Antimachus

Epigram

τίπτε, μόθων ἄτλητος, Ἐνυαλίοιο λέλογχας, Κύπρι; τίς ὁ ψεύστας στυγνὰ καθᾶψε μάτην ἔντεα; σοὶ γὰρ Ἔρωτες ἐφίμεροι, ἅτε κατ’εὐνὰν τέρψις, καὶ κροτάλων θηλυμανεῖς ὄτοβοι. δούρατα δ’αἱματόεντα κάθες · Τριτωνίδι δίᾳ ταῦτα · σὺ δ’εὐχαίταν εἰς Ὑμέναιον ἴθι.