Demodocus

Fragments

1
Μιλήσιοι ἀξύνετοι μὲν
2
οὔκ εἰσιν, δρῶσιν δ’οἷά περ ἀξύνετοι.
1
Λέριοι κακοί · οὐχ ὃ μέν, ὃς δ’οὔ ·
2
πάντες, πλὴν Προκλέους — καὶ Προκλέης Λέριος.
1
πάντες μὲν Κίλικες κακοὶ ἀνέρες · ἐν δὲ Κίλιξιν
2
εἷς ἀγαθὸς Κινύρης — καὶ Κινύρης δὲ Κίλιξ.
1
Καππαδόκην ποτ’ἔχιδνα κακὴ δάκεν · ἀλλὰ καὶ αὐτὴ
2
κάτθανε γευσαμένη αἵματος ἰοβόλου.
1
Καππαδόκαι φαῦλοι μὲν ἀεί · ζώνης δὲ τυχόντες
2
φαυλότεροι · κέρδους δ’εἵνεκα φαυλότατοι ·
3
ἢν δ’ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης,
4
δή ῥα τότ’εἰς ὥρας φαυλεπιφαυλότεροι.
5
μή, λίτομαι βασιλεῦ, μὴ τετράκις, ὄφρα μὴ αὐτὸς
6
κόσμος ὀλισθήσῃ καππαδοκιζόμενος.
1
ἢν τύχηις † τήνων δικάζεο τὴν Πριηνίην δίκην.