Acts of the Scillitan Martyrs

Acts of the Scillitan Martyrs

ἐπὶ Πέρσαντος τὸ δεύτερον καὶ Κλαυδιανοῦ τῶν ὑπάτων, πρὸ ιϛʹ καλανδῶν αὐγούστων ὅπερ ἐστὶν Ἰουλίῳ ιζʹ, ἐν τῷ κατὰ Καρταγέννα βουλευτηρίῳ ἤχθησαν παραστάσιμοι Σπερᾶτος Νάρτζαλος καὶ Κιττῖνος Δονᾶτα Σεκούνδα καὶ Ἑστία, πρὸς οὓς Σατουρνῖνος ὁ ἀνθύπατός φησιν · ἐδύνασθε παρὰ τοῦ ἡμῶν αὐτοκράτορος συγχωρήσεως ἀξιωθῆναι, ἐὰν ἄρα σόφρονα λογισμὸν ἀνακαλέσησθε. ὁ δὲ ἅγιος Σπερᾶτος ἀπεκρίνατο λέγων · οὐδέποτε ἐκακουργήσαμεν, οὐδέποτε κατηρασάμεθα, ἀλλὰ μὴν καὶ κακῶς δεχθέντες εὐχαριστοῦμεν, ἐπειδὴ τῷ θεῷ ἡμῶν καὶ βασιλεῖ δουλεύομεν. Σατουρνῖνος ὁ ἀνθύπατος ἔφη · ἀλλὰ καὶ ἡμεῖς θρησκεύομεν, καὶ ἁπλῆ ἡ καθ’ἡμᾶς θρησκεία καθέστηκεν · καὶ δὴ ὀμνύομεν κατὰ τῆς συμπεφυκυίας εὐδαιμονίας τοῦ δεσπότου ἡμῶν βασιλέως καὶ ὑπὲρ τῆς αὐτοῦ σωτηρίας ἱκετεύομεν · ὃ καὶ ὑμᾶς ὡσαύτως χρῆ ποιεῖν. ὁ δὲ ἅγιος Σπερᾶτος εἶπεν · ἐὰν γαληνιώσας μοι τὰς σὰς ἀκοὰς παράσχοις, ἐρῶ τὸ τῆς ἀληθοῦς ἁπλότητος μυστήριον. Σατουρνῖνος ὁ ἀνθύπατος ἔφη · ἐναρξαμένου σου πονηρὰ λέγειν κατὰ τῶν ἡμετέρων ἱερέων τὰς ἀκοάς μου οὐ προσθήσω · ἀλλ’ὀμόσατε μᾶλλον κατὰ τῆς εὐδαιμονίας τοῦ δεσπότου ἡμῶν αὐτοκράτορος. ὁ ἅγιος Σπερᾶτος λέγει · ἐγὼ τὴν βασιλείαν τοῦ νῦν αἰῶνος οὐ γινώσκω · αἰνῶ δὲ καὶ λατρεύω τῷ ἐμῷ θεῷ, ὃν οὐδεὶς τῶν ἀνθρώπων τεθέαται · οὐ δὲ γὰρ οἷόντε τούτοις τοῖς αἰσθητοῖς ὄμμασι. κλοπὴν οὐ πεποίηκα · ἀλλ’εἴ τι καὶ πράσσω, τὸ τέλος ἀποτίνυμι, ὅτι ἐπιγινώσκω τὸν κύριον ἡμῶν καὶ βασιλέα τῶν βασιλέων καὶ δεσπότην πάντων τῶν ἐθνῶν. Σατουρνῖνος ὁ ἀνθύπατος ἔφη πρὸς τοὺς λοιπούς · ἀπόστητε ἀπὸ τῆς ἀποδειχθείσης ταύτης πιθανότητος. ὁ δὲ ἅγιος Σπερᾶτος ἔφη · ἐκείνη ἐστὶν ἐπισφαλὴς πιθανότης, τὸ ἀνδροφονίαν κατεργάζεσθαι ἢ ψευδομαρτυρίαν κατασκευάζειν. Σατουρνῖνος ὁ ἀνθύπατος εἶπεν · μὴ βουληθῆτε τῆς τοσαύτης μανίας καὶ παραφροσύνης γενέσθαι ἢ δειχθῆναι συμμέτοχοι. ὁ δὲ ἅγιος Κιττῖνος ὑπολαβὼν ἀπεκρίνατο · ἡμεῖς οὐκ ἔχομεν ἕτερον ὃν φοβηθῶμεν, εἰ μὴ κύριον τὸν θεὸν ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς κατοικοῦντα. ἡ δὲ ἁγία Δονᾶτα ἔφη · τὴν μὲν τιμὴν τῷ Καίσαρι ὡς Καίσαρι, τὸν φόβον δὲ τῷ θεῷ ἡμῶν ἀποδίδομεν. ἡ δὲ ἁγία Ἑστία λέγει · ἐγὼ χριστιανὴ καθίσταμαι. ἔτι δὲ ἡ ἁγία Σεκοῦνδα ἔφη · ὅπερ εἰμί, καὶ διαμεῖναι πορεύομαι. τότε Σατουρνῖνος ὁ ἀνθύπατος τῷ ἁγίῳ Σπεράτῳ εἶπεν · Ἐπιμένεις ὡσαύτως χριστιανός; ὁ ἅγιος Σπερᾶτος εἶπεν · χριστιανὸς ὑπάρχω. τὸ αὐτὸ δὲ καὶ οἱ λοιποὶ πάντες ἅγιοι εἶπαν. Σατουρνῖνος ὁ ἀνθύπατος ἔφη · μὴ ἄρα πρὸς διάσκεψιν ἀναμονῆς χρῄζετε; ὁ ἅγιος Σπερᾶτος ἔφη · ἐν πράγματι οὕτως ἐγκρίτῳ οὐδεμία καθίσταται βουλὴ ἢ διάσκεψις. Σατουρνῖνος ὁ ἀνθύπατος ἔφη · ὁποῖαι πραγματεῖαι τοῖς ὑμετέροις ἀπόκεινται σκεύεσιν; ὁ ἅγιος Σπερᾶτος εἶπεν · αἱ καθ’ἡμᾶς βίβλοι καὶ αἱ προσεπιτούτοις ἐπιστολαὶ Παύλου τοῦ ὁσίου ἀνδρός. Σατουρνῖνος ὁ ἀνθύπατος ἔφη · προθεσμία τριάκοντα ἡμερῶν ὑμῖν ἔστω εἴ πως σωφρονήσητε. ὁ ἅγιος Σπερᾶτος παρ’αὐτὰ ἀπεκρίνατο · χριστιανὸς ἀμετάθετος τυγχάνω. τοῦτο δὲ καὶ οἱ λοιποὶ ὁμοθυμαδὸν συναπεφθέγξαντο. τότε Σατουρνῖνος ὁ ἀνθύπατος τὴν περὶ αὐτῶν ψῆφον ἐξεφώνησεν οὕτω περιέχουσαν · τὸν Σπερᾶτον, Νάρτζαλλον καὶ Κηττῖνον, Δονᾶτάντε Ἑστίαν καὶ Σεκοῦνδαν, καὶ τοὺς ἀφάντους, ὅσοι τῷ χριστιανικῷ θεσμῷ ἑαυτοὺς κατεπηγγείλαντο πολιτεύεσθαι, ἐπεὶ καὶ χαριστικῆς αὐτοῖς προθεσμίας τοῦ πρὸς τὴν τῶν ὁρωμένων ἐπανελθεῖν παράδοσιν, ἀκλινεῖς τὴν γνώμην διέμειναν, ξίφει τούτους ἀναιρεθῆναι δέδοκται παρ’ἡμῖν. τότε τοίνυν ὁ ἀθλοφόρος τοῦ χριστοῦ Σπερᾶτος ἐπαλλόμενος εὐχαριστίαν τῷ θεῷ ἡμῶν τῷ προσκεκληκότι αὐτοὺς εἰς τὸν ὑπὲρ αὐτοῦ θάνατον ἀνέπεμψεν. ὁ δὲ ἅγιος Νάρτζαλλος χαίρων εἶπεν · σήμερον ἀληθῶς μάρτυρες ἐν οὐρανοῖς τυγχάνομεν εὐάρεστοι τῷ θεῷ. τότε τοίνυν Σατουρνῖνος ὁ ἀνθύπατος διὰ τοῦ κήρυκος τὰ τῶν ἁγίων μαρτύρων ὀνόματα κηρυχθῆναι προσέταξεν, τουτέστι τὸν Σπερᾶτον, Νάρτζαλλον, Κηττῖνον, Οὐετούριον, Φίληκα, Ἀκουιλῖνον, Κελεστῖνον, Ἰανουρίαν, Γενερῶσαν, Ἑστίαν, Δονᾶταν καὶ Σεκούνδαν. τηνικαῦτα οὖν πάντες οἱ ἅγιοι τὸν θεὸν δοξολογοῦντες ὁμοφώνως ἔφασκον · σοὶ εὐχαριστοῦμεν, τρισάγιε κύριε, καὶ σὲ μεγαλύνομεν, ὅτι τὸν ἀγῶνα τῆς ὁμολογίας ἵλεως ἐτελείωσας, καὶ διαμένει σου ἡ βασιλεία εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. καὶ ἀναπεμψάντων αὐτῶν τὸ ἀμὴν ἐτελειώθησαν τῷ ξίφει, μηνὶ Ἰουλίῳ ιζʹ. ἦσαν οὖν ὁρμώμενοι οἱ ἅγιοι ἀπὸ Ἰσχλὴ τῆς Νουμηδίας, κατάκεινται δὲ πλησίον Καρθαγέννης μητροπόλεως · ἐμαρτύρησαν δὲ ἐπὶ Πέρσαντος καὶ Κλαυδιανοῦ τῶν ὑπάτων καὶ Σατουρνίνου ἀνθυπάτου, καθ’ἡμᾶς δὲ βασιλεύοντος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ · ᾧ πρέπει πᾶσα δόξα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. ἐπλήσθη σὺν θεῷ τὸ μαρτύριον τῶν ἁγίων Σπεράτου, Ναρτζάλλου, Κηττίνου, Οὐετουρίου καὶ τῶν σὺν αὐτοῖς.