τάδε σοὶ κατ’εὐχὴν, Ζεῦ βασιλεῦτε καὶ σῶτερ, δῶρα ἀνάγομεν, σὺ δὲ δέξαι, καὶ ὥσπερ ἔσωσας εὐμενῶς, καὶ προσοῦ τὰ χαριστήρια, τῷτε λόγῳ ἐπάρκεσον καὶ παράπεμψον εἰς ὅσον ἀνθρώπου λόγον ἐξικέσθαι δυνατὸν ὡς πλεῖστον, ὡς μὴ τελέως καταγέλαστοι γενώμεθα, μη δὲ ἀπὸ τοῦ παντὸς πέσοιμεν. καίτοι πρὸς αὐτῷ γιγνόμενος οὐκ ἔχω τίς γένωμαι, ἀλλὰ νῦν μοι δοκῶ καὶ σφόδρα μανθάνειν ὡς τελέως ἄρα ἐκινδύνευον, καὶ οὐκ ἐν ἐμαυτῷ ἦν ὑπὸ τῆς θαλάττης, κατὰ τοιούτων εὐχόμενος, ἃ μήτε ἀποπληρῶσαι ῥᾴδιον μήτε ἐγχειρῆσαι σωφροσύνης ἴσως ἔχει πίστιν, ὑπισχνούμενος ὕμνον ἐρεῖν Διὸς, καὶ ταῦτα ἄνευ μέτρου. ἦ πολλὴ τότε ἦν ἡ θάλαττα καὶ πᾶν ἐποίει καὶ πράττειν καὶ λέγειν. ὅμως δὲ, οὐ γὰρ ἐκλειπτέον οὐδὲν εὐκταῖον, φασὶν, ἀλλὰ πᾶν ὁτιοῦν ὁπωσοῦν ἀποδιδόμενον κρεῖττον ἢ καθάπαξ ἐκλειφθὲν, πειραθῶμεν ἀμωσγέπως ἀφοσιώσασθαι πρὸς τὸν θεόν · τοῦ δὲ κάλλιον ἢ ἐνδεέστερον αὐτῷ μελήσει. καὶ δὴ τὸ μὲν ὅλως ἐκλιπεῖν ἀργίας οἴσει δόξαν, ἣν οὐ θέμις ἐν τοῖς πρὸς τοὺς θεοὺς ἔχειν, τοῦ δὲ μὴ ἐφικέσθαι ἡ τοῦ πράγματος αὐτοῦ φύσις παρέξει τὴν συγγνώμην. οὐ γὰρ ἑκόντες ἐκλιπεῖν δόξομεν, ἀλλ’ἀναγκαίως ὕστεροι γίγνεσθαι. ὡς δ’εἰπεῖν, κρεῖττον, εἰ δεῖ, γέλωτα ὀφλεῖν ἢ μέμψιν ἐκ θεῶν. ἐπειδὴ οὖν εὐξάμεθάτε καὶ οὐκ ἂν ἄλλως ταῦτα ἔχοι, δεῖ δὴ ὥσπερ τῶν ἀθλητῶν τοὺς ἀπογράψαντας ἑαυτοὺς μὴ ἀναχωρεῖν, ἀλλ’ὁμόσε ἰέναι καὶ πειρᾶσθαι τοῦ ἀγωνίσματος. εἶεν δὴ, Μοῦσαι Διὸς παῖδες, οὐ γὰρ ἔγωγε ὁρῶ πότε ἄν τις ὑμᾶς ἄμεινον καλέσειεν ἢ νῦν, εἴθ’ὑμεῖς γε ἐπ’Ὀλύμπου σὺν Ἀπόλλωνι Μουσηγέτῃ τὴν θείαν ᾠδὴν ᾁδετε, ὑμνοῦσαι τὸν ὑμέτερόντε καὶ τῶν ὅλων πατέρα, εἴτε Πιερία φίλον ὑμῖν ἐνδιαίτημα, εἴτε ἐν Ἑλικῶνι τῷ Βοιωτίῳ χορεύετε, τῶν Διὸς ἔργωντε καὶ δωρεῶν ὅ τί περ ὄφελος, ἄγ’ὦ πάντ’εἰδυῖαι, πόθεν ἀρχώμεθα; τί τολμήσομεν εἰπεῖν περὶ Διός; δότε μοι μανικὸν γενέσθαι τὸν λόγον ὥσπερ τῇ ὑποθέσει, οὕτως καὶ τοῖς πρέπουσιν εἰς αὐτὸν, καὶ μή με οὐρανοῦ καὶ γῆς ἐν τῷ μέσῳ καταλίπητε. Ζεὺς τὰ πάντα ἐποίησε καὶ Διός ἐστιν ἔργα ὅσα ἐστὶ πάντα, καὶ ποταμοὶ καὶ γῆ καὶ θάλαττα καὶ οὐρανὸς καὶ ὅσα τούτων μεταξὺ ἄνω καὶ ὅσα ὑπὸ ταῦτα, καὶ θεοὶ καὶ ἄνθρωποι καὶ ὅσα ψυχὴν ἔχει καὶ ὅσα εἰς ὄψιν ἀφικνεῖται καὶ ὅσα δεῖ νοήσει λαβεῖν. ἐποίησε δὲ πρῶτος αὐτὸς ἑαυτὸν, οὐ Κρήτης ἐν εὐώδεσιν ἄντροις τραφεὶς, οὐ δ’ἐμέλλησεν αὐτὸν Κρόνος καταπιεῖν, οὐ δ’ἀντ’ἐκείνου λίθον κατέπιεν, οὐ δ’ἐκινδύνευσε Ζεὺς οὐ δὲ μή ποτε κινδυνεύσῃ, οὐ δ’ἔστι πρεσβύτερον οὐδὲν Διὸς, οὐ μᾶλλόν γε ἢ υἱεῖςτε πατέρων πρεσβύτεροι γένοιντ’ἂν καὶ τὰ γιγνόμενα τῶν ποιούντων, ἀλλ’ὅδε ἐστὶ πρῶτόςτε καὶ πρεσβύτατος καὶ ἀρχηγέτης τῶν πάντων, αὐτὸς ἐξ αὑτοῦ γενόμενος. ὁπότε δὲ ἐγένετο οὐκ ἔστιν εἰπεῖν, ἀλλ’ἦντε ἄρα ἐξ ἀρχῆς καὶ ἔσται εἰσαεὶ, αὐτοπάτωρτε καὶ μείζων ἢ ἐξ ἄλλου γεγονέναι. καὶ ὥσπερ τὴν Ἀθηνᾶν ἄρα ἐκ τῆς κεφαλῆς ἔφυσε καὶ γάμου οὐδὲν προσεδεήθη εἰς αὐτὴν, οὕτως ἔτι πρότερον αὐτὸς ἑαυτὸν ἐξ αὑτοῦ ἐποίησε καὶ οὐδὲν προσεδεήθη ἑτέρου εἰς τὸ εἶναι, ἀλλ’αὐτὸ το- τοὐναντίον πάντα εἶναι ἀπ’ἐκείνου ἤρξατο καὶ οὐκ ἔστι χρόνον εἰπεῖν. οὐ δὲ γὰρ χρόνος ἦν πω τότε, ὅτι μη δὲ ἄλλο μηδέν. δημιουργοῦ γὰρ ἔργον οὐδέν ἐστι πρεσβύτερον. οὕτως δὴ ἀρχὴ μὲν ἁπάντων Ζεύςτε καὶ ἐκ Διὸς πάντα. ἅτε δὲ ὢν χρόνουτε κρείττων καὶ οὐδένα ἔχων τὸν ἀντικόψοντα, αὐτόςτε ὁμοῦ καὶ ὁ κόσμος ἦν. οὕτως ταχὺ πάντα ἐποίησεν. ἐποίησε δὲ ὧδε · εἰ δέ πη σφαλλόμεθα, ὁ μείλιχος ἡμῖν κεκλήσθω · ἄρχεται ἐκ θεμελίων καὶ ποιεῖ γῆν, ὅπως αὐτῷ τὰ πάντα ἐπὶ ταύτης βεβήκοι, ῥιζώσαςτε ῥίζαις ἀπείροις τὸ βάθος καὶ πυκνώσας, πέτραιςτε ἀντὶ γόμφων καὶ τῇ δ’ἄλλῃ ἣ πυκνῶσαι φύσιν εἴληχεν, ὄρητε ἐξαναστήσας, ὑετῶν καὶ κυμάτων ἀλεξητήρια, καὶ πεδία ἐν μέσῳ καταμίξας, ὀρῶν ἕδρας καὶ γῆς, ὅ τί περ δύναμιν τῷ ἑτέρῳ τὸ ἕτερον πηγνύς. ὅσα δὲ αὐτῷ τὰ δεύτερα τοῦ βάρους εἶχεν ἐπῆγε, θάλατταν ἐπὶ τῇ γῇ μέσην ἐν μέσῃ τιθείς · οἷα δὲ ἐπὶ γειτόνων φιλίαν καὶ κοινωνίαν πραγματευόμενος ποταμοὺς ἐγκατέμιξεν, οἳ ἔκτε γῆς εἰς τὴν θάλατταν ῥυήσεσθαι καὶ πάλιν ἐκ τῆς θαλάττης κατ’ἄλλους ἀφανεῖς τόπους εἰς τὴν γῆν ἔμελλον ὑπορρυήσεσθαι καὶ συνάπτειν ἑκάτερα πρὸς ἄλληλα. συνέπλεξέτε αὐτὰ οὕτως ὡς εἶναι μέσα ἑκάτερα ἀλλήλων, νήσοιςτε καὶ πορθμοῖς καὶ ἰσθμοῖς τὸ ἕτερον τοῦ ἑτέρου ἀεὶ ἐν μέσῳ γιγνόμενον. ὥσπερ δὲ τὴν γῆν δι’ἑκατέρου τοῦ σχήματος ὠχύρωσεν, οὕτω τὴν γῆν αὖ καὶ τὴν θάλατταν, δι’ἀλλήλων ἀμφότερα ἀσφαλῆ ποιῶν · ἀέρατε ὑπὲρ ἀμφοτέρων ἔστησε, γῆς καὶ θαλάττης ἀναπνοήν. καὶ πῦρ ἄνωθεν, ὃ δὴ αἰθέρα ὀνομάζουσιν, ἐπιστήσας, τετάρτῳ τούτῳ τὰ πάντα κατέλαβε, τῆςτε φιλοτεχνίας τὰ κράτιστα ἐνταῦθα τοῦτ’εἰσηνέγκατο, κοσμήσας μὲν ἄστροις τὸν πάντα οὐρανὸν, ὥσπερ ταῖς νήσοις τὴν θάλατταν, καὶ δι’αὐτῶν ποιήσας διαφανῆ, τήντε τοῦ πυρὸς ἀπορροὴν καταπέμψας μέχρι γῆς, οὐκ ἐν ὅσῳ νῦν ἡμεῖς διήλθομεν χρόνῳ περὶ αὐτῶν ἀποτελεώσας ἅπαντα ταῦτα, ἀλλ’ὀξύτερον ἢ νοῆσαι ἐγχωρεῖ · ἅμα δὲ τῇ ποιήσειτε καὶ δημιουργίᾳ διῄρει κατὰ τὸ εἰκὸς ἕκαστα καὶ κλήρους ἀπένεμε, ποιῶν μὲν ζῶα τὰ πρέποντα ἑκάστοις τόποις, τάςτε οἰκείους γονὰς, οἰκήσειςτε καὶ λήξεις τοῖς γεννηθεῖσιν ἀποδιδούς · θεοῖς μὲν ἐν οὐρανῷ οἷον ἐν ἀκροπόλει τοῦ παντὸς οἰκεῖν, ὃ δὴ κάλλιστόντε καὶ λαμπρότατον, οἰκητηρίων ἁγνότατον · οὐ δὲ γῆρας εἴσεισιν εἰς αὐτό · ἀνθρώποις δ’ἐπὶ γῆς, θαλαττίοις δὲ φύλοις τὴν θάλατταν ἀπέδωκε, καὶ πτηνοῖς ἀέρα, ὡς μάλιστα τῆς ἀξίας ἔμελλον ἕκαστοι τεύξεσθαι κατὰ τὴν αὑτῶν φύσιντε καὶ δύναμιν τὰς λήξεις εὑρισκόμενοι καὶ τὰς συγγενεῖς οἰκήσεις λαμβάνοντες · τὸ μὲν γηγενέςτε καὶ γεῶδες φῦλον τὴν γῆν, τὸ δὲ ὑγρότερον τὴν θάλατταν, τὸ δὲ κουφότερον καὶ ξηρότερον τὸν ἀέρα, τὸ δ’αὖ νοτερόντε καὶ διάπυρον καὶ πᾶσι τούτοις ἐπιτεταμένον τὸν αἰθέρατε καὶ οὐρανόν. οὕτως δὴ ὥσπερ πόλιν ποιῶν αὐτὴν ἢ δειμάμενος, εἶτα τοὺς ἄνδρας εἰσῆγεν. ὡς δὲ διέκρινε τὴν ὕλην καὶ κατεσκευάσατο τὸν κόσμον, ἐπλήρου γενῶν πάντα ἑξῆς ποιῶν σὺν ἁρμονίᾳ καὶ προνοίᾳ τοῦ μηδὲν παραλειφθῆναι τὸ μὴ οὐ πάντα πρέποντα καὶ τέλεα ἀλλήλοις δημιουργὸς αὐτὸς καὶ οἰκιστὴς τοῦ παντὸς οὐσίαςτε καὶ δυνάμεως ἔχων. ὡς δὲ καὶ θεῶν ὅσα φῦλα ἀπορροὴν τῆς Διὸς τοῦ πάντων πατρὸς δυνάμεως ἕκαστα ἔχει καὶ ἀτεχνῶς κατὰ τὴν Ὁμήρου σειρὰν ἅπαντα εἰς αὐτὸν διήρτηται καὶ πάντα ἐξ αὐτοῦ ἐξῆπται, πολὺ καλλίων ἅλυσις ἢ κατὰ χρυσῆντε καὶ εἴ τινα ἄλλην τις ἐπινοήσειεν. ἔρωτάτε καὶ Ἀνάγκην, δύο τούτω συναγωγοτάτωτε καὶ ἰσχυροτάτω, ἐν τοῖς πρῶτα ἐγέννησεν, ὅπως αὐτῷ τὰ πάντα συνέχοιεν. τότε θνητὸν φῦλον οὐ μιᾶς οὐ δὲ τῆς αὐτῆς ἅπαν μοίρας ἠξίωσεν, οὐ δὲ ἀπηνήνατο μὴ οὐ καὶ ἀνθρώπων ὡς καὶ θεῶν εἶναι πατὴρ, ἀλλ’ἐκ τοῦ αὐτοῦ γένους ὥσπερ νῦν οἱ τὰ μύρα σκευάζοντες, ὅσον ἦν οἷον ὑποστάθμητε καὶ ἐμμεμενηκὸς κάτω, τοῦτο ὑπελείπετο ἀνθρώπου σπέρμα εἶναι, οὔτε τιμὴν ἴσην οὔτε δύναμιν ὁμοίαν ἔχον, οὐ δὲ κακῶν εἰλικρινέςτε καὶ ἄμοιρον, ὥσπερ ἦν ἐκεῖνο τὸ πρότερον γένος, ὅμως δὲ ἐντιμότερον τοῦ γε ἄλλου θνητοῦ γένους, ἅτε τοῦ λόγου κεκοινωνηκὸς καὶ οὐ παντάπασιν ἀπηλλαγμένον τῆς θείας μοίρας, ἀλλ’οἷον ὀχετοῦ ἢ πηγῆς τὸ τελευταῖον ἐσχηκός. οὕτω δὴ προεδρίαν μὲν καὶ ἀρχὰς καὶ προστασίας δίδωσι θεοῖς, δεύτερα δὲ πολὺ ὕστερον καὶ ἀνθρώποις δίδωσι, τὰ δὲ μέσα ὅσατε ἀέρος καὶ θαλάττης θρέμματα καὶ ὅσα λοιπὰ γῆς, ὑπ’ἀμφοτέροις ἐποίησεν, ὥσπερ οἱ ἐν τοῖς στρατοπέδοις τοὺς μὲν ἀρίστους εἰς τὸ ἔμπροσθεν τάττοντες, τοὺς δὲ δευτέρους ἐξόπισθεν, τοὺς δ’αὖ κακοὺς, τοῦτο δὴ τὸ λεγόμενον, εἰς μέσους. καὶ τοῖς μέν γε θεοῖς τὰς τέτταρας ἀπέδωκε χώρας, ὅπως μηδαμοῦ μηδὲν κενὸν εἴη θεῶν, ἀλλὰ πανταχοῦ πᾶσι παρῶσι τοῖς οὖσίτε καὶ γιγνομένοις, τὴν δὴ πρώτην πατρίδα τὴν οὐράνιον καὶ τὴν κατ’ἀέρα καὶ τὴν ἐν θαλάττῃ καὶ τὴν ἐπὶ γῆς οἷον ὕπαρχοί τινες καὶ σατράπαι μεμερισμένοι. τῆς δὲ ἐξ αὐτῶν προνοίας οὐδὲν πλέον ἢ ἄνθρωπον μετέχειν ἐποίησε, πανταχοῦ σώζων τοῖς γένεσι τὴν ἀξίαν καὶ τὴν τάξιν οὐκ ἀνόνητον ἀξιῶν εἶναι. ταῦτα εἰδότες ἄνθρωποι καὶ μεγάλην ὑπὲρ μεγάλων ὀφείλοντες χάριν, ὡς χρόνῳ ὕστερον ἀθροίζοντες ἀλλήλους πόλεις ᾤκιζον, τὰς ἀκροπόλεις ἐξεῖλον Διὶ, πρόςτε τὸ τοῦ παντὸς παράδειγμα βλέποντες, ὅτι ἦν αὐτὸς τῶν ἄκρων τοῦ παντὸς οἰκήτωρ, καὶ ἅμα τῶν ἐπικαιροτάτων ἑκόντες ἐξιστάμενοι, ὡς μόνῳ τυράννων ἄρχειν εἰδότι. καὶ τοῖς ἀρχομένοις σύμφορον εἶναι τοῦ γένους τὴν οἰκειότητα κα- κἀνταῦθα ἐνεδείξατο ἡμῖν ἐκ τῶν δευτέρων · θεῶν μὲν γὰρ βία οὐχ ἅπτεται · διὰ τοῦτο νόμων οὐδὲν δέονται · ἀνθρώποις δὲ αὖ μόνοις τῶν ἄλλων ζώων ἐνόμιζε, φόνῳτε ὅπως μὴ φθείρωνται καὶ ἁρπαγαὶ καὶ βίαι ὅπως μὴ γίγνωνται, ἀλλὰ δίκη βίας ἔμπροσθεν ᾖ. ταῦτα δὲ ἐνομοθέτει Ζεὺς, ὅτε ἔπεμπεν εἰς ἀνθρώπους Αἰδῶ καὶ Δίκην μετὰ τῶν ἄλλων θεῶν, ἐπιμελησομένους ἀνθρώπων καὶ φυλάξοντας αὐτοῖς τὸν βίον. ἥτε οὖν ἐξ ἀρχῆς γένεσις ἐκ Διὸς ἡμῖν, ὥσπερ καὶ τῷδε τῷ παντὶ, καὶ ἡ τοῦ βίου σωτηρία καὶ τέχναι καὶ νόμοι καὶ τὸ θνητὸν ὂν ἡμῶν γένος κατὰ μέρος ἀθάνατον εἶναι τῇ διαδοχῇ. καὶ ὁ περὶ αὐτῶν τούτων λογισμὸς Διός ἐστι μέρος. Ὅμηρος δὲ πόρρω τοῦ καιροῦ μανικὸς ἦν, ὃς ἐποίησεν ἐν θεῶν ἀγορᾷ Δία κωλύοντα θεοὺς ἀνθρώπων ἐπιμέλεσθαι · ὁ δὲ οὐ τοῦτο ἐκώλυσεν, οὐ δὲ μὴ κωλύσῃ γε, αὐτὸς αὑτὸν αἰδούμενος. οὐ γὰρ θέμις αὐτῷ μεταστραφῆναι οὐ δὲ ἑτέραν γνώμην ἔχειν οὔτε ὑπὸ λήθης οὔτε ὑπὸ μετανοίας ἧς ἔσχεν ἐξ ἀρχῆς, ὅτε ἐποίει θεοὺς μὲν ἀνθρώπων ἐπιμελητὰς, ἀνθρώπους δὲ θεῶν θεραπευτάςτε καὶ ὑπηρέτας · ὃ δὴ μάλιστα πρέψειντε καὶ συνοίσειν ἔμελλεν ἀμφοτέροις. ἔστιν οὖν πάντων δὴ τῶν ὄντων Ζεὺς αἴτιόςτε καὶ δημιουργὸς, καὶ διὰ τοῦτον ἅπαντα γίγνεται ὅσατε οὐράνια καὶ ὅσα ἐπίγεια, ὥσπερ καὶ τὸ ὄνομα αὐτὸ παραδηλοῖ, οὐ πόρρω τῆς αἰτίας λεγόμενον, ἐπειδὰν λέγωμεν Δία. Ζεὺς μὲν γὰρ ὅτι ζωῆςτε καὶ οὐσίας ἑκάστοις ἐστὶν αἴτιος κέκληται ἡμῖν, αὖθις δὲ καθὸ αἰτιώμενοι τινὰς ὀνομάζομεν, κατὰ ταύτην τὴν χώραν τῆς φωνῆς ὁμώνυμον αὐτὸν ἐποιήσαμεν τῷ τῆς αἰτίας ὀνόματι Δία προσαγορεύσαντες, ἐπειδήπερ δι’αὐτὸν ἅπαντα γίγνεταίτε καὶ γέγονε. καὶ ἡ ἡλίουτε ἄπαυστος κίνησις ὑπὲρ γῆςτε καὶ ὑπὸ γῆν Διός ἐστι πρόρρησις ἡλίῳ προειρημένη ὑπὲρ τῆς τοῦ παντὸς κόσμου φανότητος, καὶ σελήνης δρόμοι καὶ χορεῖαι πάντων ἄστρων Διός ἐστι διάκοσμος · ὅτε τῆς περίρρους Ὠκεανὸς ἐκ Διὸς ὥσπερ ἐξ ἀρχῆς ἐγένετο, οὕτω καὶ μένει τοὺς ἑαυτοῦ φυλάττων ὅρους. ὧραίτε καθ’ἕκαστον ἔτος ἐκ περιτροπῆς γῆν τὴν πᾶσαν ἐπέρχονται. καὶ ὁ πᾶς χρόνος εἰς ἡμέραν καὶ νύκτα μερισθεὶς πρέποντα τῷ καιρῷ τὰ ἑκατέρων ἔχει μήκη, ἀναπαύσειςτε καὶ τοὺς πόνους, ὡς δὴ ἁρμόττει, πλείους ἢ ἐλάττους παρεχόμενος · ἥτε οὐρανοῦ καὶ ὄμβρου συνουσία Διός · καὶ Ἀπόλλων ἀνθρώποις χρησμῳδεῖ Διὸς νημερτέα βουλὴν, καὶ Ἀσκληπιὸς ἰᾶται, Ἀθηνᾶτε Ἐργάνη Διὸς γνώμῃ ταύτην εἴληχε τὴν τάξιν, καὶ Ἥρα γαμηλία, καὶ Ἄρτεμις λοχία καὶ κυνηγέτις εὐεργετοῦσιν ἀνθρώπους, τὴν τοῦ μεγάλου σώζουσαι πάντων εὐεργέτου γνώμην. Πᾶνέςτε ὀρῶν ἔνοικοι καὶ Νύμφαι ναμάτων ἐπίσκοποι σὺν Διὶ τὴν κληρουχίαν ἔχουσι. Ποσειδῶντε καὶ Διόσκουροι σώζουσι τοὺς πλέοντας, πειθόμενοι Διὶ, καὶ Μοῦσαι μουσικὴν εὗρον καὶ κατέδειξαν Διὸς βουληθέντος εἶναι Μούσας καὶ μουσικὴν, θεῶν ἅμα καὶ ἀνθρώπων ἕνεκα. καὶ πάντα δὲ πανταχοῦ Διὸς μεστὰ καὶ πᾶσιν ἐφ’ἑκάστης πράξεως παρίδρυται, ὥσπερ οἱ διδάσκαλοι τοῖς παισὶ καὶ οἱ παραβάται τοῖς ἡνιόχοις. καὶ ἁπάντων θεῶν εὐεργεσίαι Διός εἰσιν ἔργον, καὶ πάντες ἀνθρώπων ἐπιμελοῦνται, τὴν ὑπὸ τούτου παραδοθεῖσαν τάξιν φυλάττοντες, οἷον ἐν στρατοπέδῳ συμπάντων στρατηγοῦ. μοῖράντε ἣν ἂν νείμῃ ἐπίσταται εἰκότως. δίδωσι γὰρ αὐτὸς καὶ τοῦτ’ἔστιν ἄφυκτος εἱμαρμένη, ὅ τι ἂν ἑκάστῳ νείμῃ Ζεὺς, οὗ πάντα τὰ ὄντα γεννήματα. τοῦτον οὐκ ὀρῶν ἐκφεύγουσι κορυφαὶ, οὐ πηγαὶ ποταμῶν, οὐ πόλεις, οὐχ ἡ κάτω τῆς θαλάττης ψάμμος, οὐκ ἀστέρες, οὐ νὺξ ἔμπροσθεν ἵσταται, οὐχ ὕπνος τῶν τούτου μεγάλωντε καὶ μόνων ἑορακότων τα- τἀληθὲς ὀφθαλμῶν. ποταμῶντε ὁ κάλλιστος καὶ ἀξιολογώτατος καὶ αὐτὸς ἄρα διιπετὴς Νεῖλος ἦν, ἅτε δὴ μιμούμενος τὸν πατέρα, καὶ οἷον ὕπαρχος ὑπ’αὐτοῦ τῶν κατ’Αἴγυπτον τεταγμένος, ἀντὶ τῶν Διὸς ὄμβρων αὐτὸς ἔπεισι καὶ πληροῖ τὴν γῆν. Ζεὺς πάντων πατὴρ καὶ οὐρανοῦ καὶ γῆς καὶ θεῶν καὶ ἀνθρώπων καὶ ποταμῶν καὶ φυτῶν, καὶ διὰ τοῦτον ὁρῶμεν καὶ ἔχομεν ὁπόσα ἔχομεν. οὗτος ἁπάντων εὐεργέτης καὶ ἔφορος καὶ προστάτης, οὗτος πρύτανις καὶ ἡγεμὼν καὶ ταμίας ὄντων καὶ γιγνομένων ἁπάντων, οὗτος δοτὴρ ἁπάντων, οὗτος ποιητὴς, οὗτος ἐν μὲν ἐκκλησίαις καὶ δίκαις νίκην διδοὺς ἀγοραῖος κέκληται, ἐν δὲ μάχαις τροπαῖος, ἐν δὲ νόσοις καὶ πᾶσι καιροῖς βοηθῶν σωτὴρ, οὗτος ἐλευθέριος, οὗτος μειλίχιος · εἰκότως, ἅτε καὶ πατήρ. οὗτος βασιλεὺς, πολιεὺς, καταιβάτης, ὑέτιος, οὐράνιος, κορυφαῖος, πάνθ’ὅσα αὐτὸς εὗρε μεγάλα καὶ ἑαυτῷ πρέποντα ὀνόματα. οὗτος ἁπάντων ἀρχὰς καὶ πέρατα καὶ μέτρα καὶ κλήρους ἔχων, ἴσον πανταχοῦ πάντων κρατῶν, αὐτὸς ἂν μόνος εἰπὼν ἃ χρὴ περὶ αὑτοῦ, θεὸς ἅτε πλέον τι λαχών · τοῦτο γὰρ οὖν Πινδάρῳ κάλλιον ἢ ἄλλ’ὁτιοῦν ὁτῳοῦν εἴρηται περὶ Διός. ἀπὸ τούτου ἄρχεσθαι χρὴ καὶ τελευτᾶν εἰς τοῦτον, παντὸς λόγου καὶ πάσης πράξεως ἡγεμόνα καὶ βοηθὸν καλοῦντας, ὥσπερ εἰκὸς τὸν ἁπάντων κρατοῦντα ἀρχηγέτην καὶ τέλειον μόνον αὐτὸν ὄντα τῶν πάντων.