Archilochus

Lyric Fragments

S478a.1
“πάμπαν ἀποσχόμενος · ἶσον δὲ τόλμησον ποθεῖν ·
S478a.2
εἰ δ’ὦν ἐπείγεαι καί σε θυμὸς ἰθύει,
S478a.3
ἔστιν ἐν ἡμετέρου ἣ νῦν μέγ’ἱμείρει σέθεν
S478a.4
καλὴ τέρεινα παρθένος · δοκέω δέ μιν
S478a.5
εἶδος ἄμωμον ἔχειν · τὴν δὴ σὺ ποίησαι φίλην”.
S478a.6
τοσαῦτ’ἐφώνει · τὴν δ’ἐγὼ ἀνταμειβόμην ·
S478a.7
“Ἀμφιμεδοῦς θύγατερ ἐσθλῆςτε καὶ περίφρονος
S478a.8
γυναικός, ἣν νῦν γῆ κατ’εὐρώεσσ’ἔχει,
S478a.9
τέρψιές εἰσι θεῆς πολλαὶ νέοισιν ἀνδράσιν
S478a.10
παρὲξ τὸ θεῖον χρῆμα · τῶν τις ἀρκέσει.
S478a.11
ταῦτα δ’ἐπ’ἡσυχίης εὖτ’ἂν μελανθῆι μοι γένυς
S478a.12
ἐγώτε καὶ σὺ σὺν θεῶι βουλεύσομεν ·
S478a.13
πείσομαι ὥς με κέλεαι · πολλόν μ’ἔθελξε σὸς λόγος ·
S478a.14
θριγκοῦ δ’ἔνερθε καὶ πυλέων ὑποφρύσιν
S478a.15
μή τι μέγαιρε, φίλη · σχήσω γὰρ ἐς ποηφόρους
S478a.16
κήπους. τὸ δὴ νῦν γνῶθι · Νεοβούλην μὲν ὦν
S478a.17
ἄλλος ἀνὴρ ἐχέτω · αἰαῖ πέπειρα δή ἐστ’ἄγαν ·
S478a.18
ἄνθος δ’ἀπερρύηκε παρθενήιον
S478a.19
καὶ χάρις ἣ πρὶν ἐπῆν · κόρον γὰρ οὐ κατέσχε πω,
S478a.20
ἥβης σὲ μέτρ’ἔφηνε μαινόλις γυνή ·
S478a.21
ἐς κόρακας ἄπεχε · μὴ τοῦτ’ἐφισταίη θεός,
S478a.22
ὅπως ἐγὼ γυναῖκα τοιαύτην ἔχων
S478a.23
γείτοσι χάρμ’ἔσομαι · πολλὸν σὲ βούλομαι πάρος ·
S478a.24
σὺ μὲν γὰρ οὔτ’ἄπιστος οὔτε διπλόη,
S478a.25
ἡ δὲ μάλ’ὀξυτέρη, πολλοὺς δὲ ποιεῖται λόγους ·
S478a.26
δέδοιχ’ὅπως μὴ τυφλὰ κἀλιτήμερα
S478a.27
σπουδῆι ἐπειγόμενος τὼς ὥσπερ ἡ κύων τέκω”.
S478a.28
τοσαῦτ’ἐφώνεον · παρθένον δ’ἐν ἄνθεσιν
S478a.29
τηλεθάεσσι λαβὼν ἔκλινα, μαλθακῆι δέ μιν
S478a.30
χλαίνηι καλύψας, αὐχέν’ἀγκάληις ἔχων,
S478a.31
δείματι παλλομένην τὼς ὥστε νέβρον ἐκ φυγῆς,
S478a.32
μαζῶντε χερσὶν ἠπίως ἐφηψάμην
S478a.33
ἧιπερ ἔφηνε νέον ἥβης ἐπήλυσις χρόα ·
S478a.34
ἅπαντε σῶμα καλὸν ἀμφαφώμενος
S478a.35
λευκὸν ἀφῆκα μένος ξανθῆς ἐπιψαύων τριχός.
S478b.1
οὐκέθ’ὁμῶς θάλλεις ἁπαλὸν χρόα, κάρφεται γὰρ ἤδη
S478b.2
ὄγμοις, κακοῦ δὲ γήραος καθαιρεῖ
S478b.3
G5, ἀφ’ἱμερτοῦ δὲ θορὼν γλυκὺς ἵμερος προσώπου
S478b.4
πέπτωκεν · ἦ γὰρ πολλὰ δή σ’ἐπῆιξεν
S478b.5
πνεύματα χειμερίων ἀνέμων […] πολλάκις δεG?