Epigrams
ἕρπουσα, πετωμένα, βεβῶσα κούρα,
14.2νόθον ἴχνος ἀραμένα δρομαία λέαινα,
14.3πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά,
14.4τὰ δὲ μέσσα βρέμουσα λέαινα θήρ.
14.5τὰ δ’ὄπισθεν ἑλισσόμενος δράκων.
14.6οὔθ’ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά,
14.7οὔτ’ὄρνις ὅλον δέμας, οὔτε θήρ ·
14.8κόρη γὰρ ἐφαίνετ’ἄνευ ποδῶν,
14.9κεφαλὰν δ’οὐκ ἔσχε βρέμουσα θήρ.
14.10φύσιν εἶχεν ἄτακτα κεκραμέναν,
14.11ἀτέλεστα τέλεια μεμιγμέναν.
16.1τὰν ὕελον ἐκόμιζε
16.2κόψας ἐργάτας ἀνήρ
16.3ἐς δὲ πῦρ ἔθηκε βῶλον,
16.4ὡς σίδηρον εὐσθενῆ ·
16.5ἁ δ’ὕελος, οἷα κηρός,
16.6ἐξεχεῖτο, παμφάγοισι
16.7φλοξὶν ἐκπυρουμένα ·
16.8θαῦμα δ’ἦν ἰδεῖν βροτοῖς
16.9ὁλκὸν ἐκ πυρὸς ῥέοντα,
16.10καὶ τὸν ἐργάτην τρέμοντα,
16.11μὴ πεσὼν διαρραγῇ.
16.12ἐς δὲ διπτύχων ἀκμὰς
16.13χηλέων ἔθηκε βῶλον.