Fragments
ἀμφί μοι αὖτε ἄναχθ’ἑκαταβόλον ἄειδ’, ὦ φρήν.
1Ζεῦ πάντων ἀρχά, πάντων ἁγήτωρ,
2Ζεῦ σοὶ πέμπω ταύταν ὕμνων ἀρχάν.
1σπένδωμεν ταῖς Μνάμας παισὶν Μώσαις
2καὶ τῷ Μωσάρχῳ Λατῶς υἱεῖ.
1ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες.
1σοὶ δ’ἡμεῖς τετράγηρυν ἀποστέρξαντες ἀοιδήν
2ἑπτατόνῳ φόρμιγγι νέους κελαδήσομεν ὕμνους.
1Ἔνθ’αἰχμάτε νέων θάλλει καὶ μῶσα λίγεια
2καὶ δίκα εὐρυάγυια, καλῶν ἐπιτάρροθος ἔργων.