Epigrams
ἡ τὸν θύρσον ἔχουσ’Ἑλικωνιάς, ἥτε παρ’αὐτὴν
6.2Ξανθίππη, Γλαύκητ’, εἰς χορὸν ἐρχόμεναι,
6.3ἐξ ὄρεος χωρεῦσι, Διωνύσῳ δὲ φέρουσι
6.4κισσὸν καὶ σταφυλήν, πίονα καὶ χίμαρον.
6.1οὗτος Φειδόλα ἵππος ἀπ’εὐρυχόροιο Κορίνθου
6.2ἄγκειται Κρονίδᾳ, μνᾶμα ποδῶν ἀρετᾶς.
6.1Πρηξιδίκη μὲν ἔρεξεν, ἐβούλευσεν δὲ Δύσηρις
6.2εἷμα τόδε · ξυνὴ δ’ἀμφοτέρων σοφίη.
6.1πρόφρων, Ἀργυρότοξε, δίδου χάριν Αἰσχύλου υἱῷ
6.2Ναυκράτει, εὐχωλὰς τάσδ’ὑποδεξάμενος.
6.1πρὶν μὲν Καλλιτέλης μ’ἱδρύσατο · τόνδε δ’ἐκείνου
6.2ἔκγονοι ἐστάσανθ’, οἷς χάριν ἀντιδίδου.
6.1Πραξαγόρας τάδε δῶρα θεοῖς ἀνέθηκε, Λυκαίου
6.2υἱός · ἐποίησεν δ’ἔργον Ἀναξαγόρας.
6.1παιδὶ φιλοστεφάνῳ Σεμέλας μ’ἀνέθηκε Μέλανθος
6.2μνᾶμα χοροῦ νίκας, υἱὸς Ἀρηιφίλου.
6.1ῥυσαμένα Πύθωνα δυσαχέος ἐκ πολέμοιο,
6.2ἀσπὶς Ἀθηναίης ἐν τεμένει κρέμαται,
6.1σάντε χάριν, Διόνυσε, καὶ ἀγλαὸν ἄστεϊ κόσμον
6.2Θεσσαλίας μ’ἀνέθηκ’ἀρχὸς Ἐχεκρατίδας.
6.1εὔχεο Τιμώνακτι θεῶν κήρυκα γενέσθαι
6.2ἤπιον, ὃς μ’ἐρατοῖς ἀγλαΐην προθύροις
6.3Ἑρμῇτε κρείοντι καθέσσατο τὸν δ’ἐθέλοντα
6.4ἀστῶν καὶ ξείνων γυμνασίῳ δέχομαι,
6.1Στροίβου παῖ, τόδ’ἄγαλμα, Λεώκρατες, εὖτ’ἀνέθηκας
6.2Ἑρμῇ, καλλικόμους οὐκ ἔλαθες Χάριτας,
6.3οὐ δ’Ἀκαδημίαν πολυγαθέα, τῆς ἐν ἀγοστῷ
6.4σὴν εὐεργεσίην τῷ προσιόντι λέγω,
6.1βωμοὺς τούσδε θεοῖς Σοφοκλῆς ἱδρύσατο πρῶτος,
6.2ὃς πλεῖστον Μούσης εἷλε κλέος τραγικῆς.
6.1Τέλλιδι ἱμερόεντα βίον πόρε, Μαιάδος υἱέ,
6.2ἀντ’ἐρατῶν δώρων τῶνδε χάριν θέμενος ·
6.3δὸς δέ μιν εὐθυδίκων Εὐωνυμέων ἐνὶ δήμῳ
6.4ναίειν, αἰῶνος μοῖραν ἔχοντ’ἀγαθήν.
7.1καρτερὸς ἐν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμα
7.2Ἄρης δ’οὐκ ἀγαθῶν φείδεται, ἀλλὰ κακῶν.
7.1Ἀβδήρων προθανόντα τὸν αἰνοβίην Ἀγάθωνα
7.2πᾶσ’ἐπὶ πυρκαϊῆς ἥδ’ἐβόησε πόλις.
7.3οὔ τινα γὰρ τοιόνδε νέων ὁ φιλαίματος Ἄρης
7.4ἠνάρισεν στυγερῆς ἐν στροφάλιγγι μάχης.
7.1καὶ σέ, Κλεηνορίδη, πόθος ὤλεσε πατρίδος αἴης
7.2θαρσήσαντα Νότου λαίλαπι χειμερίῃ.
7.3ὥρη γάρ σε πέδησεν ἀνέγγυος · ὑγρὰ δὲ τὴν σὴν
7.4κύματ’ἀφ’ἱμερτὴν ἔκλυσεν ἡλικίην.
9.1βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μὴ τὸ Μύρωνος
9.2βοίδιον ὡς ἔμπνουν βουσὶ συνεξελάσῃς.
9.1Βοίδιον οὐ χοάνοις τετυπωμένον, ἀλλ’ὑπὸ γήρως
9.2χαλκωθὲν σφετέρῃ ψεύσατο χειρὶ Μύρων.
11.1οὔ μοι μέλει τὰ Γύγεω,
11.2τοῦ Σαρδίων ἄνακτος,
11.3οὔθ’αἱρέει με χρυσός,
11.4οὐκ αἰνέω τυράννους ·
11.5ἐμοὶ μέλει μύροισι
11.6καταβρέχειν ὑπήνην
11.7ἐμοὶ μέλει ῥόδοισι
11.8καταστέφειν κάρηνα.
11.9τὸ σήμερον μέλει μοι
11.10τὸ δ’αὔριον τίς οἶδεν;
11.1τὸν ἄργυρον τορεύσας
11.2Ἥφαιστέ μοι ποίησον
11.3πανοπλίαν μὲν οὐχί,
11.4ποτήριον δὲ κοῖλον
11.5ὅσον δύνῃ βάθυνον.
11.6ποίει δέ μοι κατ’αὐτοῦ
11.7μη δ’ἄστρα, μη δ’ἁμάξας,
11.8μὴ στυγνὸν Ὠρίωνα,
11.9ἀλλ’ἀμπέλους χλοώσας,
11.10καὶ βότρυας γελῶντας,
11.11σὺν τῷ καλῷ Λυαίῳ.
13.1ἀλκίμων σ’, ὦ ’ριστοκλείδη, πρῶτον οἰκτείρω φίλων
13.2ὤλεσας δ’ἥβην, ἀμύνων πατρίδος δουληίην.