Plato the Comic Poet

Epigram

1
ποίην τις βιότοιο τάμοι τρίβον; εἰν ἀγορῇ μὲν
2
νείκεα καὶ χαλεπαὶ πρήξιες, ἐν δὲ δόμοις
3
φροντίδες · ἐν δ’ἀγροῖς καμάτων ἅλις, ἐν δὲ θαλάσσῃ
4
τάρβος · ἐπὶ ξείνης δ’, ἢν μὲν ἔχῃς τι, δέος ·
5
ἢν δ’ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνος
6
ἔσσεαι. οὐ γαμέεις; ζῇς ἔτ’ἐρημότερος.
7
τέκνα πόνοι, πήρωσις ἄπαις βίος. αἱ νεότητες
8
ἄφρονες, αἱ πολιαὶ δ’ἔμπαλιν ἀδρανέες.
9
ἦν ἄρα τοῖν δοιοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι
10
μηδέποτ’ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον.