Hymn of the Curetes
ἰὼ μέγιστε κοῦρε,
2χαῖρέ μοι, Κρόνειε
3παγκρατὲς γάνους βέβακες
4δαιμόνων ἁγώμενος ·
5Δίκταν εἰς ἐνιαυτὸν
6ἕρπε καὶ γέγαθι μολπᾷ,
7τάν τοι κρέκομεν πακτίσι
8μείξαντες ἅμ’αὐλοῖσιν,
9καὶ στάντες ἀείδομεν τεὸν
10ἀμφὶ βωμὸν εὐερκῆ.
11ἰὼ μέγιστε κοῦρε,
12χαῖρέ μοι, Κρόνειε
13παγκρατὲς γάνους βέβακες
14δαιμόνων ἁγώμενος ·
15Δίκταν εἰς ἐνιαυτὸν
16ἕρπε καὶ γέγαθι μολπᾷ.
17ἔνθα γὰρ σέ παῖδ’ἄμβροτον
18ἀσπιδηφόροι τροφῆες
19πὰρ Ῥέας λαβόντες πόδα
20κρούοντες ἀπέκρυψαν.
21ἰὼ μέγιστε κοῦρε,
22χαῖρέ μοι, Κρόνειε
23παγκρατὲς γάνους βέβακες
24δαιμόνων ἁγώμενος ·
25Δίκταν εἰς ἐνιαυτὸν
26ἕρπε καὶ γέγαθι μολπᾷ.
27G_L
28G_L
29G_L
30[…] τᾶς καλᾶς ἀοῦς.
31ἰὼ μέγιστε κοῦρε,
32χαῖρέ μοι, Κρόνειε
33παγκρατὲς γάνους βέβακες
34δαιμόνων ἁγώμενος ·
35Δίκταν εἰς ἐνιαυτὸν
36ἕρπε καὶ γέγαθι μολπᾷ.
37ὧραι δὲ βρύον κατῆτος
38καὶ βροτὸς Δίκα κατῆχε
39καὶ πάντα διῇπε ζώι’
40ἁ φίλολβος Εἰρήνα.
41ἰὼ μέγιστε κοῦρε,
42χαῖρέ μοι, Κρόνειε
43παγκρατὲς γάνους βέβακες
44δαιμόνων ἁγώμενος ·
45Δίκταν εἰς ἐνιαυτὸν
46ἕρπε καὶ γέγαθι μολπᾷ.
47ἀλλ’ἄναξ θόρ’ἐς σταμνία
48καὶ θόρ’εὔποκ’ἐς πώεα
49κα- κἐς λάια καρπῶν θόρε
50κα- κἐς τελεσφόρος οἴκος.
51ἰὼ μέγιστε κοῦρε,
52χαῖρέ μοι, Κρόνειε
53παγκρατὲς γάνους βέβακες
54δαιμόνων ἁγώμενος ·
55Δίκταν εἰς ἐνιαυτὸν
56ἕρπε καὶ γέγαθι μολπᾷ.
57θόρε κα- κἐς πόληας ἁμῶν
58θόρε κα- κἐς ποντοπόρος νᾶας
59θόρε κα- κἐς νεὸς πολείτας
60θόρε κα- κἐς Θέμιν καλάν.
61ἰὼ μέγιστε κοῦρε,
62χαῖρέ μοι, Κρόνειε
63παγκρατὲς γάνους βέβακες
64δαιμόνων ἁγώμενος ·
65Δίκταν εἰς ἐνιαυτὸν
66ἕρπε καὶ γέγαθι μολπᾷ.