Xenophanes

Fragments

1
ἐξ ἀρχῆς καθ’Ὅμηρον, ἐπεὶ μεμαθήκασι πάντες
1
πάντα θεοῖσ’ἀνέθηκαν Ὅμηρόςθ’Ἡσίοδόςτε,
2
ὅσσα παρ’ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν,
3
κλέπτειν μοιχεύειντε καὶ ἀλλήλους ἀπατεύειν.
1
ὡς πλεῖστ’ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα,
2
κλέπτειν μοιχεύειντε καὶ ἀλλήλους ἀπατεύειν.
1
ἀλλ’εἰ χεῖρας ἔχον βόες ἵπποιτ’ἠὲ λέοντες
2
ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,
3
ἵπποι μένθ’ἵπποισι, βόες δέτε βουσὶν ὁμοίας
4
καί κε θεῶν ἰδέας ἔγραφον καὶ σώματ’ἐποίουν
5
τοιαῦθ’, οἷόν περ καὐτοὶ δέμας εἶχον ἕκαστοι.
1
Αἰθίοπέςτε θεοὺς σφετέρους σιμοὺς μέλανάςτε
2
Θρῆικέςτε γλαυκοὺς καὶ πυρρούς φασι πέλεσθαι.
1
ἑστᾶσιν δ’ἐλάτης βάκχοι πυκινὸν περὶ δῶμα.
1
οὔ τοι ἀπ’ἀρχῆς πάντα θεοὶ θνητοῖσ’ὑπέδειξαν,
2
ἀλλὰ χρόνωι ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον.
1
καί κ’ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.
1
πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρηι
2
ἐν κλίνηι μαλακῆι κατακείμενον, ἔμπλεον ὄντα,
3
πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ’ἐρεβίνθους ·
4
“τίς πόθεν εἷς ἀνδρῶν; πόσα τοι ἔτε’ἐστί, φέριστε;
5
πηλίκος ἦσθ’, ὅθ’ὁ Μῆδος ἀφίκετο ;’
1
εἷς θεὸς ἔντε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,
2
οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐ δὲ νόημα.
1
οὖλος ὁρᾶι, οὖλος δὲ νοεῖ, οὖλος δέτ’ἀκούει.
1
ἀλλ’ἀπάνευθε πόνοιο νόου φρενὶ πάντα κραδαίνει.
1
αἰεὶ δ’ἐν ταὐτῶι μίμνει κινεύμενος οὐδέν,
2
οὐ δὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλληι.
1
ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾶι.
1
γαίης μὲν τόδε πεῖρας ἄνω παρὰ ποσσὶν ὁρᾶται
2
ἠέρι προσπλάζον, τὸ κάτω δ’ἐς ἄπειρον ἱκνεῖται.
1
γῆ καὶ ὕδωρ πάντ’ἔσθ’ὅσα γίνονται ἠδὲ φύονται.
1
πηγὴ δ’ἐστὶ θάλασσ’ὕδατος, πηγὴ δ’ἀνέμοιο ·
2
οὔτε γὰρ ἐν νέφεσιν πνοιαί κ’ἀνέμοιο φύοιντο
3
ὀμβροφυέσσιν ἔσωθεν ἄνευ πόντου μεγάλοιο
4
οὔτε ῥοαὶ ποταμῶν οὔτ’αἰθέρος ὄμβριον ὕδωρ,
5
ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμωντε
6
καὶ ποταμῶν.
1
ἠέλιόςθ’ὑπεριέμενος γαῖάντ’ἐπιθάλπων.
1
ἥντ’Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε,
2
πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι.
1
πάντες γὰρ γαίηςτε καὶ ὕδατος ἐκγενόμεσθα.
1
καὶ τὸ μὲν οὖν σαφὲς οὔ τις ἀνὴρ ἴδεν οὐ δέ τις ἔσται
2
εἰδὼς ἀμφὶ θεῶντε καὶ ἅσσα λέγω περὶ πάντων ·
3
εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών,
4
αὐτὸς ὅμως οὐκ οἶδε · δόκος δ’ἐπὶ πᾶσι τέτυκται.
1
ταῦτα δεδοξάσθω μὲν ἐοικότα τοῖς ἐτύμοισι.
1
ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι,
1
καὶ μὲν ἐνὶ σπεάτεσσί τεοις καταλείβεται ὕδωρ.
1
εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον
2
γλύσσονα σῦκα πέλεσθαι.