Simonides

Epigrams

5.1
Βοίδιον ηὑλητρὶς καὶ Πυθιάς, αἳ ποτ’ἐρασταί,
5.2
σοί, Κύπρι, τὰς ζώνας τάςτε γραφὰς ἔθεσαν.
5.3
ἔμπορε καὶ φορτηγέ, τὸ σὸν βαλλάντιον οἶδεν
5.4
καὶ πόθεν αἱ ζῶναι καὶ πόθεν οἱ πίνακες.
6.1
τόξα τάδε πτολέμοιο πεπαυμένα δακρυόεντος
6.2
νηῷ Ἀθηναίης κεῖται ὑπορρόφια,
6.3
πολλάκι δὴ στονόεντα κατὰ κλόνον ἐν δαῒ φωτῶν
6.4
Περσῶν ἱππομάχων αἵματι λουσάμενα.
6.1
τόνδε ποθ’Ἕλληνες ῥώμῃ χερός, ἔργῳ Ἄρηος,
6.2
εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,
6.3
Πέρσας ἐξελάσαντες, ἐλεύθερον Ἑλλάδι κόσμον
6.4
ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.
6.1
οὕτω τοι, μελία ταναά, ποτὶ κίονα μακρὸν
6.2
ἧσο, Πανομφαίῳ Ζηνὶ μένουσ’ἱερά ·
6.3
ἤδη γὰρ χαλκόςτε γέρων, αὐτάτε τέτρυσαι
6.4
πυκνὰ κραδαινομένα δαΐῳ ἐν πολέμῳ.
6.1
Ἑλλάνων ἀρχαγὸς ἐπεὶ στρατὸν ὤλεσα Μήδων
6.2
Παυσανίας Φοίβῳ μνᾶμ’ἀνέθηκα τόδε.
6.1
εὔχεό τοῖς δώροισι, Κύτων, θεὸν ὧδε χαρῆναι
6.2
Λητοΐδην ἀγορῆς καλλιχόρου πρύτανιν,
6.3
ὥσπερ ὑπὸ ξείνωντε, καὶ οἳ ναίουσι Κόρινθον,
6.4
αἶνον ἔχεις χαρίτων μεστοτάτοις στεφάνοις,
6.1
ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο ταύρους
6.2
καὶ τρίποδας, πρὶν τόνδ’ἀνθέμεναι πίνακα ·
6.3
τοσσάκι δ’ἱμερόεντα διδαξάμενος χορὸν ἀνδρῶν,
6.4
εὐδόξου Νίκας ἀγλαὸν ἅρμ’ἐπέβης.
6.1
φημὶ Γέλων’, Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον,
6.2
παῖδας Δεινομένευς, τὸν τρίποδ’ἀνθέμεναι,
6.3
ἐξ ἑκατὸν λιτρῶν καὶ πεντήκοντα ταλάντων
6.4
Δαμαρέτου χρυσοῦ, τᾶς δεκάτας δεκάταν.
6.1
ταῦτ’ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου
6.2
ὅπλ’ἀνέθεν Λατοῖ μνάματα ναυμαχίας.
6.1
Σῶσος καὶ Σωσὼ σωτήρια τόνδ’ἀνέθηκαν
6.2
Σῶσος μὲν σωθείς, Σωσὼ δ’ὅτι Σῶσος ἐσώθη.
6.1
χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ’ἀλύξας
6.2
Γάλλος ἐρημαίην ἤλυθ’ὑπὸ σπιλάδα,
6.3
ὑετὸν ἄρτι κόμης ἀπομόρξατο · τοῦ δὲ κατ’ἴχνος
6.4
βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων.
6.5
αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον ὃ σχέθε χειρὶ
6.6
ἤραξεν, καναχῇ δ’ἴαχεν ἄντρον ἅπαν.
6.7
οὐ δ’ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρ
6.8
μεῖναι, ἀν’ὑλῆεν δ’ὠκὺς ἔθυνεν ὄρος,
6.9
δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳ
6.10
ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους.
7.1
Ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν,
7.2
οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος.
7.1
Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε, μῆτερ ὀπώρας,
7.2
οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος,
7.3
Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπ’ἄκρῃ
7.4
στήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου,
7.5
ὡς ὁ φιλάκρητόςτε καὶ οἰνοβαρὴς φιλοκώμοις
7.6
παννυχίσιν κρούων τὴν φιλόπαιδα χέλυν,
7.7
κἠν χθονὶ πεπτηὼς, κεφαλῆς ἐφύπερθε φέροιτο
7.8
ἀγλαὸν ὡραίων βότρυν ἀπ’ἀκρεμόνων,
7.9
καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς
7.10
λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων.
7.1
οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων
7.2
ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω,
7.3
ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δ’Ἐρώτων,
7.4
τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο.
7.5
μοῦνος δ’εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων
7.6
ἠέλιον, Λήθης ἐνθάδ’ἔκυρσε δόμων
7.7
ἀλλ’ὅτι τὸν χαρίεντα μετ’ἠιθέοισι Μεγιστέα,
7.8
καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον.
7.9
μολπῆς δ’οὐ λήγει μελιτερπέος, ἀλλ’ἔτ’ἐκεῖνον
7.10
βάρβιτον οὐ δὲ θανὼν εὔνασεν εἰν Ἀίδῃ.
7.1
οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδεω ἐστὶ σαωτήρ,
7.2
ὃς καὶ τεθνηὼς ζῶντ’ἀπέδωκε χάριν.
7.1
σᾶμα τόδε Σπίνθηρι πατὴρ ἐπέθηκε θανόντι.
7.1
μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο
7.2
ἐκ Πελοποννάσου χιλιάδες τέτορες.
7.1
ὦ ξεῖν’, ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδε
7.2
κείμεθα, τοῖς κείνων ῥήμασι πειθόμενοι.
7.1
ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν
7.2
ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι.
7.1
ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντες
7.2
κυάνεον θανάτου ἀμφεβάλοντο νέφος.
7.3
οὐ δὲ τεθνᾶσι θανόντες, ἐπεὶ σφ’ἀρετὴ καθύπερθε
7.4
κυδαίνουσ’ἀνάγει δώματος ἐξ Ἀίδεω.
7.1
εἰ τὸ καλῶς θνῄσκειν ἀρετῆς μέρος ἐστὶ μέγιστον,
7.2
ἡμῖν ἐκ πάντων τοῦτ’ἀπένειμε τύχη ·
7.3
Ἑλλάδι γὰρ σπεύδοντες ἐλευθερίην περιθεῖναι
7.4
κείμεθ’ἀγηράτῳ χρώμενοι εὐλογίῃ.
7.1
χαίρετ’ἀριστῆες πολέμου μέγα κῦδος ἔχοντες,
7.2
κοῦροι Ἀθηναίων, ἔξοχοι ἱπποσύνῃ,
7.3
οἵ ποτε καλλιχόρου περὶ πατρίδος ὠλέσαθ’ἥβην
7.4
πλείστοις Ἑλλήνων ἀντία μαρνάμενοι.
7.254b.1
Κρὴς γενεὰν Βρόταχος Γορτύνιος ἐνθάδε κεῖμαι,
7.254b.2
οὐ κατὰ τοῦτ’ἐλθών, ἀλλὰ κατ’ἐμπορίην.
7.1
οἵδε παρ’Εὐρυμέδοντά ποτ’ἀγλαὸν ὤλεσαν ἥβην
7.2
μαρνάμενοι Μήδων τοξοφόρων προμάχοις
7.3
αἰχμηταὶ πεζοίτε καὶ ὠκυπόρων ἐπὶ νηῶν ·
7.4
κάλλιστον δ’ἀρετῆς μνῆμ’ἔλιπον φθίμενοι.
7.1
τούσδε ποτ’ἐκ Σπάρτας ἀκροθίνια Φοίβῳ ἄγοντας
7.2
ἓν πέλαγος, μία νύξ, ἓν σκάφος ἐκτέρισεν.
7.1
ἐξ οὗ γ’Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε,
7.2
καὶ πόλεμον λαῶν θοῦρος Ἄρης ἐφέπει,
7.3
οὐδαμά πω κάλλιον ἐπιχθονίων γένετ’ἀνδρῶν
7.4
ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα.
7.5
οἵδε γὰρ ἐν Κύπρῳ Μήδων πολλοὺς ὀλέσαντες,
7.6
Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
7.7
ἀνδρῶν πληθούσας · μέγα δ’ἔστενεν Ἀσὶς ὑπ’αὐτῶν
7.8
πληγεῖσ’ἀμφοτέραις χερσὶ κράτει πολέμου.
7.1
ἐνθάδε Σιμωνίδου κασίγνητόντε κέκευθεν
7.2
γαῖ’, ἐρατῆς ἥβης πρὶν τέλος ἄκρον ἰδεῖν.
7.3
μνῆμα δ’ἀποφθιμένοισι πατὴρ Μεγάριστος ἔθηκεν
7.4
ἀθάνατον θνητοῖς παισὶ χαριζόμενος.
7.1
εὐκλέας αἶα κέκευθε, Λεωνίδα, οἳ μετὰ σεῖο
7.2
τῇδ’ἔθανον, Σπάρτης εὐρυχόρου βασιλεῦ,
7.3
πλείστων δὴ τόξωντε καὶ ὠκυπόδων σθένος ἵππων
7.4
Μηδείων ἀνδρῶν δεξάμενοι πολέμῳ.
7.1
τῶν αὐτοῦ τις ἕκαστος ἀπολλυμένων ἀνιᾶται ·
7.2
Νικόδικον δὲ φίλοι καὶ πόλις ἥδε † πολή.
7.344a.1
θηρῶν μὲν κάρτιστος ἐγώ, θνατῶν δ’ὃν ἐγὼ νῦν
7.344a.2
φρουρῶ, τῷδε τάφῳ λαΐνῳ ἐμβεβαώς.
7.1
πολλὰ πιὼν καὶ πολλὰ φαγὼν, καὶ πολλὰ κάκ’εἰπὼν
7.2
ἀνθρώπους, κεῖμαι Τιμοκρέων Ῥόδιος.
7.1
βαιὰ φαγὼν καὶ βαιὰ πιὼν καὶ πολλὰ νοσήσας,
7.2
ὀψὲ μέν, ἀλλ’ἔθανον. ἔρρετε πάντες ὁμοῦ.
7.1
οἵδε τριηκόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις
7.2
Ἰναχίδαις Θυρέαν ἀμφὶ μαχεσσάμενοι,
7.3
αὐχένας οὐ στρέψαντες, ὅπᾳ ποδὸς ἴχνια πρᾶτον
7.4
ἁρμόσαμεν, ταύτᾳ καὶ λίπομεν βιοτάν.
7.5
ἄρσενι δ’Ὀθρυάδαο φόνῳ κεκαλυμμένον ὅπλον
7.6
καρύσσει · “Θυρέα, Ζεῦ, Λακεδαιμονίων”.
7.7
αἰ δέ τις Ἀργείων ἔφυγεν μόρον, ἦς ἀπ’Ἀδράστου ·
7.8
Σπάρτᾳ δ’οὐ τὸ θανεῖν, ἀλλὰ φυγεῖν θάνατος.
7.1
Εὐθυμάχων ἀνδρῶν μνησώμεθα, τῶν ὅδε τύμβος,
7.2
οἳ θάνον εὔμηλον ῥυόμενοι Τεγέαν,
7.3
αἰχμηταὶ πρὸ πόληος, ἵνα σφίσι μὴ καθέληται
7.4
Ἑλλὰς ἀποφθιμένου κρατὸς ἐλευθερίαν.
7.1
τῶνδέ ποτὲ στέρνοισι τανυγλώχινας ὀιστοὺς
7.2
λοῦσεν φοινίσσᾳ θοῦρος Ἄρης ψακάδι.
7.3
ἀντὶ δ’ἀκοντοδόκων ἀνδρῶν μνημεῖα θανόντων.
7.4
ἄψυχ’ἐμψύχων, ἅδε κέκευθε κόνις.
7.1
ἠερίη Γεράνεια, κακὸν λέπας, ὤφελεν Ἴστρον
7.2
τῆλε καὶ ἐκ Σκυθέων μακρὸν ὁρᾶν Τάναϊν,
7.3
μη δὲ πέλας ναίειν Σκειρωνικὸν οἶδμα θαλάσσης,
7.4
ἄγκεα νιφομένης ἀμφὶ Μεθουριάδος.
7.5
νῦν δ’ὁ μὲν ἐν πόντῳ κρυερὸς νέκυς · οἱ δὲ βαρεῖαν
7.6
ναυτιλίην κενεοὶ τῇδε βοῶσι τάφοι.
7.507a.1
ἄνθρωπ’, οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ ἀνδρὸς
7.507a.2
χερνήτεω μικρὸς τύμβος, ἐμοὶ δ’ἱκανός.
7.507b.1
οὐκ ἐπιδὼν νύμφεια λέχη κατέβην τὸν ἄφυκτον
7.507b.2
Γόργιππος ξανθῆς Φερσεφόνης θάλαμον.
7.1
Παυσανίην ἰητρὸν ἐπώνυμον, Ἀγχίτεω υἱόν,
7.2
τόνδ’, Ἀσκληπιάδην, πατρὶς ἔθαψε Γέλα,
7.3
ὃς πλείστους κρυεραῖσι μαραινομένους ὑπὸ νούσοις
7.4
φῶτας ἀπέστρεψεν Φερσεφόνης θαλάμων.
7.1
σῆμα Θεόγνιδός εἰμι Σινωπέος, ᾧ μ’ἐπέθηκεν
7.2
Γλαῦκος ἑταιρείης ἀντὶ πολυχρονίου.
7.1
σῶμα μὲν ἀλλοδαπὴ κεύθει κόνις · ἐν δέ σε πόντῳ,
7.2
Κλείσθενες, Εὐξείνῳ μοῖρ’ἔκιχεν θανάτου
7.3
πλαζόμενον γλυκεροῦ δὲ μελίφρονος οἴκαδε νόστου
7.4
ἤμπλακες, οὐ δ’ἵκευ Χῖον ἐπ’ἀμφιρύτην.
7.1
σῆμα καταφθιμένοιο Μεγακλέος εὖτ’ἂν ἴδωμαι,
7.2
οἰκτείρω σε, τάλαν Καλλία, οἷ’ἔπαθες.
7.1
τῶνδε δι’
7.2
ἀνθρώπων ἀρετὰν οὐχ ἵκετο καπνὸς
7.3
αἰθέρα δαιομένης εὐρυχόρου Τεγέας,
7.4
οἳ βούλοντο πόλιν μὲν ἐλευθερίᾳ τεθαλυῖαν
7.5
παισὶ λιπεῖν, αὐτοὶ δ’ἐν προμάχοισι θανεῖν.
7.1
φῆ ποτε Πρωτόμαχος, πατρὸς περὶ χεῖρας ἔχοντος,
7.2
ἡνίκ’ἀφ’ἱμερτὴν ἔπνεεν ἡλικίην
7.3
“ὦ, Τιμηνορίδη, παιδὸς φίλου οὔ ποτε λήξεις
7.4
οὔτ’ἀρετὴν ποθέων οὔτε σαοφροσύνην”.
7.1
αἰδὼς καὶ Κλεόδημον ἐπὶ προχοῇσι Θεαίρου
7.2
ἀενάου στονόεντ’ἤγαγεν εἰς θάνατον,
7.3
Θρηικίῳ κύρσαντα λόχῳ · πατρὸς δὲ κλεεννὸν
7.4
Διφίλου αἰχμητὴς υἱὸς ἔθηκ’ὄνομα.
7.1
αἰαῖ, νοῦσε βαρεῖα · τί δὴ ψυχαῖσι μεγαίρεις
7.2
ἀνθρώπων ἐρατῇ πὰρ νεότητι μένειν;
7.3
ἣ καὶ Τίμαρχον γλυκερῆς αἰῶνος ἄμερσας
7.4
ἠίθεον, πρὶν ἰδεῖν κουριδίην ἄλοχον.
7.1
οἱ μὲν ἐμὲ κτείναντες ὁμοίων ἀντιτύχοιεν,
7.2
Ζεῦ Ξένι’οἱ δ’ὑπὸ γᾶν θέντες ὄναιντο βίου,
7.1
ὕστατα δὴ τάδ’ἔειπε φίλην ποτὶ μητέρα Γοργὼ
7.2
δακρυόεσσα, δέρης χερσὶν ἐφαπτομένη ·
7.3
“αὖθι μένοις παρὰ πατρί, τέκοις δ’ἐπὶ λῴονι μοίρᾳ
7.4
ἄλλαν, σῷ πολιῷ γήραϊ καδεμόνα”.
7.1
μνῆμα τόδε κλεινοῖο Μεγιστίου, ὅν ποτε Μῆδοι
7.2
Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι,
7.3
μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδὼς
7.4
οὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν.
9.1
γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος
9.2
υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.
9.1
Ἰφίων τόδ’ἔγραψε Κορίνθιος. οὐκ ἔνι · μῶμος
9.2
χερσίν, ἐπεὶ δόξας ἔργα πολὺ προφέρει.
9.1
Κίμων ἔγραψε τὴν θύραν τὴν δεξιάν ·
9.2
τὴν δ’ἐξιόντων δεξιὰν Διονύσιος.
10.1
χαίρει τις Θεόδωρος, ἐπεὶ θάνον ἄλλος ἐπ’αὐτῷ
10.2
χαιρήσει. θανάτῳ πάντες ὀφειλόμεθα.
13.1
τίς εἰκόνα τάνδ’ἀνέθηκεν; Δωριεὺς ὁ Θούριος.
13.2
οὐ Ῥόδιος γένος ἦν; ναί, πρὶν φυγεῖν γε πατρίδα,
13.3
δεινᾷ γε χειρὶ πολλὰ ῥέξας ἔργα καὶ βίαια.
13.1
Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται,
13.2
νίκαις ἱππόβοτον πατρίδ’ἐπευκλεΐσας,
13.3
Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία,
13.4
δύω δ’ἐν Ἰσθμῷ, πεντεκαίδεκ’ἐν Νεμέᾳ ·
13.5
τὰς δ’ἄλλας νίκας οὐκ εὐμαρές ἐστ’ἀριθμῆσαι.
13.1
ἄνθηκεν τόδ’ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα
13.2
ἐν Δελφοῖς ποσὶ Νικολᾴδας,
13.3
καὶ Παναθηναίοις στεφάνους λάβε πέντ’ἐπ’ἀέθλοις
13.4
ἑξῆς ἀμφιφορεῖς ἐλαίου ·
13.5
Ἰσθμῷ δ’ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ οἶδεν ἑλόντα
13.6
ἀκτὴ Ποντομέδοντος ἆθλον ·
13.7
καὶ Νεμέᾳ τρὶς ἐνίκησεν, καὶ τετράκις ἄλλα
13.8
Πελλάνᾳ, δύο δ’ἐν Λυκαίῳ,
13.9
καὶ Τεγέᾳ, καὶ ἐν Αἰγίνᾳ, κρατερᾷτ’Ἐπιδαύρῳ,
13.10
καὶ Θήβᾳ, Μεγάρωντε δάμῳ ·
13.11
ἐν δὲ Φλιοῦντι σταδίῳ, τάτε πέντε κρατήσας
13.12
ηὔφρανεν μεγάλαν Κόρινθον.
13.1
συλλαβαῖς λεῖπον καὶ τὸ Ἀρχιλόχειον σκάζον τρίμετρον
13.2
πατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθανᾶς,
13.3
τέκνον μελαίνης γῆς, χαρίεντας αὐλοὺς
13.4
τούσδε σὺν Ἡφαίστῳ τελέσας, ἀνέθηκ’Ἀφροδίτῃ. καλοῦ,
13.5
δαμασθεὶς ἱμέρῳ Βρύσωνος.
13.1
μνήσομαι · οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδ’Ἀρχεναύτεω
13.2
κεῖσθαι θανοῦσαν ἀγλαὰν ἄκοιτιν,
13.3
Ξανθίππην Περιάνδρου ἀπέκγονον, ὃς ποθ’ὑψιπύργου
13.4
σήμαινε λαοῖς τέρμ’ἔχων Κορίνθου.
13.1
πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι
13.2
ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις
13.3
αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις
13.4
σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,
13.5
οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων
13.6
ἔθηκαν · κείνους δ’Ἀντιγένης ἐδίδασκεν ἄνδρας.
13.7
εὖ δ’ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων
13.8
Ἀργεῖος ἡδὺ πνεῦμα χέων καθαρῶς ἐν αὐλοῖς ·
13.9
τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος
13.10
Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς,
13.11
αἳ οἱ ἐπ’ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάντε νίκαν
13.12
θῆκαν ἰοστεφάνων θεᾶν ἕκατι Μοισᾶν.
13.1
μετάθεσιν τῆς λέξεως
13.2
Μοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε.
13.3
υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου.
16.1
γνῶθι Θεόγνητον προσιδών, τὸν Ὀλυμπιονίκαν
16.2
παῖδα, παλαισμοσύνας δεξιὸν ἡνίοχον,
16.3
κάλλιστον μὲν ἰδεῖν, ἀθλεῖν δ’οὐ χείρονα μορφῆς,
16.4
ὃς πατέρων ἀγαθῶν ἐστεφάνωσε πόλιν.
16.1
Ἴσθμια καὶ Πυθοῖ Διοφῶν ὁ Φίλωνος ἐνίκα,
16.2
ἅλμα, ποδωκείην, δίσκον, ἄκοντα, πάλην.
16.1
εἶπον, τίς, τίνος ἐσσί, τίνος πατρίδος, τί δὲ νικῇς;
16.2
Κασμύλος, Εὐαγόρου, Πύθια πύξ, Ῥόδιος.
16.1
Μίλωνος τόδ’ἄγαλμα καλοῦ καλόν, ὃς ποτὶ Πίσῃ
16.2
ἑπτάκι νικήσας, ἐς γόνατ’οὐκ ἔπεσεν.
16.1
Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί · σῆμα δ’ἐφ’ἡμῖν
16.2
ἐγγύθεν Εὐρίπου δημοσίᾳ κέχυται,
16.3
οὐκ ἀδίκως · ἐρατὴν γὰρ ἀπωλέσαμεν νεότητα,
16.4
τρηχεῖαν πολέμου δεξάμενοι νεφέλην.
16.1
τίς ἅδε; βάκχα. τίς δέ μιν ξέσε; Σκόπας
16.2
τίς δ’ἐξέμηνε, Βάκχος, ἢ Σκόπας; Σκόπας.
16.1
τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα
16.2
Χάρης ἐποίει πήχεων ὁ Λίνδιος.
16.1
Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν Ἔρωτα
16.2
ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,
16.3
Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ τίκτω
16.4
οὐκέτι τοξεύων, ἀλλ’ἀτενιζόμενος.
16.1
τὸν τραγόπουν ἐμὲ Πᾶνα, τὸν Ἀρκάδα, τὸν κατὰ Μήδων,
16.2
τὸν μετ’Ἀθηναίων, στήσατο Μιλτιάδης.