Epigrams
ταῦτ’ἔχω ὅσσ’ἔμαθον καὶ ἐφρόντισα, καὶ μετὰ Μουσῶν
7.2σέμν’ἐδάην τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν
9.1ἔρωτα παύει λιμός · εἰ δὲ μή, χρόνος
9.2ἐὰν δὲ μη δὲ ταῦτα τὴν φλόγα σβέσῃ,
9.3θεραπεία σοι τὸ λοιπὸν ἠρτήσθω βρόχος.
10.1χαῖρε θεὰ δέσποιν’, ἀνδρῶν ἀγαθῶν ἀγάπημα,
10.2Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης ·
10.3σὴν ἀρετὴν τιμῶσιν ὅσοι τὰ δίκαι’ἀσκοῦσιν.