁδὸς βέβηλος, διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου.

21.6καὶ ἔδωκεν αὐτῷ Ἀβιμέλεχ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος, ἀλλ’ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν ἡμέρᾳ ἔλαβεν αὐτούς.

21.7καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα αὐτῷ Δωὴκ Σύρος νέμων τὰς ἡμιόνους Σαούλ.

21.8καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιμέλεχ · ἰδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ρομφαία, ὅτι τὴν ρομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ρῆμα τοῦ βασιλέως κατὰ σπουδήν.

21.9καὶ εἶπεν ἱερεύς · ἰδοὺ ρομφαία Γολιὰθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλά, καὶ αὐτὴν ἐνειλημμένη ἦν ἐν ἱματίῳ · εἰ ταύτην λήψῃ, σεαυτῷ λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα. καὶ εἶπε Δαυίδ · ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν.

21.10καὶ ἔδωκεν αὐτὴν αὐτῷ · καὶ ἀνέστη Δαυὶδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ. καὶ ἦλθε Δαυὶδ πρὸς Ἀγχοῦς βασιλέα Γέθ.

21.11καὶ εἶπον οἱ παῖδες Ἀγχοῦς πρὸς αὐτόν · οὐχὶ οὗτος Δαυὶδ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι · ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ;

21.12καὶ ἔθετο Δαυὶδ τὰ ρήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου Ἀγχοῦς βασιλέως Γέθ.

21.13καὶ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ.

21.14καὶ εἶπεν Ἀγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ · ἰδοὺ ἴδετε ἄνδρα ἐπίληπτον, ἱνατί εἰσηγάγετε αὐτὸν πρός με;

21.15μὴ ἐλαττοῦμαι ἐπιλήπτων ἐγώ, ὅτι εἰσαγηόχατε αὐτὸν ἐπιληπτεύεσθαι πρός με; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.

22

22.1καὶ ἀπῆλθεν ἐκεῖθεν Δαυὶδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλάμ. καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσι πρὸς αὐτὸν ἐκεῖ.

22.2καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ’αὐτῶν ἡγούμενος · καὶ ἦσαν μετ’αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες.

22.3καὶ ἀπῆλθε Δαυὶδ ἐκεῖθεν εἰς Μασσηφὰθ τῆς Μωὰβ καὶ εἶπε πρὸς βασιλέα Μωάβ · γινέσθωσαν δὴ πατὴρ μου καὶ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι Θεός.

22.4καὶ παρεκάλεσε τὸ πρόσωπον τοῦ βασιλέως Μωάβ, καὶ κατῴκουν μετ’αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυὶδ ἐν τῇ περιοχῇ.

22.5καὶ εἶπε Γὰδ προφήτης πρὸς Δαυίδ · μὴ κάθου ἐν τῇ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν Ἰούδα. καὶ ἐπορεύθη Δαυὶδ καὶ ἦλθε καὶ ἐκάθισεν ἐν πόλει Σαρίχ.

22.6καὶ ἤκουσε Σαούλ, ὅτι ἔγνωσται Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ’αὐτοῦ · καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ῥαμά, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ.

22.7καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ · ἀκούσατε δὴ υἱοὶ Βενιαμίν · εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει υἱὸς Ἰεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους;

22.8ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ’ἐμέ, καὶ οὐκ ἔστιν ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ἰεσσαί, καὶ οὐκ ἔστι πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν υἱός μου τὸν δοῦλόν μου ἐπ’ἐμὲ εἰς ἐχθρόν, ὡς ἡμέρα αὕτη.

22.9καὶ ἀποκρίνεται Δωὴκ Σύρος καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ καὶ εἶπεν · ἑώρακα τὸν υἱὸν Ἰεσσαὶ παραγινόμενον εἰς Νομβὰ πρὸς Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα, καὶ ἠρώτα αὐτῷ διά τοῦ Θεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ρομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ.

22.11καὶ ἀπέστειλεν βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβά, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα.

22.12καὶ εἶπε Σαούλ · ἄκουε δή, υἱὲ Ἀχιτώβ · καὶ εἶπεν · ἰδοὺ ἐγώ, λάλει κύριε.

22.13καὶ εἶπεν αὐτῷ Σαούλ · ἱνατί συνέθου κατ’ἐμοῦ σὺ καὶ υἱὸς Ἰεσσαὶ δοῦναί σε αὐτῷ ἄρτον καὶ ρομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ θέσθαι αὐτὸν ἐπ’ἐμὲ εἰς ἐχθρόν, ὡς ἡμέρα αὕτη;

22.14καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπε · καὶ τίς ἐν πᾶσι τοῖς δούλοις σου ὡς Δαυὶδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου;

22.15 σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ; μηδαμῶς. μὴ δότω βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ’ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει δοῦλός σου ἐν πᾶσι τούτοις ρῆμα μικρὸν μέγα.

22.16καὶ εἶπεν βασιλεὺς Σαούλ · θανάτῳ ἀποθανῇ, Ἀβιμέλεχ, σὺ καὶ πᾶς οἶκος τοῦ πατρός σου.

22.17καὶ εἶπεν βασιλεὺς τοῖς παρατρέχουσι τοῖς ἐφεστηκόσι πρὸς αὐτόν · προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι χεὶρ αὐτῶν μετὰ Δαυίδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου. καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου.

22.18καὶ εἶπεν βασιλεὺς τῷ Δωήκ · ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς. καὶ ἐπεστράφη Δωὴκ Σύρος καὶ ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ.

22.19καὶ τὴν Νομβὰ τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ρομφαίας ἀπ’ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου.

22.20καὶ διασώζεται υἱὸς εἷς τῷ Ἀβιμέλεχ υἱῷ Ἀχιτώβ, καὶ ὄνομα αὐτῷ Ἀβιάθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυίδ.

22.21καὶ ἀπήγγειλεν Ἀβιάθαρ τῷ Δαυίδ, ὅτι ἐθανάτωσε Σαοὺλ πάντας τοὺς ἱερεῖς τοῦ Κυρίου.

22.22καὶ εἶπε Δαυὶδ τῷ Ἀβιάθαρ · ᾔδειν ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωὴκ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαούλ · ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου ·

22.23κάθου μετ’ἐμοῦ, μὴ φοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεφύλαξαι σὺ παρ’ἐμοί.

23

23.1καὶ ἀπηγγέλη τῷ Δαυὶδ λέγοντες · ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλά, καὶ αὐτοὶ διαρπάζουσι, καταπατοῦσι τοὺς ἅλω.

23.2καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου λέγων · εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπε Κύριος · πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλά.

23.3καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυὶδ πρὸς αὐτόν · ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ἰουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεϊλά; εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα;

23.4καὶ προσέθετο Δαυὶδ ἔτι ἐπερωτῆσαι διὰ τοῦ Κυρίου, καὶ ἀπεκρίθη αὐτῷ Κύριος καὶ εἶπεν αὐτῷ · ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλά, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου.

23.5καὶ ἐπορεύθη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ’αὐτοῦ εἰς Κεϊλὰ καὶ ἐπολέμησε τοῖς ἀλλοφύλοις, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγε τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσε Δαυὶδ τούς κατοικοῦντας Κεϊλά.

23.6καὶ ἐγένετο ἐν τῷ φεύγειν Ἀβιάθαρ υἱὸν Ἀβιμέλεχ πρὸς Δαυὶδ καὶ αὐτὸς μετὰ Δαυὶδ εἰς Κεϊλὰ κατέβη ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ.

23.7καὶ ἀπηγγέλη τῷ Σαοὺλ ὅτι ἥκει Δαυὶδ εἰς Κεϊλά, καὶ εἶπε Σαούλ · πέπρακεν αὐτὸν Θεὸς εἰς τὰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν.

23.8καὶ παρήγγειλε Σαοὺλ παντὶ τῷ λαῷ καταβαίνειν εἰς πόλεμον εἰς Κεϊλὰ συνέχειν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ.

23.9καὶ ἔγνω Δαυὶδ ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα · προσάγαγε τὸ ἐφοὺδ Κυρίου.

23.10καὶ εἶπε Δαυίδ · Κύριε Θεὸς Ἰσραήλ, ἀκούων ἀκήκοεν δοῦλός σου ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεϊλὰ διαφθεῖραι τὴν πόλιν δι’ἐμέ.

23.11εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαούλ, καθὼς ἤκουσεν δοῦλός σου; Κύριε Θεὸς Ἰσραήλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπε Κύριος · ἀποκλεισθήσεται.

23.12καὶ εἶπε Δαυίδ · εἰ παραδώσουσι παρὰ τῆς Κεϊλὰ ἐμὲ καὶ τοὺς ἄνδρας μου εἰς χεῖρας Σαούλ; καὶ εἶπε Κύριος · παραδώσουσι.

23.13καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ’αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κεϊλὰ καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο · καὶ τῷ Σαοὺλ ἀπηγγέλη ὅτι, διασέσωσται Δαυὶδ ἐκ Κεϊλά, καὶ ἀνῆκε τοῦ ἐλθεῖν.

23.14καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ ἐρήμῳ, ἐν Μασερὲμ ἐν τοῖς στενοῖς, καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζίφ, ἐν τῇ γῇ τῇ αὐχμώδει · καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ.

23.15καὶ εἶδε Δαυὶδ ὅτι ἐξέρχεται Σαοὺλ τοῦ ζητεῖν τὸν Δαυίδ · καὶ Δαυὶδ ἦν ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζίφ.

23.16καὶ ἀνέστη Ἰωνάθαν υἱὸς Σαοὺλ καὶ ἐπορεύθη πρὸς Δαυὶδ εἰς Καινὴν καὶ ἐκραταίωσε τὰς χεῖρας αὐτοῦ ἐν Κυρίῳ.

23.17καὶ εἶπε πρὸς αὐτόν · μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ἰσραήλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον · καὶ Σαοὺλ πατήρ μου οἶδεν οὕτως.

23.18καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου. καὶ ἀκάθητο Δαυὶδ ἐν Καινῇ, καὶ Ἰωνάθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.

23.19καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν λέγοντες · οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρ’ἡμῖν ἐν Μεσσαρά, ἐν τοῖς στενοῖς, ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Ἐχελὰ τοῦ ἐκ δεξιῶν τοῦ Ἰεσσαιμοῦν;

23.20καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς · κεκλείκασιν αὐτὸν εἰς χεῖρας τοῦ βασιλέως.

23.21καὶ εἶπεν αὐτοῖς Σαούλ · εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ ·

23.22πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ, οὗ εἴπατε, μή ποτε πανουργεύσηται ·

23.23καὶ ἴδετε καὶ γνῶτε, καὶ πορεύσομαι μεθ’ὑμῶν, καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ἰούδα.

23.24καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαούλ · καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μαὰν καθ’ἑσπέραν ἐκ δεξιῶν τοῦ Ἰεσσαιμοῦν.

23.25καὶ ἐπορεύθη Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν · καὶ ἀπήγγειλαν τῷ Δαυίδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μαάν. καὶ ἤκουσε Σαοὺλ καὶ κατεδίωξεν ὀπίσω Δαυὶδ εἰς τὴν ἔρημον Μαάν.

23.26καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου · καὶ ἦν Δαυὶδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ, καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς.

23.27καὶ πρὸς Σαοὺλ ἦλθεν ἄγγελος λέγων · σπεῦδε καὶ δεῦρο, ὅτι ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὴν γῆν.

23.28καὶ ἀνέστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυὶδ καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων · διὰ τοῦτο ἐπεκλήθη τόπος ἐκεῖνος Πέτρα μερισθεῖσα.

24

24.1καὶ ἀνέστη Δαυὶδ ἐκεῖθεν καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς Ἐγγαδδί.

24.2καὶ ἐγενήθη ὡς ἐνέστρεψε Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ λεγόντων, ὅτι Δαυὶδ ἐν τῇ ἐρήμῳ Ἐγγαδδί.

24.3καὶ ἔλαβε μεθ’ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς Ἰσραὴλ καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδαιέμ.

24.4καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ Σαοὺλ εἰσῆλθε παρασκευάσασθαι · καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο.

24.5καὶ εἶπον οἱ ἄνδρες Δαυὶδ πρὸς αὐτόν · ἰδοὺ ἡμέρα αὕτη, ἣν εἶπε Κύριος πρός σε παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. καὶ ἀνέστη Δαυὶδ καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος τοῦ Σαοὺλ λαθραίως.

24.6καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτόν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ, καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ ·

24.7μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ρῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ’αὐτόν, ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος ·

24.8καὶ ἔπεισε Δαυὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν Σαούλ. καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη τὴν ὁδόν.

24.9καὶ ἀνέστη Δαυὶδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου, καὶ ἐβόησε Δαυὶδ ὀπίσω Σαοὺλ λέγων · κύριε βασιλεῦ · καὶ ἐπέβλεψε Σαοὺλ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαυὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.

24.10καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ · ἱνατί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων · ἰδοὺ Δαυὶδ ζητεῖ τὴν ψυχήν σου;

24.11ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα · οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς Κυρίου οὗτός ἐστι.

24.12καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου · ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε. καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστι κακία ἐν τῇ χειρί μου οὐ δὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ · καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν.

24.13δικάσαι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με Κύριος ἐκ σοῦ · καὶ χείρ μου οὐκ ἔσται ἐπὶ σοί, καθὼς λέγεται παραβολὴ ἀρχαία ·

24.14ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια · καὶ χείρ μου οὐκ ἔσται ἐπὶ σέ.

24.15καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βασιλεῦ Ἰσραήλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός;

24.16γένοιτο Κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ · ἴδοι Κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου.

24.17καὶ ἐγένετο ὡς συνετέλεσε Δαυὶδ τὰ ρήματα ταῦτα λαλῶν πρὸς Σαούλ, καὶ εἶπε Σαούλ · φωνή σου αὕτη τέκνον Δαυίδ; καὶ ᾖρε Σαοὺλ τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσε.

24.18καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ · δίκαιος σὺ ὑπὲρ ἐμέ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά.

24.19καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἐποίησάς μοι ἀγαθά, ὡς ἀπέκλεισέ με Κύριος εἰς χεῖράς σου σήμερον καὶ οὐκ ἀπέκτεινάς με ·

24.20καὶ ὅτι εἰ εὕροι τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψει αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀποτίσει αὐτῷ ἀγαθά, καθὼς πεποίηκας σήμερον.

24.21καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χειρί σου βασιλεία Ἰσραήλ.

24.22καὶ νῦν ὄμοσόν μοι ἐν Κυρίῳ ὅτι οὐκ ἐξολοθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου, οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου.

24.23καὶ ὤμοσε Δαυὶδ τῷ Σαούλ. καὶ ἀπῆλθε Σαοὺλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρὰ στενήν.

25

25.1καὶ ἀπέθανε Σαμουήλ, καὶ συναθροίζονται πᾶς Ἰσραὴλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Ἀρμαθαίμ. καὶ ἀνέστη Δαυὶδ καὶ κατέβη εἰς τὴν ἔρημον Μαάν.

25.2καὶ ἦν ἄνθρωπος ἐν τῇ Μαάν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ · καὶ ἄνθρωπος μέγας σφόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι · καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ.

25.3καὶ ὄνομα τῷ ἀνθρώπῳ Νάβαλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀβιγαία · καὶ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ καλὴ τῷ εἴδει σφόδρα, καὶ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασι, καὶ ἄνθρωπος κυνικός.

25.4καὶ ἤκουσε Δαυὶδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Νάβαλ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ, καὶ ἀπέστειλε Δαυὶδ δέκα παιδάρια καὶ εἶπε τοῖς παιδαρίοις ·

25.5ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Νάβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην καὶ ἐρεῖτε τάδε ·

25.6εἰς ὥρας · καὶ σὺ ὑγιαίνων, καὶ οἶκός σου, καὶ πάντα τὰ σὰ ὑγιαίνοντα.

25.7καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσί σοι νῦν οἱ ποιμένες σου, οἳ ἦσαν μεθ’ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεθα αὐτοῖς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ ·

25.8ἐρώτησον τὰ παιδάριά σου καὶ ἀπαγγελοῦσί σοι. καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφ’ἡμέραν ἀγαθὴν ἥκομεν · δὸς δὴ ἐὰν εὕρῃ χείρ σου τῷ υἱῷ σου τῷ Δαυίδ.

25.9καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλοῦσι τοὺς λόγους τούτους πρὸς Νάβαλ κατὰ πάντα τὰ ρήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυίδ. καὶ ἀνεπήδησε καὶ ἀπεκρίθη Νάβαλ τοῖς παισὶ Δαυὶδ καὶ εἶπε ·

25.10τίς Δαυὶδ καὶ τίς υἱὸς Ἰεσσαί; σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ.

25.11καὶ λήψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνόν μου καὶ τὰ θύματά μου, τέθυκα τοῖς κείρουσί μου τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν, οἷς οὐκ οἶδα πόθεν εἰσί;

25.12καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυὶδ εἰς ὁδὸν αὐτῶν καὶ ἀνέστρεψαν καὶ ἦλθον καὶ ἀνήγγειλαν τῷ Δαυὶδ κατὰ τὰ ρήματα ταῦτα.

25.13καὶ εἶπε Δαυὶδ τοῖς ἀνδράσιν αὐτοῦ · ζώσασθε ἕκαστος τὴν ρομφαίαν αὐτοῦ · καὶ ἀνέβησαν ὀπίσω Δαυὶδ ὡς τετρακόσιοι ἄνδρες, καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν.

25.14καὶ τῇ Ἀβιγαίᾳ γυναικὶ Νάβαλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων λέγων · ἰδοὺ Δαυὶδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι τὸν κύριον ἡμῶν, καὶ ἐξέκλινεν ἀπ’αὐτῶν.

25.15καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα · οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐ δὲ ἐνετείλαντο ἡμῖν οὐδὲν πάσας τὰς ἡμέρας, ἃς ἦμεν παρ’αὐτοῖς ·

25.16καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας, ἃς ἤμεθα παρ’αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον.

25.17καὶ νῦν γνῶθι καὶ ἰδὲ σὺ τί ποιήσεις, ὅτι συντετέλεσται κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ · καὶ οὗτος υἱὸς λοιμός, καὶ οὐκ ἔστι λαλῆσαι πρὸς αὐτόν.

25.18καὶ ἔσπευσεν Ἀβιγαία καὶ ἔλαβε διακοσίους ἄρτους καὶ δύο ἀγγεῖα οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οἰφὶ ἀλφίτου καὶ γόμορ ἓν σταφίδος καὶ διακοσίας παλάθας καὶ ἔθετο ἐπὶ τοὺς ὄνους καὶ εἶπε τοῖς παιδαρίοις αὐτῆς ·

25.19προπορεύεσθε ἔμπροσθέν μου, καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι. καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλε.

25.20καὶ ἐγενήθη αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους καὶ ἰδοὺ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς, καὶ ἀπήντησεν αὐτοῖς ·

25.21καὶ Δαυὶδ εἶπεν · ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἐνετειλάμεθα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐθέν, καὶ ἀνταπέδωκέ μοι πονηρὰ ἀντὶ ἀγαθῶν ·

25.22τάδε ποιήσαι Θεὸς τῷ Δαυὶδ καὶ τάδε προσθείη, εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Νάβαλ ἕως πρωΐ οὐροῦντα πρὸς τοῖχον.

25.23καὶ εἶδεν Ἀβιγαία τὸν Δαυὶδ καὶ ἔσπευσε καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυὶδ ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εἶπεν ·

25.24ἐν ἐμοὶ κύριέ μου ἀδικία · λαλησάτω δὴ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον λόγων τῆς δούλης σου.

25.25μὴ δὴ θέσθω κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὗτός ἐστι · Νάβαλ ὄνομα αὐτῷ, καὶ ἀφροσύνη μετ’αὐτοῦ · καὶ ἐγὼ δούλη σου οὐκ εἶδον τὰ παιδάρια τοῦ κυρίου μου, ἀπέστειλας.

25.26καὶ νῦν, κύριέ μου, ζῇ Κύριος καὶ ζῇ ψυχή σου, καθὼς ἐκώλυσέ σε Κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῷον καὶ σώζειν τὴν χεῖρά σού σοι, καὶ νῦν γένοιντο ὡς Νάβαλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά.

25.27καὶ νῦν λαβὲ τὴν εὐλογίαν ταύτην, ἣν ἐνήνοχεν δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσι τῷ κυρίῳ μου.

25.28ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει Κύριος τῷ κυρίῳ μου οἶκον πιστόν, ὅτι πόλεμον κυρίου μου Κύριος πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε.

25.29καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ Κυρίῳ τῷ Θεῷ, καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης.

25.30καὶ ἔσται ὅτι ποιήσῃ Κύριος τῷ κυρίῳ μου πάντα, ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σέ, καὶ ἐντελεῖταί σοι εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ, καὶ οὐκ ἔσται σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀθῷον δωρεὰν καὶ σῶσαι χεῖρα κυρίῳ μου αὐτῷ, καὶ ἀγαθώσει Κύριος τῷ κυρίῳ μου, καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ.

25.32καὶ εἶπε Δαυὶδ τῇ Ἀβιγαίᾳ · εὐλογητὸς Κύριος Θεὸς Ἰσραήλ, ὃς ἀπέστειλέ σε σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μοι.

25.33καὶ εὐλογητὸς τρόπος σου, καὶ εὐλογημένη σὺ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλθεῖν εἰς αἵματα καὶ σῶσαι χεῖρά μου ἐμοί.

25.34πλὴν ὅτι ζῇ Κύριος Θεὸς Ἰσραήλ, ὃς ἀπεκώλυσέ με σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι, τότε εἶπα · εἰ ὑπολειφθήσεται τῷ Νάβαλ ἕως φωτὸς τοῦ πρωΐ οὐρῶν πρὸς τοῖχον.

25.35καὶ ἔλαβε Δαυὶδ ἐκ χειρὸς αὐτῆς πάντα, ἔφερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ · ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου · βλέπε, ἤκουσα τῆς φωνῆς σου καὶ ἠρέτισα τὸ πρόσωπόν σου.

25.36καὶ παρεγενήθη Ἀβιγαία πρὸς Νάβαλ, καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ ὡς πότος βασιλέως, καὶ καρδία Νάβαλ ἀγαθὴ ἐπ’αὐτόν, καὶ αὐτὸς μεθύων ἕως σφόδρα · καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ρῆμα μικρὸν μέγα ἕως φωτὸς τοῦ πρωΐ.

25.37καὶ ἐγένετο πρωΐ, ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Νάβαλ, ἀπήγγειλεν γυνὴ αὐτοῦ τὰ ρήματα ταῦτα, καὶ ἐναπέθανεν καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίθος.

25.38καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξε Κύριος τὸν Νάβαλ, καὶ ἀπέθανε.

25.39καὶ ἤκουσε Δαυὶδ καὶ εἶπεν · εὐλογητὸς Κύριος, ὃς ἔκρινε τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Νάβαλ, καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν, καὶ τὴν κακίαν Νάβαλ ἀπέστρεψε Κύριος εἰς κεφαλὴν αὐτοῦ. καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐλάλησε περὶ Ἀβιγαίας, λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα.

25.40καὶ ἦλθον οἱ παῖδες Δαυὶδ πρὸς Ἀβιγαίαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτῇ λέγοντες · Δαυὶδ ἀπέστειλεν ἡμᾶς πρός σε λαβεῖν σε αὐτῷ εἰς γυναῖκα.

25.41καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν · ἰδοὺ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου.

25.42καὶ ἀνέστη Ἀβιγαία καὶ ἐπέβη ἐπί τὴν ὄνον καὶ πέντε κοράσια ἠκολούθουν αὐτῇ, καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυίδ, καὶ γίνεται αὐτῷ εἰς γυναῖκα.

25.43καὶ τὴν Ἀχινόομ ἔλαβε Δαυὶδ ἐξ Ἰεζραέλ, καὶ ἀμφότεραι ἦσαν αὐτῷ γυναῖκες.

25.44καὶ Σαοὺλ ἔδωκε Μελχὸλ τὴν θυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυὶδ τῷ Φαλτὶ υἱῷ Ἀμὶς τῷ ἐκ Ῥομμά.

26

26.1καὶ ἔρχονται οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαοὺλ εἰς τὸν βουνὸν λέγοντες · ἰδοὺ Δαυὶδ σκεπάζεται μεθ’ἡμῶν ἐν τῷ βουνῷ τοῦ Ἐχελὰ τοῦ κατὰ πρόσωπον τοῦ Ἰεσσαιμοῦν.

26.2καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζίφ καὶ μετ’αὐτοῦ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ Ἰσραὴλ ζητεῖν τὸν Δαυὶδ ἐν τῇ ἐρήμῳ Ζίφ.

26.3καὶ παρενέβαλε Σαοὺλ ἐν τῷ βουνῷ τοῦ Ἐχελὰ τῷ ἐπὶ προσώπου τοῦ Ἰεσσαιμοῦν ἐπὶ τῆς ὁδοῦ, καὶ Δαυὶδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ. καὶ εἶδε Δαυὶδ ὅτι ἥκει Σαοὺλ ὀπίσω αὐτοῦ εἰς τήν ἔρημον, καὶ ἀπέστειλε Δαυὶδ κατασκόπους καὶ ἔγνω ὅτι ἥκει Σαοὺλ ἕτοιμος ἐκ Κεϊλά.

26.5καὶ ἀνέστη Δαυὶδ λάθρᾳ καὶ εἰσπορεύεται εἰς τὸν τόπον, οὗ ἐκάθευδεν ἐκεῖ Σαούλ, καὶ ἐκεῖ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος αὐτοῦ, καὶ Σαοὺλ ἐκάθευδεν ἐν λαμπήνῃ, καὶ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ.

26.6καὶ ἀπεκρίθη Δαυὶδ και εἶπε πρὸς Ἀβιμέλεχ τὸν Χετταῖον καὶ πρὸς Ἀβεσσὰ υἱὸν Σαρουΐας ἀδελφὸν Ἰωὰβ λέγων · τίς εἰσελεύσεται μετ’ἐμοῦ πρὸς Σαοὺλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν Ἀβεσσά · ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ.

26.7καὶ εἰσπορεύεται Δαυὶδ καὶ Ἀβεσσὰ εἰς τὸν λαὸν τὴν νύκτα, καὶ ἰδοὺ Σαοὺλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ αὐτοῦ ἐμπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ, καί Ἀβεννὴρ καὶ λαὸς αὐτοῦ ἐκάθευδε κύκλῳ αὐτοῦ.

26.8καὶ εἶπεν Ἀβεσσὰ πρὸς Δαυίδ · ἀπέκλεισε Κύριος σήμερον τὸν ἐχθρόν σου εἰς χεῖράς σου, καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ καὶ οὐ δευτερώσω αὐτῷ.

26.9καὶ εἶπε Δαυὶδ πρὸς Ἀβεσσά · μὴ ταπεινώσῃς αὐτόν, ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν Κυρίου καὶ ἀθωωθήσεται;

26.10καὶ εἶπε Δαυίδ · ζῇ Κύριος, ἐὰν μὴ Κύριος παίσῃ αὐτόν, ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ, εἰς πόλεμον καταβῇ καὶ προστεθῇ ·

26.11μηδαμῶς μοι παρὰ Κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου · καὶ νῦν λαβὲ δὴ τὸ δόρυ ἀπὸ προσκεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν ἡμεῖς καθ’ἑαυτούς.

26.12καὶ ἔλαβε Δαυὶδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ προσκεφαλῆς αὐτοῦ, καὶ ἀπῆλθον καθ’ἑαυτούς · καὶ οὐκ ἦν βλέπων καὶ οὐκ ἦν γινώσκων καὶ οὐκ ἦν ἐξεγειρόμενος, πάντες ὑπνοῦντες, ὅτι θάμβος Κυρίου ἐπέπεσεν ἐπ’αὐτούς.

26.13καὶ διέβη Δαυὶδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν, καὶ πολλὴ ὁδὸς ἀνὰ μέσον αὐτῶν.

26.14καὶ προσεκαλέσατο Δαυὶδ τὸν λαὸν καὶ τῷ Ἀβεννὴρ ἐλάλησε λέγων · οὐκ ἀποκριθήσῃ Ἀβεννήρ; καὶ ἀπεκρίθη Ἀβεννὴρ καὶ εἶπε · τίς εἶ σὺ καλῶν με;

26.15καὶ εἶπε Δαυὶδ πρὸς Ἀβεννήρ · οὐκ ἀνὴρ σύ; καὶ τίς ὡς σὺ ἐν Ἰσραήλ; καὶ διατί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα; ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαθφεῖραι τὸν κύριόν σου τὸν βασιλέα.

26.16καὶ οὐκ ἀγαθὸν τὸ ρῆμα τοῦτο, πεποίηκας · ζῇ Κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα τὸν κύριον ὑμῶν τὸν χριστὸν Κυρίου. καὶ νῦν ἰδὲ δή · τὸ δόρυ τοῦ βασιλέως καὶ φακὸς τοῦ ὕδατος ποῦ ἐστι τὰ πρὸς κεφαλῆς αὐτοῦ;

26.17καὶ ἐπέγνω Σαοὺλ τὴν φωνὴν Δαυὶδ καὶ εἶπεν · φωνή σου αὕτη, τέκνον Δαυίδ; καὶ εἶπε Δαυίδ · δοῦλός σου, κύριε βασιλεῦ.

26.18καὶ εἶπεν · ἱνατί τοῦτο καταδιώκει κύριος ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα;

26.19καὶ νῦν ἀκουσάτω κύριός μου βασιλεὺς τὸ ρῆμα τοῦ δούλου αὐτοῦ · εἰ Θεὸς ἐπισείει σε ἐπ’ἐμέ, ὀσφανθείη θυσίας σου · καὶ εἰ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον Κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίχθαι ἐν κληρονομίᾳ Κυρίου λέγοντες · πορεύου, δούλευε θεοῖς ἑτέροις.

26.20καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξεναντίας προσώπου Κυρίου, ὅτι ἐξελήλυθεν βασιλεὺς Ἰσραὴλ ζητεῖν ψυχήν μου, καθὼς καταδιώκει νυκτικόραξ ἐν τοῖς ὄρεσι.

26.21καὶ εἶπε Σαούλ · ἡμάρτηκα · ἐπίστρεφε τέκνον Δαυίδ, ὅτι οὐ κακοποιήσω σε ἀνθ’ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου καὶ ἐν τῇ σήμερον · μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα.

26.22καὶ ἀπεκρίθη Δαυὶδ καὶ εἶπεν · ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως · διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό.

26.23καὶ Κύριος ἐπιστρέψει ἑκάστῳ κατὰ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ, ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου ·

26.24καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀφθαλμοῖς μου, οὕτως μεγαλυνθείη ψυχή μου ἐνώπιον Κυρίου καὶ σκεπάσαι με καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως.

26.25καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ · εὐλογημένος σύ, τέκνον, καὶ ποιῶν ποιήσεις καὶ δυνάμενος δυνήσῃ. καὶ ἀπῆλθε Δαυὶδ εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ Σαοὺλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

27

27.1καὶ εἶπε Δαυὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων · νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ, καὶ οὐκ ἔστι μοι ἀγαθόν, ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ἰσραήλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ.

27.2καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ μετ’αὐτοῦ καὶ ἐπορεύθη πρὸς Ἀγχοῦς υἱὸν Ἀμμὰχ βασιλέα Γέθ.

27.3καὶ ἐκάθισε Δαυὶδ μετὰ Ἀγχοῦς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, ἕκαστος καὶ οἶκος αὐτοῦ, καὶ Δαυὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινὰαχ Ἰεζραηλῖτις καὶ Ἀβιγαία γυνὴ Νάβαλ τοῦ Καρμηλίου.

27.4καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγε Δαυὶδ εἰς Γέθ, καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν.

27.5καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς · εἰ δή εὕρηκεν δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ’ἀγρὸν καὶ καθήσομαι ἐκεῖ · καὶ ἱνατί κάθηται δοῦλός σου ἐν πόλει βασιλευομένη μετὰ σοῦ;

27.6καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελάκ · διὰ τοῦτο ἐγενήθη Σεκελὰκ τῷ βασιλεῖ τῆς Ἰουδαίας ἕως τῆς ἡμέρας ταύτης.

27.7καὶ ἐγενήθη ἀριθμὸς τῶν ἡμερῶν, ὧν ἐκάθισε Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων τέσσαρας μῆνας.

27.8καὶ ἀνέβαινε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρὶ καὶ ἐπὶ τὸν Ἀμαληκίτην · καὶ ἰδοὺ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου.

27.9καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα γυναῖκα καὶ ἐλάμβανον ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Ἀγχοῦς.

27.10καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυίδ · ἐπὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς · κατὰ νότον τῆς Ἰουδαίας καὶ κατὰ νότον Ἰεσμεγὰ καὶ κατὰ νότον τοῦ Κενεζί.

27.11καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γὲθ λέγων · μὴ ἀναγγείλωσιν εἰς Γὲθ καθ’ἡμῶν λέγοντες · τάδε Δαυὶδ ποιεῖ, καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἐκάθητο Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων.

27.12καὶ ἐπιστεύθη Δαυὶδ ἐν τῷ Ἀγχοῦς σφόδρα λέγων · ᾔσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν Ἰσραὴλ καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.

28

28.1καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ἰσραήλ, καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυίδ · γινώσκων γνώσῃ ὅτι μετ’ἐμοῦ ἐξελεύσῃ εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου.

28.2καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς · οὕτω νῦν γνώσῃ ποιήσει δοῦλός σου · καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυίδ · οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας.

28.3καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ καὶ θάπτουσιν αὐτὸν ἐν Ἀρμαθαὶμ ἐν πόλει αὐτοῦ. καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς.

28.4καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμάν, καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα Ἰσραήλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ.

28.5καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη καρδία αὐτοῦ σφόδρα.

28.6καὶ ἐπηρώτησε Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις.

28.7καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ · ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ · καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν · ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Ἀενδώρ.

28.8καὶ συνεκαλύψατο Σαοὺλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ’αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ · μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι.

28.9καὶ εἶπεν αὐτῷ γυνή · ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησε Σαούλ, ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς · καὶ ἱνατί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν;

28.10καὶ ὤμοσεν αὐτῇ Σαοὺλ λέγων · ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ.

28.11καὶ εἶπεν γυνή · τίνα ἀναγάγω σοι; καὶ εἶπε · τὸν Σαμουὴλ ἀνάγαγέ μοι.

28.12καὶ εἶδεν γυνὴ τὸν Σαμουὴλ καὶ ἀνεβόησε φωνῇ μεγάλῃ · καὶ εἶπεν γυνὴ πρὸς Σαούλ · ἱνατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ.

28.13καὶ εἶπεν αὐτῇ βασιλεύς · μὴ φοβοῦ, εἰπὸν τίνα ἑώρακας. καὶ εἶπεν αὐτῷ γυνή · θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς.

28.14καὶ εἶπεν αὐτῇ · τί ἔγνως; καὶ εἶπεν αὐτῷ · ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος. καὶ ἔγνω Σαούλ, ὅτι οὗτος Σαμουήλ, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.

28.15καὶ εἶπε Σαμουήλ · ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπε Σαούλ · θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ Θεὸς ἀφέστηκεν ἀπ’ἐμοῦ καὶ οὐκ ἐπακήκοέ μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις · καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω.

28.16καὶ εἶπε Σαμουήλ · ἱνατί ἐπερωτᾷς με; καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονε μετὰ τοῦ πλησίον σου ·

28.17καὶ πεποίηκε Κύριός σοι καθὼς ἐλάλησε Κύριος ἐν χειρί μου, καὶ διαρρήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυίδ.

28.18διότι οὐκ ἤκουσας φωνῆς Κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλήκ, διὰ τοῦτο τὸ ρῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ.

28.19καὶ παραδώσει Κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων.

28.20καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουήλ · καὶ ἐν αὐτῷ οὐκ ἦν ἰσχὺς ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην.

28.21καὶ εἰσῆλθεν γυνὴ πρὸς Σαοὺλ καὶ εἶδεν ὅτι ἔσπευσε σφόδρα, καὶ εἶπε πρὸς αὐτόν · ἰδοὺ δὴ ἤκουσεν δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους, οὓς ἐλάλησάς μοι ·

28.22καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε, καὶ ἔσται σοι ἰσχύς, ὅτι πορεύῃ ἐν ὁδῷ.

28.23καὶ οὐκ ἐβουλήθη φαγεῖν · καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ γυνή, καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καί ἐκάθισεν ἐπὶ τὸν δίφρον.

28.24καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ, καὶ ἔσπευσε καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασε καὶ ἔπεψεν ἄζυμα καὶ προσήγαγεν ἐνώπιον Σαοὺλ καὶ ἐνώπιον τῶν παιδῶν αὐτοῦ, καὶ ἔφαγον.

28.25καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην.

29

29.1καὶ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Ἀφέκ, καὶ Ἰσραὴλ παρενέβαλεν ἐν Ἀενδὼρ τὴν ἐν Ἰεζραέλ.

29.2καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ’ἐσχάτων μετὰ Ἀγχοῦς.

29.3καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων · τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν Ἀγχοῦς πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων · οὐχ οὗτος Δαυὶδ δοῦλος Σαοὺλ βασιλέως Ἰσραήλ; γέγονε μεθ’ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ’ἧς ἡμέρας ἐνέπεσε πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης.

29.4καὶ ἐλυπήθησαν ἐπ’αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ · ἀπόστρεψον τὸν ἄνδρα καὶ ἀποστραφήτω εἰς τὸν τόπον αὐτοῦ, οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ’ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς · καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων;

29.5οὐχ οὗτος Δαυίδ, ἐξῆρχον ἐν χοροῖς λέγοντες · ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ;

29.6καὶ ἐκάλεσεν Ἀγχοῦς τὸν Δαυὶδ καὶ εἶπεν αὐτῷ · ζῇ Κύριος, ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἔξοδός σου και εἴσοδός σου μετ’ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ’ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας · καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ ·

29.7καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσῃς κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων.

29.8καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς · τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ’ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμήσας τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως;

29.9καὶ ἀπεκρίθη Ἀγχοῦς πρὸς Δαυίδ · οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλ’οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν · οὐχ ἥξει μεθ’ἡμῶν εἰς πόλεμον.

29.10καὶ νῦν ὄρθρισον τὸ πρωΐ σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον, οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου · καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ, καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε.

29.11καὶ ὤρθρισε Δαυὶδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ἰσραήλ.

30

30.1καὶ ἐγενήθη εἰσελθόντος Δαυὶδ καὶ τῶν ἄνδρῶν αὐτοῦ τὴν Σεκελὰκ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ Ἀμαλὴκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ τὴν Σεκελὰκ καὶ ἐπάταξε τὴν Σεκελὰκ καὶ ἐνεπύρισαν αὐτὴν ἐν πυρί ·

30.2καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλ’ᾐχμαλώτευσαν καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν.

30.3καὶ ἦλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρί, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι.

30.4καὶ ᾖρε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν καί ἔκλαυσαν, ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι τοῦ κλαίειν.

30.5καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυὶδ ᾐχμαλωτεύθησαν, Ἀχινόομ Ἰεζραηλῖτις καὶ Ἀβιγαία γυνὴ Νάβαλ τοῦ Καρμηλίου.

30.6καὶ ἐθλίβη Δαυὶδ σφόδρα, ὅτι εἶπεν λαὸς λιθοβολῆσαι αὐτόν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ, ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ · καὶ ἐκραταιώθη Δαυὶδ ἐν Κυρίῳ Θεῷ αὐτοῦ.

30.7καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα υἱὸν Ἀβιμέλεχ · προσάγαγε τὸ ἐφούδ.

30.8καὶ ἐπηρώτησε Δαυὶδ διά τοῦ Κυρίου λέγων · εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου, εἰ καταλήψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ · καταδίωκε, ὅτι καταλαμβάνων καταλήψῃ αὐτοὺς καὶ ἐξαιρούμενος ἐξελῇ.

30.9καὶ ἐπορεύθη Δαυίδ, αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ’αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσόρ, καὶ οἱ περισσοὶ ἔστησαν.

30.10καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν, ὑπέστησαν δὲ διακόσιοι ἄνδρες, οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάρρου τοῦ Βοσόρ.

30.11καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυίδ ·

30.12καὶ διδόασιν αὐτῷ ἄρτον, καὶ ἔφαγε, καὶ ἐπότισαν αὐτὸν ὕδωρ · καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης, καὶ ἔφαγε, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

30.13καὶ εἶπεν αὐτῷ Δαυίδ · τίνος σὺ εἶ καὶ πόθεν εἶ; καὶ εἶπε τὸ παιδάριον τὸ Αἰγύπτιον · ἐγώ εἰμι δοῦλος ἀνδρὸς Ἀμαληκίτου, καὶ κατέλιπέ με Κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος.

30.14καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ τὸν νότον τοῦ Χολθὶ καὶ ἐπὶ τὰ τῆς Ἰουδαίας μέρη καὶ ἐπὶ νότον Χελοὺβ καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί.

30.15καὶ εἶπεν αὐτῷ Δαυίδ · εἰ κατάξεις με ἐπὶ τὸ γεδδοὺρ τοῦτο; καὶ εἶπεν · ὄμοσον δή μοι κατὰ τοῦ Θεοῦ μὴ θανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδοὺρ τοῦτο.

30.16καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις, οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς Ἰούδα.

30.17καὶ ἦλθεν ἐπ’αὐτοὺς Δαυὶδ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον, καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ’ τετρακόσια παιδάρια, ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον.

30.18καὶ ἀφείλατο Δαυὶδ πάντα, ἔλαβον οἱ Ἀμαληκῖται, καὶ ἀμφοτέρας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο.

30.19καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἀπὸ τῶν σκύλων καὶ ἕως υἱῶν καὶ θυγατέρων καὶ ἕως πάντων, ὧν ἔλαβον αὐτῶν · τὰ πάντα ἐπέστρεψε Δαυίδ.

30.20καὶ ἔλαβε πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων, καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο · ταῦτα τὰ σκῦλα Δαυίδ.

30.21καὶ παραγίνεται Δαυὶδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ὑπολειφθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυὶδ καί ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τοῦ Βοσόρ, καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυὶδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετ’αὐτοῦ, καὶ προσήγαγε Δαυὶδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην.

30.22καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυὶδ καὶ εἶπον, ὅτι οὐ κατεδίωξαν μεθ’ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων, ὧν ἐξειλόμεθα, ὅτι ἀλλ’ ἕκαστος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν καὶ ἀποστρεφέτωσαν.

30.23καὶ εἶπε Δαυίδ · οὐ ποιήσετε οὕτως μετὰ τὸ παραδοῦναι τὸν Κύριον ἡμῖν καὶ φυλάξαι ἡμᾶς καὶ παρέδωκε Κύριος τὸν γεδδοὺρ τὸν ἐπερχόμενον ἐφ’ἡμᾶς εἰς χεῖρας ἡμῶν.

30.24καὶ τίς ἐπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτι οὐχ ἧττον ἡμῶν εἰσι · διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς τὸν πόλεμον, οὕτως ἔσται μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη · κατὰ τὸ αὐτὸ μεριοῦνται.

30.25καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω, καὶ ἐγένετο εἰς πρόσταγμα καὶ εἰς δικαίωμα τῷ Ἰσραὴλ ἕως τῆς σήμερον.

30.26καὶ ἦλθε Δαυὶδ εἰς Σεκελὰκ καὶ ἀπέστειλε τοῖς πρεσβυτέροις τῶν σκύλων Ἰούδα καὶ τοῖς πλησίον αὐτοῦ λέγων · ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν Κυρίου ·

30.27τοῖς ἐν Βαιθσοὺρ καὶ τοῖς ἐν Ῥαμὰ νότου καὶ τοῖς ἐν Ἰεθθὸρ καὶ τοῖς ἐν Ἀροὴρ καὶ τοῖς ἐν Ἀμμαδὶ καὶ τοῖς ἐν Σαφὶ καὶ τοῖς ἐν Ἐσθιὲ καὶ τοῖς ἐν Γὲθ καὶ τοῖς ἐν Κινὰν καὶ τοῖς ἐν Σαφὲκ καὶ τοῖς ἐν Θιμὰθ καὶ τοῖς ἐν Καρμήλῳ καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Ἱεραμηλὶ καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Κενεζὶ καὶ τοῖς ἐν Ἱεριμοὺθ καὶ τοῖς ἐν Βηρσαβεὲ καὶ τοῖς ἐν Νομβὲ καὶ τοῖς ἐν Χεβρὼν καὶ εἰς πάντας τοὺς τόπους, οὓς διῆλθε Δαυὶδ ἐκεῖ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.

31

31.1καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ἰσραήλ, καὶ ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσι τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουέ.

31.2καὶ συνάπτουσιν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ἰωνάθαν καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Μελχισᾶ υἱοὺς Σαούλ.

31.3καὶ βαρύνεται πόλεμος ἐπὶ Σαούλ, καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί, ἄνδρες τοξόται, καὶ ἐτραυματίσθη εἰς τά ὑποχόνδρια.

31.4καὶ εἶπε Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ · σπάσαι τὴν ρομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσί με καὶ ἐμπαίξωσί μοι. καὶ οὐκ ἐβούλετο αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα · καὶ ἔλαβε Σαοὺλ τὴν ρομφαίαν καὶ ἐπέπεσεν ἐπ’αὐτήν.

31.5καὶ εἶδεν αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκε Σαούλ, καὶ ἐπέπεσε καὶ αὐτὸς ἐπὶ τὴν ρομφαίαν αὐτοῦ καὶ ἀπέθανε μετ’αὐτοῦ.

31.6καὶ ἀπέθανε Σαοὺλ καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό.

31.7καὶ εἶδον οἱ ἄνδρες Ἰσραὴλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ καὶ ὅτι τέθνηκε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσι τὰς πόλεις αὐτῶν καὶ φεύγουσι · καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς.

31.8καὶ ἐγενήθη τῇ ἐπαύριον ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσι τὸν Σαοὺλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουέ.

31.9καί ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ.

31.10καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ Ἀσταρτεῖον καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσάν.

31.11καὶ ἀκούουσιν οἱ κατοικοῦντες Ἰαβὶς τῆς Γαλααδίτιδος ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαούλ ·

31.12καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τοῦ τείχους Βαιθσὰν καὶ φέρουσιν αὐτοὺς εἰς Ἰαβὶς καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ.

31.13καὶ λαμβάνουσι τὰ ὀστᾶ αὐτῶν καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ἰαβὶς καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας.