Asius

Epic Fragments

1
Ἀντιόπη δ’ἔτεκε Ζῆθον κἀμφίονα δῖον
2
Ἀσωποῦ κούρη ποταμοῦ βαθυδινήεντος,
3
Ζηνίτε κυσαμένη καὶ Ἐπωπέι ποιμένι λαῶν.
1
Δίου ἐνὶ μεγάροις τέκεν εὐειδὴς Μελανίππη.
1
ἀντίθεον δὲ Πελασγὸν ἐν ὑψικόμοισιν ὄρεσσι
2
γαῖα μέλαιν’ἀνέδωκεν, ἵνα θνητῶν γένος εἴη.
1
κοῦραίτ’Ἰκαρίοιο Μέδη καὶ Πηνελόπεια.
1
οἳ δ’αὔτως φοίτεσκον ὅπως πλοκάμους κτενίσαιντο
2
εἰς Ἥρης τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς,
3
χιονέοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἶχον ·
4
χαῖται δ’ἠιωρεῦντ’ἀνέμωι χρυσέοις ἐνὶ δεσμοῖς,
5
χρύσειαι δὲ κορύμβαι ἐπ’αὐτῶν τέττιγες ὥς ·
6
δαιδαλέας δὲ χλιδῶνας ἄρ’ἀμφὶ βραχίοσ’ἕσαντες
7
–⏔–⏔–τες ὑπασπίδιον πολεμιστήν.