Epigrams
καὶ τόδε Δημοδόκου · Χῖοι κακοί · οὐχ ὁ μέν, ὃς δ’οὔ ·
11.2πάντες, πλὴν Προκλέους · καὶ Προκλέης δὲ Χίος.
11.1πάντες μὲν Κίλικες κακοὶ ἀνέρες · ἐν δὲ Κίλιξιν
11.2εἷς ἀγαθὸς Κινύρης, καὶ Κινύρης δὲ Κίλιξ.
11.1Καππαδόκην ποτ’ἔχιδνα κακὴ δάκεν ἀλλὰ καὶ αὐτὴ
11.2κάτθανε, γευσαμένη αἵματος ἰοβόλου,
11.1Καππαδόκαι φαῦλοι μὲν ἀεί, ζώνης δὲ τυχόντες
11.2φαυλότεροι, κέρδους δ’εἵνεκα φαυλότατοι.
11.3ἢν δ’ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης,
11.4δὴ ῥα τότ’εἰς ὥρας φαυλεπιφαυλότατοι.
11.5μή, λίτομαι, βασιλεῦ, μὴ τετράκις, ὄφρα μὴ αὐτὸς
11.6κόσμος ὀλισθήσῃ καππαδοκιζόμενος.