Lycophron

Alexandra

.
.
1
λέξω τὰ πάντα νητρεκῶς, μ’ἱστορεῖς,
2
ἀρχῆς ἀπ’ἄκρας · ἢν δὲ μηκυνθῇ λόγος,
3
σύγγνωθι δέσποτ’· οὐ γὰρ ἥσυχος κόρη
4
ἔλυσε χρησμῶν, ὡς πρίν, αἰόλον στόμα,
5
ἀλλ’ἄσπετον χέασα παμμιγῆ βοὴν
6
δαφνηφάγων φοίβαζεν ἐκ λαιμῶν ὄπα,
7
Σφιγγὸς κελαινῆς γῆρυν ἐκμιμουμένη.
8
τῶν ἅσσα θυμῷ καὶ διὰ μνήμης ἔχω,
9
κλύοις ἄν, ὦναξ, κἀναπεμπάζων φρενὶ
10
πυκνῇ διοίχνει δυσφάτους αἰνιγμάτων
11
οἴμας τυλίσσων, ᾗπερ εὐμαθὴς τρίβος
12
ὀρθῇ κελεύθῳ τἀν σκότῳ ποδηγετεῖ.
13
ἐγὼ δ’ἄκραν βαλβῖδα μηρίνθου σχάσας,
14
ἄνειμι λοξῶν εἰς διεξόδους ἐπῶν,
15
πρώτην ἀράξας νύσσαν ὡς πτηνὸς δρομεύς.
16
Ἠὼς μὲν αἰπὺν ἄρτι Φηγίου πάγον
17
κραιπνοῖς ὑπερποτᾶτο Πηγάσου πτεροῖς,
18
Τιθωνὸν ἐν κοίταισι τῆς Κέρνης πέλας
19
λιποῦσα, τὸν σὸν ἀμφιμήτριον κάσιν.
20
οἱ δ’οὖσα γρώνης εὐγάληνα χερμάδος
21
ναῦται λίαζον κἀπὸ γῆς ἐσχάζοσαν
22
ὕσπληγγας. αἱ δὲ παρθενοκτόνον Θέτιν
23
ἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαις
24
πελαργοχρῶτες, αἱ Φαλακραῖαι κόραι,
25
ὑπὲρ Καλυδνῶν λευκὰ φαίνουσαι πτίλα,
26
ἄφλαστα, καὶ φώσσωνας ὠργυιωμένους
27
ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς.
28
δ’ἔνθεον σχάσασα βακχεῖον στόμα,
29
ἄτης ἀπ’ἄκρων βουπλανοκτίστων λόφων,
30
τοιῶνδ’ἀπ’ἀρχῆς ἦρχ’Ἀλεξάνδρα λόγων ·
31
αἰαῖ, τάλαινα θηλαμών, κεκαυμένη
32
καὶ πρόσθε μὲν πεύκαισιν οὐλαμηφόροις
33
τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις
34
Τρίτωνος ἠμάλαψε κάρχαρος κύων ·
35
ἔμπνους δὲ δαιτρὸς ἡπάτων φλοιδούμενος
36
τινθῷ λέβητος ἀφλόγοις ἐπ’ἐσχάραις
37
σμήριγγας ἐστάλαξε κωδείας πέδῳ,
38
τεκνοραίστης, λυμεὼν ἐμῆς πάτρας,
39
δευτέραν τεκοῦσαν ἄτρωτον βαρεῖ
40
τύψας ἀτράκτῳ στέρνον, ἔντ’αὐλῷ μέσῳ
41
πατρὸς παλαιστοῦ χερσὶν ὀχμάσας δέμας
42
Κρόνου παρ’αἰπὺν ὄχθον, ἔνθα γηγενοῦς
43
ἵππων ταρακτής ἐστιν Ἰσχένου τάφος,
44
τὴν θαλάσσης Αὐσονίτιδος μυχοὺς
45
στενοὺς ὀπιπεύουσαν ἀγρίαν κύνα
46
κτανὼν ὑπὲρ σπήλυγγος ἰχθυωμένην,
47
ταυροσφάγον λέαιναν, ἣν αὖθις πατὴρ
48
σάρκας καταίθων λοφνίσιν δωμήσατο,
49
Λέπτυνιν οὐ τρέμουσαν, οὐδαίαν θεόν ·
50
ἐξηνάριξεν ὅν ποτ’ἀξίφῳ δόλῳ
51
νέκυς, τὸν Ἅιδην δεξιούμενον πάλαι ·
52
λεύσσω σε, τλῆμον, δεύτερον πυρουμένην
53
ταῖςτ’Αἰακείοις χερσὶ τοῖςτε Ταντάλου
54
Λέτριναν οἰκουροῦσι λειψάνοις πυρὸς
55
παιδὸς καταβρωθέντος αἰθάλῳ δέμας,
56
τοῖς Τευταρείοις βουκόλου πτερώμασι ·
57
τὰ πάντα πρὸς φῶς βαρύζηλος δάμαρ,
58
στείλασα κοῦρον τὸν κατήγορον χθονός,
59
ἄξει, πατρὸς μομφαῖσιν ἠγριωμένη,
60
λέκτρωνθ’ἕκατι τῶντ’ἐπεισάκτων γάμων.
61
αὐτὴ δὲ φαρμακουργός, οὐκ ἰάσιμον
62
ἕλκος δρακοῦσα τοῦ ξυνευνέτου λυγρὸν
63
Γιγαντοραίστοις ἄρδισιν τετρωμένου
64
πρὸς ἀνθοπλίτου, ξυνὸν ὀγχήσει μόρον,
65
πύργων ἀπ’ἄκρων πρὸς νεόδμητον νέκυν
66
ῥοιζηδὸν ἐκβράσασα κύμβαχον δέμας ·
67
πόθῳ δὲ τοῦ θανόντος ἠγκιστρωμένη,
68
ψυχὴν περὶ σπαίροντι φυσήσει νεκρῷ.
69
στένω, στένω σε δισσὰ καὶ τριπλᾶ, δορὸς
70
αὖθις πρὸς ἀλκὴν καὶ διαρπαγὰς δόμων
71
καὶ πῦρ ἐναυγάζουσαν αἰστωτήριον.
72
στένω σε, πάτρα, καὶ τάφους Ἀτλαντίδος
73
δύπτου κέλωρος, ὅς ποτ’ἐν ῥαπτῷ κύτει,
74
ὁποῖα πορκὸς Ἰστριεὺς τετρασκελής,
75
ἀσκῷ μονήρης ἀμφελυτρώσας δέμας,
76
Ῥειθυμνιάτης κέπφος ὣς ἐνήξατο,
77
Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς
78
λιπὼν ἐρυμνὸν κτίσμα Κυρβάντων Σάον,
79
ὅτ’ἠμάθυνε πᾶσαν ὀμβρήσας χθόνα
80
Ζηνὸς καχλάζων νασμός · οἱ δὲ πρὸς πέδῳ
81
πύργοι κατηρείποντο, τοὶ δὲ λοισθίαν
82
νήχοντο μοῖραν προὐμμάτων δεδορκότες.
83
φηγὸν δὲ καὶ δρύκαρπα καὶ γλυκὺν βότρυν
84
φάλλαιτε καὶ δελφῖνες αἵτ’ἐπ’ἀρσένων
85
φέρβοντο φῶκαι λέκτρα θουρῶσαι βροτῶν.
86
λεύσσω θέοντα γρυνὸν ἐπτερωμένον
87
τρήρωνος εἰς ἅρπαγμα Πεφναίας κυνός,
88
ἣν τόργος ὑγρόφοιτος ἐκλοχεύεται,
89
κελυφάνου στρόβιλον ὠστρακωμένην.
90
καὶ δή σε ναύτην Ἁχερουσία τρίβος
91
καταιβάτις πύγαργον, οὐ πατρὸς κόπρους
92
στείβοντα ῥακτῶν βουστάθμων, ξενώσεται,
93
ὡς πρόσθε, κάλλους τὸν θυωρίτην τριπλαῖς.
94
ἀλλ’ὀστρίμων μὲν ἀντὶ Γαμφηλὰς ὄνου
95
καὶ Λᾶν περάσεις, ἀντὶ δ’εὐχίλου κάπης
96
καὶ μηλιαυθμῶν ἠδὲ χερσαίας πλάτης
97
τράμπις σ’ὀχήσει καὶ Φερέκλειοι πόδες
98
δισσὰς σαλάμβας κἀπὶ Γυθείου πλάκας,
99
ἐν αἷσι πρὸς κύνουρα καμπύλους σχάσας
100
πεύκης ὀδόντας, ἕκτορας πλημμυρίδος,
101
σκαρθμῶν ἰαύσεις εἰναφώσσωνα στόλον.
102
καὶ τὴν ἄνυμφον πόρτιν ἁρπάσας λύκος,
103
δυοῖν πελειαῖν ὠρφανισμένην γονῆς
104
καὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχων
105
ληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ,
106
Θύσαισιν ἁρμοῖ μηλάτων ἀπάργματα
107
φλέγουσαν ἐν κρόκαισι καὶ Βύνῃ θεᾷ,
108
θρέξεις ὑπὲρ Σκάνδειαν Αἰγίλουτ’ἄκραν,
109
αἴθων ἐπακτὴρ καγχαλῶν ἀγρεύματι.
110
νήσῳ δ’ἐνὶ δράκοντος ἐκχέας πόθον
111
Ἀκτῆς, διμόρφου γηγενοῦς σκηπτουχίας,
112
τὴν δευτέραν ἕωλον οὐκ ὄψει Κύπριν,
113
ψυχρὸν παραγκάλισμα κἀξ ὀνειράτων
114
κεναῖς αφάσσων ὠλέναισι δέμνια.
115
γάρ σε συλλέκτροιο Φλεγραίας πόσις
116
στυγνὸς Τορώνης, γέλως ἀπέχθεται
117
καὶ δάκρυ, νῆις δ’ἐστὶ καὶ τητώμενος
118
ἀμφοῖν, Θρῄκης ἔκ ποτ’εἰς ἐπακτίαν
119
Τρίτωνος ἐκβολαῖσιν ἠλοκισμένην
120
χέρσον περάσας, οὐχὶ ναυβάτῃ στόλῳ,
121
ἀλλ’ἀστίβητον οἶμον, οἷά τις σιφνεύς,
122
κευθμῶνος ἐν σήραγγι τετρήνας μυχούς,
123
νέρθεν θαλάσσης ἀτραποὺς διήνυσε,
124
τέκνων ἀλύξας τὰς ξενοκτόνους πάλας
125
καὶ πατρὶ πέμψας τὰς ἐπηκόους λιτὰς
126
στῆσαι παλίμπουν εἰς πάτραν, ὅθεν πλάνης
127
Παλληνίαν ἐπῆλθε γηγενῶν τροφόν
128
κεῖνός σε, Γουνεὺς ὥσπερ, ἐργάτης δίκης
129
τῆςθ’Ἡλίου θυγατρὸς Ἰχναίας βραβεύς,
130
ἐπεσβολήσας λυγρὰ νοσφιεῖ γάμων,
131
λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος ·
132
ὅς τοὺς Λύκουτε καὶ Χιμαιρέως τάφους
133
χρησμοῖσι κυδαίνοντας οὐκ αἰδούμενος
134
οὐ δ’Ἀνθέως ἔρωτας οὐ δὲ τὸν ξένοις
135
σύνδορπον Αἰγαίωνος ἁγνίτην πάγον
136
ἔτλης θεῶν ἀλοιτὸς ἐκβῆναι δίκην,
137
λάξας τράπεζαν κἀνακυπώσας Θέμιν,
138
ἄρκτου τιθήνης ἐκμεμαγμένος τρόπους.
139
τοιγὰρ ψαλάξεις εἰς κενὸν νευρᾶς κτύπον,
140
ἄσιτα κὰδώρητα φορμίζων μέλη ·
141
κλαίων δὲ πάτραν τὴν πρὶν ῇθαλωμένην
142
ἵξῃ χεροῖν εἴδωλον ἠγκαλισμένος
143
τῆς πενταλέκτρου θυιάδος Πλευρωνίας.
144
γυιαὶ γὰρ εὐναστῆρας ἄμναμοι τριπλαῖς
145
πήναις κατεκλώσαντο δηναιᾶς Ἁλός
146
νυμφεῖα πεντάγαμβρα δαίσασθαι γάμων.
147
δοιὼ μὲν ἁρπακτῆρας αὐγάσει λύκους,
148
πτηνοὺς τριόρχας αἰετοὺς ὀφθαλμίας,
149
τὸν δ’ἐκ Πλυνοῦτε κἀπὸ Καρικῶν ποτῶν
150
βλαστόντα ῥίζης, ἡμικρῆτα βάρβαρον,
151
Ἐπειόν, οὐκ Ἀργεῖον ἀκραιφνῆ γοναῖς.
152
οὗ πάππον ἐν γαμφαῖσιν Ἐνναία ποτὲ
153
Ἕρκυνν’Ἐρινὺς Θουρία Ξιφηφόρος
154
ἄσαρκα μιστύλασα τύμβευσεν φάρῳ,
155
τὸν ὠλενὶτην χόνδρον ἐνδατουμένη.
156
ὃν δὴ δὶς ἡβήσαντα καὶ βαρὺν πόθον
157
φυγόντα Ναυμέδοντος ἁρπακτήριον
158
ἔστειλ’Ἐρεχθεὺς εἰς Λετριναίους γύας
159
λευρὰν ἀλετρεύσοντα Μόλπιδος πέτραν,
160
τοῦ Ζηνὶ δαιτρευθέντος Ὀμβρίῳ δέμας,
161
γαμβροκτόνον ῥαίσοντα πενθεροφθόροις
162
βουλαῖς ἀνάγνοις, ἃς Καδμίλου γόνος
163
ἤρτυσε. τὸν δὲ λοῖσθον ἐκπιὼν σκύφον
164
φερωνύμους ἔδυψε Νηρέως τάφους,
165
πανώλεθρον κηλῖδα θωύξας γένει,
166
τὴν πόδαργον Ψύλλαν ἡνιοστροφῶν
167
καὶ τὴν ὁπλαῖς Ἅρπινναν Ἁρπυίαις ἴσην.
168
τὸν δ’αὖ τέταρτον αὐθόμαιμον ὄψεται
169
κίρκου καταρρακτῆρος, ὅντε συγγόνων
170
τὰ δευτερεῖα τῆς δαϊσφάλτου πάλης
171
λαβόντα κηρύξουσιν. ἐν δὲ δεμνίοις
172
τὸν ἐξ ὀνείρων πέμπτον ἐστροβημένον
173
εἰδωλοπλάστῳ προσκαταξανεῖ ῥέθει,
174
τὸν μελλόνυμφον εὐνέτην Κυταϊκῆς,
175
τῆς ξεινοβάκχης, ὅν ποτ’Οἰνώνης φυγάς,
176
μύρμων τὸν ἑξάπεζον ἀνδρώσας στρατόν,
177
Πελασγικὸν Τυφῶνα γεννᾶται πατήρ,
178
ἀφ’ἑπτὰ παίδων φεψάλῳ σποδουμένων
179
μοῦνον φλέγουσαν ἐξαλύξαντα σποδόν.
180
χὠ μὲν παλιμπόρευτον ἵξεται τρίβον,
181
σφῆκας δαφοινοὺς χηραμῶν ἀνειρύσας,
182
ὁποῖα κοῦρος δῶμα κινήσας καπνῷ ·
183
οἱ δ’αὖ προγεννήτειραν οὐλαμωνύμου
184
βύκταισι χερνίψαντες ὠμησταὶ πόριν,
185
τοῦ Σκυρίου δράκοντος ἔντοκον λεχώ,
186
ἣν ξύνευνος Σαλμυδησίας ἁλὸς
187
ἐντὸς ματεύων, Ἑλλάδος καρατόμον,
188
δαρὸν φαληριῶσαν οἰκήσει σπίλον
189
Κελτοῦ πρὸς ἐκβολαῖσι λιμναίων ποτῶν,
190
ποθῶν δάμαρτα, τήν ποτ’ἐν σφαγαῖς κεμὰς
191
λαιμὸν προθεῖσα φασγάνων ἒκ ῥύσεται.
192
βαθὺς δ’ἔσω ῥηγμῖνος αὐδηθήσεται
193
ἔρημος ἐν κρόκαισι νυμφίου δρόμος,
194
στένοντος ἄτας καὶ κενὴν ναυκληρίαν
195
καὶ τὴν ἄφαντον εἶδος ἠλλοιωμένην
196
γραῖαν σφαγείων ἠδὲ χερνίβων πέλας
197
Ἅιδουτε παφλάζοντος ἐκ βυθῶν φλογὶ
198
κρατῆρος, ὃν μέλαινα ποιφύξει φθιτῶν
199
σάρκας λεβητίζουσα δαιταλουργίᾳ.
200
χὠ μὲν πατήσει χῶρον αἰάζων Σκύθην,
201
εἰς πέντε που πλειῶνας ἱμείρων λέχους.
202
οἱ δ’ἀμφὶ βωμὸν τοῦ προμάντιος Κρόνου
203
σὺν μητρὶ τέκνων νηπίων κρεανόμου
204
ὅρκων τὸ δευτεροῦχον ἄρσαντες ζυγὸν
205
στερρὰν ἐνοπλίσουσιν ὠλέναις πλάτην,
206
σωτῆρα Βάκχον τῶν πάροιθε πημάτων
207
Σφάλτην ἀνευάζοντες, ποτ’ἐν μυχοῖς
208
Δελφινίου παρ’ἄντρα Κερδῴου θεοῦ
209
Ταύρῳ κρυφαίας χέρνιβας κατάρξεται
210
χιλίαρχος τοῦ πολιρραίστου στρατοῦ.
211
θυμάτων πρόσπαιον ἐκτίνων χάριν
212
δαίμων Ἐνόρχης Φιγαλεὺς Φαυστήριος
213
λέοντα θοίνης, ἴχνος ἐμπλέξας λύγοις,
214
σχήσει, τὸ μὴ πρόρριζον αἰστῶσαι στάχυν
215
κείροντ’ὀδόντι καὶ λαφυστίαις γνάθοις.
216
λεύσσω πάλαι δὴ σπεῖραν ὁλκαίων κακῶν,
217
σύρουσαν ἅλμῃ κἀπιροιζοῦσαν πάτρᾳ
218
δεινὰς ἀπειλὰς καὶ πυριφλέκτους βλάβας.
219
ὡς μή σε Κάδμος ὤφελ’ἐν περιρρύτῳ
220
Ἴσσῃ φυτεῦσαι δυσμενῶν ποδηγέτην,
221
τέταρτον ἐξ Ἄτλαντος ἀθλίου σπόρον,
222
τῶν αὐθομαίμων συγκατασκάπτην Πρύλιν,
223
τόμουρε πρὸς τὰ λῷστα νημερτέστατε ·
224
μήδ’Αἰσακείων οὑμὸς ὤφελεν πατὴρ
225
χρησμῶν ἀπῶσαι νυκτίφοιτα δείματα,
226
μιᾷ δὲ κρύψαι τοὺς διπλοῦς ὑπὲρ πάτρας
227
μοίρᾳ, τεφρώσας γυῖα Λημναίῳ πυρί ·
228
οὐκ ἂν τοσῶνδε κῦμ’ἐπέκλυσεν κακῶν.
229
καὶ δὴ Παλαίμων δέρκεται βρεφοκτόνος
230
ζέουσαν αἰθυίαισι πλεκτανοστόλοις
231
γραῖαν ξύνευνον Ὠγένου Τιτηνίδα.
232
καὶ δὴ διπλᾶ σὺν πατρὶ ῥαίεται τέκνα,
233
στερρῷ τυπέντι κλεῖδας εὐάρχῳ μύλῳ,
234
τὰ πρόσθεν αὐλητῆρος ἐκπεφευγότα
235
ψυδραῖσι φήμαις λαρνακοφθόρους ῥιφάς,
236
δὴ πιθήσας στυγνὸς ἄρταμος τέκνων,
237
αἰθυιόθρεπτος πορκέων λιναγρέτης,
238
κρηθμοῖσι καὶ ῥαιβοῖσι νηρίταις φίλος,
239
χηλῷ κατεδρύφαξε διπτύχους γονάς.
240
σὺν τοῖς δ’ τλήμων, μητρὸς οὐ φράσας θεᾶς
241
μνήμων ἐφετμάς, ἀλλᾶ ληθάργῳ σφαλείς,
242
πρηνὴς θανεῖται στέρνον οὐτασθεὶς ξίφει.
243
καὶ δὴ στένει Μύρινα καὶ παράκτιοι
244
ἵππων φριμαγμὸν ᾐόνες δεδεγμέναι,
245
ὅταν Πελασγὸν ἅλμα λαιψηροῦ ποδὸς
246
εἰς θῖν’ἐρείσας λοισθίαν αἴθων λύκος
247
κρηναῖον ἐξ ἄμμοιο ῥοιβδήσῃ γάνος,
248
πηγὰς ἀνοίξας τὰς πάλαι κεκρυμμένας.
249
καὶ δὴ καταίθει γαῖαν ὀρχηστὴς Ἄρης,
250
στρόμβῳ τὸν αἱματηρὸν ἐξάρχων νόμον.
251
ἅπασα δὲ χθὼν προὐμμάτων δῃουμένη
252
κεῖται, πέφρικαν δ’ὥστε ληίου γύαι
253
λόγχαις ἀποστίλβοντες, οἰμωγὴ δέ μοι
254
ἐν ὠσὶ πύργων ἐξ ἄκρων ἰνδάλλεται,
255
πρὸς αἰθέρος κυροῦσα νηνέμους ἕδρας,
256
γόῳ γυναικῶν καὶ καταρραγαῖς πέπλων,
257
ἄλλην ἐπ’ἄλλῃ συμφορὰν δεδεγμένων.
258
ἐκεῖνό σ’, τάλαινα καρδία, κακὸν
259
ἐκεῖνο δάψει πημάτων ὑπέρτατον,
260
εὖτ’ἂν λαβράζων περκνὸς αἰχμητὴς χάρων,
261
πτεροῖσι χέρσον αἰετὸς διαγράφων
262
ῥαιβῷ τυπωτὴν τόρμαν ἀγκύλῃ βάσει,
263
κλάζωντ’ἄμικτον στόματι ῥιγίστην βοήν,
264
τὸν φίλτατόν σου τῶν ἀγαστόρων τρόφιν
265
Πτῴουτε πατρός ἁρπάσας μετάρσιον,
266
ὄνυξι γαμφηλαῖσίθ’αἱμάσσων δέμας,
267
ἔγχωρα τίφη καὶ πέδον χραίνῃ φόνῳ,
268
λευρᾶς βοώτης γατομῶν δι’αὔλακος.
269
λαβὼν δὲ ταύρου τοῦ πεφασμένου δάνος,
270
σκεθρῷ ταλάντῳ τρυτάνης ἠρτημένον,
271
αὖθις τὸν ἀντίποινον ἐγχέας ἴσον
272
Πακτώλιον σταθμοῖσι τηλαυγῆ μύδρον,
273
κρατῆρα Βάκχου δύσεται, κεκλαυσμένος
274
νύμφαισιν αἳ φίλαντο Βηφύρου γάνος
275
Λειβηθρίηνθ’ὕπερθε Πιμπλείας σκοπήν,
276
νεκροπέρνας, ὃς προδειμαίνων πότμον
277
καὶ θῆλυν ἀμφὶ σῶμα τλήσεται πέπλον
278
δῦναι, παρ’ἱστοῖς κερκίδος ψαύσας κρότων,
279
καὶ λοῖσθος εἰς γῆν δυσμενῶν ῥῖψαι πόδα,
280
τὸ σόν, ξύναιμε, κἀν ὕπνῳ πτήσσων δόρυ.
281
δαῖμον, οἷον κίον’αἰστώσεις δόμων,
282
ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας ·
283
οὐ μὴν ἀνατεί γ’οὐ δ’ἄνευ μόχθων πικρῶν
284
πένθουςθ’ λῃστὴς Δωριεὺς γελᾷ στρατός,
285
ἐπεγκαχάζων τοῦ δεδουπότος μόρῳ,
286
ἀλλ’ἀμφὶ πρύμναις τὴν πανυστάτην δραμὼν
287
πεύκαις βίου βαλβῖδα συμφλεχθήσεται,
288
καλῶν ἐπ’εὐχαῖς πλεῖστα Φύξιον Δία
289
πορθουμένοισι κῆρας ἀρκέσαι πικράς.
290
τότ’οὔτε τάφρος, οὔτε ναυλόχων σταθμῶν
291
πρόβλημα καὶ σταυροῖσι κορσωτὴ πτέρυξ,
292
οὐ γεῖσα χραισμήσουσιν, οὐ δ’ἐπάλξιες ·
293
ἀλλ’ὡς μέλισσαι συμπεφυρμένοι καπνῷ
294
καὶ λιγνύος ῥιπαῖσι καὶ γρυνῶν βολαῖς
295
ἄφλαστα καὶ κόρυμβα καὶ κλῃδῶν θρόνους
296
πυκνοὶ κυβιστητῆρες ἐξ ἑδωλίων
297
πηδῶντες αἱμάξουσιν ὀθνείαν κόνιν.
298
πολλοὺς δ’ἀριστεῖς πρωτόλειάθ’Ἑλλάδος
299
αἰχμῇ φέροντας καὶ σποραῖς ὠγκωμένους,
300
αἱ σαὶ καταξανοῦσιν ὄβριμοι χέρες,
301
φόνῳ βλύουσαι κἀπιμαιμῶσαι μάχης.
302
ἐγὼ δὲ πένθος οὐχὶ μεῖον οἴσομαι,
303
τὰς σὰς στένουσα καὶ δι’αἰῶνος ταφάς.
304
οἰκτρὸν γάρ, οἰκτρὸν κεῖν’ἐπόψομαι φάος
305
καὶ πημάτων ὕψιστον, ὧν κράντης χρόνος,
306
μήνης ἑλίσσων κύκλον, αὐδηθήσεται.
307
αἰαῖ, στενάζω καὶ σὸν εὔγλαγον θάλος,
308
σκύμνε, τερπνὸν ἀγκάλισμα συγγόνων,
309
ὅςτ’ἄγριον δράκοντα πυρφόρῳ βαλὼν
310
ἴυγγι τόξων, τὸν τυπέντα δ’ἐν βρόχοις
311
μάρψας ἀφύκτοις βαιὸν ἀστεργῆ χρόνον,
312
πρὸς τοῦ δαμέντος αὐτὸς οὐ τετρωμένος,
313
καρατομηθεὶς τύμβον αἱμάξεις πατρός.
314
οἴμοι δυσαίων, καὶ διπλᾶς ἀηδόνας
315
καὶ σόν, τάλαινα, πότμον αἰάζω, σκύλαξ.
316
ὧν τὴν μὲν αὐτόπρεμνον τοκὰς κόνις
317
χανοῦσα κευθμῷ χείσεται διασφάγος,
318
λεύσσουσαν ἄτην ἀγχίπουν στεναγμάτων,
319
ἵν’ἄλμα πάππου καὶ χαμευνάδος μόροι
320
τῆς λαθρονύμφου πόρτιος μεμιγμένοι
321
σκύμνῳ κέχυνται, πρὶν λαφύξασθαι γάνος,
322
πρὶν ἐκ λοχείας γυῖα χυτλῶσαι δρόσῳ ·
323
σὲ δ’ὠμὰ πρὸς νυμφεῖα καὶ γαμηλίους
324
ἄξει θυηλὰς στυγνὸς Ἴφιδος λέων,
325
μητρὸς κελαινῆς χέρνιβας μιμούμενος,
326
ἣν εἰς βαθεῖαν λαιμίσας ποιμανδρίαν
327
στεφηφόρον βοῦν δεινὸς ἄρταμος δράκων
328
ῥαίσει τριπάτρῳ φασγάνῳ Κανδάονος,
329
λύκοις τὸ πρωτόσφακτον ὅρκιον σχάσας.
330
σὲ δ’ἀμφὶ κοίλην αἰχμάλωτον ᾐόνα
331
πρέσβυν Δολόγκων δημόλευστον ὠλένῃ
332
ἐπεσβόλοις ἀραῖσιν ἠρεθισμένῃ
333
κρύψει κύπασσις χερμάδων ἐπομβρίᾳ,
334
Μαίρας ὅταν φαιουρὸν ἀλλάξῃς δομήν.
335
δ’ἀμφὶ τύμβῳ τἀγαμέμνονος δαμεὶς
336
κρηπῖδα πήγῳ νέρθε καλλυνεῖ πλόκῳ,
337
πρὸς καλύπτρης τῆς ὁμαίμονος τάλας
338
ὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολών,
339
τὸ πρὶν δ’ἀμυδρὸν οὔνομ’αἰστώσας σκότῳ,
340
ὅταν χέλυδρος πυρσὸν ὠμόθριξ βαρὺν
341
ἀπεμπολητὴς τῆς φυταλμίας χθονὸς
342
φλέξας τὸν ὠδίνοντα μορμωτὸν λόχον
343
ἀναψαλάξῃ γαστρὸς ἑλκύσας ζυγά,
344
τῆς Σισυφείας δ’ἀγκύλης λαμπουρίδος
345
λάμψῃ κακὸν φρύκτωρον αὐτανέψιος
346
τοῖς εἰς στενὴν Λεύκοφρυν ἐκπεπλωκόσι
347
καὶ παιδοβρῶτος Πορκέως νήσους διπλᾶς.
348
ἐγὼ δὲ τλήμων γάμους ἀρνουμένη,
349
ἐν παρθενῶνος λαΐνου τυκίσμασιν
350
ἄνις τεράμνων εἰς ἀνώροφον στέγην
351
εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας,
352
τὸν Θοραῖον Πτῷον Ὡρίτην θεὸν
353
λίπτοντ’ἀλέκτρων ἐκβαλοῦσα δεμνίων,
354
ὡς δὴ κορείαν ἄφθιτον πεπαμένη
355
πρὸς γῆρας ἄκρον, Παλλάδος ζηλώμασι
356
τῆς μισονύμφου Λαφρίας Πυλάτιδος,
357
τῆμος βιαίως φάσσα πρὸς τόργου λέχος
358
γαμψαῖσιν ἅρπαις οἰνὰς ἑλκυσθήσομαι,
359
πολλὰ δὴ Βούδειαν Αἴθυιαν Κόρην
360
ἀρωγὸν αὐδάξασα τάρροθον γάμων.
361
δ’εἰς τέραμνα δουρατογλύφου στέγης
362
γλήνας ἄνω στρέψασα χώσεται στρατῷ,
363
ἐξ οὐρανοῦ πεσοῦσα καὶ θρόνων Διός,
364
ἄνακτι πάππῳ χρῆμα τιμαλφέστατον.
365
ἑνὸς δὲ λώβης ἀντί, μυρίων τέκνων
366
Ἑλλὰς στενάξει πᾶσα τοὺς κενοὺς τάφους,
367
οὐκ ὀστοθήκαις, χοιράδων δ’ἐφημένους,
368
οὐ δ’ὑστάτην κεύθοντας ἐκ πυρὸς τέφρην
369
κρωσσοῖσι ταρχυθεῖσαν, θέμις φθιτῶν,
370
ἀλλ’οὔνομ’οἰκτρὸν καὶ κενηρίων γραφὰς
371
θερμοῖς τεκόντων δακρύοις λελουμένας
372
παίδωντε καὶ θρήνοισι τοῖς ὁμευνίδων.
373
Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξ
374
σπίλοιτε καὶ Τρυχάντα καὶ τραχὺς Νέδων
375
καὶ πάντα Διρφωσσοῖο καὶ Διακρίων
376
γωλειὰ καὶ Φόρκυνος οἰκητήριον,
377
ὅσων στεναγμῶν ἐκβεβρασμένων νεκρῶν
378
σὺν ἡμιθραύστοις ἰκρίοις ἀκούσετε,
379
ὅσων δὲ φλοίσβων ῥαχίας ἀνεκβάτου
380
δίναις παλιρροίοισιν ἕλκοντος σάλου,
381
ὅσων δὲ θύννων ἠλοκισμένων ῥαφὰς
382
πρὸς τηγάνοισι κρατός, ὧν καταιβάτης
383
σκηπτὸς κατ’ὄρφνην γεύσεται δῃουμένων,
384
ὅταν καρηβαρεῦντας ἐκ μέθης ἄγων
385
λαμπτῆρα φαίνῃ τὸν ποδηγέτην σκότου
386
σίντης, ἀγρύπνῳ προσκαθήμενος τέχνῃ.
387
τὸν δ’οἷα δύπτην κηρύλον διὰ στενοῦ
388
αὐλῶνος οἴσει κῦμα γυμνήτην φάγρον,
389
διπλῶν μεταξὺ χοιράδων σαρούμενον.
390
γυραῖσι δ’ἐν πέτραισι τερσαίνων πτερὰ
391
στάζοντα πόντου, δευτέραν ἅλμην σπάσει,
392
βληθεὶς ἀπ’ὄχθων τῷ τριωνύχῳ δορί,
393
νιν κολαστὴς δεινὸς οὐτάσας λατρεὺς
394
ἀναγκάσει φάλλαισι κοινωνεῖν δρόμου
395
κόκκυγα κομπάζοντα μαψαύρας στόβους.
396
ψυχρὸν δ’ἐπ’ἀκταῖς ἐκβεβρασμένον νέκυν
397
δελφῖνος ἀκτὶς Σειρία καθαυανεῖ.
398
τάριχον ἐν μνίοις δὲ καὶ βρύοις σαπρὸν
399
κρύψει κατοικτίσασα Νησαίας κάσις,
400
δίσκου μεγίστου τάρροθος Κυναιθέως.
401
τύμβος δὲ γείτων ὄρτυγος πετρουμένης
402
τρέμων φυλάξει ῥόχθον Αἰγαίας ἁλός.
403
τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεὸν
404
λυπρὸς παρ’Ἅιδην δεννάσει κακορροθῶν,
405
μιν παλεύσει δυσλύτοις οἴστρου βρόχοις,
406
ἔρωτας οὐκ ἔρωτας, ἀλλ’Ἐρινύων
407
πικρὰν ἀποψήλασα κηρουλκὸν πάγην.
408
ἅπασα δ’ἄλγη δέξεται κωκυμάτων,
409
ὅσην Ἄρατθος ἐντὸς ἠδὲ δύσβατοι
410
Λειβήθριαι σφίγγουσι Δωτίου πύλαι,
411
οἷς οὑμὸς ἔσται κἀχερουσίαν πάρα
412
ῥηγμῖνα δαρὸν ἐστεναγμένος γάμος.
413
πολλῶν γὰρ ἐν σπλάγχνοισι τυμβευθήσεται
414
βρωθεὶς πολυστοίχοισι καμπέων γνάθοις
415
νήριθμος ἑσμός · οἱ δ’ἐπὶ ξένης ξένοι,
416
παῶν ἔρημοι δεξιώσονται τάφους.
417
τὸν μὲν γὰρ Ἠιὼν Στρυμόνος Βισαλτία,
418
Ἀψυνθίων ἄγχουρος ἠδὲ Βιστόνων,
419
κουροτρόφον πάγουρον Ἠδωνῶν πέλας
420
κρύψει, πρὶν Τυμφρηστὸν αὐγάσαι λέπας,
421
τὸν πατρὶ πλεῖστον ἐστυγημένον βροτῶν,
422
ὅμηρον ὅς μιν θῆκε τετρήνας λύχνους,
423
ὅτ’εἰς νόθον τρήρωνος ηὐνάσθη λέχος.
424
τρισσοὺς δὲ ταρχύσουσι Κερκάφου νάπαι
425
Ἄλεντος οὐκ ἄπωθε καύηκας ποτῶν ·
426
τὸν μέν, Μολοσσοῦ Κυπέως Κοίτου κύκνον,
427
συὸς παραπλαγχθέντα θηλείας τόκων,
428
ὅτ’εἰς ὀλύνθων δῆριν ἑλκύσας σοφὴν
429
τὸν ἀνθάμιλλον αὐτὸς ἐκ μαντευμάτων
430
σφαλεὶς ἰαύσει τὸν μεμορμένον πότμον ·
431
τὸν δ’αὖ τέταρτον ἐγγόνων Ἐρεχθέως,
432
αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς ·
433
τρίτον δέ, τοῦ μόσσυνας Ἐκτήνων ποτὲ
434
στερρᾷ δικέλλῃ βουσκαφήσαντος γόνον,
435
ὃν Γογγυλάτης εἷλε Βουλαῖος Μυλεύς,
436
ἀγηλάτῳ μάστιγι συνθραύσας κάρα,
437
ἦμος ξυναίμους πατρὸς αἱ Νυκτὸς κόραι
438
πρὸς αὐτοφόντην στρῆνον ὥπλισαν μόρου.
439
δοιοὶ δὲ ῥείθρων Πυράμου πρὸς ἐκβολαῖς
440
αὐτοκτόνοις σφαγαῖσι Δηραίνου κύνες
441
δμηθέντες αἰχμάσουσι λοισθίαν βοὴν
442
πύργων ὑπὸ πτέρναισι Παμφύλου κόρης.
443
αἰπὺς δ’ἁλιβρὼς ὄχμος ἐν μεταιχμίῳ
444
Μάγαρσος ἁγνῶν ἠρίων σταθήσεται,
445
ὡς μὴ βλέπωσι, μη δὲ νερτέρων ἕδρας
446
δύντες, φόνῳ λουσθέντας ἀλλήλων τάφους.
447
οἱ πέντε δὲ Σφήκειαν εἰς Κεραστίαν
448
καὶ Σάτραχον βλώξαντες Ὑλάτουτε γῆν
449
Μορφώ παροικήσουσι τὴν Ζηρυνθίαν.
450
μὲν πατρὸς μομφαῖσιν ἠλαστρημένος
451
Κυχρεῖος ἄντρων Βωκάρουτε ναμάτων,
452
οὑμὸς ξύναιμος, ὡς ὀπατρίου φονεὺς
453
πώλου, νόθον φίτυμα, συγγενῶν βλάβη,
454
τοῦ λύσσαν ἐν ποίμναισιν αἰχμητηρίαν
455
χέαντος, ὃν χάρωνος ὠμηστοῦ δορὰ
456
χαλκῷ τορητὸν οὐκ ἔτευξεν ἐν μάχῃ,
457
μίαν πρὸς Ἅιδην καὶ φθιτοὺς πεπαμένον
458
κέλευθον, ἣν γωρυτὸς ἔκρυψε Σκύθης,
459
ἦμος καταίθων θύσλα Κωμύρῳ λέων
460
σφῷ πατρὶ λάσκε τὰς ἐπηκόους λιτάς,
461
σκύμνον παρ’ἀγκάλαισιν ἀίτα βράσας.
462
οὐ γάρ τι πείσει φῖτυν, ὡς Λήμνιος
463
πρηστὴρ Ἐνυοῦς, οὔποτ’εἰς φύζαν τραπεὶς
464
ταῦρος βαρύφρων, δυσμενεστάτου ξένων
465
ἔτυψε δώρῳ σπλάγχνον, ἀρνεύσας λυγρὸν
466
πήδημα πρὸς κνώδοντος αὐτουργοὺς σφαγάς.
467
ἐλᾷ δὲ πάτρας τῆλε Τραμβήλου κάσιν,
468
ὃν ξύναιμος πατρὸς ἐκλοχεύεται,
469
δοθεῖσα πρωταίχμεια τῷ πυργοσκάφῳ.
470
ἣν δή ποτ’, ἐν ῥήτραισι δημοτῶν σταθείς,
471
γλαυκῷ κελαινὸν δόρπον ὤτρυνεν κυνὶ
472
στεῖλαι τριπλᾶς θύγατρας σπείρας βάβαξ,
473
τῷ πᾶσαν ἅλμῃ πηλοποιοῦντι χθόνα,
474
ὅταν κλύδωνας ἐξερεύγηται γνάθων,
475
λάβρῳ σαλεύων πᾶν τρικυμίᾳ πέδον.
476
δ’ἀντὶ πιποῦς σκορπίον λαιμῷ σπάσας
477
Φόρκῳ κακῆς ὠδῖνος ἔκλαυσεν βάρος,
478
χρῄζων πυθέσθαι πημάτων ξυμβουλίαν.
479
δεύτερος δὲ νῆσον ἀγρότης μολών,
480
χερσαῖος αὐτόδαιτος ἐγγόνων δρυὸς
481
λυκαινομόρφων Νυκτίμου κρεανόμων,
482
τῶν πρόσθε μήνης φηγίνων πύρνων ὀχὴν
483
σπληδῷ κατ’ἄκρον χεῖμα θαλψάντων πυρός,
484
χαλκωρυχήσει καὶ τὸν ἐκ βόθρου σπάσει
485
βῶλον, δικέλλῃ πᾶν μεταλλεύων γνύθος.
486
οὗ φῖτυν ἠνάριξεν Οἰταῖος στόνυξ,
487
βουβῶνος ἐν τόρμαισι θρυλίξας δέμας.
488
ἔγνω δ’ τλήμων σὺν κακῷ μαθὼν ἔπος,
489
ὡς πολλὰ χείλευς καὶ δεπαστραίων ποτῶν
490
μέσῳ κυλίνδει μοῖρα παμμήστωρ βροτῶν.
491
δ’αὐτὸς ἀργῷ πᾶς φαληριῶν λύθρῳ,
492
στόρθυγξ δεδουπὼς τὸν κτανόντ’ἠμύνατο,
493
πλήξας ἀφύκτως ἄκρον ὀρχηστοῦ σφυρόν.
494
τρίτος δὲ τοῦ μάρψαντος ἐκ κοίλης πέτρας
495
κέλωρ γίγαντος ὅπλα, τοῦ ποτ’εἰς λέχος
496
λαθραῖον αὐτόκλητος Ἰδαία πόρις
497
ζῶσ’ἐς Ἅιδην ἵξεται καταιβάτις,
498
θρήνοισιν ἐκτακεῖσα, Μουνίτου τοκάς ·
499
ὃν δή ποτ’ἀγρώσσοντα Κρηστώνης ἔχις
500
κτενεῖ, πατάξας πτέρναν ἀγρίῳ βέλει,
501
ὅταν τεκόντος αἰχμάλωτος εἰς χέρας
502
πατρομήτωρ τὸν δνόφῳ τεθραμμένον
503
βάλῃ νεογνὸν σκύμνον. μόνῃ ζυγὸν
504
δούλειον ἀμφήρεισαν Ἀκταίων λύκοι
505
τῆς ἁρπαγείσης ἀντίποινα θυιάδος,
506
ὧν ὀστράκου στρόβιλος ἐντετμημένος
507
κόρσην σκεπάζει ῥῦμα φοινίου δορός.
508
τὰ δ’ἄλλα θριπόβρωτος ἄψαυστος δόμων
509
σφραγὶς δοκεύει, θάμβος ἐγχώροις μέγα.
510
δὴ πρὸς ἄστρων κλίμακα στήσει δρόμον
511
τοῖς ἡμιθνήτοις διπιύχοις Λαπερσίοις ·
512
οὓς μήποτ’, Ζεῦ σῶτερ, εἰς πάτραν ἐμὴν
513
στείλαις ἀρωγοὺς τῇ δισαρπάγῳ κρεκί,
514
μη δὲ πτερωτὰς ὁπλίσαντες ὁλκάδας
515
πρύμνης ἀπ’ἄκρας γυμνὸν αἰψηρὸν πόδα
516
εἰς Βεβρύκων ῥίψειαν ἐκβατηρίαν,
517
μη δ’οἱ λεόντων τῶνδε καρτερώτεροι,
518
ἀλκὴν ἄμικτοι, τοὺς Ἄρης ἐφίλατο,
519
καὶ δῖ’Ἐνυώ, καὶ τριγέννητος θεὰ
520
Βοαρμία Λογγᾶτις Ὁμολωὶς Βία.
521
οὐκ ἄν, τὰ χειρώνακτες ἐργάται διπλοῖ,
522
Δρύμαςτε καὶ Πρόφαντος, Κρώμνης ἄναξ,
523
ἐλατύπησαν κοιράνῳ ψευδωμότῃ,
524
ἓν ἦμαρ ἀρκέσειε πορθηταῖς λύκοις
525
στέξαι βαρεῖαν ἐμβολὴν ῥαιστηρίαν,
526
καίπερ πρὸ πύργων τὸν Καναστραῖον μέγαν
527
ἐγχώριον γίγαντα δυσμενῶν μοχλὸν
528
ἔχοντα, καὶ τὸν πρῶτον εὐστόχῳ βολῇ
529
μαιμῶντα τύψαι ποιμνίων ἀλάστορα.
530
οὗ δή ποτ’αἴθων πρῶτα καινίσει δόρυ
531
κίρκος θρασὺς πήδημα λαιψηρὸν δικών,
532
Γραικῶν ἄριστος, πάλαι τεύχει τάφους
533
ἀκτὴ Δολόγκων εὐτρεπὴς κεκμηκότι,
534
Μαζουσία προὔχουσα χερσαίου κέρως.
535
ἀλλ’ἔστι γάρ τις, ἔστι καὶ παρ’ἐλπίδα
536
ἡμῖν ἀρωγὸς πρευμενὴς Δρύμνιος
537
δαίμων Προμανθεὺς Αἰθίοψ Γυράψιος,
538
ὅς, τὸν πλανήτην Ὀρθάνην ὅταν δόμοις
539
σίνιν καταρρακτῆρα δέξωνται πικρὸν
540
οἱ δεινὰ κἀπόθεστα πείσεσθαί ποτε
541
μέλλοντες, ἔντε δαιτὶ καὶ θαλυσίοις
542
λοιβαῖσι μειλίσσωσιν ἀστεργῆ Κράγον,
543
θήσει βαρὺν κογῳὸν ἐν λέσχαις μέσον.
544
καὶ πρῶτα μὲν μύθοισιν ἀλλήλους ὀδὰξ
545
βρύξουσι κηκασμοῖσιν ὠκριωμένοι,
546
αὖθις δ’ἐναιχμάσουσιν αὐτανέψιοι,
547
ἀνεψιαῖς ὄρνισι χραισμῆσαι γάμους
548
βιαιοκλῶπας ἁρπαγάςτε συγγόνων
549
χρῄζοντες, ἀλφῆς τῆς ἀεδνώτου δίκην.
550
πολλὰ δὴ βέλεμνα Κνηκιὼν πόρος
551
ῥιφέντα τόλμαις αἰετῶν ἐπόψεται,
552
ἄπιστα καὶ θαμβητὰ Φηραίοις κλύειν.
553
μὲν κρανείᾳ κοῖλον οὐτάσας στύπος
554
φηγοῦ κελαινῆς διπτύχων ἕνα φθερεῖ,
555
λέοντα ταύρῳ συμβαλόντα φύλοπιν.
556
δ’αὖ σιγύμνῳ πλεύρ’ἀναρρήξας βοὸς
557
κλινεῖ πρὸς οὖδας. τῷ δὲ δευτέραν ἔπι
558
πληγὴν ἀθαμβὴς κριὸς ἐγκορύψεται,
559
ἄγαλμα πήλας τῶν Ἀμυκλαίων τάφων.
560
ὁμοῦ δὲ χαλκὸς καὶ κεραύνιοι βολαὶ
561
ταύρους καταξανοῦσιν, ὧν ἀλκὴν ἑνὸς
562
οὐ δ’ Σκιαστὴς Ὀρχιεὺς Τιλφούσιος
563
ἐμέμψατ’, ἐν χάρμαισι ῥαιβώσας κέρας.
564
καὶ τοὺς μὲν Ἅιδης, τοὺς δ’Ὀλύμπιοι πλάκες
565
παρ’ἦμαρ αἰεὶ δεξιώσονται ξένους,
566
φιλαυθομαίμους, ἀφθίτουςτε καὶ φθιτούς.
567
καὶ τῶν μὲν ἡμῖν εὐνάσει δαίμων δόρυ,
568
βαιόν τι μῆχαρ ἐν κακοῖς δωρούμενος.
569
ἄλλων δ’ἄπλατον χειρὶ κινήσει νέφος,
570
ὧν οὐ δ’ Ῥοιοῦς ἶνις εὐνάζων μένος
571
σχήσει, τὸν ἐννέωρον ἐν νήσῳ χρόνον
572
μίμνειν ἀνώγων, θεσφάτοις πεπεισμένους,
573
τροφὴν δ’ἀμεμφῆ πᾶσι τριπτύχους κόρας
574
ἴσκων παρέξειν, Κυνθίαν ὅσοι σκοπὴν
575
μίμνοντες ἠλάσκουσιν Ἰνωποῦ πέλας,
576
Αἰγύπτιον Τρίτωνος ἕλκοντες ποτόν.
577
ἃς δὴ Πρόβλαστος ἐξεπαίδευσε θρασὺς
578
μυληφάτου χιλοῖο δαιδαλευτρίας
579
ἕρπιντε ῥέζειν ἠδ’ἀλοιφαῖον λίπος,
580
οἰνοτρόπους Ζάρηκος ἐκγόνους φάβας.
581
αἳ καὶ στρατοῦ βούπειναν ὀθνείων κυνῶν
582
τρύχουσαν ἀλθανοῦσιν, ἐλθοῦσαί ποτε
583
Σιθῶνος εἰς θυγατρὸς εὺναστήριον.
584
καὶ ταῦτα μὲν μίτοισι χαλκέων πάλαι
585
στρόμβων ἐπιρροιζοῦσι γηραιαὶ κόραι ·
586
Κηφεὺς δὲ καὶ Πράξανδρος, οὐ ναυκληρίας
587
λαῶν ἄνακτες, ἀλλ’ἀνώνυμοι σποραί,
588
πέμπτοι τέταρτοι γαῖαν ἵξονται θεᾶς
589
Γόλγων ἀνάσσης · ὧν μὲν Λάκων’ὄχλον
590
ἄγων Θεράπνης, θάτερος δ’ἀπ’Ὠλένου
591
Δύμηςτε Βουραίοισιν ἡγεμὼν στρατοῦ.
592
δ’Ἀργύριππα Δαυνίων παγκληρίαν
593
παρ’Αὐσονίτην Φυλαμὸν δωμήσεται,
594
πικρὰν ἑταίρων ἐπτερωμένην ἰδὼν
595
οἰωνόμικτον μοῖραν, οἳ θαλασσίαν
596
δίαιταν αἰνέσουσι, πορκέων δίκην,
597
κύκνοισιν ἰνδαλθέντες εὐγλήνοις δομήν.
598
ῥάμφεσσι δ’ἀγρώσσοντες ἐλλόπων θοροὺς
599
φερώνυμον νησῖδα νάσσονται πρόμου,
600
θεατρομόρφῳ πρὸς κλίτει γεωλόφῶ
601
ἀγυιοπλαστήσαντες ἐμπέδοις πομαῖς
602
πυκνὰς καλιάς, Ζῆθον ἐκμιμούμενοι.
603
ὁμοῦ δ’ἐς ἄγραν κἀπὶ κοιταίαν νάπην
604
νύκτωρ στελοῦνται, πάντα φεύγοντες βροτῶν
605
κάρβανον ὄχλον, ἐν δὲ γραικίταις πέπλοις
606
κόλπων ἰαυθμοὺς ἠθάδας διζήμενοι,
607
καὶ κρῖμνα χειρῶν κἀπιδόρπιον τρύφος
608
μάζης σπάσονται, προσφιλὲς κνυζούμενοι,
609
τῆς πρὶν διαίτης τλήμονες μεμνημένοι.
610
Τροιζηνίας δὲ πραῦμα φοιτάδος, πλάνης
611
ἔσται κακῶντε πημάτων παραίτιον,
612
ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων
613
πρὸς λέκτρα. τύμβος δ’αὐτὸν ἐκσώσει μόρου
614
Ὁπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον.
615
κολοσσοβάμων δ’ἐν πτυχαῖσιν Αὐσόνων
616
σταθεὶς ἐρείσει κῶλα χερμάσων ἔπι
617
τοῦ τειχοποιοῦ γαπέδων Ἀμοιβέως,
618
τὸν ἑρματίτην νηὸς ἐκβαλὼν κέτρον.
619
κρίσει δ’Ἀλαίνου τοῦ κασιγνήτου σφαλεὶς
620
εὐχὰς ἀρούραις ἀμφ’ἐτητύμους βαλεῖ,
621
Δηοῦς ἀνεῖναι μήποτ’ὄμπνιον στάχυν,
622
γύας τιθαιβώσσοντος ἀρδηθμῷ Διός,
623
ἢν μή τις αὐτοῦ ῥίζαν Αἰτωλῶν σπάσας
624
χέρσον λαχήνῃ, βουσὶν αὔλακας τεμών.
625
στήλαις δ’ἀκινήτοισιν ὀχμάσει πέδον,
626
ἃς οὔτις ἀνδρῶν ἐκ βίας καυχήσεται
627
μετοχλίσας ὀλίζον. γὰρ ἀπτέρως
628
αὐταὶ παλιμπόρευτον ἵξονται βάσιν
629
ἄνδηρ’ἀρέζοις ἴχνεσιν δατούμεναι.
630
θεὸς δὲ πολλοῖς αἰπὺς αὐδηθήσεται,
631
ὅσοι παρ’Ἰοῦς γρῶνον οἰκοῦνται πέδον,
632
δράκοντα τὸν φθείραντα Φαίακας κτανών.
633
οἱ δ’ἀμφικλύστους χοιράδας Γυμνησίας
634
σισυρνοδῦται καρκίνοι πεπλωκότες
635
ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον,
636
τριπλαῖς δικώλοις σφενδόναις ὡπλισμένοι.
637
ὧν αἱ τεκοῦσαι τὴν ἑκηβόλον τέχνην
638
ἄδορπα παιδεύσουσι νηπίους γονάς.
639
οὐ γάρ τις αὐτῶν ψίσεται πύρνον γνάθῳ,
640
πρὶν ἂν κρατήσῃ ναστὸν εὐστόχῳ λίθῳ
641
ὑπὲρ τράφηκος σῆμα κείμενον σκοποῦ.
642
καὶ τοὶ μὲν ἀκτὰς ἐμβατήσονται λεπρὰς
643
Ἰβηροβοσκοὺς ἄγχι Ταρτησοῦ πύλης,
644
Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι,
645
γραῖαν ποθοῦντες καὶ Λεοντάρνης πάγους
646
Σκῶλόντε καὶ Τέγυραν Ὀγχηστοῦθ’ἕδος
647
καὶ χεῦμα Θερμώδοντος Ὑψάρνουθ’ὕδωρ.
648
τοὺς δ’ἀμφὶ Σύρτιν καὶ Λιβυστικὰς πλάκας
649
στενήντε πορθμοῦ συνδρομὴν Τυρσηνικοῦ
650
καὶ μιξόθηρος ναυτιλοφθόρους σκοπὰς
651
τῆς πρὶν θανούσης ἐκ χερῶν Μηκιστέως
652
τοῦ στερφοπέπλου Σκαπανέως Βοαγίδα
653
ἁρπυιογούνων κλώμακάςτ’ἀηδόνων
654
πλαγχθέντας, ὠμόσιτα δαιταλωμένους,
655
πρόπαντας Ἅιδης πανδοκεὺς ἀγρεύσεται,
656
λώβαισι παντοίαισιν ἐσπαραγμένους,
657
ἕνα φθαρέντων ἄγγελον λιπὼν φίλων
658
δελφινόσγμον κλῶπα Φοινίκης θεᾶς.
659
ὃς ὄψεται μὲν τοῦ μονογλήνου στέγας
660
χάρωνος, οἴνης τῷ κρεωφάγῳ σκύφον
661
χερσὶ προτείνων, τοὐπιδόρπιον ποτόν.
662
ἐπόψεται δὲ λείψανον τοξευμάτων
663
τοῦ Κηραμύντου Πευκέως Παλαίμονος,
664
οἳ πάντα θρανύξαντες εὔτορνα σκάφη
665
σχοίνῳ κακὴν τρήσουσι κεστρέων ἄγρην.
666
ἄλλος δ’ἐπ’ἄλλῳ μόχθος ἄθλοις μενεῖ,
667
τοῦ πρόσθεν αἰεὶ πλεῖον ἐξωλέστερος.
668
ποία Χάρυβδις οὐχὶ δαίσεται νεκρῶν;
669
ποία δ’Ἐρινὺς μιξοπάρθενος κύων;
670
τίς οὐκ ἀηδὼν στεῖρα Κενταυροκτόνος
671
Αἰτωλὶς Κουρῆτις αἰόλῳ μέλει
672
πείσει τακῆναι σάρκας ἀκμήνους βορᾶς;
673
ποίαν δὲ θηρόπλαστον οὐκ ἐσόψεται
674
δράκαιναν, ἐγκυκῶσαν ἀλφίτῳ θρόνα,
675
καὶ κῆρα κνωπόμορφον; οἱ δὲ δύσμοροι
676
στένοντες ἄτας ἐν συφοῖσι φορβάδες
677
γίγαρτα χιλῷ συμμεμιγμένα τρυγὸς
678
καὶ στέμφυλα βρύξουσιν. ἀλλά νιν βλάβης
679
μῶλυς σαώσει ῥίζα καὶ Κτάρος φανεὶς
680
Νωνακριάτης Τρικέφαλος Φαιδρὸς θεός.
681
ἥξει δ’ἐρεμνὸν εἰς ἀλήπεδον φθιτῶν
682
καὶ νεκρόμαντιν πέμπελον διζήσεται
683
ἀνδρῶν γυναικῶν εἰδότα ξυνουσίας,
684
ψυχαῖσι θερμὸν αἷμα προσράνας βόθρῳ,
685
καὶ φασγάνου πρόβλημα, νερτέροις φόβον,
686
πήλας ἀκούσει κεῖθι πεμφίγων ὄπα
687
λεπτὴν ἀμαυρᾶς μάστακος προσφθέγμασιν.
688
ὅθεν Γιγάντων νῆσος μετάφρενον
689
θλάσασα καὶ Τυφῶνος ἀγρίου δέμας
690
φλογμῷ ζέουσα δέξεται μονόστολον,
691
ἐν πιθήκων πάλμυς ἀφθίτων γένος
692
δύσμορφον εἰς κηκασμὸν ᾤκισεν τόσων,
693
οἳ μῶλον ὠρόθυναν ἐκγόνοις Κρόνου.
694
Βαίου δ’ἀμείψας τοῦ κυβερνήτου τάφον
695
καὶ Κιμμέρων ἔπαυλα κἀχερουσίαν
696
ῥόχθοισι κυμαίνουσαν οἴδματος χύσιν
697
Ὄσσαντε καὶ λέοντος ἀτραποὺς βοῶν
698
χωστὰς Ὀβριμοῦςτ’ἄλσος οὐδαίας Κόρης,
699
Πυριφλεγέςτε ῥεῖθρον, ἔνθα δύσβατος
700
τείνει πρὸς αἴθραν κρᾶτα Πολυδέγμων λόφος,
701
ἐξ οὗ τὰ πάντα χύτλα καὶ πᾶσαι μυχῶν
702
πηγαὶ κατ’Αὐσονῖτιν ἕλκονται χθόνα,
703
λιπὼν δε Ληθαιῶνος ὑψηλὸν κλέτας
704
λίμνηντ’Ἄορνον ἀμφιτορνωτὴν βρόχῳ
705
καὶ χεῦμα Κωκυτοῖο λαβρωθὲν σκότῳ,
706
Στυγὸς κελαινῆς νασμόν, ἔνθα Τερμιεὺς
707
ὁρκωμότους ἔτευξεν ἀφθίτοις ἕδρας,
708
λοιβὰς ἀφύσσων χρυσέαις πέλλαις γάνος,
709
μέλλων Γίγαντας κἀπὶ Τιτῆνας περᾶν ·
710
θήσει Δαείρᾳ καὶ ξυνευνέτῃ δάνος,
711
πήληκα κόρσῃ κίονος προσάρμοσας.
712
κτενεῖ δὲ κούρας Τηθύος παιδὸς τριπλᾶς,
713
οἴμας μελῳδοῦ μητρὸς ἐκμεμαγμένας,
714
αὐτοκτόνοις ῥιφαῖσιν ἐξ ἄκρας σκοπῆς
715
Τυρσηνικὸν πρὸς κῦμα δυπτούσας πτεροῖς,
716
ὅπου λινεργὴς κλῶσις ἑλκύσει πικρά.
717
τὴν μὲν Φαλήρου τύρσις ἐκβεβρασμένην
718
Γλάνιςτε ῥείθροις δέξεται τέγγων χθόνα ·
719
οὗ σῆμα δωμήσαντες ἔγχωροι κόρης
720
λοιβαῖσι καὶ θύσθλοισι Παρθενόπην βοῶν
721
ἔτεια κυδανοῦσιν οἰωνὸν θεάν.
722
ἀκτὴν δὲ τὴν προὔχουσαν εἰς Ἐνιπέως
723
Λευκωσία ῥιφεῖσα τὴν ἐπώνυμον
724
πέτραν ὀχήσει δαρόν, ἔνθα λάβρος Ἲς
725
γείτωνθ’ Λᾶρις ἐξερεύγονται ποτά.
726
λίγεια δ’εἰς Τέρειναν ἐκναυσθλώσεται,
727
κλύδωνα χελλύσσουσα. τὴν δὲ ναυβάται
728
κρόκαισι ταρχύσουσιν ἐν παρακτίαις,
729
Ὠκινάρου δίναισιν ἀγχιτέρμονα.
730
λούσει δὲ σῆμα βούκερως νασμοῖς Ἄρης
731
ὀρνιθόπαιδος ἵσμα φοιβάζων ποτοῖς.
732
πρώτῃ δέ καὶ ποτ’αὖθι συγγόνων θεᾷ
733
κραίνων ἁπάσης Μόψοπος ναυαρχίας
734
πλωτῆρσι λαμπαδοῦχον ἐντυνεῖ δρόμον,
735
χρησμοῖς πιθήσας. ὅν ποτ’αὐξήσει λεὼς
736
Νεαπολιτῶν, οἳ παρ’ἄκλυστον σκέπας
737
ὅρμων Μισηνοῦ στύφλα νάσσονται κλίτη.
738
βύκτας δ’ἐν ἀσκῷ συγκατακλείσας βοὸς
739
παλινστροβήτοις πημοναῖς ἀλώμενος
740
κεραυνίῃ μάστιγι συμφλεχθήσεται
741
καύηξ, ἐρινοῦ προσκαθήμενος κλάδῳ
742
ὡς μὴ καταβρόξῃ νιν ἐν ῥόχθοις κλύδων,
743
Χάρυβδιν ἐκφυσῶσαν ἑλκύσας βυθῷ.
744
βαιὸν δὲ τερφθεὶς τοῖς Ἀτλαντίδος γάμοις,
745
ἀναυλόχητον αὐτοκάβδαλον σκάφος
746
βῆναι ταλάσσει καὶ κυβερνῆσαι τάλας
747
αὐτουργότευκτον βᾶριν εἰς μέσην τρόπιν
748
εἰκαῖα γόμφοις προστεταργανωμένην.
749
ἧς οἷα τυτθὸν Ἀμφίβαιος ἐκβράσας
750
τῆς κηρύλου δάμαρτος ἀπτῆνα σπόρον
751
αὐταῖς μεσόδμαις καὶ σὺν ἰκρίοις βαλεῖ
752
πρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις.
753
πόντου δ’ἄυπνος ἐνσαρούμενος μυχοῖς,
754
ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος
755
ἔσται. παρ’ἄλλου δ’ἄλλος, ὡς πεύκης κλάδον,
756
βύκτης στροβήσει φελλὸν ἐνθρώσκων πνοαῖς.
757
μόλις δὲ Βύνης ἐκ παλιρροίας κακῆς
758
ἄμπυξ σαώσει στέρνα δεδρυφαγμένον
759
καἰ χεῖρας ἄκρας, αἷς κρεαγρεύτους πέτρας
760
μάρπτων ἁλιβρώτοισιν αἱμαχθήσεται
761
στόρθυγξι. νῆσον δ’εἰς Κρόνῳ στυγουμένην
762
ἅρπην περάσας, μεζέων κρεανόμον,
763
ἄχλαινος ἵκτης, πημάτων λυγρῶν κόπις,
764
τὸν μυθοπλάστην ἐξυλακτήσει γόον,
765
ἀρὰς τετικὼς τοῦ τυφλωθέντος δάκους.
766
οὔπω μάλ’, οὔπω · μὴ τοσόσδ’ὕπνος λάβοι
767
λήθης Μέλανθον ἐγκλιθένθ’Ἱππηγέτην.
768
ἥξει γάρ, ἥξει ναύλοχον Ῥείθρου σκέπας
769
καὶ Νηρίτου πρηῶνας. ὄψεται δὲ πᾶν
770
μέλαθρον ἄρδην ἐκ βάθρων ἀνάστατον
771
μύκλοις γυναικόκλωψιν. δὲ βασσάρα
772
σεμνῶς κασωρεύουσα κοιλανεῖ δόμους,
773
θοίναισιν ὄλβον ἐκχέασα τλήμονος.
774
αὐτὸς δὲ πλείω τῶν ἐπὶ Σκαιαῖς πόνους
775
ἰδὼν μολοβρός, τλήσεται μὲν οἰκετῶν
776
στυγνὰς ἀπειλὰς εὐλόφῳ νώτῳ φέρειν
777
δέννοις κολασθείς, τλήσεται δὲ καὶ χερῶν
778
πληγαῖς ὑπείκειν καὶ βολαῖσιν ὀστράκων.
779
οὐ γὰρ ξέναι μάστιγες, ἀλλὰ δαψιλὴς
780
σφραγὶς μενεῖ Θόαντος ἐν πλευραῖς ἔτι,
781
λύγοισι τετρανθεῖσα, τὰς λυμεὼν
782
ἐπεγκολάπτειν ἀστένακτος αἰνέσει,
783
ἑκουσίαν σμώδιγγα προσμάσσων δομῇ,
784
ὅπως παλεύσῃ δυσμενεῖς, κατασκόποις
785
λώβαισι καὶ κλαυθμοῖσι φηλώσας πρόμον.
786
ὃν Βομβυλείας κλιτὺς Τεμμικία
787
ὕψιστον ἡμῖν πῆμ’ἐτέκνωσέν ποτε,
788
μόνος πρὸς οἴκους ναυτίλων σωθεὶς τάλας.
789
λοῖσθον δὲ καύηξ ὥστε κυμάτων δρομεύς,
790
ὡς κόγχος ἅλμῃ πάντοθεν περιτριβείς,
791
κτῆσίντε θοίναις Πρωνίων λαφυστίαν
792
πρὸς τῆς Λακαίνης αἰνοβακχεύτου κιχών,
793
σῦφαρ θανεῖται πόντιον φυγὼν σκέπας
794
κόραξ σὺν ὅπλοις Νηρίτων δρυμῶν πέλας.
795
κτενεῖ δὲ τύψας πλευρὰ λοίγιος στόνυξ
796
κέντρῳ δυσαλθὴς ἔλλοπος Σαρδωνικῆς.
797
κέλωρ δὲ πατρὸς ἄρταμος κληθήσεται,
798
Ἀχιλλέως δάμαρτος αὐτανέψιος.
799
μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεὼς
800
τ’αἰπὺ ναίων Τραμπύας ἐδέθλιον,
801
ἐν ποτ’αὖθις Ἡρακλῆ φθίσει δράκων
802
Τυμφαῖος ἐν θοίναισιν Αἰθίκων πρόμος,
803
τὸν Αἰακοῦτε κἀπὸ Περσέως, σπορᾶς
804
καὶ Τημενείων οὐκ ἄπωθεν αἱμάτων.
805
Πέργη δέ μιν θανόντα, Τυρσηνῶν ὄρος,
806
ἐν Γορτυναίᾳ δέξεται πεφλεγμένον,
807
ὅταν στενάζων κῆρας ἐκπνεύσῃ βίον
808
παιδόςτε καὶ δάμαρτος, ἣν κτείνας πόσις
809
αὐτὸς πρὸς Ἅιδην δευτέραν ὁδὸν περᾷ,
810
σφαγαῖς ἀδελφῆς ἠλοκισμένος δέρην,
811
Γλαύκωνος Ἀψύρτοιότ’αὐτανεψίας.
812
χὠ μὲν τοσούτων θῖνα πημάτων ἰδὼν
813
ἄστρεπτον Ἅιδην δύσεται τὸ δεύτερον,
814
γαληνὸν ἦμαρ οὔποτ’ἐν ζωῇ δρακών.
815
σχέτλι’, ὥς σοι κρεῖσσον ἦν μίμνειν πάτρᾳ
816
βοηλατοῦντα καὶ τὸν ἐργάτην μύκλον
817
κάνθων’ὑπὸ ζεύγλαισι μεσσαβοῦν ἔτι
818
πλασταῖσι λύσσης μηχαναῖς οἰστρημένον
819
τηλικῶνδε πεῖραν ὀτλῆσαι κακῶν.
820
δ’αἰνόλεκτρον ἁρπαγεῖσαν εὐνέτης
821
πλᾶτιν ματεύων, κληδόνων πεπυσμένος,
822
ποθῶν δὲ φάσμα πτηνὸν εἰς αἴθραν φυγόν,
823
ποίους θαλάσσης οὐκ ἐρευνήσει μυχούς;
824
ποίαν δὲ χέρσον οὐκ ἀνιχνεύσει μολών;
825
ἐπόψεται μὲν πρῶτα Τυφῶνος σκοπάς,
826
καὶ πέμπελον γραῦν μαρμαρουμένην δέμας,
827
καὶ τὰς Ἐρεμβῶν ναυβάταις ἠχθημένας
828
προβλῆτας ἀκτάς. ὄψεται δὲ τλήμονος
829
Μύρρας ἐρυμνὸν ἄστυ, τῆς μογοστόκους
830
ὠδῖνας ἐξέλυσε δενδρώδης κλάδος,
831
καὶ τὸν θεᾷ κλαυσθέντα Γαύαντος τάφον
832
Σχοινῇδι μουσόφθαρτον Ἀρέντᾳ Ξένῃ,
833
κραντῆρι λευκῷ τόν ποτ’ἔκτανε πτέλας.
834
ἐπόψεται δὲ τύρσιας Κηφηίδας
835
καὶ Λαφρόου λακτίσμαθ’Ἑρμαίου ποδὸς
836
δισσάςτε πέτρας, κέπφος αἷς προσήλατο
837
δαιτὸς χατίζων. ἀντὶ θηλείας δ’ἔβη
838
τὸν χρυσόπατρον μόρφνον ἁρπάσας γνάθοις,
839
τὸν ἡπατουργὸν ἄρσεν’ἀρβυλόπτερον.
840
πεφήσεται δὲ τοῦ θεριστῆρος ξυρῷ
841
φάλαινα δυσμίσητος ἐξινωμένη,
842
ἱπποβρότους ὠδῖνας οἴξαντος τόκων
843
τῆς δειρόπαιδος μαρμαρώπιδος γαλῆς ·
844
ὃς ζῳοπλαστῶν ἄνδρας ἐξ ἄκρου ποδὸς
845
ἀγαλματώσας ἀμφελυτρώσει πέτρῳ,
846
λαμπτηροκλέπτης τριπλανοῦς ποδηγίας.
847
ἐπόψεται δὲ τοὺς θερειπότους γύας
848
καὶ ῥεῖθρον Ἀσβύσταο καὶ χαμευνάδας
849
εὐνάς, δυσόδμοις θηρσὶ συγκοιμώμενος.
850
καὶ πάντα τλήσεθ’οὕνεκ’Αἰγύας κυνὸς
851
τῆς θηλύπαιδος καὶ τριάνορος κόρης.
852
ἥξει δ’ἀλήτης εἰς Ἰαπύγων στρατόν,
853
καὶ δῶρ’ἀνάψει παρθένῳ Σκυλητρίᾳ
854
Ταμάσσιον κρατῆρα καὶ βοάγριον
855
καὶ τὰς δάμαρτος ἀσκέρας εὐμάριδας.
856
ἥξει δὲ Σῖριν καὶ Λακινίου μυχούς,
857
ἐν οἷσι πόρτις ὄρχατον τεύξει θεᾷ
858
Ὁπλοσμίᾳ φυτοῖσιν ἐξησκημένον.
859
γυναιξὶ δ’ἔσται τεθμὸς ἐγχώροις ἀεὶ
860
πενθεῖν τὸν εἰνάπηχυν Αἰακοῦ τρίτον
861
καὶ Δωρίδος, πρηστῆρα δαΐου μάχης,
862
καὶ μήτε χρυσῷ φαιδρὰ καλλύνειν ῥέθη,
863
μήθ’ἁβροπήνους ἀμφιβάλλεσθαι πέπλους
864
κάλχῃ φορυκτούς, οὕνεκεν θεᾷ θεὸς
865
χέρσου μέγαν στόρθυγγα δωρεῖται κτίσαι.
866
ἥξει δὲ ταύρου γυμνάδας κακοξένους
867
πάλης κονίστρας, ὅντε Κωλῶτις τεκνοῖ,
868
Ἀλεντία κρείουσα Λογγούρου μυχῶν,
869
Ἅρπης Κρόνου πήδημα Καγχείαςθ’ὕδωρ
870
κάμψας, Γονοῦσάντ’ἠδὲ Σικανῶν πλάκας,
871
καὶ θηροχλαίνου σηκὸν ὠμηστοῦ λύκου,
872
ὃν Κρηθέως ἄμναμος ὁρμίσας σκάφος
873
ἔδειμε πεντήκοντα σὺν ναυηγέταις.
874
κρόκαι δὲ Μινυῶν εὐλιπῆ στελγίσματα
875
τηροῦσιν, ἅλμης οὐ δὲ φοιβάζει κλύδων
876
οὐ δ’ὀμβρία σμήχουσα δηναιὸν νιφάς.
877
ἄλλους δὲ θῖνες οἵτε Ταυχείρων πέλας
878
μύρμηκες αἰάζουσιν ἐκβεβρασμένους
879
ἔρημον εἰς Ἄτλαντος οἰκητήριον
880
θρυλιγμάτων δέρτροισι προσσεσηρότας ·
881
Μόψον Τιταιρώνειον ἔνθα ναυβάται
882
θανόντα ταρχύσαντο, τυμβείαν δ’ὑπὲρ
883
κρηπῖδ’ἀνεστήλωσαν Ἀργῷου δορὸς
884
κλασθὲν πέτευρον, νερτέρων κειμήλιον,
885
Αὔσιγδα Κινύφειος τέγγων ῥόος
886
νασμοῖς λιπαίνει, τῷ δὲ Νηρέως γόνῳ
887
Τρίτωνι Κολχὶς ὤπασεν δάνος γυνὴ
888
χρυσῷ πλατὺν κρατῆρα κεκροτημένον,
889
δείξαντι πλωτὴν οἶμον, διὰ στενῶν
890
μύρμων ἐνήσει Τῖφυς ἄθραυστον σκάφος.
891
Γραικοὺς δὲ χώρας τουτάκις λαβεῖν κράτη
892
θαλασσόπαις δίμορφος αὐδάζει θεός,
893
ὅταν παλίμπουν δῶρον ἄγραυλος λεὼς
894
Ἕλλην’ὀρέξῃ νοσφίσας πάτρας Λίβυς.
895
εὐζὰς δὲ δειμαίνοντες Ἀσβύσται κτέαρ
896
κρύψουσ’ἄφαντον ἐν χθονὸς νειροῖς μυχοῖς,
897
ἐν Κυφαίων δύσμορον στρατηλάτην
898
ναύταις συνεκβράσουσι Βορραῖαι πνοαί,
899
τόντ’ἐκ Παλαύθρων ἔκγονον Τενθρηδόνος,
900
Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων,
901
καὶ τὸν δυνάστην τοῦ πετρωθέντος λύκου
902
ἀποινοδόρπου καὶ πάγων Τυμφρηστίων.
903
ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν
904
ποθοῦντες, οἱ δ’Ἐχῖνον, οἱ δὲ Τίταρον
905
Ἶρόντε καὶ Τρηχῖνα καὶ Περραιβικὴν
906
Γόννον Φάλαννάντ’ἠδ’Ὀλοσσόνων γύας
907
καὶ Κασταναίαν, ἀκτέριστον ἐν πέτραις
908
αἰῶνα κωκύσουσιν ἠλοκισμένοι.
909
ἄλλην δ’ἐπ’ἄλλῃ κῆρα κινήσει θεός,
910
λυγρὴν πρὸ νόστου συμφορὰν δωρούμενος.
911
τὸν δ’Αἰσάρουτε ῥεῖθρα καὶ βραχύπτολις
912
Οἰνωτρίας γῆς κεγχρίνῃ βεβρωμένον
913
Κρίμισα φιτροῦ δέξεται μιαιφόνον ·
914
αὐτὴ γὰρ ἄκραν ἄρδιν εὐθυνεῖ χεροῖν
915
σάλπιγξ ἀποψάλλουσα Μαιώτην πλόκον ·
916
Δύρα παρ’ὄχθαις ὅς ποτε φλέξας θρασὺν
917
λέοντα ῥαιβῷ χεῖρας ὥπλισε Σεύθῃ
918
δράκοντ’ἀφύκτων γομφίων λυροκτύπῳ.
919
Κρᾶθις δὲ τύμβους ὄψεται δεδουπότος,
920
εὐρὰξ Ἀλαίου Παταρέως ἀνακτόρων,
921
Ναύαιθος ἔνθα πρὸς κλύδων’ἐρεύγεται.
922
κτενοῦσι δ’αὐτὸν Αὔσονες Πελλήνιοι
923
βοηδρομοῦντα Λινδίων στρατηλάταις,
924
οὓς τῆλε Θερμύδρουτε Καρπάθουτ’ὀρῶν
925
πλάνητας αἴθων Θρασκίας πέμψει κύων,
926
ξένην ἐποικήσοντας ὀθνείαν χθόνα.
927
ἐν δ’αὖ Μακάλλοις σηκὸν ἔγχωροι μέγαν
928
ὑπὲρ τάφων δείμαντες, αἰανῆ θεὸν
929
λοιβαῖσι κυδανοῦσι καὶ θύσθλοις βοῶν.
930
δ’ἱπποτέκτων Λαγαρίας ἐν ἀγκάλαις,
931
ἔγχος πεφρικὼς καὶ φάλαγγα θουρίαν,
932
πατρῷον ὅρκον ἐκτίνων ψευδώμοτον,
933
ὃν ἀμφὶ μήλων τῶν δορικτήτων τάλας
934
πύργων Κομαιθοῦς συμπεφυρμένων στρατῷ
935
στεργοξυνεύνων οὕνεκεν νυμφευμάτων
936
Ἀλοῖτιν ἔτλη τὴν Κυδωνίαν Θρασὼ
937
ὁρκωμοτῆσαι τόντε Κρηστώνης θεὸν
938
Κανδάον’ Μάμερτον ὁπλίτην λύκον,
939
μητρὸς ἐντὸς δελφύος στυγνὴν μάχην
940
στήσας ἀραγμοῖς πρὸς κασίγνητον χεροῖν,
941
οὔπω τὸ Τιτοῦς λαμπρὸν αὐγάζων φάος
942
οὐ δ’ἐκφυγὼν ὠδῖνας ἀλγεινὰς τόκων.
943
τοιγὰρ πόποι φύξηλιν ἤνδρωσαν σπόρον,
944
πύκτην μὲν ἐσθλόν, πτῶκα δ’ἐν κλόνῳ δορός,
945
καὶ πλεῖστα τέχναις ὠφελήσαντα στρατόν ·
946
ὃς ἀμφὶ Κῖριν καὶ Κυλιστάνου γάνος
947
ἔπηλυς οἴκους τῆλε νάσσεται πάτρας,
948
τὰ δ’ἐργαλεῖα, τοῖσι τέτρηνας βρέτας
949
τεύξει ποτ’ἐγχώροισι μέρμερον βλάβην,
950
καθιερώσει Μυνδίας ἀνακτόροις.
951
ἄλλοι δ’ἐνοικήσουσι Σικανῶν χθόνα,
952
πλαγκτοὶ μολόντες, ἔνθα Λαυμέδων τριπλᾶς
953
ναύταις ἔδωκε Φοινοδάμαντος κόρας,
954
ταῖς κητοδόρποις συμφοραῖς δεδηγμένος,
955
τηλοῦ προθεῖναι θηρσὶν ὠμησταῖς βορὰν
956
μολόντας εἰς γῆν ἕσπερον Λαιστρυγόνων,
957
ὅπου συνοικεῖ δαψιλὴς ἐρημία.
958
αἱ δ’αὖ παλαιστοῦ μητέρος Ζηρυνθίας
959
σηκὸν μέγαν δείμαντο, δωτίνην θεᾷ,
960
μόρον φυγοῦσαι καὶ μονοικήτους ἕδρας,
961
ὧν δὴ μίαν Κριμισός, ἰνδαλθεὶς κυνί,
962
ἔζευξε λέκτροις ποταμός · δὲ δαίμονι
963
τῷ θηρομίκτῳ σκύλακα γενναῖον τεκνοῖ,
964
τρισσῶν συνοικιστῆρα καὶ κτίστην τόπων.
965
ὃς δὴ ποδηγῶν πτόρθον Ἀγχίσου νόθον
966
ἄξει τρίδειρον νῆσον εἰς ληκτηρίαν,
967
τῶν Δαρδανείων ἐκ τόπων ναυσθλούμενον.
968
Αἰγέστα τλῆμον, σοὶ δὲ δαιμόνων φραδαῖς
969
πένθος μέγιστον καὶ δι’αἰῶνος πάτρας
970
ἔσται πυρὸς ῥιπαῖσιν ᾐθαλωμένης.
971
μόνη δὲ πύργων δυστυχεῖς κατασκαφὰς
972
νήπαυστον αἰάζουσα καὶ γοωμένη
973
δαρὸν στενάξεις. πᾶς δὲ λυγαίαν λεὼς
974
ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος
975
αὐχμῷ πινώδης λυπρὸν ἀμπρεύσει βίον.
976
κρατὸς δ’ἄκουρος νῶτα καλλυνεῖ φόβη,
977
μνήμην παλαιῶν τημελοῦσ’ὀδυρμάτων.
978
πολλοὶ δὲ Σῖριν ἀμφὶ καὶ Λευταρνίαν
979
ἄρουραν οἰκήσουσιν, ἔνθα δύσμορος
980
Κάλχας ὀλύνθων Σισυφεὺς ἀνηρίθμων
981
κεῖται, κάρα μάστιγι γογγύλῃ τυπείς,
982
ῥείθροισιν ὠκὺς ἔνθα μύρεται Σίνις,
983
ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν.
984
πόλιν δ’ὁμοίαν Ἰλίῳ δυσδαίμονες
985
δείμαντες, ἀλγυνοῦσι Λαφρίαν κόρην
986
σάλπιγγα, δῃώσαντες ἐν ναῷ θεᾶς
987
τοὺς πρόσθ’ἔδεθλον Ξουθίδας ᾠκηκότας.
988
γλήναις δ’ἄγαλμα ταῖς ἀναιμάτοις μύσει,
989
στυγνὴν Ἀχαιῶν εἰς Ἰάονας βλάβην
990
λεῦσσον φόνοντ’ἔμφυλον ἀγραύλων λύκων,
991
ὅταν θανὼν λῄταρχος ἱρείας σκύλαξ
992
πρῶτος κελαινῷ βωμὸν αἱμάξῃ βρότῳ.
993
ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησίους
994
λίνουθ’ἁλισμήκτοιο δειραίαν ἄκραν
995
Ἀμαζόνος σύγκληρον ἄρσονται πέδον,
996
δούλης γυναικὸς ζεῦγλαν ἐνδεδεγμένοι,
997
ἣν χαλκομίτρου θῆσσαν ὀτρηρῆς κόρης
998
πλανῆτιν ἄξει κῦμα πρὸς ξένην χθόνα.
999
ἧς ἐκπνεούσης λοῖσθον ὀφθαλμὸς τυπεὶς
1000
πιθηκομόρφῳ πότμον Αἰτωλῷ φθόρῳ
1001
τεύξει τράφηκι φοινίῳ τετμημένῳ.
1002
Κροτωνιᾶται δ’ἄστυ πέρσουσίν ποτε
1003
Ἀμαζόνος, φθέρσαντες ἄτρομον κόρην
1004
Κλήτην, ἄνασσαν τῆς ἐπωνύμου πάτρας.
1005
πολλοὶ δὲ πρόσθεν γαῖαν ἐκ κείνης ὀδὰξ
1006
δάψουσι πρηνιχθέντες, οὐ δ’ἄτερ πόνων
1007
πύργους διαρραίσουσι Λαυρήτης γόνοι.
1008
οἱ δ’αὖ Τέρειναν, ἔνθα μυδαίνει ποτοῖς
1009
Ὠκίναρος γῆν, φοῖβον ἐκβράσσων ὕδωρ,
1010
ἄλῃ κατοικήσουσι κάμνοντες πικρᾷ.
1011
τὸν δ’αὖ τὰ δευτερεῖα καλλιστευμάτων
1012
λαβόντα, καὶ τὸν ἐκ Λυκορμαίων ποτῶν
1013
στρατηλάτην σῦν, καρτερὸν Γόργης τόκον,
1014
τῇ μὲν Λίβυσσαν ψάμμον ἄξουσι πνοαὶ
1015
Θρῇσσαι ποδωτοῖς ἐμφορούμεναι λίνοις,
1016
τῇ δ’ἐκ Λιβύσσης αὖθις ἐμπίπτων νότος
1017
εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας
1018
ἄξει βαρεῖ πρηστῆρι ποιμαίνων ἅλα.
1019
ἔνθα πλανήτην λυπρὸν ὄψονται βίον
1020
Λακμωνίου πίνοντες Αἴαντος ῥοάς.
1021
Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὅροις
1022
χῶρος συνοίκους δέξεται Κόλχων Πόλαις,
1023
μαστῆρας οὓς θυγατρὸς ἔστειλεν βαρὺς
1024
Αἴας Κορίνθουτ’ἀρχός, Εἰδυίας πόσις,
1025
τὴν νυμφαγωγὸν ἐκκυνηγετῶν τρόπιν,
1026
οἳ πρὸς βαθεῖ νάσσαντο Διζηροῦ πόρῳ.
1027
ἄλλοι δὲ Μελίτην νῆσον Ὀθρωνοῦ πέλας
1028
πλαγκτοὶ κατοικήσουσιν, ἣν πέριξ κλύδων
1029
ἔμπλην Παχύνου Σικανὸς προσμάσσεται,
1030
τοῦ Σισυφείου παιδὸς ὀχθηρὰν ἄκραν
1031
ἐπώνυμόν ποθ’ὑστέρῳ χρόνῳ γράφων
1032
κλεινόνθ’ἵδρυμα παρθένου Λογγάτιδος,
1033
Ἕλωρος ἔνθα ψυχρὸν ἐκβάλλει ποτόν.
1034
παπποκτόνος δ’Ὀθρωνὸν οἰκήσει λύκος,
1035
τηλοῦ πατρῷα ῥεῖθρα Κοσκύνθου ποθῶν.
1036
ὃς ἐν θαλάσσῃ χοιράδων βεβὼς ἔπι
1037
ῥήτρας πολίταις τὰς στρατοπλώτους ἐρεῖ.
1038
χέρσου πατρῴας οὐ γὰρ ἂν φονῆ ποσὶ
1039
ψαῦσαι, μέγαν πλειῶνα μὴ πεφευγότα,
1040
δίκης ἐάσει τάρροθος Τελφουσία
1041
Λάδωνος ἀμφὶ ῥεῖθρα ναίουσα σκύλαξ.
1042
ὅθεν, πεφευγὼς ἑρπετῶν δεινὴν μάχην
1043
δρακοντομόρφων, εἰς Ἀμαντίαν πόλιν
1044
πλώσει, πέλας δὲ γῆς Ἀτιντάνων μολών,
1045
Πράκτιν παρ’αὐτὴν αἰπὺ νάσσεται λέπας,
1046
τοῦ Χαονίτου νᾶμα Πολυάνθους δρέπων.
1047
δ’Αὐσονείων ἄγχι Κάλχαντος τάφων,
1048
δυοῖν ἀδελφοῖν ἅτερος, ψευδηρίων
1049
ξένην ἐπ’ὀστέοισιν ὀγχήσει κόνιν.
1050
δοραῖς δὲ μήλων τύμβον ἐγκοιμωμένοις
1051
χρήσει καθ’ὕπνον πᾶσι νημερτῆ φάτιν,
1052
νόσων δ’ἀκεστὴς Δαυνίοις κληθήσεται,
1053
ὅταν κατικμαίνοντες Ἀλθαίνου ῥοαῖς
1054
ἀρωγὸν αὐδήσωσιν Ἠπίου γόνον
1055
ἀστοῖσι καὶ ποίμναισι πρευμενῆ μολεῖν.
1056
ἔσται ποτὲ πρεσβεῦσιν Αἰτωλῶν φάος
1057
ἐκεῖ γοηρὸν καὶ πανέχθιστον φανέν,
1058
ὅταν Σαλάγγων γαῖαν Ἀγγαίσωνθ’ἕδη
1059
μολόντες αἰτίζωσι κοιράνου γύας,
1060
ἐσθλῆς ἀρούρης πῖαρ ἔγκληρον χθονός.
1061
τοὺς δ’εἰς ἐρεμνὸν ζῶντας ὠμησταὶ τάφον
1062
κρύψουσι κοίλης ἐν μυχοῖς διασφάγος.
1063
τοῖς δ’ἀκτέριστον σῆμα Δαυνῖται νεκρῶν
1064
στήσουσι χωστῷ τροχμάλῳ κατηρεφές,
1065
χώραν διδόντες, ἥν περ ἔχρῃζον λαβεῖν,
1066
τοῦ κρατοβρῶτος παιδὸς ἄτρεστου κάπρου.
1067
τῶν Ναυβολείων δ’εἰς Τέμεσσαν ἐγγόνων
1068
ναῦται καταβλώξουσιν, ἔνθα Λαμπέτης
1069
Ἱππωνίου πρηῶνος εἰς Τηθὺν κέρας
1070
σκληρὸν νένευκεν. ἀντὶ δὲ Κρίσης ὅρων
1071
Κροτωνιᾶτιν ἀντίπορθμον αὔλακα
1072
βοῶν ἀροτρεύσουσιν ὁλκαίῳ πτερῷ,
1073
πάτραν Λίλαιαν κἀνεμωρείας πέδον
1074
ποθοῦντες Ἄμφισσάντε καὶ κλεινὰς Ἄβας.
1075
Σήταια τλῆμον, σοὶ δὲ πρὸς πέτραις μόρος
1076
μίμνει δυσαίων, ἔνθα γυιούχοις πέδαις
1077
οἴκτιστα χαλκείῃσιν ὠργυιωμένη
1078
θανῇ, πυρὶ φλέξασα δεσποτῶν στόλον,
1079
ἔκβλητον αἰάζουσα Κράθιδος πέλας
1080
τόργοισιν αἰώρημα φοινίοις δέμας.
1081
σπιλὰς δ’ἐκείνη σῆς φερώνυμος τύχης
1082
πόντον προσαυγάζουσα φημισθήσεται.
1083
οἱ δ’αὖ Πελασγῶν ἀμφὶ Μέμβλητος ῥοὰς
1084
νῆσόντε Κερνεᾶτιν ἐκπεπλωκότες
1085
ὑπὲρ πόρον Τυρσηνὸν ἐν Λαμητίαις
1086
δίναισιν οἰκήσουσι Λευκανῶν πλάκας.
1087
καὶ τοὺς μὲν ἄλγη ποικίλαιτε συμφοραὶ
1088
ἄνοστον αἰάζοντας ἕξουσιν τύχην
1089
ἐμῶν ἕκατι δυσγάμων ῥυσταγμάτων.
1090
οὐ δ’οἱ χρόνῳ μολόντες ἀσπαστῶς δόμους
1091
εὐκταῖον ἐκλάμψουσι θυμάτων σέλας,
1092
χάριν τίνοντες Κερδύλᾳ Λαρυνθίῳ.
1093
τοιαῖσδ’ἐχῖνος μηχαναῖς οἰκοφθορῶν
1094
παραιολίξει τὰς ἀλεκτόρων πικρὰς
1095
στεγανόμους ὄρνιθας. οὐ δὲ ναυφάγοι
1096
λήξουσι πένθους δυσμενεῖς φρυκτωρίαι
1097
πτόρθου διαρραισθέντος, ὃν νεοσκαφὲς
1098
κρύψει ποτ’ἐν κλήροισι Μηδύμνης στέγος.
1099
μὲν γὰρ ἀμφὶ χύτλα τὰς δυσεξόδους
1100
ζητῶν κελεύθους αὐχενιστῆρος βρόχου
1101
ἐν ἀμφιβλήστρῳ συντεταργανωμένος
1102
τυφλαῖς ματεύσει χερσὶ κροσσωτοὺς ῥαφάς.
1103
θερμὴν δ’ὑπαὶ λουτρῶνος ἀρνεύων στέγην
1104
τιβῆνα καὶ κύπελλον ἐγκάρῳ ῥανεῖ,
1105
τυπεὶς σκεπάρνῳ κόγχον εὐθήκτῳ μέσον.
1106
οἰκτρὰ δέ πέμφιξ Ταίναρον πτερύξεται,
1107
λυπρὰν λεαίνης εἰσιδοῦσ’οἰκουρίαν.
1108
ἐγὼ δὲ δροίτης ἄγχι κείσομαι πέδῳ,
1109
Χαλυβδικῷ κνώδοντι συντεθραυσμένη,
1110
ἐπεί με, πεύκης πρέμνον στύπος δρυὸς
1111
ὅπως τις ὑλοκουρὸς ἐργάτης ὀρεύς,
1112
ῥήξει πλατὺν τένοντα καὶ μετάφρενον,
1113
καὶ πᾶν λακίζουσ’ἐν φοναῖς ψυχρὸν δέμας
1114
δράκαινα διψὰς κἀπιβᾶσ’ἐπ’αὐχένος
1115
πλήσει γέμοντα θυμὸν ἀγρίας χολῆς,
1116
ὡς κλεψίνυμφον κοὐ δορίκτητον γέρας
1117
δύσζηλος ἀστέμβακτα τιμωρουμένη.
1118
βοῶσα δ’οὐ κλύοντα δεσπότην πόσιν
1119
θεύσω κατ’ἴχνος ἠνεμωμένη πτεροῖς.
1120
σκύμνος δὲ πατρὸς κῆρα μαστεύων φόνου
1121
εἰς σπλάγχν’ἐχίδνης αὐτόχειρ βάψει ξίφος,
1122
κακὸν μίασμ’ἔμφυλον ἀλθαίνων κακῷ.
1123
ἐμὸς δ’ἀκοίτης, δμωίδος νύμφης ἄναξ,
1124
Ζεὺς Σπαρτιάταις αἱμύλοις κληθήσεται,
1125
τιμὰς μεγίστας Οἰβάλου τέκνοις λαχών.
1126
οὐ μὴν ἐμὸν νώνυμνον ἀνθρώποις σέβας
1127
ἔσται, μαρανθὲν αὖθι ληθαίῳ σκότῳ.
1128
ναὸν δέ μοι τεύξουσι Δαυνίων ἄκροι
1129
Σάλπης παρ’ὄχθαις, οἵτε Δάρδανον πόλιν
1130
ναίουσι, λίμνης ἀγχιτέρμονες ποτῶν.
1131
κοῦραι δὲ παρθένειον ἐκφυγεῖν ζυγὸν
1132
ὅταν θέλωσι, νυμφίους ἀρνούμεναι
1133
τοὺς Ἑκτορείοις ἠγλαϊσμένους κόμαις,
1134
μορφῆς ἔχοντας σίφλον μῶμαρ γένους,
1135
ἐμὸν περιπτύξουσιν ὠλέναις βρέτας,
1136
ἄλκαρ μέγιστον κτώμεναι νυμφευμάτων,
1137
Ἐρινύων ἐσθῆτα καὶ ῥέθους βαφὰς
1138
πεπαμέναι θρόνοισι φαρμακτηρίοις.
1139
κείναις ἐγὼ δηναιὸν ἄφθιτος θεὰ
1140
ῥαβδηφόροις γυναιξὶν αὐδηθήσομαι.
1141
πένθος δὲ πολλαῖς παρθένων τητωμέναις
1142
τεύξω γυναιξὶν αὖθις, αἳ στρατηλάτην
1143
ἀθεσμόλεκτρον, Κύπριδος λῃστὴν θεᾶς,
1144
δαρὸν στένουσαι, κλῆρον εἰς ἀνάρσιον
1145
πέμψουσι παῖδας ἐστερημένας γάμων.
1146
Λάρυμνα, καὶ Σπερχειέ, καὶ Βοάγριε,
1147
καὶ Κῦνε, καὶ Σκάρψεια, καὶ Φαλωριάς,
1148
καὶ Ναρύκειον ἄστυ, καὶ Θρονίτιδες
1149
Λοκρῶν ἀγυιαί, καὶ Πυρωναῖαι νάπαι,
1150
καὶ πᾶς Ὁδοιδόκειος Ἰλέως δόμος,
1151
ὑμεῖς ἐμῶν ἕκατι δυσσεβῶν γάμων
1152
ποινὰς Γυγαίᾳ τίσετ’Ἀγρίσκᾳ θεᾷ,
1153
τὸν χιλίωρον τὰς ἀνυμφεύτους χρόνον
1154
πάλου βραβείαις γηροβοσκοῦσαι κόρας.
1155
αἷς ἀκτέριστος ἐν ξένῃ ξέναις τάφος
1156
ψάμμῳ κλύδωνος λυπρὸς ἐκκλυσθήσεται,
1157
φυτοῖς ἀκάρποις γυῖα συμφλέξας ὅταν
1158
Ἥφαιστος εἰς θάλασσαν ἐκβράσῃ σποδὸν
1159
τῆς ἐκ λόφων Τράρωνος ἐφθιτωμένης.
1160
ἄλλαι δὲ νύκτωρ ταῖς θανουμέναις ἴσαι
1161
Σιθῶνος εἰς θυγατρὸς ἵξονται γύας,
1162
λαθραῖα κἀκκέλευθα παπταλώμεναι,
1163
ἕως ἂν εἰσθρέξωσιν Ἀμφείρας δόμους
1164
λιταῖς Σθένειαν ἵκτιδες γουνούμεναι.
1165
θεᾶς δ’ὀφελτρεύσουσι κοσμοῦσαι πέδον,
1166
δρόσῳτε φοιβάσουσιν, ἀστεργῆ χόλον
1167
ἀστῶν φυγοῦσαι. πᾶς γὰρ Ἰλιεὺς ἀνὴρ
1168
κόρας δοκεύσει, πέτρον ἐν χεροῖν ἔχων,
1169
φάσγανον κελαινόν, ταυροκτόνον
1170
στερρὰν κύβηλιν, Φαλακραῖον κλάδον,
1171
μαιμῶν κορέσσαι χεῖρα διψῶσαν φόνου.
1172
δῆμος δ’ἀνατεὶ τὸν κτανόντ’ἐπαινέσει,
1173
τεθμῷ χαράξας, τοὐπιλώβητον γένος.
1174
μῆτερ, δύσμητερ, οὐ δὲ σὸν κλέος
1175
ἄπυστον ἔσται, Περσέως δὲ παρθένος
1176
Βριμὼ Τρίμορφος θήσεταί σ’ἑπωπίδα
1177
κλαγγαῖσι ταρμύσσουσαν ἐννύχοις βροτούς,
1178
ὅσοι μεδούσης Στρυμόνος Ζηρυνθίας
1179
δείκηλα μὴ σέβουσι λαμπαδουχίαις,
1180
θύσθλοις Φεραίαν ἐξακεύμενοι θεάν.
1181
ψευδήριον δὲ νησιωτικὸς στόνυξ
1182
Πάχυνος ἕξει σεμνὸν ἐξ ὀνειράτων
1183
ταῖς δεσποτείαις ὠλέναις ὠγκωμένον
1184
ῥείθρων Ἑλώρου πρόσθεν ἐκτερισμένης ·
1185
ὃς δὴ παρ’ἀκταῖς τλήμονος ῥανεῖ χοάς,
1186
τριαύχενος μήνιμα δειμαίνων θεᾶς,
1187
λευστῆρα πρῶτον οὕνεκεν ῥίψας πέτρον
1188
Ἅιδῃ κελαινῶν θυμάτων ἀπάρξεται.
1189
σὺ δ’, ξύναιμε, πλεῖστον ἐξ ἐμῆς φρενὸς
1190
στερχθείς, μελάθρων ἕρμα καὶ πάτρας ὅλης,
1191
οὐκ εἰς κενὸν κρηπῖδα φοινίξεις φόνῳ
1192
ταύρων, ἄνακτι τῶν Ὀφίωνος θρόνων
1193
πλείστας ἀπαρχὰς θυμάτων δωρούμενος.
1194
ἀλλ’ἄξεταί σε πρὸς γενεθλίαν πλάκα
1195
τὴν ἐξόχως Γραικοῖσιν ἐξυμνημένην,
1196
ὅπου σφε μήτηρ πάλης ἐμπείραμος
1197
τὴν πρόσθ’ἄνασσαν ἐμβαλοῦσα Ταρτάρῳ
1198
ὠδῖνας ἐξέλυσε λαθραίας γονῆς,
1199
τὰς παιδοβρώτους ἐκφυγοῦσ’ὁμευνέτου
1200
θοίνας ἀσέπτους, οὐ δ’ἐπίανεν βορᾷ
1201
νηδύν, τὸν ἀντίποινον ἐγμάψας πέτρον,
1202
ἐν γυιοκόλλοις σπαργάνοις εἰλημένον,
1203
τύμβος γεγὼς Κένταυρος ὠμόφρων σπορᾶς.
1204
νήσοις δὲ μακάρων ἐγκατοικήσεις μέγας
1205
ἥρως, ἀρωγὸς λοιμικῶν τοξευμάτων,
1206
ὅπου σε πεισθεὶς Ὠγύγου σπαρτὸς λεὼς
1207
χρησμοῖς Ἰατροῦ Λεψίου Τερμινθέως
1208
ἐξ Ὀφρυνείων ἠρίων ἀνειρύσας
1209
ἄξει Καλύδνου τύρσιν Ἀόνωντε γῆν
1210
σωτῆρ’, ὅταν κάμνωσιν ὁπλίτῃ στρατῷ
1211
πέρθοντι χώραν Τηνέρουτ’ἀνάκτορα.
1212
κλέος δὲ σὸν μέγιστον Ἐκτήνων πρόμοι
1213
λοιβαῖσι κυδανοῦσιν ἀφθίτοις ἴσον.
1214
ἥξει δὲ Κνωσσὸν κἀπὶ Γόρτυνος δόμους
1215
τοὐμὸν ταλαίνης πῆμα, πᾶς δ’ἀνάστατος
1216
ἔσται στρατηγῶν οἶκος. οὐ γάρ ἥσυχος
1217
πορκεὺς δίκωπον σέλμα ναυστολῶν ἐλᾷ,
1218
Λεῦκον στροβήσων φύλακα τῆς μοναρχίας,
1219
ψυδραῖσίτε ἔχθραν μηχαναῖς ἀναπλέκων.
1220
ὃς οὔτε τέκνων φείσετ’οὔτε συγγάμου
1221
Μήδας δάμαρτος, ἠγριωμένος φρένας,
1222
οὐ Κλεισιθήρας θυγατρός, ἧς πατὴρ λέχος
1223
θρεπτῷ δράκοντι συγκαταινέσει πικρόν.
1224
πάντας δ’ἀνάγνοις χερσὶν ναῷ κτενεῖ,
1225
λώβαισιν αἰκισθέντας Ὀγκαίου βόθρου.
1226
γένους δὲ πάππων τῶν ἐμῶν αὖθις κλέος
1227
μέγιστον αὐξήσουσιν ἄμναμοί ποτε,
1228
αἰχμαῖς τὸ πρωτόλειον ἄραντες στέφος,
1229
γῆς καὶ θαλάσσης σκῆπτρα καὶ μοναρχίαν
1230
λαβόντες. οὐ δ’ἄμνηστον, ἀθλία πατρίς,
1231
κῦδος μαρανθὲν ἐγκατακρύψεις ζόφῳ.
1232
τοιούσδ’ἐμός τις σύγγονος λείψει διπλοῦς
1233
σκύμνους λέοντας, ἔξοχον ῥώμῃ γένος,
1234
Καστνίαςτε τῆςτε Χειράδος γόνος,
1235
βουλαῖς ἄριστος, οὐ δ’ὀνοστός ἐν μάχαις.
1236
ὃς πρῶτα μέν Ῥαίκηλον οἰκήσει μολών,
1237
κισσοῦ παρ’αἰπὺν πρῶνα καὶ Λαφυστίας
1238
κερασφόρους γυναῖκας. ἐκ δ’Ἀλμωπίας
1239
πάλιμπλανήτην δέξεται Τυρσηνία
1240
Λιγγεύςτε θερμῶν ῥεῖθρον ἐκβράσσων ποτῶν,
1241
καὶ Πῖσ’Ἀγύλληςθ’αἱ πολύρρηνοι νάπαι.
1242
σὺν δέ σφι μίξει φίλιον ἐχθρὸς ὢν στρατόν,
1243
ὅρκοις κρατήσας καὶ λιταῖς γουνασμάτων
1244
νάνος, πλάναισι πάντ’ἐρευνήσας μυχὸν
1245
ἁλόςτε καὶ γῆς. σὺν δὲ δίπτυχοι τόκοι
1246
Μυσῶν ἄνακτος, οὗ ποτ’Οἰκουρὸς δόρυ
1247
γνάμψει Θέοινος, γυῖα συνδήσας λύγοις,
1248
Τάρχωντε καὶ Τυρσηνός, αἴθωνες λύκοι,
1249
τῶν Ἡρακλείων ἐκγεγῶτες αἱμάτων.
1250
ἔνθα τράπεζαν εἰδάτων πλήρη κιχών,
1251
τὴν ὕστερον βρωθεῖσαν ἐξ ὀπαόνων,
1252
μνήμην παλαιῶν λήψεται θεσπισμάτων.
1253
κτίσει δὲ χώραν ἐν τόποις Βορειγόνων
1254
ὑπὲρ Λατίνους Δαυνίουςτ’ᾠκισμένην,
1255
πύργους τριάκοντ’, ἐξαριθμήσας γονὰς
1256
συὸς κελαινῆς, ἣν ἀπ’Ἰδαίων λόφων
1257
καὶ Δαρδανείων ἐκ τόπων ναυσθλώσεται,
1258
ἰσηρίθμων θρέπτειραν ἐν τόκοις κάπρων ·
1259
ἧς καὶ πόλει δείκηλον ἀνθήσει μιᾷ
1260
χαλκῷ τυπώσας καὶ τέκνων γλαγοτρόφων.
1261
δείμας δὲ σηκὸν Μυνδίᾳ Παλληνίδι,
1262
πατρῷ’ἀγάλματ’ἐγκατοικεῖ θεῶν.
1263
δή, παρώσας καὶ δάμαρτα καὶ τέκνα
1264
καὶ κτῆσιν ἄλλην ὀμπνίαν κειμηλίων,
1265
σὺν τῷ γεραιῷ πατρὶ πρεσβειώσεται,
1266
πέπλοις περισχών, ἦμος αἰχμηταὶ κύνες,
1267
τὰ πάντα πάτρας συλλαφύξαντες πάλῳ,
1268
τούτῳ μόνῳ πόρωσιν αἵρεσιν, δόμων
1269
λαβεῖν χρῄζει κἀπενέγκασθαι δάνος.
1270
τῷ καὶ παρ’ἐχθροῖς εὐσεβέστατος κριθείς,
1271
τὴν πλεῖστον ὑμνηθεῖσαν ἐν χάρμαις πάτραν
1272
ἐν ὀψιτέκνοις ὀλβίαν δωμήσεται,
1273
τύρσιν μακεδνὰς ἀμφὶ Κιρκαίου νάπας
1274
Ἀργοῦςτε κλεινὸν ὅρμον Αἰήτην μέγαν,
1275
λίμνηςτε Φόρκης Μαρσιωνίδος ποτὰ
1276
Τιτώνιόντε χεῦμα τοῦ κατὰ χθονὸς
1277
δύνοντος εἰς ἄφαντα κευθμῶνος βάθη,
1278
Ζωστηρίουτε κλιτύν, ἔνθα παρθένου
1279
στυγνὸν Σιβύλλης ἐστὶν οἰκητήριον,
1280
γρώνῳ βερέθρῳ συγκατηρεφὲς στέγης.
1281
τοσαῦτα μὲν δύστλητα πείσονται κακὰ
1282
οἱ τὴν ἐμὴν μέλλοντες αἰστώσειν πάτραν.
1283
τί γὰρ ταλαίνῃ μητρὶ τῇ Προμηθέως
1284
ξυνὸν πέφυκε καὶ τροφῷ Σαρπηδόνος,
1285
ἃς πόντος Ἕλλης καὶ πέτραι Συμπληγάδες
1286
καὶ Σαλμυδησὸς καὶ κακόξεινος κλύδων,
1287
Σκύθαισι γείτων, καρτεροῖς εἴργει πάγοις,
1288
λίμνηντε τέμνων Τάναϊς ἀκραιφνὴς μέσην
1289
ῥείθροις ὁρίζει, προσφιλεστάτην βροτοῖς
1290
χίμετλα Μαιώταισι θρηνοῦσιν ποδῶν.
1291
ὄλοιντο ναῦται πρῶτα Καρνῖται κύνες,
1292
οἳ τὴν βοῶπιν ταυροπάρθενον κόρην
1293
Λέρνης ἀνηρείψαντο, φορτηγοὶ λύκοι,
1294
πλᾶτιν πορεῦσαι κῆρα Μεμφίτῃ πρόμῳ,
1295
ἔχθρας δὲ πυρσὸν ᾖραν ἠπείροις διπλαῖς.
1296
αὖθις γὰρ ὕβριν τὴν βαρεῖαν ἁρπαγῆς
1297
Κουρῆτες ἀντίποινον Ἰδαῖοι κάπροι
1298
ζητοῦντες, αἰχμάλωτον ἤμπρευσαν πόριν
1299
ἐν ταυρομόρφῳ τράμπιδος τυπώματι
1300
Σαραπτίαν Δικταῖον εἰς ἀνάκτορον
1301
δάμαρτα Κρήτης Ἀστέρῳ στρατηλάτῃ.
1302
οὐ δ’οἵ γ’ἀπηρκέσθησαν ἀντ’ἴσων ἴσα
1303
λαβόντες, ἀλλὰ κλῶπα σὺν Τεύκρῳ στρατὸν
1304
καὶ σὺν Σκαμάνδρῳ Δραυκίῳ φυτοσπόρῳ
1305
εὶς Βεβρύκων ἔστειλαν οἰκητήριον,
1306
σμίνθοισι δηρίσοντας, ὧν ἀπὸ σπορᾶς
1307
ἐμοὺς γενάρχας ἐξέφυσε Δάρδανος,
1308
γήμας Ἀρίσβαν Κρῆσσαν εὐγενῆ κόρην.
1309
καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκους
1310
ταγῷ μονοκρήπιδι κλέψοντας νάκην,
1311
δρακοντοφρούροις ἐσκεπασμένην σκοπαῖς.
1312
ὃς εἰς Κύταιαν τὴν Λιβυστικὴν μολών,
1313
καἰ τὸν τετράπνην ὕδρον εὐνάσας θρόνοις,
1314
καὶ γυρὰ ταύρων βαστάσας πυριπνόων
1315
ἄροτρα, καὶ λέβητι δαιτρευθεὶς δέμας,
1316
οὐκ ἀσμένως ἔμαρψεν ἐρράου σκύλος,
1317
ἀλλ’αὐτόκλητον ἁρπάσας κεραΐδα,
1318
τὴν γνωτοφόντιν καὶ τέκνων ἀλάστορα,
1319
εἰς τὴν λάληθρον κίσσαν ἡρματίξατο,
1320
φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο
1321
βροτησίαν ἱεῖσαν, ἔμπαιον δρόμων.
1322
πάλιν δ’ πέτρας ἀσκέρας ἀνειρύσας
1323
καὶ φασγάνου ζωστῆρα καὶ ξίφος πατρός,
1324
Φημίου παῖς, Σκῦρος λυγροὺς τάφους
1325
κρημνῶν ἔνερθεν αἰγίλιψ ῥοιζουμένων
1326
πάλαι δοκεύει τὰς ἀταρχύτους ῥιφάς,
1327
σὺν θηρὶ βλώξας τῷ σπάσαντι δηίας
1328
Μύστῃ Τροπαίας μαστὸν εὔθηλον θεᾶς,
1329
ζωστηροκλέπτης, νεῖκος ὤρινεν διπλοῦν,
1330
στόρνηντ’ἀμέρσας καὶ Θεμισκύρας ἄπο
1331
τὴν τοξόδαμνον νοσφίσας Ὀρθωσίαν.
1332
ἧς αἱ ξύναιμοι, παρθένοι Νεπτουνίδος,
1333
ἔριν λιποῦσαι, Λάγμον, ἠδὲ Τήλαμον,
1334
καὶ χεῦμα Θερμώδοντος Ἀκταῖόντ’ὄρος,
1335
ποινὰς ἀθέλκτουςθ’ἁρπαγὰς διζήμεναι,
1336
ὑπὲρ κελαινὸν Ἴστρον ἤλασαν Σκύθας
1337
ἵππους, ὁμοκλήτειραν ἱεῖσαι βοὴν
1338
Γραικοῖσιν ἀμνάμοιςτε τοῖς Ἐρεχθέως.
1339
καὶ πᾶσαν Ἀκτὴν ἐξεπόρθησαν δορί,
1340
τοὺς Μοψοπείους αἰθαλώσασαι γύας.
1341
πάππος δὲ Θρῄκης οὑμὸς αἰστώσας πλάκα
1342
χώραντ’Ἐορδῶν καὶ Γαλαδραίων πέδον,
1343
ὅρους ἔπηξεν ἀμφὶ Πηνειοῦ ποτοῖς,
1344
στερρὰν τραχήλῳ ζεῦγλαν ἀμφιθεὶς πέδαις,
1345
ἀλκῇ νέανδρος, ἐκπρεπέστατος γένους.
1346
δ’ἀντὶ τούτων τάρροθον βοηλάτην
1347
τὸν ἑξάπρυμνον, στέρφος ἐγχλαινούμενον,
1348
στείλασα, λίστροις αἰπὺν ἤρειψεν πάγον,
1349
τὸν παλίμφρων Γοργὰς ἐν κλήροις θεῶν
1350
καθιερώσει, πημάτων ἀρχηγέτις.
1351
αὖθις δὲ κίρκοι, Τμῶλον ἐκλελοιπότες
1352
Κίμψοντε καὶ χρυσεργὰ Πακτωλοῦ ποτά,
1353
καὶ νᾶμα λίμνης, ἔνθα Τυφῶνος δάμαρ
1354
κευθμῶνος αίνόλεκτρον ἐνδαύει μυχόν,
1355
Ἄγυλλαν Αὐσονῖτιν εἰσεκώμασαν,
1356
δεινὴν Λιγυστίνοισι τοῖςτ’ἀφ’αἵματος
1357
ῥίζαν γιγάντων Σιθόνων κεκτημένοις
1358
λόγχης ἐν ὑσμίναισι μίξαντες πάλην.
1359
εἷλον δὲ Πῖσαν καὶ δορίκτητον χθόνα
1360
πᾶσαν κατειργάσαντο τὴν Ὄμβρων πέλας
1361
καὶ Σαλπίων βεβῶσαν ὀχθηρῶν πάγων.
1362
λοῖσθος δ’ἐγείρει γρυνὸς ἀρχαίαν ἔριν,
1363
πῦρ εὗδον ἤδη τὸ πρὶν ἐξάπτων φλογί,
1364
ἐπεὶ Πελασγοὺς εἶδε Ῥυνδακοῦ ποτῶν
1365
κρωσσοῖσιν ὀθνείοισι βάψαντας γάνος.
1366
δ’αὖθις οἰστρήσασα τιμωρουμένη
1367
τριπλᾶς τετραπλᾶς ἀντιτίσεται βλάβας,
1368
πορθοῦσα χώρας ἀντίπορθμον ᾐόνα.
1369
πρῶτος μὲν ἥξει Ζηνὶ τῷ Λαπερσίῳ
1370
ὁμώνυμος Ζεύς, ὃς καταιβάτης μολὼν
1371
σκηπτῷ πυρώσει πάντα δυσμενῶν σταθμά.
1372
σὺν θανοῦμαι, κἀν νεκροῖς στρωφωμένη
1373
τὰ λοίπ’ἀκούσω ταῦθ’, νῦν μέλλω θροεῖν.
1374
δεύτερος δέ, τοῦ πεφασμένου κέλωρ
1375
ἐν ἀμφιβλήστροις ἔλλοπος μυνδοῦ δίκην,
1376
καταιθαλώσει γαῖαν ὀθνείαν, μολὼν
1377
χρησμοῖς Ἰατροῦ σὺν πολυγλώσσῳ στρατῶ.
1378
τρίτος δ’, ἄνακτος τοῦ δρυηκόπου γόνος,
1379
τὴν τευχοπλάστιν παρθένον Βραγχησίαν
1380
παραιολίξας βῶλον ἐμπεφυρμένην
1381
νασμοῖς ὀρέξαι τῷ κεχρημένῳ δάνος,
1382
σφραγῖδα δέλτῳ δακτύλων ἐφαρμόσαι,
1383
φθειρῶν ὀρείαν νάσσεται μοναρχίαν,
1384
τὸν πρωτόμισθον Κᾶρα δῃώσας στρατόν,
1385
ὅταν κόρη κασωρὶς εἰς ἐπείσιον
1386
χλεύην ὑλακτήσασα κηκάσῃ γάμους
1387
νυμφεῖα πρὸς κηλωστὰ καρβάνων τελεῖν.
1388
οἱ δ’αὖ τέταρτοι τῆς Δυμαντείου σπορᾶς,
1389
Λακμώνιοίτε καὶ Κυτιναῖοι Κόδροι,
1390
οἳ Θίγρον οἰκήσουσι Σάτνιόντ’ὄρος,
1391
καὶ χερσόνησον τοῦ πάλαι ληκτηρίαν
1392
θεᾷ Κυρίτᾳ πάμπαν ἐστυγημένου,
1393
τῆς παντομόρφου βασσάρας λαμπούριδος
1394
τοκῆος, ἥτ’ἀλφαῖσι ταῖς καθ’ἡμέραν
1395
βούπειναν ἀλθαίνεσκεν ἀκμαίαν πατρός,
1396
ὀθνεῖα γατομοῦντος Αἴθωνος πτερά.
1397
Φρὺξ δ’, ἀδελφὸν αἷμα τιμωρούμενος,
1398
πάλιν τιθηνὸν ἀντιπορθήσει χθόνα
1399
τοῦ νεκροτάγου, τὰς ἀθωπεύτους δίκας
1400
φθιτοῖσι ῥητρεύοντος ἀστεργεῖ τρόπῳ.
1401
ὃς δή ποτ’ἀμφώδοντος ἐξ ἄκρων λοβῶν
1402
φθέρσας κύφελλα καλλυνεῖ παρωτίδας,
1403
δαπταῖς τιτύσκων αἱμοπώταισιν φόβον.
1404
τῷ πᾶσα Φλεγρὰς αἶα δουλωθήσεται
1405
Θραμβουσίατε δειρὰς τ’ἐπάκτιος
1406
στόρθυγξ Τίτωνος αἵτε Σιθόνων πλάκες
1407
Παλληνίατ’ἄρουρα, τὴν βούκερως
1408
Βρύχων λιπαίνει, γηγενῶν ὑπηρέτης.
1409
πολλῶν δ’ἐναλλὰξ πημάτων ἀπάρξεται
1410
Κανδαῖος Μάμερτος, τί χρὴ καλεῖν
1411
τὸν αἱμοφύρτοις ἑστιώμενον μάχαις;
1412
οὐ μὰν ὑπείξει γ’ ’πιμηθέως τοκάς,
1413
ἀλλ’ἀντὶ πάντων Περσέως ἕνα σπορᾶς
1414
στελεῖ γίγαντα, τῷ θάλασσα μὲν βατὴ
1415
πεζῷ ποτ’ἔσται, γῆ δὲ ναυσθλωθήσεται
1416
ῥήσσοντι πηδοῖς χέρσον. οἱ δὲ Λαφρίας
1417
οἶκοι Μαμέρσας, ᾐθαλωμένοι φλογὶ
1418
σὺν καλίνοισι τειχέων προβλήμασι
1419
τὸν χρησμολέσχην αἰτιάσονται βλάβης,
1420
ψαίνυνθα θεσπίζοντα Πλούτωνος λάτριν.
1421
στρατῷ δ’ἀμίκτῳ πᾶσα μὲν βρωθήσεται,
1422
φλοιῶτιν ἐκδύνουσα δίπλακα σκέπην,
1423
καρποτρόφος δρῦς ἀγριάςτ’ὀρειθαλής.
1424
ἅπας δ’ἀναύρων νασμὸς αὐανθήσεται,
1425
χανδὸν κελαινὴν δίψαν αἰονωμένων.
1426
κύφελλα δ’ἰῶν τηλόθεν ῥοιζουμένων
1427
ὑπὲρ κάρα σιήσουσι, Κίμμερόςθ’ὅπως,
1428
σκιὰ καλύψει πέρραν, ἀμβλύνων σέλας.
1429
Λοκρὸν δ’ὁποῖα παῦρον ἀνθήσας ῥόδον,
1430
καὶ πάντα φλέξας, ὥστε κάγκανον στάχυν,
1431
αὖθις παλιμπλώτοιο γεύσεται φυγῆς,
1432
μόσσυνα φηγότευκτον, ὡς λυκοψίαν
1433
κόρη κνεφαίαν, ἄγχι παμφαλώμενος,
1434
χαλκηλάτῳ κνώδοντι δειματουμένη.
1435
πολλοὶ δ’ἀγῶνες καὶ φόνοι μεταίχμιοι
1436
λύσουσιν ἀνδρῶν οἱ μὲν ἐν γαίᾳ πάλας
1437
δειναῖσιν ἀρχαῖς ἀμφιδηριωμένων,
1438
οἱ δ’ἐν μεταφρένοισι βουστρόφοις χθονός,
1439
ἕως ἂν αἴθων εὐνάσῃ βαρὺν κλόνον,
1440
ἀπ’Αἰακοῦτε κἀπὸ Δαρδάνου γεγὼς
1441
Θεσπρωτὸς ἄμφω καὶ Χαλαστραῖος λέων,
1442
πρηνῆθ’ὁμαίμων πάντα κυπώσας δόμον
1443
ἀναγκάσῃ πτήξαντας Ἀργείων πρόμους
1444
σῆναι Γαλάδρας τὸν στατηλάτην λύκον
1445
καὶ σκῆπτρ’ὀρέξαι τῆς πάλαι μοναρχίας.
1446
δὴ μεθ’ἕκτην γένναν αὐθαίμων ἐμὸς
1447
εἷς τις παλαιστής, συμβαλὼν ἀλκὴν δορὸς
1448
πόντουτε καὶ γῆς κεἰς διαλλαγὰς μολών,
1449
πρέσβιστος ἐν φίλοισιν ὑμνηθήσεται,
1450
σκύλων ἀπαρχὰς τὰς δορικτήτους λαβών.
1451
τί μακρὰ τλήμων εἰς ἀνηκόους πέτρας,
1452
εἰς κῦμα κωφόν, εἰς νάπας δασπλήτιδας
1453
βαύζω, κενὸν ψάλλουσα μάστακος κρότον;
1454
πίστιν γὰρ ἡμῶν Λεψιεὺς ἐνόσφισε,
1455
ψευδηγόροις φήμαισιν ἐγχρίσας ἔπη,
1456
καὶ θεσφάτων πρόμαντιν ἀψευδῆ φρόνιν,
1457
λέκτρων στερηθεὶς ὧν ἐκάλχαινεν τυχεῖν.
1458
θήσει δ’ἀληθῆ. σὺν κακῷ δέ τις μαθών,
1459
ὅτ’οὐδὲν ἔσται μῆχος ὠφελεῖν πάτραν,
1460
τὴν φοιβόληπτον αἰνέσει χελιδόνα.
1461
τόσσ’ἠγόρευε, καὶ παλίσσυτος ποσὶν
1462
ἔβαινεν εἱρκτῆς ἐντός. ἐν δὲ καρδίᾳ
1463
σειρῆνος ἐστέναξε λοίσθιον μέλος,
1464
Κλάρου Μιμαλλών, Μελαγκραίρας κόπις
1465
Νησοῦς θυγατρός, τι Φίκιον τέρας,
1466
ἑλικτὰ κωτίλλουσα δυσφράστως ἔπη.
1467
ἐγὼ δὲ λοξὸν ἦλθον ἀγγέλλων, ἄναξ,
1468
σοὶ τόνδε μῦθον παρθένου φοιβαστρίας,
1469
ἐπεί μ’ἔταξας φύλακα λαΐνου στέγης
1470
καὶ πάντα φράζειν κἀναπεμπάζειν λόγον
1471
ἐτητύμως ἄψορρον ὤτρυνας τρόχιν.
1472
δαίμων δέ φήμας εἰς τὸ λῷον ἐκδραμεῖν
1473
τεύξειεν, ὅσπερ σῶν προκήδεται θρόνων,
1474
σώζων παλαιὰν Βεβρύκων παγκληρίαν.