Acts of Justin and Companions

Acts of Justin and Companions

ἐν τῷ καιρῷ τῶν ἀνόμων ὑπερμάχων τῆς εἰδωλολατρείας, προστάγματα ἀσεβῆ κατὰ τῶν εὐσεβούντων Χριστιανῶν, κατὰ πόλιν καὶ χώραν ἐξετίθετο, ὥστε αὐτοὺς ἀναγκάζεσθαι σπένδειν τοῖς ματαίοις εἰδώλοις. συλληφθέντες οὖν οἱ ἅγιοι ἄνδρες εἰσήχθησαν πρὸς τὸν τῆς Ῥώμης ἔπαρχον, ὀνόματι Ῥουστικὸν · ὧν εἰσαχθέντων πρὸ τοῦ βήματος, Ῥουστικὸς ὁ ἔπαρχος εἶπε πρὸς Ἰουστῖνον · πρῶτον πείσθητι τοῖς θεοῖς, καὶ ὑπάκουσον τοῖς βασιλεῦσιν. Ἰουστῖνος εἶπεν · ἄμεμπτον καὶ ἀκατάγνωστον, τὸ πείθεσθαι τοῖς προσταχθεῖσιν ὑπὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ῥουστικὸς ἔπαρχος εἶπε · ποίους λόγους μεταχειρίζεις; Ἰουστῖνος εἶπε · πάντας μὲν λόγους ἐπειράθην μαθεῖν, συνεθέμην δὲ τοῖς ἀληθέσι λόγοις τῶν Χριστιανῶν, καὶ μὴ ἀρέσκουσι τοῖς ψευδοδόξοις. Ῥουστικὸς ἔπαρχος εἶπεν · ἐκεῖνοί σε ἀρέσκουσιν οἱ λόγοι, πανάθλιε; Ἰουστῖνος εἶπεν · ναὶ · ἐπειδὴ μετὰ δόγματος ὀρθοῦ ἕπομαι αὐτούς. Ῥουστικὸς ἔπαρχος εἶπε · ποῖόν ἐστι δόγμα; ὅπερ εὐσεβοῦμεν εἰς τὸν τῶν Χριστιανῶν Θεὸν, ὃν ἡγούμεθα ἕνα, τοῦτον ἐξ ἀρχῆς ποιητὴν καὶ δημιουργὸν τῆς πάσης κτίσεως, ὁρατῆςτε καὶ ἀοράτου, καὶ κύριον Ἰησοῦν Χριστὸν παῖδα Θεοῦ, ὃς καὶ προκεκήρυκται ὑπὸ τῶν προφητῶν, μέλλων παραγίνεσθαι τῷ γένει τῶν ἀνθρώπων, σωτηρίας κῆρυξ καὶ διδάσκαλος καλῶν μαθητῶν · κἀγὼ ἄνθρωπος ὢν, μικρὰ νομίζω λέγειν πρὸς τὴν αὐτοῦ ἄπειρον θεότητα, προφητικήν τινα δύναμιν ὁμολογῶν · ἐπὶ προκεκήρυκται περὶ τούτου, ὃν ἔφην νῦν Θεοῦ υἱὸν ὄντα · ἴσθι γὰρ, ὅτι ἄνωθεν προεῖπον οἱ προφῆται περὶ τῆς τούτου παρουσίας γενομένης ἐν ἀνθρώποις. Ῥουστικὸς ἔπαρχος εἶπε · ποῦ συνέρχεσθε; Ἰουστῖνος εἶπεν · ἔνθα ἑκάστῳ προαίρεσις καὶ δύναμίς ἐστι · πάντως γὰρ νομίζεις ἐπὶ τὸ αὐτὸ συνέχεσθαι ἡμᾶς πάντας; οὐχ ὄντως δὲ · διότι ὁ Θεὸς τῶν Χριστιανῶν τόπῳ οὐ περιγράφεται · ἀλλὰ ἀόρατος ὢν τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῖ, καὶ πανταχοῦ ὑπὸ τῶν πιστῶν προσκυνεῖται καὶ δοξάζεται. Ῥουστικὸς ἔπαρχος εἶπεν · εἰπὲ, ποῦ συνέρχεσθε, ἢ εἰς ποῖον τόπον ἀθροίζεις τοὺς μαθητάς σου; Ἰουστῖνος εἶπεν · ἐγὼ ἐπάνω μένω τινὸς Μαρτίνου τοῦ Τιμιοτίνου βαλανίου, καὶ παρὰ πάντα τὸν χρόνον τοῦτον · ἐπεδήμησα δὲ τῇ Ῥωμαίων πόλει τοῦτο δεύτερον, καὶ οὐ γινώσκω ἄλλην τινὰ συνέλευσιν εἰ μὴ τὴν ἐκεῖ, καὶ εἰ τις ἐβούλετο ἀφικνεῖσθαι παρ’ἐμοὶ, ἐκοινώνουν αὐτῷ τὸν τῆς ἀληθείας λόγον. Ῥουστικὸς εἶπεν · οὐκ οὖν λοιπὸν Χριστιανὸς εἶ; Ἰουστῖνος εἶπεν · ναὶ, Χριστιανός εἰμι · Ῥουστικὸς ἔπαρχος τῷ Χαρίτωνι εἶπεν · εἶπε, Χαρίτων, καὶ σὺ Χριστιανὸς εἶ; Χαρίτων εἶπε · χριστιανός εἰμι, Θεοῦ κελεύσει. Ῥουστικὸς ἔπαρχος πρὸς τὴν Χαριτὼ εἶπε · σὺ τί λέγεις, Χαριτοῖ; Χαριτὼ εἶπε, Χριστιανός εἰμι τῇ τοῦ Χριστοῦ δωρεᾷ. Ῥουστικὸς εἶπε τῷ Εὐελπίστῳ · σὺ δὲ τίς εἶ; Εὐέλπιστος, δοῦλος Καίσαρος, ἀπεκρίνατο, “ κἀγὼ Χριστιανός εἰμι, ἐλευθερωθεὶς ὑπὸ Χριστοῦ, καὶ τῆς αὐτῆς ἐλπίδος μετέχω, χάριτι Χριστοῦ”. Ῥουστικὸς ἔπαρχος τῷ Ἱέρακι εἶπε · καὶ σὺ Χριστιανὸς εἶ; Ἱέραξ εἶπε · ναὶ, Χριστιανός εἰμι · τὸν γὰρ αὐτὸν Θεὸν σέβομαι καὶ προσκυνῶ. Ῥουστικὸς, ἔπαρχος εἶπεν · Ἰουστῖνος ὑμᾶς ἐποίησε Χριστιανούς; Ἱέραξ εἶπεν · ἤμην Χριστιανὸς, καὶ ἔσομαι. Παίων δὲ ἑστὼς εἶπε · κἀγὼ Χριστιανός εἰμι. Ῥουστικὸς ἔπαρχος εἶπε · τίς ὁ διδάξας σε; Παίων εἶπεν · ἀπὸ τῶν γονέων παρειλήφαμεν τὴν καλὴν ταύτην ὁμολογίαν. Εὐέλπιστος εἶπεν · Ἰουστίνου μὲν ἡδέως ἤκουον τῶν λόγων, παρὰ τῶν γονέων δὲ κἀγὼ παρείληφα Χριστιανὸς εἶναι. Ῥουστικὸς ἔπαρχος εἶπε · ποῦ εἰσὶν οἱ γονεῖς σου; Εὐέλπιστος εἶπεν · ἐν τῇ Καππαδοκίᾳ. Ῥουστικὸς τῷ Ἱέρακι λέγει · οἱ σοὶ γονεῖς ποῦ ἐστίν; ὁ δὲ ἀπεκρίνατο λέγων · ὁ ἀληθινὸς ἡμῶν πατήρ ἐστιν ὁ Χριστὸς, καὶ μήτηρ ἡ εἰς αὐτὸν πίστις · οἱ δὲ ἐπίγειοί μου γονεῖς ἐτελεύτησαν · καὶ ἐγὼ ἀπὸ Ἰκονίου τῆς Φρυγίας ἀποσπαθεὶς ἐνθάδε ἐλήλυθα. Ῥουστικὸς ἔπαρχος εἶπε Λιβεριανῷ · τί καὶ σὺ λέγεις; οὐ δὲ σὺ εὐσεβεῖς; Λιβεριανὸς εἶπε · κἀγὼ Χριστιανός εἰμι · εὐσεβῶ γὰρ καὶ προσκυνῶ τὸν μόνον ἀληθινὸν Θεόν. ὁ ἔπαρχος λέγει πρὸς τὸν Ἰουστῖνον · ἄκουε, ὁ λεγόμενος λόγιος καὶ νομίζων ἀληθινοὺς εἰδέναι λόγους, ἐὰν μαστιγωθεὶς ἀποκεφαλισθῇ, πείσῃ ὅτι μέλλεις ἀναβαίνειν εἰς τοὺς οὐρανούς; Ἰουστῖνος εἶπεν · ἐλπίζω ἕξειν αὐτοῦ τὰ δόγματα · ἐὰν ὑπομείνω ταῦτα · οἶδα καὶ πᾶσι τοῖς οὕτω βιώσασι παραμένειν τὸ θεῖον χάρισμα, μέχρι τῆς ἐμπληρώσεως τοῦ παντὸς κόσμου. Ῥουστικὸς ἔπαρχος εἶπε · τοῦτο οὖν ὑπονοεῖς ὅτι ἀναβήσῃ εἰς τοὺς οὐρανοὺς, ἀμοιβάς τινας ἀποληψόμενος; Ἰουστῖνος εἶπεν · οὐχ ὑπονοῶ, ἀλλ’ἐπίσταμαι καὶ πεπληροφόρημαι. Ῥουστικὸς ἔπαρχος εἶπε · τὸ λοιπὸν ἔλθωμεν εἰς τὸ προκείμενον καὶ κατεπεῖγον πρᾶγμα · συνελθόντες οὖν ὁμοθυμαδὸν θύσατε τοῖς θεοῖς. Ἰουστῖνος εἶπεν · οὐδεὶς εὐφρονῶν ἀπὸ εὐσεβείας εἰς ἀσέβειαν μεταπίπτει. Ῥουστικὸς ἔπαρχος εἶπεν · εἰ μὴ πείθεσθε, τιμωρηθήσεσθε ἀνηλεῶς. Ἰουστῖνος εἶπε · δι’εὐχῆς ἔχωμεν διὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τιμωρηθέντες σωθῆναι · ὅτι τοῦτο ἡμῖν σωτηρία καὶ παρρησία γενήσεται ἐπὶ τοῦ φοβεροῦ καὶ παγκοσμίου βήματος τοῦ δεσπότου ἡμῶν καὶ σωτῆρος. ὡσαύτως δὲ καὶ οἱ λοιποὶ μάρτυρες εἶπον · ποίει ὃ θέλεις, ἡμεῖς γὰρ Χριστιανοί ἐσμεν, καὶ εἰδώλοις οὐ θύομεν. Ῥουστικὸς ἔπαρχος ἀπεφήνατο λέγων · οἱ μὴ βουληθέντες θῦσαι τοῖς θεοῖς, καὶ ἧξαι τῷ τοῦ Αὐτοκράτορος προστάγματι, μαστιγωθέντες ἀπαχθήτωσαν, κεφαλικὴν ἀποτιννύντες δίκην, κατὰ τὴν τῶν νόμων ἀκολουθίαν. οἱ ἅγιοι μάρτυρες δοξάζοντες τὸν Θεὸν, ἐξελθόντες ἐπὶ τὸν συνήθη τόπον ἀπετμήθησαν τὰς κεφαλὰς, καὶ ἐτελείωσαν αὑτῶν τὴν μαρτυρίαν ἐν τῇ τοῦ Σωτῆρος ὁμολογίᾳ. τινὲς δὲ τῶν πιστῶν, λατρέως αὐτῶν τὰ σώματα λαβόντες, κατέθεντο ἐν τόπῳ ἐπιτηδείῳ, συνεργασάσης αὐτοῖς τῆς χάριτος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.